TLG 7000 001 :: ANTHOLOGIA GRAECA :: Anthologia Graeca ANTHOLOGIA GRAECA Anthol.
Epigr. Anthologia Graeca
Citation: Book — epigram — (line) | ||
*Lib. 1: vol. 1, pp. 122–181 | ||
AG.1p | ΤΑ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΕΠΙΓΡΑΜΜΑΤΑ | |
AG.1.1(p1) | Εἰς τὸ κιβούριον τῆς ἁγίας Σοφίας | |
1 | Ἃς οἱ πλάνοι καθεῖλον ἐνθάδ’ εἰκόνας, ἄνακτες ἐστήλωσαν εὐσεβεῖς πάλιν. | |
---|---|---|
AG.1.2(p1) | Ἐν ταῖς ἁψῖσι τῶν Βλαχερνῶν | |
1 | Θεῖος Ἰουστῖνος, Σοφίης πόσις, ᾧ πόρε Χριστὸς πάντα διορθοῦσθαι καὶ κλέος ἐν πολέμοις, μητρὸς ἀπειρογάμοιο δόμον σκάζοντα νοήσας, σαθρὸν ἀποσκεδάσας τεῦξέ μιν ἀσφαλέως. | |
AG.1.3(p1) | Εἰς τὸ αὐτὸ ἐν ταῖς αὐταῖς | |
1 | Ὁ πρὶν Ἰουστῖνος περικαλλέα δείματο νηὸν τοῦτον μητρὶ Θεοῦ κάλλεϊ λαμπόμενον· ὁπλότερος δὲ μετ’ αὐτὸν Ἰουστῖνος βασιλεύων κρείσσονα τῆς προτέρης ὤπασεν ἀγλαΐην. | |
AG.1.4(p1) | Εἰς τὸν ναὸν τοῦ Προδρόμου ἐν τοῖς Στουδίου | |
1 | Τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι, Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ | |
τῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηίδα ῥάβδον. | 122 in vol. 1 | |
AG.1.5(p1) | Εἰς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Ἀμαντίου | |
1 | Τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου, τοῖς πολυδινήτοις κύμασι μαρνάμενος. οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει, νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον. | |
5 | ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην πόντῳ ἐπαΐξας θήκαο φαιδροτέρην. | |
AG.1.6(p1) | Εἰς τὸν ναὸν τοῦ ἁγίου Θεοδώρου ἐν τοῖς Σφωρακίου | |
1 | Σφωράκιος ποίησε φυγὼν φλόγα μάρτυρι νηόν. | |
AG.1.7(p1) | Εἰς τὸν αὐτόν, ἐν ᾧ τὸ λογάριον εὑρέθη | |
1 | Σφωράκιε, ζώοντι φίλα θρεπτήρια τίνων γήθεεν Ἀντόλιος, σὸς ἀνεψιός· οἰχομένῳ δὲ αἰεί σοι γεραρὴν τελέει χάριν, ὥστε καὶ ἄλλην εὗρε καὶ ἐν νηῷ ς’ ἀνεθήκατο, τὸν κάμες αὐτός. | |
AG.1.8(p1) | Εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων πλησίον τοῦ ἁγίου | |
p2 | Σεργίου, εἰς τὰ Ὁρμίσδου | |
1 | Χριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρων, τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸν Πέτρῳ καὶ Παύλῳ· θεράπουσι γὰρ εὖχος ὀπάζων αὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν. | |
5 | ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον· εὐχαῖσιν μὲν ἕκαστος, ὅ τι χρέος ἐστίν, ἑλέσθω, | |
τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην. | 124 in vol. 1 | |
AG.1.9(p1) | Εἰς τὸν ναὸν τοῦ ἀρχαγγέλου ἐν Βοθρέπτῳ | |
1 | Καὶ τόδε σῶν καμάτων παναοίδιμον ἔργον ἐτύχθη, Γεννάδιε κλυτόμητι· σὺ γὰρ περικαλλέα νηὸν ἀγγελικῆς στρατιῆς σημάντορος αὖτις ἔδειξας. | |
AG.1.10(p1) | Εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πολυεύκτου | |
1 | Εὐδοκίη μὲν ἄνασσα, Θεὸν σπεύδουσα γεραίρειν, πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτου· ἀλλ’ οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον· οὔ τινι φειδοῖ, οὐ κτεάτων χατέουσα (τίνος βασίλεια χατίζει;) | |
5 | ἀλλ’ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν. ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων, τέτρατον ἐκ κείνων βασιλήιον αἷμα λαχοῦσα, ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης, | |
10 | ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει, κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων· πάντα γάρ, ὅσσα τέλεσσεν, ὑπέρτερα τεῦξε τοκήων, ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς. τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς | |
15 | εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας, εὐσεβίης ἀλέγουσα; μόνη δ’ ἱδρῶτι δικαίῳ ἄξιον οἶκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ. καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος. | |
20 | πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆας φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπ’ ἔργοις. ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης εὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήια χειρῶν; | |
25 | ποῖος δ’ ἔπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν εὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες | |
σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας. ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται· οὐ γὰρ ἀέθλους λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων. | 126 in vol. 1 | |
30 | ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχει οὐδ’ αὐτὴ δεδάηκας· ἀμετρήτους γάρ, ὀίω, μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο νηούς, οὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο. Ἴχνεσι δ’ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων | |
35 | πᾶσιν ἀεὶ ζώουσαν ἑὴν τεκτήνατο φύτλην, εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην. τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος, ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς, προφρονέως ἐρύεσθε σὺν υἱέι τοῖό τε κούραις· | |
40 | μίμνοι δ’ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης, εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει. | |
p41 | Ἐν τῇ εἰσόδῳ τοῦ αὐτοῦ ναοῦ ἔξωθεν τοῦ νάρθηκος | |
p41 | πρὸς τῶν ἀψίδων | |
42 | Ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις, ἣ μετὰ Κωνσταντῖνον, ἑῆς κοσμήτορα Ῥώμης, καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα | |
45 | καὶ μετὰ τοσσατίων προγόνων βασιληίδα ῥίζαν, ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον εἰν ὀλίγοις ἐτέεσσι, χρόνον δ’ ἐβιήσατο μούνη, καὶ σοφίην παρέλασσεν ἀειδομένου Σολομῶνος, νηὸν ἀναστήσασα θεηδόχον, οὗ μέγας αἰὼν | |
AG.1.10(50) | οὐ δύναται μέλψαι χαρίτων πολυδαίδαλον αἴγλην; οἷος μὲν προβέβηκε βαθυρρίζοισι θεμέθλοις, νέρθεν ἀναθρώσκων καὶ αἰθέρος ἄστρα διώκων. οἷος δ’ ἀντολίης μηκύνεται ἐς δύσιν ἕρπων, ἀρρήτοις Φαέθοντος ὑπαστράπτων ἀμαρυγαῖς | |
55 | τῇ καὶ τῇ πλευρῇσι· μέσης δ’ ἑκάτερθε πορείης κίονες ἀρρήκτοις ἐπὶ κίοσιν ἑστηῶτες χρυσορόφου ἀκτῖνας ἀερτάζουσι καλύπτρης· κόλποι δ’ ἀμφοτέρωθεν ἐπ’ ἀψίδεσσι χυθέντες φέγγος ἀειδίνητον ἐμαιώσαντο σελήνης· | |
60 | τοῖχοι δ’ ἀντιπέρηθεν ἀμετρήτοισι κελεύθοις θεσπεσίους λειμῶνας ἀνεζώσαντο μετάλλων, | |
οὓς φύσις ἀνθήσασα μέσοις ἐνὶ βένθεσι πέτρης ἀγλαΐην ἔκλεπτε, Θεοῦ δ’ ἐφύλασσε μελάθροις δῶρον Ἰουλιανῆς, ἵνα θέσκελα ἔργα τελέσσῃ, | 128 in vol. 1 | |
65 | ἀχράντοις κραδίης ὑπὸ νεύμασι ταῦτα καμοῦσα. τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηίδας αὔρας ὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς, τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης, οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπ’ ἄλλῳ, | |
70 | ἔνθ’ ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆς ἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον, πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσαν καὶ Τριάδος φάος εὗρ〈εν〉 ἐν ὕδασι γυῖα καθήρας; Τοῖον Ἰουλιανή, μετὰ μυρίον ἑσμὸν ἀέθλων, | |
75 | ἤνυσε τοῦτον ἄεθλον ὑπὲρ ψυχῆς γενετήρων καὶ σφετέρου βιότοιο καὶ ἐσσομένων καὶ ἐόντων. | |
AG.1.11(p1) | Εἰς τοὺς ἁγίους Ἀναργύρους τοὺς εἰς τὰ Βασιλίσκου | |
1 | Τοῖς σοῖς θεράπουσιν ἡ θεράπαινα προσφέρω Σοφία τὸ δῶρον. Χριστέ, προσδέχου τὰ σὰ καὶ τῷ βασιλεῖ μου μισθὸν Ἰουστίνῳ δίδου νίκας ἐπὶ νίκαις κατὰ νόσων καὶ βαρβάρων. | |
AG.1.12(p1) | Εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν Ὀλυβρίου | |
1 | Εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη. πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσα τεύξατο καί μ’ ἀνέθηκε Θεῷ ζωάγρια μόχθων Θευδοσίου θυγάτηρ Εὐδοξία· ἐκ δέ με κείνης | |
5 | Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ· εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο, τήνδε μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων δῶκεν Ἰουλιανὴ καὶ ὑπέρτατον ὤπασε κῦδος μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης, | 130 in vol. 1 |
10 | κόσμον ἀεξήσασα παλαίτερον εἰς ἐμὸν ἔργον. | |
AG.1.13(p1) | Εἰς τὸν αὐτὸν ναὸν ἔνδοθεν τοῦ περιδρόμου | |
1 | Κάλλος ἔχον καὶ πρόσθεν ἐπήρατον, ἀλλ’ ἐπὶ μορφῇ τῇ πρὶν ἀρειοτέρην νῦν λάχον ἀγλαΐην. | |
AG.1.14(p1) | Ἄλλο | |
1 | Οὕτω γῆρας ἐμὸν μετὰ μητέρα καὶ μετὰ τηθὴν ξῦσεν Ἰουλιανή, καὶ νέον ἄνθος ἔχω. | |
AG.1.15(p1) | Ἄλλο | |
1 | Ἦν ἄρα καὶ κάλλους ἔτι κάλλιον· εὖτ’ ἐμὸν ἔργον, καὶ πρὶν ἐὸν περίπυστον, ἀοίδιμον ἐς χθόνα πᾶσαν, ἀγλαΐης προτέρης ἐς ὑπέρτερον ἤγαγε κάλλος τόσσον Ἰουλιανή, ὅσον ἄστρασιν ἀντιφερίζειν. | |
AG.1.16(p1) | Ἄλλο | |
1 | Αὐτὴν ἐργοπόνοισιν ἐπιπνείουσαν ἀρωγὴν εἶχεν Ἰουλιανὴ μάρτυρα νηοπόλον· οὔποτε γὰρ τοῖόν τε τόσον τ’ εὐδαίδαλον ἔργον | |
ἤνυσεν, οὐρανίης ἔμπλεον ἀγλαΐης. | 132 in vol. 1 | |
AG.1.17(p1) | Ἄλλο | |
1 | Οὐκέτι θαυμάζεις προτέρων κλέος· οὐ διὰ τέχνης εὖχος ἐν ὀψιγόνοις λίπον ἄσπετον, ὁσσάτιόν περ κῦδος Ἰουλιανῆς πινυτόφρονος, ἣ χάριν ἔργων ἀρχεγόνων νίκησε νοήματα πάνσοφα φωτῶν. | |
AG.1.18(p1) | Εἰς ἀκούβιτον, εἰς Βαήν | |
1 | Τῆς ἀγαθῆς ἀγαθὸς μὲν ἐγὼ κύκλος Ἀγαθονίκης ..................................... ἄνθετο δ’ ἀχράντῳ μάρτυρί με Τροφίμῳ. | |
AG.1.19(p1) | ΚΛΑΥΔΙΑΝΟΥ | |
p2 | Εἰς τὸν σωτῆρα | |
1 | Ὦ πυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων, ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην, Χριστέ, θεορρήτοιο βίου φυσίζοε πηγή, πατρὸς ἀσημάντοιο Θεοῦ πρωτόσπορε φωνή, | |
5 | ὃς μετὰ μητρῴων τοκετῶν ἐγκύμονα φόρτον καὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίων στήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν, ὄργια δ’ εἰδώλων κενεῶν ψευδώνυμα λύσας, αἰθέρος ἀμφιβέβηκας ἐφ’ ἑπτάζωνον ὀχῆα, | |
10 | ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀρρήτοισι θαάσσων, ἵλαθι, παγγενέταο Θεοῦ πρεσβήιον ὄμμα, | |
φρουρὲ βίου, σῶτερ μερόπων, αἰῶνος ἀνάσσων. | 134 in vol. 1 | |
AG.1.20(p1) | ΤΟΥ ΑΥΤΟΥ ΚΛΑΥΔΙΑΝΟΥ | |
p2 | Εἰς τὸν αὐτόν | |
1 | Ἀρτιφανές, πολοοῦχε, παλαιγενές, υἱὲ νεογνέ, αἰὲν ἐὼν προεών τε, ὑπέρτατε, ὕστατε, Χριστέ, ἀθανάτοιο πατρός τε ὁμόχρονε, πάμπαν ὁμοῖε. | |
AG.1.21(p1) | Εἰς τὸν αὐτόν | |
1 | Παῖ, γέρον, αἰώνων προγενέστερε, πατρὸς ὁμῆλιξ. | |
AG.1.22(p1) | Εἰς τὸν αὐτόν | |
1 | Πατρὸς ἐπουρανίου λόγε πάνσοφε, κοίρανε κόσμου, ὁ βροτέην γενεὴν τιμήσας εἰκόνι σεῖο, σὴν χάριν ἄμμιν ὄπαζε καὶ ὀλβιόδωρον ἀρωγήν· εἰς σὲ γὰρ εἰσορόωσιν ἐν ἐλπίσιν ὄμματα πάντων. | |
AG.1.23(p1) | 〈ΜΑΡΙΝΟΥ〉 | |
p2 | Εἰς τὸν αὐτόν | |
1 | Ἀθανάτου πατρὸς υἱὲ συνάχρονε, κοίρανε πάντων, αἰθερίων μεδέων, εἰναλίων, χθονίων, δμωὶ τεῷ, τῷ τήνδε βίβλον γράψαντι Μαρίνῳ, δὸς χάριν εὐεπίης καὶ λογικῆς σοφίης. | |
AG.1.24(p1) | Εἰς τὸν αὐτόν | |
1 | Σύνθρονε καὶ συνάναρχε τεῷ πατρὶ πνεύματί τ’ ἐσθλῷ, οἰχομένων ὄντων τε καὶ ἐσσομένων βασιλεύων, τῷ ταῦτα γράψαντι τεὴν χάριν αὐτὸς ὀπάζοις, | |
ὄφρα κε σῇς ἐφετμῇσι καλῶς βίου οἶμον ὁδεύοι. | 136 in vol. 1 | |
AG.1.25(p1) | Εἰς τὸν αὐτόν | |
1 | Χριστέ, Θεοῦ σοφίη, κόσμου μεδέων καὶ ἀνάσσων, ἡμετέρην τὸ πάροιθε πλάσας μεροπηίδα φύτλην, δός με θέειν βίου οἶμον ἐν ὑμετέραις ἐφετμῇσι. | |
AG.1.26(p1) | Εἰς τὸν αὐτόν | |
1 | Ὑψιμέδων Θεοῦ υἱέ, φαεσφόρον ἀίδιον φῶς, σήν μοι ὄπαζε χάριν καὶ νῦν καὶ ἔπειτα καὶ αἰεί, ὡς προθέλυμνον ἐοῦσαν ὅτῳ καὶ ὅπῃ κατανεύσεις. | |
AG.1.27(p1) | Εἰς τὸν αὐτόν | |
1 | Πανσθενὲς υἱὲ Θεοῦ, Χριστέ, προάναρχε ἁπάντων, πᾶσιν ἐπιχθονίοις σωτήρια νάματα βλύζων, μητρὸς ἀπειρογάμοιο τεῆς λιτέων ἐπακούων, σὴν χάριν ἄμμιν ὄπαζε καὶ ἐν μύθοις καὶ ἐν ἔργοις. | |
AG.1.28(p1) | 〈ΜΑΡΙΝΟΥ〉 | |
p2 | Εἰς τὸν αὐτόν | |
1 | Χριστέ, Θεοῦ σοφίη, ὄπασον χάριν εὐεπιάων καὶ λογικῆς σοφίης ἐμπέραμον τέλεσον, ὃς τόδε τεῦχος ἔγραψεν ἑαῖς χείρεσσι Μαρῖνος, | |
φάρμακον ἀφραδίης, πρόξενον εὐφραδίης. | 138 in vol. 1 | |
AG.1.29(p1) | Εἰς τὸν αὐτόν· μονόστιχα | |
1 | Χριστέ, τεὴν προΐαλλε χάριν καμάτοισιν ἐμεῖο. | |
p2 | Ἄλλο | |
2 | Ὁ Χριστὸς καὶ ἐμοῖς ἐπιτάρροθος ἔσσεται ἔργοις. | |
p3 | Ἄλλο | |
3 | Χριστὸς ἐμοῖς καμάτοισιν ἀρηγόνα χεῖρα τιταίνοι. | |
p4 | Ἄλλο | |
4 | Χριστέ, σύ μοι προΐαλλε τεὴν πολύολβον ἀρωγήν. | |
p5 | Ἄλλο | |
5 | Χριστέ, τεὴν καμάτοισιν ἐμοῖς χάριν αὐτὸς ὀπάζοις. | |
AG.1.30(p1) | Εἰς τὸν αὐτόν | |
1 | Χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, ἐλπὶς ἁπάντων, ἐσθλὰ δίδου χατέουσι, τὰ δ’ οὐ καλὰ νόσφιν ἐρύκοις. | |
AG.1.31(p1) | Εἰς τὴν ὑπεραγίαν θεοτόκον | |
1 | Παμμεδέοντα, ἄνασσα, Θεοῖο γόνον, τεὸν υἱόν, ἄγγελοι ὃν τρομέουσι, τεῇς παλάμῃσι κρατοῦσα, πρευμενέα πραπίδεσσιν ὑπὲρ μερόπων τελέθουσα, ῥύεο συντηροῦσα ἀπήμονα κόσμον ἅπαντα. | |
AG.1.32(p1) | Εἰς τὸν ἀρχάγγελον Μιχαήλ | |
1 | Ὧδε ταλαιπαθέων χραισμήια θέσκελα κεῖται, ἢ δέμας ἢ κραδίην τειρομένων μερόπων· καὶ γὰρ ἀνιάζουσα πόνων φύσις αὐτίκα φεύγει | |
οὔνομα σόν, Μιχαήλ, ἢ τύπον ἢ θαλάμους. | 140 in vol. 1 | |
AG.1.33(p1) | ΝΕΙΛΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
p2 | Εἰς εἰκόνα τοῦ ἀρχαγγέλου | |
1 | Ὡς θρασὺ μορφῶσαι τὸν ἀσώματον. ἀλλὰ καὶ εἰκὼν ἐς νοερὴν ἀνάγει μνῆστιν ἐπουρανίων. | |
AG.1.34(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
p2 | Εἰς τὸν αὐτὸν ἐν Πλάτῃ | |
1 | Ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς, ἆ μέγα τολμήεις, κηρὸς ἀπεπλάσατο. ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων θυμὸν ἀπιθύνει κρέσσονι φαντασίῃ· | |
5 | οὐκέτι δ’ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ’ ἐν ἑαυτῷ τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει· ὄμματα δ’ ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνη χρώμασι πορθμεῦσαι τὴν φρενὸς εἰκασίην. | |
AG.1.35(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
p2 | Εἰς τὸν αὐτόν | |
1 | Καρικὸς Αἰμιλιανὸς Ἰωάννης τε σὺν αὐτῷ, Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης, τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες, ἄνθεσαν εἰς σέ, μάκαρ, τὴν σφετέρην γραφίδα, | |
5 | αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον. ἀλλὰ φανείης | |
ἐλπίδας ἰθύνων ἐσσομένου βιότου. | 142 in vol. 1 | |
AG.1.36(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
p2 | Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, ἐν ᾗ γέγρα‐ | |
p3 | πται παρὰ τοῦ ἀρχαγγέλου δεχόμενος τὰς ἀξίας· ἐν Ἐφέσῳ | |
1 | Ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ ἄσκοπος, ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε. ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων, | |
5 | τῆς δ’ εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν. | |
AG.1.37(p1) | Εἰς τὴν Χριστοῦ γέννησιν | |
1 | Σάλπιγγες, στεροπαί, γαῖα τρέμει· ἀλλ’ ἐπὶ μήτρην παρθενικὴν κατέβης ἄψοφον ἴχνος ἔχων. | |
AG.1.38(p1) | Εἰς τὸ αὐτό | |
1 | Οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων· οὐρανὸς ἐργασίη τοῦδε πέλει βρέφεος. | |
AG.1.39(p1) | Εἰς τοὺς ποιμένας καὶ τοὺς ἀγγέλους | |
1 | Εἷς χορός, ἓν μέλος ἀνθρώποισι καὶ ἀγγελιώταις, οὕνεκεν ἄνθρωπος καὶ θεὸς ἓν γέγονεν. | |
AG.1.40(p1) | Εἰς τὴν Χριστοῦ γέννησιν | |
1 | Οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων, | |
οὕνεκεν ὅνπερ ἔδεκτο ἄναξ πέλεν οὐρανιώνων. | 144 in vol. 1 | |
AG.1.41(p1) | Εἰς τοὺς μάγους | |
1 | Οὐκέτι δῶρ’ ἀνάγουσι μάγοι πυρὶ ἠελίῳ τε· ἠέλιον γὰρ ἔτευξε τόδε βρέφος, ὡς πυρὸς αὐγάς. | |
AG.1.42(p1) | Εἰς τὸ Βηθλεέμ | |
1 | Δέχνυσο, Βηθλεέμ, ὃν προέειπε προφήτης ἐσθλὸς ἵξεσθαι λαῶν ἡγούμενον ἐκ σοῦ ἁπάντων. | |
AG.1.43(p1) | Εἰς τὴν Ῥαχήλ | |
1 | Τίπτε, Ῥαχήλ, γοόωσα πικρὸν κατὰ δάκρυον εἴβεις; — „Ὀλλυμένην ὁρόωσα γονὴν κατὰ δάκρυον εἴβω.“ | |
AG.1.44(p1) | Εἰς τὸν εὐαγγελισμόν | |
1 | Χαῖρε, κόρη χαρίεσσα, μακαρτάτη, ἄφθορε νύμφη· υἷα Θεοῦ λαγόνεσσιν ἄτερ πατρὸς ἔμβρυον ἕξεις. | |
AG.1.45(p1) | Εἰς τὸν ἀσπασμόν | |
1 | Ἔνδοθι γαστρὸς ἐὼν σκιρτήμασιν εἶπε προφήτης σὸν γόνον ὡς θεός ἐστι, καὶ ᾔνεσε πότνια μήτηρ. | |
AG.1.46(p1) | Εἰς τὴν ὑπαντήν | |
1 | Πρεσβύτα, παῖδα δέχοιο, Ἀδὰμ προγενέστερον ὄντα, | |
ὅς σε βίου λύσει τε καὶ ἐς βίον ἄφθιτον ἄξει. | 146 in vol. 1 | |
AG.1.47(p1) | Εἰς τὴν βάπτισιν | |
1 | Πατρὸς ἀπ’ ἀθανάτοιο μέγα σθένος ἤλυθε πνεῦμα, υἱὸς ἐπεὶ βαπτίζετ’ Ἰορδάνου ἀμφὶ ῥέεθρα. | |
AG.1.48(p1) | Εἰς τὴν μεταμόρφωσιν | |
1 | Ἀδὰμ ἦν ζο... | |
AG.1.49(p1) | Εἰς τὸν Λάζαρον | |
1 | Χριστὸς ἔφη· „Πρόμολ’ ὧδε“, καὶ ἔλλιπε Λάζαρος ᾅδην, αὐαλέῳ μυκτῆρι παλίνσοον ἆσθμα κομίζων. | |
AG.1.50(p1) | Εἰς τὸν αὐτὸν ἐν Ἐφέσῳ | |
1 | Ψυχὴν αὐτὸς ἔτευξε, δέμας μόρφωσεν ὁ αὐτός· Λάζαρον ἐκ νεκύων ἐς φάος αὐτὸς ἄγει. | |
AG.1.51(p1) | 〈ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ〉 | |
p2 | Εἰς τὸν αὐτόν | |
1 | Τέτρατον ἦμαρ ἔην, καὶ Λάζαρος ἔγρετο τύμβου. | 148 in vol. 1 |
AG.1.52(p1) | Εἰς τὰ Βαΐα | |
1 | Χαῖρε, Σιὼν θύγατερ, καὶ δέρκεο Χριστὸν ἄνακτα πώλῳ ἐφεζόμενον καὶ ἐς πάθος αἶψα κιόντα. | |
AG.1.53(p1) | Εἰς τὸ Πάσχα | |
1 | Ἀμνὸν ἔπαυσε νόμου καὶ ἄμβροτον ὤπασε θῦμα Χριστός, ἐὼν ἱερεύς, αὐτὸς ἐὼν θυσίη. | |
AG.1.54(p1) | Εἰς τὴν σταύρωσιν | |
1 | Ὦ πάθος, ὦ σταυρός, παθέων ἐλατήριον αἷμα, πλῦνον ἐμῆς ψυχῆς πᾶσαν ἀτασθαλίην. | |
AG.1.55(p1) | Εἰς τὸν αὐτόν | |
1 | Παρθένου υἱὸν ἔφη τὸν παρθένον, ἄλλον ἑαυτόν. ἵλαθι, τῆς καθαρῆς δέσποτα παρθενίης. | |
AG.1.56(p1) | Εἰς τὴν ἀνάστασιν | |
1 | Χριστὸς ἐὼν Θεὸς εἷλε νέκυς ἐξ ᾅδου πάντας· μοῦνον δὲ βροτολοιγὸν ἀκήριον ἔλλιπεν Ἅιδην. | |
AG.1.57(p1) | Εἰς τὸν ἀμνὸν τοῦ Θεοῦ | |
1 | Ψυχῆς ἐν φλιῇσιν ἐμῆς σωτήριον αἷμα | |
ἀμνοῦ· ὀλοθρεύων, φεῦγε, μὴ ἐγγὺς ἴθι. | 150 in vol. 1 | |
AG.1.58(p1) | Εἰς τὸν πόκον Γεδεών | |
1 | Εἷς πόκος ὄμβρον ἔχει, λεκάνῃ δρόσον ὤπασεν αὐτός· ἄβροχος αὐτὸς ὅδε· κρύπτε νόῳ κρύφια. | |
AG.1.59(p1) | Εἰς τὸν Μωσῆ καὶ εἰς τὴν θυγατέρα Φαραῶ | |
1 | Αἰγυπτίη κρύφιόν τε βρέφος καὶ ἐγγύθεν ὕδωρ· ἃ προτυποῖ μούνοις εὐσεβέεσσι λόγον. | |
AG.1.60(p1) | Εἰς τὸν αὐτόν, ὅτε τὰς παλάμας ἐξέτεινεν τροπούμενος τὸν Ἀμαλήκ | |
1 | Σταυροφανῶς τανύεις παλάμας τίνος εἵνεκα, Μωσῆ; — „Τῷδε τύπῳ Ἀμαλὴκ ὄλλυται ἀμφότερος.“ | |
AG.1.61(p1) | Εἰς τὸν αὐτόν | |
1 | Ῥύεο σὴν ἐθνικὴν νύμφην παρὰ ὕδασι, Μωσῆ, νυμφίου ἀψευδοῦς οὕνεκέν ἐσσι τύπος. | |
AG.1.62(p1) | Εἰς τὴν κιβωτόν, ὅτε τὸν Ἰορδάνην ἐπέρασεν | |
1 | Λάρνακι χρυσείῃ ῥόος εἴκαθεν· ἵλαθι, Χριστέ, σὸς τύπος ἡ λάρναξ τῇδε λοεσσομένου. | |
AG.1.63 | Ἐξ ἐθνῶν καὶ Ἄγαρ. τί δὲ ἄγγελος; ἢ τί τὸ ὕδωρ; | |
ἐξ ἐθνῶν καὶ ἐγώ· τοὔνεκεν οἶδα τάδε. | 152 in vol. 1 | |
AG.1.64(p1) | Εἰς τοὺς οʹ φοίνικας καὶ τὰς ιβʹ πηγάς | |
1 | Ἑπτάκι τοὺς δέκα φοίνικας, δυοκαίδεκα πηγὰς Χριστοῦ τοσσατίων ἴσθι τύπους ἑτάρων. | |
AG.1.65(p1) | Εἰς τὸν Ἀβραάμ | |
1 | Ἀβραὰμ υἱὸν ἄγει θυσίην Θεῷ· ἵλαθι, ποίην νοῦς ὁράᾳ θυσίην, ἧς τόδε γράμμα τύπος. | |
AG.1.66(p1) | Εἰς τὸν Μελχισεδὲκ διδοῦντα τῷ Ἀβραὰμ οἶνον καὶ ἄρτους | |
1 | Μελχισεδὲκ βασιλεῦ, ἱερεῦ, ἄρτους τε καὶ οἶνον ὡς τίς ἐὼν παρέχεις; —„Ὡς τύπος ἀτρεκίης.“ | |
AG.1.67(p1) | Εἰς τὸν Ἀβραάμ, ὅτε ὑπεδέξατο τὸν Θεόν | |
1 | Μορφὴν ἐνθάδε μοῦνον ἔχει Θεός· ὕστερον αὖτε ἐς φύσιν ἀτρεκέως ἤλυθεν ἀνδρομέην. | |
AG.1.68(p1) | Εἰς τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, ὅτε αὐτὸν ηὐλόγησεν | |
1 | Πνοιὴν μὲν διὰ πνεῦμα, δέρας δὲ λάχον διὰ γράμμα· εὐφραίνει πατέρα νοῦς Θεὸν εἰσορόων. | |
AG.1.69(p1) | Εἰς τὴν Ῥεβέκκαν | |
1 | Νυμφίε μουνογενές, νύμφη ἐθνική σε φιλοῦσα | |
κάτθορεν ἐξ ὕψους, σώματος οὐ καθαροῦ. | 154 in vol. 1 | |
AG.1.70(p1) | Εἰς τὴν αὐτήν | |
1 | Τηλόθεν οὐχ ὑδάτων μνηστεύετο πότνα Ῥεβέκκα, νύμφης ἐξ ἐθνῶν οὕνεκέν ἐστι τύπος. | |
AG.1.71(p1) | Εἰς τὴν Σωμανίτιν | |
1 | Εὐχὴ Ἐλισσαίου, Σωμανίτι, δὶς πόρεν υἱόν, πρῶτα μὲν ἐκ γαστρός, δεύτερα δ’ ἐκ νεκύων. | |
AG.1.72(p1) | Εἰς τὴν μηλωτὴν Ἠλίου | |
1 | Τοῦτο δέρας προλέγει ἀμνὸν Θεοῦ εἵνεκα πάντων ἀνθρώπων ζωῆς τῇδε λοεσσόμενον. | |
AG.1.73(p1) | Εἰς τὸν Δαβὶδ χριόμενον | |
1 | Ἐν νῷ ἔχων πέφρικα, πατὴρ τίνος ἔκλυε Δαβὶδ οὗτος, ὃν εἰσοράᾳς ἐνθάδε χριόμενον. | |
AG.1.74(p1) | Εἰς τὸν τυφλόν | |
1 | Οὔνομα τῇ πηγῇ Ἐσταλμένος· ἀλλὰ τίς ἐκ τοῦ ἔσταλται, νοέεις, ὄφρα τέλεια βλέποις; | |
AG.1.75(p1) | Εἰς τὴν Σαμαρεῖτιν | |
1 | Οὐ τύπος, ἀλλὰ Θεὸς καὶ νυμφίος ἐνθάδε νύμφην | |
σῴζει, τὴν ἐθνικήν, ὕδατος ἐγγὺς ἰδών. | 156 in vol. 1 | |
AG.1.76(p1) | Εἰς τὸν γάμον | |
1 | Τεῦξε μὲν ἀτρεκέως οἶνον Θεός· ὅσσα δὲ κρυπτὰ θαύματος, εἰ Χριστοῦ πνεῦμά ς’ ἔχει, νοέεις. | |
AG.1.77(p1) | Εἰς τὴν χήραν τὴν τὸν Ἠλίαν θρέψασαν | |
1 | Βλύζει ἐλαιηρὴ κάλπις καὶ κίστη ἀλεύρου, ἔμπεδον ἡ χήρη οὕνεκα πίστιν ἔχει. | |
AG.1.78(p1) | Εἰς Πέτρον τὸν ἀπόστολον | |
1 | Πάντων ἀρχιερεὺς Πέτρος Θεοῦ ἀρχιερήων, ὃς Θεοῦ ἐκ φωνῆς ἔλλαχε τοῦτο γέρας. | |
AG.1.79(p1) | Εἰς Παῦλον τὸν ἀπόστολον | |
1 | Παῦλος ἐπεὶ θεῖον σέλας οὐρανοῦ ἔδρακεν ἄντην, φωτὸς ἀπειρεσίου γαῖαν ἔπλησεν ὅλην. | |
AG.1.80(p1) | Εἰς Ἰωάννην τὸν ἀπόστολον | |
1 | Ἀρχιερεὺς Ἐφέσοιο θεηγόρος ἐκ Θεοῦ εἶπεν πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος. | |
AG.1.81(p1) | Εἰς τὸν αὐτόν | |
1 | Καὶ λαλέοντος ἄκουσε λόγου καὶ πέφραδεν αὐτὸς | |
πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος. | 158 in vol. 1 | |
AG.1.82(p1) | Εἰς τὸν αὐτόν | |
1 | Οὐρανίης σοφίης θεοτερπὲς δῶμα κιχήσας εἶπεν Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος. | |
AG.1.83(p1) | Εἰς τὸν Ματθαῖον | |
1 | Γράψε Θεοῦ σαρκώσιος ἔξοχα θαύματα πάντα Ματθαῖος σελίδεσσιν, ἐπεὶ λίπε δῶμα τελώνου. | |
AG.1.84(p1) | Εἰς τὸν Λουκᾶν | |
1 | Ἀθανάτου βιότοιο τελεσφόρα ἔργματα Χριστοῦ πυκτίου ἐν λαγόνεσσι σαφῶς ἐνέπασσέ γε Λουκᾶς. | |
AG.1.85(p1) | Εἰς τὸν Μάρκον | |
1 | Οὐ κατ’ ἐπωνυμίην Αἰγύπτιον ἔλλαχε λαὸν ὄρφνη, ἐπεὶ φωνῆς Μάρκου ἔδεκτο φάος. | |
AG.1.86(p1) | Εἰς τὸν ἅγιον Βασίλειον | |
1 | Παρθενίην Βασίλειος Ἰωάννου σοφίην τε ἔλλαχεν, ἶσα λαχὼν καὶ τάδε Γρηγορίῳ. | |
AG.1.87(p1) | Εἰς τὸν ἅγιον Πολύκαρπον | |
1 | Οἰκτίρμων Πολύκαρπος, ὃ καὶ θρόνον ἀρχιερῆος | |
ἔσχε καὶ ἀτρεκέως μαρτυρίης στεφάνους. | 160 in vol. 1 | |
AG.1.88(p1) | Εἰς τὸν ἅγιον Διονύσιον | |
1 | Οὐρανίων θιάσων ἱεραρχικὰ τάγματα μέλψας, μορφοφανῶν τε τύπων κρύφιον νόον εἰς φάος ἕλκων, ζωοσόφων λογίων θεοτερπέα πυρσὸν ἀνάπτεις. | |
AG.1.89(p1) | Εἰς τὸν ἅγιον Νικόλαον | |
1 | Νικόλεων Πολύκαρπος ἔχει σχεδόν, οὕνεκεν ἄμφω εἰς ἔλεον παλάμας ἔσχον ἑτοιμοτάτας. | |
AG.1.90(p1) | ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ | |
p2 | Εἰς Κῦρον καὶ Ἰωάννην | |
1 | Κύρῳ, ἀκεστορίης πανυπέρτατα μέτρα λαχόντι, καὐτῷ Ἰωάννῃ, μάρτυσι θεσπεσίοις, Σωφρόνιος, βλεφάρων ψυχαλγέα νοῦσον ἀλύξας, βαιὸν ἀμειβόμενος τήνδ’ ἀνέθηκε βίβλον. | |
AG.1.91(p1) | Εἰς Ἰουστινιανὸν τὸν βασιλέα ἐν Ἐφέσῳ | |
1 | Ἰουστινιανὸν καὶ ἠγαθέην Θεοδώρην στέψεν Ἰωάννης Χριστοῦ ἐφημοσύναις. | |
AG.1.92(p1) | 〈ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ〉 | |
p2 | Ἐν Καισαρείᾳ εἰς τὸν ναὸν τοῦ ἁγίου Βασιλείου | |
1 | Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ’ ὁλκάδος ἔμφυτον ὕπνον, τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις, δείματί τε πλωτῆρες ἀνίαχον· „Ἔγρεο, σῶτερ· | |
ὀλλυμένοις ἐπάμυνον.“ ἄναξ δὲ κέλευεν ἀναστὰς | 162 in vol. 1 | |
5 | ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως· θαύματι δὲ φράζοντο Θεοῦ φύσιν οἱ παρεόντες. | |
AG.1.93(p1) | Εἰς τὸν αὐτὸν ναόν | |
1 | Ζωογόνων ἀρετῶν τετρακτύος εἰκόνα λεύσσων σεῦε νόον πρὸς μόχθον ἑκούσιον· εὐσεβίης γὰρ ἱδρῶτες δεδάασιν ἀγήραον ἐς βίον ἕλκειν. | |
AG.1.94(p1) | Εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας θεοτόκου | |
1 | Νεύμασι θεσπεσίοιο μετάρσιοι ἤλυθον ἄρδην ἐς δόμον ἀχράντοιο ἀμωμήτοιο γυναικὸς κεκλόμενοι μαθηταὶ ἀλλήλοισιν αἰγλήεντες, οἱ μὲν ἀπ’ ἀντολίης, οἱ δ’ ἑσπερίοιο γαίης, | |
5 | ἄλλοι μεσημβρίης, ἕτεροι βαῖνον δ’ ἀπ’ ἀρκτῴων, διζήμενοι κηδεῦσαι σῶμα τὸ σωσικόσμοιο. | |
AG.1.95(p1) | Ἐν Ἐφέσῳ | |
1 | Σοί, μάκαρ, ἐκ σέο δῶκα, τάπερ πόρες ἄμμιν ἄρηι. | |
AG.1.96(p1) | Εἰς σκῆπτρον | |
1 | Τοῦτο γέρας λάχεν ἐσθλὸς Ἀμάντιος, ὡς βασιλῆι | |
πιστὸς ἐών, Χριστὸν δὲ θεουδείῃσιν ἰαίνων. | 164 in vol. 1 | |
AG.1.97(p1) | Ἐν τῇ Μελέτῃ | |
1 | Νηὸς ἐγὼ κύδιστος Ἰουστίνοιο ἄνακτος, καί μ’ ὕπατος Θεόδωρος, ὁ καρτερός, ὁ τρὶς ὕπαρχος, ἄνθετο καὶ βασιλῆι καὶ υἱέι παμβασιλῆος, Ἰουστινιανῷ, στρατιῆς ἡγήτορι πάσης. | |
AG.1.98(p1) | Ἐν τῷ αὐτῷ τόπῳ | |
1 | Ἔργον ὁρᾷς περίπυστον Ἰουστίνου βασιλῆος Ἰουστινιανοῦ τε, μεγασθενέος στρατιάρχου, λαμπόμενον στεροπῇσιν ἀμετρήτοιο μετάλλου· τοῦτο κάμεν Θεόδωρος ἀοίδιμος, ὃς πόλιν ἱρὴν | |
5 | τὸ τρίτον ἀμφιβέβηκεν ἔχων ὑπατηίδα τιμήν. | |
AG.1.99(p1) | 〈ΚΥΡΟΥ〉 | |
p2 | Ἐν τῷ κίονι τοῦ ὁσίου Δανιὴλ ἐν τῷ Ἀνάπλῳ | |
1 | Μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἵσταται ἀνήρ, πάντοθεν ὀρνυμένους οὐ τρομέων ἀνέμους. τοὔνομα μὲν Δανιήλ, μεγάλῳ Συμεῶνι δ’ ἐρίζει, ἴχνια ῥιζώσας κίονι διχθαδίῳ· | |
5 | λιμῷ δ’ ἀμβροσίᾳ τρέφεται καὶ ἀναίμονι δίψῃ, υἱέα κηρύσσων μητρὸς ἀπειρογάμου. | |
AG.1.100(p1) | Εἰς Νεῖλον μοναχόν | |
1 | Νείλου μὲν ποταμοῖο ῥόος χθόνα οἶδε ποτίζειν, | |
Νείλου δ’ αὖ μοναχοῖο λόγος φρένας οἶδεν ἰαίνειν. | 166 in vol. 1 | |
AG.1.101(p1) | ΜΕΝΑΝΔΡΟΥ ΠΡΟΤΙΚΤΟΡΟΣ | |
p2 | Εἰς Πέρσην μάγον γενόμενον χριστιανὸν καὶ μαρτυρήσαντα | |
1 | Ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσβοζήτης, εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας. εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι· ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων· | |
5 | κείνῳ δ’ ἐσβέσθη δύναμις πυρός, ἀλλὰ καὶ ἔμπης νικηθεὶς νίκην ἤνυσα θειοτέρην. | |
AG.1.102(p1) | Εἰς τὸν σωτῆρα | |
1 | Ὦ πάντων ἐπέκεινα (τί γὰρ πλέον ἄλλο σε μέλψω;) πῶς σὲ τὸν ἐν πάντεσσιν ὑπείροχον ἐξονομήνω; πῶς δὲ λόγῳ μέλψω σὲ τὸν οὐδὲ νόῳ περιληπτόν; | |
AG.1.103(p1) | Εἰς ὑπέρθυρον οἴκου ἐν Κυζίκῳ | |
1 | Μῶμε μιαιφόνε, σός σε κατέκτανε πικρὸς ὀιστός· ῥύσατο γὰρ μανίης με τεῆς Θεὸς ὄλβιον οἶκον. | |
AG.1.104(p1) | Εἰς τὴν θήκην τῶν λειψάνων τοῦ ἁγίου μάρτυρος Ἀκακίου καὶ | |
p2 | Ἀλεξάνδρου | |
1 | Μάρτυρος Ἀκακίοιο Ἀλεξάνδρου θ’ ἱερῆος | |
ἐνθάδε σώματα κεῖται, τάπερ χρόνος ὄλβιος ηὗρε. | 168 in vol. 1 | |
AG.1.105(p1) | Εἰς Εὐδοκίαν, τὴν γυναῖκα Θεοδοσίου βασιλέως | |
1 | Ἡ μὲν σοφὴ δέσποινα τῆς οἰκουμένης, ὑπ’ εὐσεβοῦς ἔρωτος ἠρεθισμένη, πάρεστι δούλη, προσκυνεῖ δ’ ἑνὸς τάφον ἡ πᾶσιν ἀνθρώποισι προσκυνουμένη. | |
5 | ὁ γὰρ δεδωκὼς τὸν θρόνον καὶ τὸν γάμον τέθνηκεν ὡς ἄνθρωπος, ἀλλὰ ζῇ θεός. κάτω μὲν ἠνθρώπιζεν· ἦν δ’, ὡς ἦν ἄνω. | |
AG.1.106(p1) | Ἐν τῷ Χρυσοτρικλίνῳ Μαζαρινοῦ | |
1 | Ἔλαμψεν ἀκτὶς τῆς ἀληθείας πάλιν καὶ τὰς κόρας ἤμβλυνε τῶν ψευδηγόρων· ηὔξησεν εὐσέβεια, πέπτωκε πλάνη, καὶ πίστις ἀνθεῖ, καὶ πλατύνεται χάρις. | |
5 | ἰδοὺ γὰρ αὖθις Χριστὸς εἰκονισμένος λάμπει πρὸς ὕψος τῆς καθέδρας τοῦ κράτους καὶ τὰς σκοτεινὰς αἱρέσεις ἀνατρέπει. τῆς εἰσόδου δ’ ὕπερθεν ὡς θεία πύλη στηλογραφεῖται καὶ φύλαξ ἡ παρθένος. | |
10 | ἄναξ δὲ καὶ πρόεδρος ὡς πλανοτρόποι σὺν τοῖς συνεργοῖς ἱστοροῦνται πλησίον. κύκλῳ δὲ παντὸς οἷα φρουροὶ τοῦ δόμου νόες, μαθηταί, μάρτυρες, θυηπόλοι. ὅθεν καλοῦμεν χριστοτρίκλινον νέον | |
15 | τὸν πρὶν λαχόντα κλήσεως χρυσωνύμου, ὡς τὸν θρόνον ἔχοντα Χριστοῦ κυρίου Χριστοῦ τε μητρός, χριστοκηρύκων τύπους | |
καὶ τοῦ σοφουργοῦ Μιχαὴλ τὴν εἰκόνα. | 170 in vol. 1 | |
AG.1.107(p1) | Εἰς τὸν αὐτόν | |
1 | Ὡς τὴν φαεινὴν ἀξίαν τῆς εἰκόνος τῆς πρὶν φυλάττων, Μιχαὴλ αὐτοκράτωρ, κρατῶν τε πάντων σαρκικῶν μολυσμάτων, ἐξεικονίζεις καὶ γραφῇ τὸν δεσπότην, | |
5 | ἔργῳ κρατύνων τοὺς λόγους τῶν δογμάτων. | |
AG.1.108(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
p2 | Εἰς τὸν Ἀδάμ | |
1 | Οὐ σοφίης ἀπάνευθεν Ἀδὰμ τὸ πρὶν ἐκαλεῖτο, τέσσαρα γράμματ’ ἔχων εἰς τέσσαρα κλίματα κόσμου· ἄλφα γὰρ ἀντολίης ἔλαχεν, δύσεως δὲ τὸ δέλτα, ἄλφα πάλιν δ’ ἄρκτοιο, μεσημβρίης δὲ τὸ λοιπόν. | |
AG.1.109(p1) | ΙΓΝΑΤΙΟΥ | |
p2 | ΤΟΥ ΜΑΓΙΣΤΟΡΟΣ ΤΩΝ ΓΡΑΜΜΑΤΙΚΩΝ | |
p3 | Εἰς τὸν ναὸν τῆς παναγίας θεοτόκου εἰς τὴν Πηγήν | |
1 | Πτωθέντα κοσμεῖ τὸν ναὸν τῆς παρθένου Βασίλειός τε σὺν Κωνσταντίνῳ, Λέων. | |
AG.1.110(p1) | Εἰς τὸν αὐτόν | |
1 | Ἐκ γῆς ἀνελθὼν πατρικόν σου πρὸς θρόνον, τὸν μητρικόν σου, σῶτερ, οἶκον δεικνύεις | |
πηγὴν νοητὴν κρειττόνων χαρισμάτων. | 172 in vol. 1 | |
AG.1.111(p1) | Ἐν τῷ αὐτῷ ναῷ, εἰς τὴν σταύρωσιν | |
1 | Ὁ νεκρὸς Ἅιδης ἐξεμεῖ τεθνηκότας, κάθαρσιν εὑρὼν σάρκα τὴν τοῦ δεσπότου. | |
AG.1.112(p1) | Εἰς τὸν αὐτὸν ναόν, εἰς τὴν μεταμόρφωσιν | |
1 | Λάμψας ὁ Χριστὸς ἐν Θαβὼρ φωτὸς πλέον σκιὰν πέπαυκε τοῦ παλαιτάτου νόμου. | |
AG.1.113(p1) | Ἐν τῷ αὐτῷ ναῷ, εἰς τὴν ὑπαντήν | |
1 | Ὁρώμενος νῦν χερσὶ πρεσβύτου βρέφος παλαιός ἐστι δημιουργὸς τῶν χρόνων. | |
AG.1.114(p1) | Ἐν τῷ αὐτῷ ναῷ, εἰς τὸν χαιρετισμόν | |
1 | Προοιμιάζει κοσμικὴν σωτηρίαν εἰπὼν τὸ „Χαῖρε“ ταῖς γυναιξὶ δεσπότης. | |
AG.1.115(p1) | Εἰς τὴν θεοτόκον | |
1 | Παρθένος υἱέα τίκτε· μεθ’ υἱέα παρθένος ἦεν. | |
AG.1.116(p1) | Εἰς τὸν αὐτόν | |
1 | [Χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, υἱὲ Θεοῖο, δῶρ’ ἀπὸ κρυστάλλων, δῶρ’ ἀπὸ σαρδονύχων.] Δέχνυσο, παρθενικῆς τέκος ἄφθιτον, υἱὲ Θεοῖο, | |
δῶρ’ ἀπὸ κρυστάλλων, δῶρ’ ἀπὸ σαρδονύχων. | 174 in vol. 1 | |
AG.1.117(p1) | Εἰς τὸν τυφλόν | |
1 | Ἔβλεψε τυφλὸς ἐκ τόκου μεμυσμένος· Χριστὸς γὰρ ἦλθεν, ἡ πανόμματος χάρις. | |
AG.1.118(p1) | Εὐκτικά | |
1 | Ἤγειρεν ἡμῖν τῶν παθῶν τρικυμίαν ἐχθρὸς κάκιστος πνευματώσας τὸν σάλον, ὅθεν ταράσσει καὶ βυθίζει καὶ βρέχει τὸν φόρτον ἡμῶν ψυχικῆς τῆς ὁλκάδος. | |
5 | ἀλλ’, ὦ γαλήνη καὶ στορεστὰ τῆς ζάλης, σύ, Χριστέ, δείξαις ἀβρόχους ἁμαρτίας τῷ σῷ πρὸς ὅρμῳ προσφόρως προσορμίσας, ἐχθρὸν δὲ τοῦτον συμφόρως βεβρεγμένον. | |
AG.1.119(p1) | Ὑπόθεσις τῶν Ὁμηροκέντρων | |
1 | Βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος, ὃς μέγα ἔργον ἔρεξεν, Ὁμηρείης ἀπὸ βίβλου κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν, πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο· | |
5 | ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν ἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης κρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος· ἠδ’ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον· | |
10 | ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας, νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον· ὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις· ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβ’ ἑταίρους· ὅσσων τ’ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα, | |
15 | νούσους τ’ ἐξελάσας στυγερὰς βλεφάρων τ’ ἀλαωτύν· ἠδ’ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς | |
ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός· ἠδ’ ὅσσους μοίρῃσιν ὑπ’ ἀργαλέῃσι δαμέντας ἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου· | 176 in vol. 1 | |
20 | ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν· ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς, αὐτὸς ἑκών· οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι ὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι· ὡς θάνεν· ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα, | |
25 | κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω ἤγαγεν ἀχράντοισιν ὑπ’ ἐννεσίῃσι τοκῆος, ἀνστὰς ἐν τριτάτῃ φαεσιμβρότῳ ἠριγενείῃ ἀρχέγονον βλάστημα Θεοῦ γενετῆρος ἀνάρχου. | |
AG.1.120(p1) | Ἐν Βλαχέρναις. ἴαμβοι | |
1 | Εἰ φρικτὸν ἐν γῇ τοῦ Θεοῦ ζητεῖς θρόνον, ἰδὼν τὸν οἶκον θαύμασον τῆς παρθένου· ἡ γὰρ φέρουσα τὸν Θεὸν ταῖς ἀγκάλαις φέρει τὸν αὐτὸν εἰς τὸ τοῦ τόπου σέβας. | |
5 | ἐνταῦθα τῆς γῆς οἱ κρατεῖν τεταγμένοι τὰ σκῆπτρα πιστεύουσι τῆς νίκης ἔχειν· ἐνταῦθα πολλὰς κοσμικὰς περιστάσεις ὁ πατριάρχης ἀγρυπνῶν ἀνατρέπει. οἱ βάρβαροι δὲ προσβαλόντες τῇ πόλει, | |
10 | αὐτὴν στρατηγήσασαν ὡς εἶδον μόνην, | |
ἔκαμψαν εὐθὺς τοὺς ἀκαμπεῖς αὐχένας. | 178 in vol. 1 | |
AG.1.121(p1) | Εἰς τὸν αὐτὸν ναόν | |
1 | Ἔδει γενέσθαι δευτέραν Θεοῦ πύλην τῆς παρθένου τὸν οἶκον ὡς καὶ τὸν τόκον· κιβωτὸς ὤφθη τῆς πρὶν ἐνθεεστέρα, οὐ τὰς πλάκας φέρουσα τὰς θεογράφους, | |
5 | ἀλλ’ αὐτὸν ἔνδον τὸν Θεὸν δεδεγμένη. ἐνταῦθα κρουνοὶ σαρκικῶν καθαρσίων καὶ ψυχικῶν λύτρωσις ἀγνοημάτων· ὅσαι γάρ εἰσι τῶν παθῶν περιστάσεις, βλύζει τοσαύτας δωρεὰς τῶν θαυμάτων. | |
10 | ἐνταῦθα νικήσασα τοὺς ἐναντίους ἀνεῖλεν αὐτοὺς ἀντὶ λόγχης εἷς’ ὕδωρ· τροπῆς γὰρ ἀλλοίωσιν οὐκ ἔχει μόνην, Χριστὸν τεκοῦσα καὶ κλονοῦσα βαρβάρους. | |
AG.1.122(p1) | ΜΙΧΑΗΛ ΧΑΡΤΟΦΥΛΑΚΟΣ | |
p2 | Εἰς τὴν θεοτόκον βαστάζουσαν τὸν Χριστόν | |
1 | Αὕτη τεκοῦσα παρθένος πάλιν μένει· καὶ μὴ θροηθῇς· ἔστι γὰρ τὸ παιδίον Θεὸς θελήσας προσλαβέσθαι σαρκίον. | |
AG.1.123(p1) | ΣΩΦΡΟΝΙΟΥ | |
p2 | Εἰς τὸν Κρανίου λίθον ἐν Ἱερουσαλήμ | |
1 | Πέτρα τρισμακάριστε θεόσσυτον αἷμα λαχοῦσα, οὐρανίη γενεή σε πυρίπνοος ἀμφιπολεύει, | |
καὶ χθονὸς ἐνναετῆρες ἀνάκτορες ὑμνοπολοῦσι. | 180 in vol. 1 | |
AG.2.1(p1) | ΧΡΙΣΤΟΔΩΡΟΥ | |
p2 | ποιητοῦ Θηβαίου Κοπτίτου | |
p3 | ΕΚΦΡΑΣΙΣ | |
p4 | τῶν ἀγαλμάτων τῶν εἰς τὸ δημόσιον γυμνάσιον | |
p5 | τοῦ ἐπικαλουμένου Ζευξίππου | |
1 | Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως, τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳ περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων. | |
5 | ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δ’ ἐπὶ κόσμῳ δόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων δριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς, οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν. λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲ | |
10 | φάσγανον ὑψός’ ἄειρεν· ἔμελλε δὲ μαινομένη χεὶρ ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι· ἀλλ’ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ. Κεκροπίδης δ’ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς, Αἰσχίνης, λασίης δὲ συνείρυε κύκλα παρειῆς, | |
15 | οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν· στείνετο γὰρ πυκινῇσι μεληδόσιν. —Ἄγχι δ’ ἐκείνου ἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲ χεῖρε περιπλέγδην συνεέργαθεν· οὐδ’ ἐνὶ χαλκῷ ἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλ’ ἔτι βουλὴν | |
20 | σκεπτομένῳ μὲν ἔικτο, συνιστάμεναι δὲ παρειαὶ ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινὴν καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί. Καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ, ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις | |
25 | Πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας. ἀλλ’ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν, οἷα κατ’ εὐόπλων τεθοωμένος Ἠμαθιήων. ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν, | 186 in vol. 1 |
30 | ἄπνοον αὐδήεντα τιθεὶς τύπον· ἀλλά ἑ τέχνη χαλκείης ἐπέδησεν ὑπὸ σφρηγῖδα σιωπῆς. Ἵστατο δ’ Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω, λάθρῃ ὑπὸ κραδίην τραγικαῖς ὡμίλεε Μούσαις, ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαι | |
35 | οἷά τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων. Δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν. Ἡσίοδος δ’ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ, | |
40 | ἔνθεον ἱμείρων ἀνάγειν μέλος. —Ἐγγύθι δ’ αὐτοῦ μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ κοσμηθεὶς Πολύιδος· ἀπὸ στομάτων δὲ τινάξαι ἤθελε μὲν κελάδημα. θεοπρόπον, ἀλλά ἑ τέχνη δεσμῷ ἀφωνήτῳ κατερήτυεν. —Οὐδὲ σὺ μολπῆς | |
45 | εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλ’ ἔτι χορδῆς ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις. ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ συγκεράσαι μέλος ἡδύ· σὲ δ’ ἂν καὶ χαλκὸς ἀναιδὴς αἰδόμενος ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν. | |
AG.2.1(50) | Ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός, ἐν δὲ μενοινῇ δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς. Θεστορίδης δ’ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας οἷά τε θεσπίζων· ἐδόκει δ’ ἔτι θέσφατα κεύθειν ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἐνὶ θυμῷ | |
55 | δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης. Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων, Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν | |
τεύχεα χαλκήεντα, τὰ μή νύ οἱ ὤπασε τέχνη· γυμνὸν γάρ μιν ἔτευξεν· ὁ δ’ ὑψόσε φαίνετο λεύσσων | 188 in vol. 1 | |
60 | οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων. Ἧστο δ’ Ἀμυμώνη ῥοδοδάκτυλος· εἰς ὀπίσω μὲν βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης, γυμνὸν δ’ εἶχε μέτωπον· ἀναστέλλουσα δ’ ὀπωπὰς εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην. | |
65 | Ἐγγύθι δ’ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης, καὶ διερὸν δελφῖνα προΐσχετο χειρὶ κομίζων δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης. Πιερικὴ δὲ μέλισσα, λιγύθροος ἕζετο Σαπφὼ | |
70 | Λεσβιὰς ἠρεμέουσα, μέλος δ’ εὔυμνον ὑφαίνειν σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις. Φοῖβος δ’ εἱστήκει τριποδηλάλος· ἦν δ’ ἄρα χαίτης εἰς ὀπίσω σφίγξας ἄδετον πλόκον· ἀλλ’ ἐνὶ χαλκῷ γυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων | |
75 | γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρ Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην. Ἄγχι δὲ Κύπρις ἔλαμπεν, ἔλειβε δὲ νώροπι χαλκῷ ἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴ | |
80 | φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν, χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ. Κλεινιάδην δὲ τέθηπα περιστίλβοντα νοήσας ἀγλαΐῃ· χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν τοῖος ἐὼν οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων, | |
85 | ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἀγείρων. Χρύσης δ’ αὖθ’ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν σκῆπτρον ἀνασχόμενος Φοιβήιον, ἐν δὲ καρήνῳ στέμμα φέρων· μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς, οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ, | |
90 | Ἀτρείδην ἱκέτευε· βαθὺς δέ οἱ ἤνθεε πώγων, | |
καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης. Καῖσαρ δ’ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις. αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων, | 190 in vol. 1 | |
95 | δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων. Εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων. Ἄλλην δ’ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην, | |
AG.2.1(100) | γυμνὴν παμφανόωσαν· ἐπὶ στέρνων δὲ θεαίνης αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός. Ἵστατο δ’ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ’ ὅλος ἀνὴρ οὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας. ἦ τάχα κοῦρον Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις· | |
105 | μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν οἷά τε κούρη· σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς, ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων. Παρθενικὴ δ’ Ἤριννα λιγύθροος ἕζετο κούρη, οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ’ ἐνὶ σιγῇ | |
110 | Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης. Μήτε λίπῃς Τέρπανδρον ἐύθροον, οὗ τάχα φαίης ἔμπνοον, οὐκ ἄφθογγον, ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω, κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν, ὥς ποτε δινήεντος ἐπ’ Εὐρώταο ῥοάων | |
115 | μυστιπόλῳ φόρμιγγι κατεπρήυνεν ἀείδων ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων. Ἠγασάμην δ’ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις, ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις | |
120 | ἢ μόθον ἐντύνων Πελοπήιον. —Ἱστάμενος δὲ ἔπρεπε Πυθαγόρης, Σάμιος σοφός, ἀλλ’ ἐν Ὀλύμπῳ ἐνδιάειν ἐδόκευε, φύσιν δ’ ἐβιάζετο χαλκοῦ πλημύρων νοερῇσι μεληδόσιν· ὡς γὰρ ὀίω, | |
οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς. | 192 in vol. 1 | |
125 | Στησίχορον δ’ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα Σικελίη μὲν ἔφερβε, λύρης δ’ ἐδίδαξεν Ἀπόλλων ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα. τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν | |
130 | λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν. Χαῖρέ μοι Ἀβδήρων, Δημόκριτε, κῦδος ἀρούρης, ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς, λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης, αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους | |
135 | εὖ εἰδώς, ὅτι πάντα γέρων παραμείβεται Αἰών. Ἡρακλέης δ’ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης, μῆλα λεοντοφόνῳ παλάμῃ χρύσεια κομίζων, γαίης ὄλβια δῶρα Λιβυστίδος. —Ἐγγύθι δ’ αὐτοῦ Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη, | |
140 | φᾶρος ἐπιστείλασα κατωμαδόν· οὐ γὰρ ἐθείρας κρηδέμνῳ συνέεργεν· ἑὰς δ’ ἀνετείνετο χεῖρας οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. —Ἵλαθι, γαίης Τρωιάδος βλάστημα σακεσπάλον, ἵλαθι, λάμπων | |
145 | Αἰνεία Τρώων βουληφόρε· σαῖς γὰρ ὀπωπαῖς ἀγλαΐης πνείουσα σοφὴ περιλείβεται αἰδώς, θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης. Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ, σύγγαμον Αἰνείαο, κατάσκιον· ἀμφὶ γὰρ αὐταῖς | |
AG.2.1(150) | ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς, πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ, οἷά τε μυρομένη· τὰ δὲ χάλκεα δάκρυα νύμφης Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην, Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις. | |
155 | Οὔθ’ Ἕλενος κοτέων ἀπεπαύετο· πατρίδι νηλὴς φαίνετο δινεύων ἔτι που χόλον. ἦν μὲν ἀείρων δεξιτερῇ φιάλην ἐπιλοίβιον· ὡς δοκέω δέ, | |
ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, κὰδ δὲ τιθήνης ἀθανάτοις ἠρᾶτο πανύστατα σήματα φαίνειν. | 194 in vol. 1 | |
160 | Ἀνδρομάχη δ’ ἕστηκε, ῥοδόσφυρος Ἠετιώνη, οὔτι γόον σταλάουσα πολύστονον· ὡς γὰρ ὀίω, οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ, οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν Δαρδανίην ξύμπασαν ἐληίσσαντο τιθήνην. | |
165 | Ἦν δ’ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλ’ ἐπὶ νίκῃ γηθόσυνον· σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην. Ἠγασάμην δ’ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ χαλκῷ κόσμον ἔδωκε πανίμερον· ἀγλαΐη γὰρ | |
170 | ἔπνεε θερμὸν ἔρωτα καὶ ἀψύχῳ ἐνὶ τέχνῃ. Πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς· οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς, ἀλλ’ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός· ἦν δ’ ἐνὶ θυμῷ καγχαλόων· Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας | |
175 | ᾗσι δολοφροσύνῃσι. —Σὺ δ’ Ἕκτορος, ἔννεπε, μῆτερ, τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν ἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ; οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης, | |
180 | ἀλλ’ ἔτι δάκρυ χέουσα παρίστασαι. ὡς δὲ δοκεύω, οὐκέτι δυστήνου μόρον Ἕκτορος οὐδὲ ταλαίνης Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν πατρίδα σήν· φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι | |
185 | πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων· ἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, κὰδ δὲ παρειῆς δάκρυα μὲν σταλάεις· τὸ δὲ δάκρυον ἔσβεσε τέχνη ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης. Κασάνδρην δ’ ἐνόησα θεοπρόπον, ἀλλ’ ἐνὶ σιγῇ | |
190 | μεμφομένη γενετῆρα σοφῆς ἀνεπίμπλατο λύσσης οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης. | |
Πύρρος δ’ ἄλλος ἔην πτολιπόρθιος, οὐκ ἐπὶ χαίτης ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων· ἀλλ’ ἄρα γυμνὸς ἔλαμπε καὶ ἄχνοον εἶχεν ὑπήνην· | 196 in vol. 1 | |
195 | δεξιτερὴν δ’ ἀνέτεινεν ἑὴν ἐπιμάρτυρα νίκης, λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμμασι λεύσσων. Εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη χαλκῷ ἐν ἀφθόγγῳ κεκρυμμένα δάκρυα λείβειν; πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ | |
AG.2.1(200) | ἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλ’ ἐνὶ θυμῷ πένθος ἔχεις; μὴ δή σε, τεὸν πτολίεθρον ὀλέσσας, ληίδα Πύρρος ἔχει Φθιώτιος, οὐδέ σε μορφὴ ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν, ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος | |
205 | εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου; ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ σε τοίην ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων ἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης. Ἠγασάμην δ’ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς | |
210 | Λοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης. φαίνετο μὲν νεότητι κεκασμένος· οὐδὲ γὰρ ἦεν ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας· γυμνὸν δ’ εἶχεν ἅπαν στιβαρὸν δέμας· ἠνορέῃ δὲ βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς. | |
215 | Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ ζήλῳ θυμὸν ἔδουσα, Πάριν δ’ ἐδόκευε λαθοῦσα ὄμματι μαινομένῳ· κρυφίην δ’ ἤγγειλεν ἀπειλήν, δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην. Αἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δ’ ὀπωπὴν | |
220 | πλαζομένην ἑτέρωσε δυσίμερος· αἴδετο γάρ που Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην. Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι, πυγμαχίης κήρυκα φέρων χόλον· ἠνορέης δὲ | |
ἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς. | 198 in vol. 1 | |
225 | Ἔντελλος δὲ Δάρητος ἐναντίον ὄμμα τιταίνων γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων· πυγμαχίης δ’ ὤδινε φόνου διψῶσαν ἀπειλήν. Ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ· εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων, | |
230 | εἴτε Μίλων, Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων· οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος· ἀλλὰ καὶ ἔμπης ἔπνεεν ἠνορέης· λάσιος δέ οἱ εἵλκετο πώγων καὶ φόβον ἠκόντιζον ἀεθλητῆρα παρειαὶ | |
235 | καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες· ἀμφὶ δὲ πυκνοῖς μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες τρηχαλέοι· δοιοὶ δέ, συνισταμένων παλαμάων, εὐρέες ἐσφήκωντο βραχίονες, ἠύτε πέτραι, καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ, | |
240 | αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων. Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων Κεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς. Ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα· μαντιπόλου μὲν ἱερὸν εἶδος ἔφαινεν· ἔοικε δὲ θέσπιδος ὀμφῆς | |
245 | σιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνειν. Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλ’ ἔτι δεινὴν οὔπω μῆτιν ἔπαυσε κατ’ Ἀργείων στρατιάων. Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης, ἀμφασίης πελάγεσσιν ἐελμένος· ἦ γὰρ ἐῴκει | |
AG.2.1(250) | σκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν. Λάμπων δ’ ἀχνυμένῳ ἐναλίγκιος ἦεν ἰδέσθαι· οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ τειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν. Εἱστήκει Κλυτίος μὲν ἀμήχανος· εἶχε δὲ δοιὰς | |
255 | χεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης. Χαῖρε, φάος ῥήτρης, Ἰσόκρατες, ὅττι σὺ χαλκῷ | |
κόσμον ἄγεις· δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν, εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη. Ἔστενε δ’ Ἀμφιάρηος ἔχων περιλαμπέα χαίτην | 200 in vol. 1 | |
260 | στέμματι δαφναίῳ· κρυφίην δ’ ἐλέλιζεν ἀνίην θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἐν δρυσὶ Θήβη ἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει. Ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν μαντιπόλου γενετῆρα θεοφραδέος Πολυΐδου· | |
265 | εὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ. Εἶδον ἀκερσεκόμην ἕκατον θεόν, εἶδον ἀοιδῆς κοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην· εἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις βόστρυχον αὐτοέλικτον. ἕλισσε δὲ μάντιν ὀπωπήν, | |
270 | οἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων. Γυμνὸς δ’ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας, μήπω πρῶτον ἴουλον ἔχων· ἐκέκαστο δὲ μορφῆς ἄνθεσι πατρῴης· πλοκάμους δ’ ἐσφίγγετο μίτρῃ. οὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων, | |
275 | οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος θαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος. Ἵστατο Σαρπηδών, Λυκίων πρόμος· ἠνορέῃ μὲν φρικτὸς ἔην, ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις οἴνοπος ἄκρα χάρασσε γενειάδος· ἀμφὶ δὲ χαίταις | |
280 | εἶχε κόρυν. γυμνὸς μὲν ἔην δέμας, ἀλλ’ ἐνὶ μορφῇ σπέρμα Διὸς σήμαινεν· ἀπ’ ἀμφοτέρης γὰρ ὀπωπῆς μαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος. Καὶ τρίτος εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων, καλὸς ἰδεῖν· πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις | |
285 | ἀμφοτέροις· ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή, χαλκῷ κόσμον ἄγουσα. θεὸς δ’ ἐτίταινεν ὀπωπὴν οἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων. Καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην, φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον· ἀμφὶ δὲ μαζοῖς | |
290 | κεστὸς ἕλιξ κεχάλαστο, χάρις δ’ ἐνενήχετο κεστῷ. Αἰχμητὴς δ’ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς, γυμνὸς ἐὼν σαγέων· ἐδόκευε μὲν ἔγχος ἑλίσσειν δεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν, σχήματι τεχνήεντι. μόθου δ’ ἀπέπεμπεν ἀπειλὴν | 202 in vol. 1 |
295 | θάρσεϊ τολμήεντι τεθηγμένος· αἱ γὰρ ὀπωπαὶ γνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων. Ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις· ἱστάμενος δὲ δεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου, εἰς ὁδὸν ἀίξαι λελιημένος· εἶχε γὰρ ἤδη | |
AG.2.1(300) | δεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν χεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς οἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων. Καὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης ἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην | |
305 | Αὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν. Φοίβου δ’ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη Ἄρτεμις, ἀλλ’ οὐ τόξον ἑκηβόλον οὐδὲ φαρέτρην ἰοδόκην ἀνέχουσα κατωμαδόν· ἦν δ’ ἐπὶ γούνων παρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα | |
310 | καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις. Ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς ἄμμορον οὔτε νόου κεχρημένον, ἀλλ’ ἄρα μούνης φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην. ἦ καὶ χαλκὸν ἔχευεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς· | |
315 | οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι, ὅττι μιν ἀνὴρ ἐργοπόνος χάλκευσε παρ’ ἐσχαρεῶνι θαάσσων· ἀλλ’ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη εἶδος ἐπισταμένη, τόπερ ᾤκεεν· ἐν γὰρ Ὁμήρῳ αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν. | |
320 | σύννομος Ἀπόλλωνι, πατὴρ ἐμός, ἰσόθεος φώς, ἵστατο θεῖος Ὅμηρος. ἔικτο μὲν ἀνδρὶ νοῆσαι γηραλέῳ, τὸ δὲ γῆρας ἔην γλυκύ· τοῦτο γὰρ αὐτῷ | |
πλειοτέρην ἔσταζε χάριν· κεκέραστο δὲ κόσμῳ αἰδοίῳ τε φίλῳ τε· σέβας δ’ ἀπελάμπετο μορφῆς. | 204 in vol. 1 | |
325 | αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς χαίτης, εἰς ὀπίσω πεφορημένος, ἀμφὶ δ’ ἀκουὰς πλαζόμενος κεχάλαστο· κάτω δ’ εὐρύνετο πώγων ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν ὀξυτενής, ἀλλ’ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων | |
330 | στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ. γυμνὸν δ’ εἶχε μέτωπον· ἐπ’ ἀπλοκάμῳ δὲ μετώπῳ ἧστο σαοφροσύνη κουροτρόφος· ἀμφὶ δ’ ἄρ’ ὀφρῦς ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη, οὔτι μάτην· φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί. | |
335 | ἀλλ’ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι· ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν· ὡς δὲ δοκεύω, τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων. δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαὶ | |
340 | γήραϊ ῥικνήεντι κατάσχετοι· ἀλλ’ ἐνὶ κείναις αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς. Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο, κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ χεῖρας ἐπ’ ἀλλήλῃσι τιθεὶς ἐπερείδετο ῥάβδῳ | |
345 | οἷά περ ἐν ζωοῖσιν· ἑὴν δ’ ἔκλινεν ἀκουὴν δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ’ ἄρα θυμῷ σκεπτομένῳ μὲν ἔικτο· νόος δέ οἱ ἔνθα καὶ ἔνθα ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς, | |
AG.2.1(350) | Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων. Καὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδης ἱστάμενος· σοφίης δὲ θεουδέα κέντρα νομεύων οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων. Καὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ, | |
355 | ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος | |
ἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης. Καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου, ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνων θυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους, | 206 in vol. 1 | |
360 | κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς. Εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις ὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ. πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων | |
365 | ἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης | |
364 | καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους, | |
366 | μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς. Ἀμφιτρύων δ’ ἤστραπτεν ἀπειρογάμῳ τρίχα δάφνῃ στεψάμενος· πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις· ἀλλ’ οὐ μάντις ἔην, Ταφίης δ’ ἐπὶ σήματι νίκης | |
370 | στέμμα πολυστρέπτοισιν ἐφάρμενον εἶχεν ἐθείραις Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης. Θουκυδίδης δ’ ἐλέλιζεν ἑὸν νόον· ἦν δὲ νοῆσαι οἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων· δεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων | |
375 | Σπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης. Οὐδ’ Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών, Ἡρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν, ὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼν | |
380 | ἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις, μίξας εὐεπίῃσιν Ἰωνίδος ἄνθεα φωνῆς. Θήβης δ’ ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος, Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων ἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος | |
385 | καὶ μέλος ἁρμονίης ἐδιδάξατο· τικτομένου γὰρ ἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι κηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς. Ξεινοφόων δ’ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης, | |
ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων | 208 in vol. 1 | |
390 | εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης, ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην συγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης. Ἵστατο δ’ Ἀλκμάων κεκλημένος οὔνομα μάντις· ἀλλ’ οὐ μάντις ἔην ὁ βοώμενος οὐδ’ ἐπὶ χαίτης | |
395 | δάφνης εἶχε κόρυμβον· ἐγὼ δ’ Ἀλκμᾶνα δοκεύω, ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην, Δώριον εὐκελάδοισι μέλος χορδῇσιν ὑφαίνων. Καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων, φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων, | |
AG.2.1(400) | στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας σημαίνων, ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου εἴρυσεν ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης· κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην. | |
405 | τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων δῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης. Ἵστατο δ’ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων θέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω, ἀλλ’ ὃν Θρηικίῃσι παρ’ ᾐόσι γείνατο μήτηρ | |
410 | Μοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν ἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι· κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην, κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην. Καὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνος, | |
415 | πνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης | |
Θυβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος ἠχώ. | 210 in vol. 1 | |
AG.3p | ΕΝ ΚΥΖΙΚΩΙ εἰς τὸν ναὸν Ἀπολλωνίδος, τῆς μητρὸς Ἀττάλου καὶ Εὐμένους, ΕΠΙΓΡΑΜΜΑΤΑ, ἃ εἰς τὰ στυλοπινάκια ἐγέγραπτο περιέχοντα ἀναγλύφους | |
5 | ἱστορίας, ὡς ὑποτέτακται | |
AG.3.1(p1) | Εἰς Διόνυσον Σεμέλην τὴν μητέρα εἰς οὐρανὸν ἀνάγοντα, προηγου‐ | |
p2 | μένου Ἑρμοῦ, Σατύρων δὲ καὶ Σιληνῶν μετὰ λαμπάδων προπεμπόν‐ | |
p3 | των αὐτούς | |
1 | Τάνδε Διὸς δμαθεῖσαν ἐν ὠδίνεσσι κεραυνῷ, καλλίκομον Κάδμου παῖδα καὶ Ἁρμονίης, ματέρα θυρσοχαρὴς ἀνάγει γόνος ἐξ Ἀχέροντος, τὰν ἄθεον Πενθεῦς ὕβριν ἀμειβόμενος. | |
AG.3.2(p1) | Ὁ Β κίων ἔχει Τήλεφον ἀνεγνωρισμένον τῇ ἑαυτοῦ μητρί | |
1 | Τὸν βαθὺν Ἀρκαδίης προλιπὼν πάτον εἵνεκα ματρὸς Αὔγης τᾶσδ’ ἐπέβην γᾶς Τεϋθραντιάδος, Τήλεφος, Ἡρακλέους φίλος γόνος αὐτὸς ὑπάρχων, ὄφρα μιν ἂψ ἀγάγω ἐς πέδον Ἀρκαδίης. | |
AG.3.3(p1) | Ὁ Γ ἔχει τυφλούμενον Φοίνικα ὑπὸ πατρὸς Ἀμύντορος καὶ κωλύου‐ | |
p2 | σαν Ἀλκιμέδην τὸν οἰκεῖον ἄνδρα | |
1 | Ἀλκιμέδη ξύνευνον Ἀμύντορα παιδὸς ἐρύκει, Φοίνικος δ’ ἐθέλει παῦσαι χόλον γενέτου, ὅττι περ ἤχθετο πατρὶ σαόφρονος εἵνεκα ματρός, παλλακίδος δούλης λέκτρα προσιεμένῳ· | |
5 | κεῖνος δ’ αὖ δολίοις ψιθυρίσμασιν ἤχθετο κούρῳ, | |
ἦγε δ’ ἐς ὀφθαλμοὺς λαμπάδα παιδολέτιν. | 218 in vol. 1 | |
AG.3.4(p1) | Ὁ Δ ἔχει Πολυμήδην καὶ Κλυτίον, τοὺς υἱοὺς Φινέως τοῦ Θρᾳκός, | |
p2 | οἵτινες τὴν Φρυγίαν γυναῖκα τοῦ πατρὸς ἐφόνευσαν, ὅτι τῇ μητρὶ | |
p3 | αὐτῶν Κλεοπάτρᾳ αὐτὴν ἐπεισῆγεν | |
1 | Μητρυιὰν Κλυτίος καὶ Κλυτόνοος Πολυμήδης κτείνουσι Φρυγίην ματρὸς ὑπὲρ σφετέρας. Κλειοπάτρη δ’ ἐπὶ τοῖσιν ἀγάλλεται, ἣ πρὶν ἐπεῖδεν τὰν Φινέως γαμετὰν δαμναμένην ὁσίως. | |
AG.3.5(p1) | Ὁ Ε ἔχει Κρεσφόντην ἀναιροῦντα Πολυφόντην, τοῦ πατρὸς τὸν φο‐ | |
p2 | νέα· ἔστι δὲ καὶ Μερόπη βάκτρον κατέχουσα καὶ συνεργοῦσα τῷ | |
p3 | υἱῷ πρὸς τὴν τοῦ ἀνδρὸς ἐκδημίαν | |
1 | Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα, κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι· ὀψὲ δέ οἱ πάις ἧκε φόνῳ γενέτῃ προσαμύνων καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας. | |
5 | τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δ’ ἐπαρήγει, βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα. | |
AG.3.6(p1) | Ὁ ϛʹ ἔχει Πυθῶνα ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἀναιρούμενον, καθ‐ | |
p2 | ότι τὴν Λητὼ πορευομένην εἰς Δελφοὺς ἐπὶ τὸ κατασχεῖν μαντεῖον | |
p3 | ἐπιφανεὶς διεκώλυσεν | |
1 | Γηγενέα Πυθῶνα, μεμιγμένον ἑρπετὸν ὁλκοῖς, ἐκνεύει Λατὼ πάγχυ μυσαττομένη· σκυλᾶν γὰρ πινυτὰν ἐθέλει θεόν· ἀλλά γε τόξῳ θῆρα καθαιμάσσει Φοῖβος ἀπὸ σκοπιῆς. | |
5 | Δελφὸν δ’ οὖν θήσει τρίπον ἔνθεον· ἐκ δὲ δρακόντων | |
πικρότατος πνεύσει ῥοῖζον ὀδυρόμενος. | 220 in vol. 1 | |
AG.3.7(p1) | Ὁ Ζ ἔχει περὶ τὰ ἀρκτῷα μέρη Ἀμφίονος καὶ Ζήθου ἱστορίαν· προσ‐ | |
p2 | άπτοντες ταύρῳ τὴν Δίρκην, ὅτι τὴν μητέρα αὐτῶν Ἀντιόπην, | |
p3 | διὰ τὴν φθορὰν Λύκῳ, τῷ ἀνδρὶ αὐτῆς, ὑπὸ Νυκτέως, τοῦ πατρὸς | |
p4 | αὐτῆς, 〈παραδοθεῖσαν〉, ὀργῇ ζηλοτύπῳ ἐνεχθεῖσα, ἀμέτρως ἐτι‐ | |
p5 | μωρήσατο | |
1 | Ἀμφίων καὶ Ζῆθε, Διὸς σκυλακεύματα, Δίρκην κτείνατε τάνδ’ ὀλέτιν ματέρος Ἀντιόπας, δέσμιον ἣν πάρος εἶχε διὰ ζηλήμονα μῆνιν· νῦν δ’ ἱκέτις αὐτὴ λίσσετ’ ὀδυρομένη· | |
5 | ᾇ γε καὶ ἐκ ταύροιο καθάπτετε δίπλακα σειρήν, ὄφρα δέμας σύρῃ τῆσδε κατὰ ξυλόχου. | |
AG.3.8(p1) | Ἐν τῷ Η ἡ τοῦ Ὀδυσσέως νεκυομαντεία· καθέστηκεν τὴν ἰδίαν μη‐ | |
p2 | τέρα Ἀντίκλειαν περὶ τῶν κατὰ τὸν οἶκον ἀνακρίνων | |
1 | Μᾶτερ Ὀδυσσῆος πινυτόφρονος, Ἀντίκλεια, ζῶσα μὲν εἰς Ἰθάκην οὐχ ὑπέδεξο πάιν· ἀλλά σε νῦν Ἀχέροντος ἐπὶ ῥηγμῖσι γεγῶσαν θαμβεῖ, ἀνὰ γλυκερὰν ματέρα δερκόμενος. | |
AG.3.9(p1) | Ἐν τῷ Θ Πελίας καὶ Νηλεὺς ἐλλελάξευνται, οἱ Ποσειδῶνος παῖδες, | |
p2 | ἐκ δεσμῶν τὴν ἑαυτῶν μητέρα ῥυόμενοι, ἣν πρώην ὁ πατὴρ μὲν Σαλ‐ | |
p3 | μωνεὺς διὰ τὴν φθορὰν ἔδησεν, ἡ δὲ μητρυιὰ αὐτῆς Σιδηρὼ τὰς βα‐ | |
p4 | σάνους αὐτῇ ἐπέτεινεν | |
1 | Μὴ Τυρὼ τρύχοι σὸν ἔτι σπείρημα, Σιδηροῖ, Σαλμωνεῖ γενέτᾳ τῷδ’ ὑποτασσομέναν· οὐκέτι γὰρ δουλώσει ἐν ἕρκεσιν, ἐγγύθι λεύσσων | |
Νηλέα καὶ Πελίαν τούσδε καθεζομένους. | 222 in vol. 1 | |
AG.3.10(p1) | Ἐν δὲ τῷ κατὰ δύσιν πλευρῷ ἐστὶν ἐν ἀρχῇ τοῦ Ι πίνακος Εὔνοος | |
p2 | γεγλυμμένος καὶ Θόας, οὓς ἐγέννησεν Ὑψιπύλη, ἀναγνωριζόμενοι | |
p3 | τῇ μητρὶ καὶ τὴν χρυσῆν δεικνύντες ἄμπελον, ὅπερ ἦν αὐτοῖς τοῦ | |
p4 | γένους σύμβολον, καὶ ῥυόμενοι αὐτὴν τῆς διὰ τὸν Ἀρχεμόρου | |
p5 | θάνατον παρ’ Εὐρυδίκῃ τιμωρίας | |
1 | Φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε· ματέρα γάρ σου ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν· ἃ τὸν ἀπ’ Εὐρυδίκας ἔτλη χόλον, ἦμος ἀφαυρὸν ὕδρος ὁ γᾶς γενέτας ὤλεσεν Ἀρχέμορον. | |
5 | στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος ἀφνεὸν οὖθαρ, γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην. | |
AG.3.11(p1) | Ἐν τῷ ΙΑ Πολυδέκτης, ὁ Σεριφίων βασιλεύς, ἀπολιθούμενος ὑπὸ | |
p2 | Περσέως τῇ τῆς Γοργόνος κεφαλῇ, διὰ τὸν τῆς μητρὸς αὐτοῦ γάμον | |
p3 | ἐκπέμψας τοῦτον ἐπὶ τὴν τῆς Γοργόνος κεφαλήν, καὶ ὃν καθ’ ἑτέρου | |
p4 | θάνατον ἐπενόει γενέσθαι, τοῦτον αὐτὸς κατὰ τὴν πρόνοιαν τῆς | |
p5 | Δίκης ἐδέξατο | |
1 | Ἔτλης καὶ σὺ λέχη Δανάης, Πολύδεκτα, μιαίνειν, δυσφήμοις εὐναῖς τῷ Διὶ μεμψάμενος· ἀνθ’ ὧν ὄμματ’ ἔλυσε τὰ Γοργόνος ἐνθάδε Περσεύς, γυῖα λιθουργήσας ματρὶ χαριζόμενος. | |
AG.3.12(p1) | Ἐν τῷ ΙΒ Ἰξίων Φόρβαντα καὶ Πολύμηλον ἀναιρῶν διὰ τὸν εἰς τὴν | |
p2 | μητέρα τὴν ἰδίαν Μεγάραν γεγενημένον φόνον· μηδ’ ὁπότερον γὰρ | |
p3 | αὐτῶν προελομένη γῆμαι, ἀγανακτήσαντες ἐπὶ τοῦτο ἐφόνευσαν | |
1 | Φόρβαν καὶ Πολύμηλον ὅδ’ Ἰξίων βάλε γαίῃ, | |
ποινὰν τᾶς ἰδίας ματρὸς ἀμυνόμενος. | 224 in vol. 1 | |
AG.3.13(p1) | Ὁ δὲ ΙΓ 〈ἔχει〉 Ἡρακλέα ἄγοντα τὴν μητέρα αὐτοῦ Ἀλκμήνην εἰς τὸ | |
p2 | Ἠλύσιον πεδίον, συνοικίζοντα αὐτὴν Ῥαδαμάνθυϊ, αὐτὸν δὲ εἰς θεοὺς | |
p3 | δῆθεν ἐγκρινόμενον | |
1 | Ἀλκίδας ὁ θρασὺς Ῥαδαμάνθυϊ ματέρα τάνδε Ἀλκμήναν ὅσιον πρὸς λέχος ἐξέδοτο. | |
AG.3.14(p1) | Ἐν δὲ τῷ ΙΔ Τιτυὸς ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος τοξευόμενος, | |
p2 | ἐπειδὴ τὴν μητέρα αὐτῶν Λητὼ ἐτόλμησεν ὑβρίσαι | |
1 | Μάργε καὶ ἀφροσύνῃ μεμεθυσμένε, τίπτε βιαίως εἰς εὐνὰς ἐτράπης τᾶς Διὸς εὐνέτιδος; ὅς σε δὴ αἵματι φῦρσε κατάξια, θηρσὶ δὲ βορρὰν καὶ πτανοῖς ἐπὶ γᾷ εἴασε νῦν ὁσίως. | |
AG.3.15(p1) | Ἐν δὲ τῷ ΙΕ Βελλεροφόντης ὑπὸ τοῦ παιδὸς Γλαύκου σῳζόμενος, | |
p2 | ἡνίκα κατενεχθεὶς ὑπὸ τοῦ Πηγάσου εἰς τὸ Ἀλήιον πεδίον ἔμελλεν | |
p3 | ὑπὸ Μεγαπένθους τοῦ Προίτου φονεύεσθαι | |
1 | Οὔ κέ τι Προίτου ὑπαὶ φόνον ἔσχεθε Βελλεροφόντης οὐδ’ ἐκ τοῦ παιδὸς τειρόμενος θάνατον, Γλαῦκ’, ἄκραντον, ἀγεννοῦς Ἰοβάτου δ’ ὑπαλύξει· οὕτως γὰρ Μοιρῶν 〈τῷδ’〉 ἐπέκλωσε λίνα. | |
5 | καὶ σὺ πατρὸς φόνον αὐτὸς ἀπήλασας ἐγγύθεν ἐλθών, | |
καὶ μύθων ἐσθλῶν μάρτυς ἐπεφράσαο. | 226 in vol. 1 | |
AG.3.16(p1) | Κατὰ δὲ τὰς θύρας τοῦ ναοῦ προσιόντων ἐστὶν Αἴολος καὶ Βοιωτός, | |
p2 | Ποσειδῶνος παῖδες, ῥυόμενοι ἐκ δεσμῶν τὴν μητέρα Μελανίππην, | |
p3 | τῶν περιτεθέντων αὐτῇ διὰ τὴν φθορὰν ὑπὸ τοῦ πατρὸς αὐτῆς | |
1 | Αἴολε καὶ Βοιωτέ, σοφὸν φιλομήτορα μῦθον πρήξατε, μητέρ’ ἑὴν λυόμενοι θανάτου· τοὔνεκα γὰρ καὶ 〈σφῶι〉 πεφήνατε ἄλκιμοι ἄνδρες, ὃς μὲν ἀπ’ Αἰολίης, ὃς δ’ ἀπὸ Βοιωτίης. | |
AG.3.17(p1) | Ἐν δὲ τῷ ΙΖ Ἄναπις καὶ Ἀμφίνομος, οἳ ἐκραγέντων τῶν κατὰ Σικε‐ | |
p2 | λίαν κρατήρων διὰ τοῦ πυρὸς οὐδὲν ἕτερον ἢ τοὺς ἑαυτῶν γονεῖς | |
p3 | βαστάσαντες ἔσωσαν | |
1 | Πυρὸς καὶ γαίης ... | |
AG.3.18(p1) | Ἐν δὲ τῷ ΙΗ Κλέοβις ἐστὶ καὶ Βίτων· τὴν ἑαυτῶν μητέρα Κυδίππην, | |
p2 | ἱερωμένην ἐν Ἄργει Ἥρας, αὐτοὶ ὑποσχόντες τοὺς αὐχένας τῷ ζυγῷ | |
p3 | διὰ τὸ βραδῦναι τὸ ζεῦγος τῶν βοῶν, ἱερουργῆσαι [τὴν μητέρα] | |
p4 | ἐποίησαν· καὶ ἡσθεῖσα, φασίν, ἐπὶ τούτῳ ἐκείνη ηὔξατο τῇ θεῷ, εἴ | |
p5 | τί ἐστι κάλλιστον ἐν ἀνθρώποις, τοῦτο τοῖς παισὶν αὐτῆς ὑπαντῆ‐ | |
p6 | σαι· καὶ τοῦτο αὐτῆς εὐξαμένης ἐκεῖνοι αὐτονυκτὶ θνῄσκουσιν | |
1 | Οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείῃ δὲ κέκασται Κυδίππης παίδων εὐσεβίης θυσίη. ἡδυχαρὴς γὰρ ἔην σκοπὸς ἀνδράσιν ὥριος οἶμος, μητρὸς ἐπ’ εὐσεβίῃ κλεινὸν ἔθεντο πόνον. | |
5 | χαίροιτ’ οὖν ἱεροῖσιν ἐπ’ εὐσεβίῃ, κλυτοὶ ἄνδρες, | |
καὶ τὸν ἀπ’ αἰώνων μῦθον ἔχοιτε μόνοι. | 228 in vol. 1 | |
AG.3.19(p1) | Ἐν δὲ τῷ ΙΘ Ῥῆμος καὶ Ῥωμύλος ἐκ τῆς Ἀμολίου κολάσεως ῥυόμενοι | |
p2 | τὴν μητέρα, Σερβήλειαν ὀνόματι· ταύτην γὰρ ὁ Ἄρης φθείρας ἐξ | |
p3 | αὐτῆς ἐγέννησεν, καὶ ἐκτεθέντας αὐτοὺς λύκαινα ἔθρεψεν. ἀνδρωθέν‐ | |
p4 | τες οὖν τὴν μητέρα τῶν δεσμῶν ἔλυσαν, Ῥώμην δὲ κτίσαντες Νομή‐ | |
p5 | τορι τὴν βασιλείαν ἀπεκατέστησαν | |
1 | Τόνδε σὺ μὲν παίδων κρύφιον γόνον Ἄρεϊ τίκτεις Ῥῆμόν τε ξυνῇ καὶ Ῥωμύλον λεχέων, θὴρ δὲ λύκαιν’ ἄνδρωσεν ὑπὸ σπήλυγγι τιθηνός, | |
οἵ σε δυσηκέστων ἥρπασαν ἐκ καμάτων. | 230 in vol. 1 | |
AG.4p | 〈ΠΡΟΟΙΜΙΑ〉 | |
AG.4.1(p1) | ΜΕΛΕΑΓΡΟΥ ΣΤΕΦΑΝΟΣ | |
1 | Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδὰν ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον; ἄνυσε μὲν Μελέαγρος· ἀριζάλῳ δὲ Διοκλεῖ μναμόσυνον ταύταν ἐξεπόνησε χάριν· | |
5 | πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα, ναρκίσσων τε χορὸν Μελανιππίδου ἔγκυον ὕμνων, καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω· σὺν δ’ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν | |
10 | Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως· τῇ δ’ ἅμα καὶ σάμψυχον ἀφ’ ἡδυπνόοιο Ῥιανοῦ, καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον, Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον, καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον· | |
15 | ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους, Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος· βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης, σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος, Τύμνεώ τ’ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον | |
20 | Νικίου, Εὐφήμου τ’ ἀμμότροφον πάραλον· ἐν δ’ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος, λυχνίδα τ’ Εὐφορίωνος ἰδ’ ἐν Μούσῃσιν ἄμωμον, ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην. | |
25 | τῇσι δ’ ἅμ’ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν, Πέρσου τ’ εὐώδη σχοῖνον ἀμησάμενος, σὺν δ’ ἅμα καὶ γλυκύμηλον ἀπ’ ἀκρεμόνων Διοτίμου, καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος, σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου | |
30 | τέρμινθον, βλωθρήν τ’ ἀχράδα Σιμίεω· ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σέλινα, βαιὰ διακνίζων ἄνθεα, Παρθενίδος, λείψανά τ’ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων, ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας· | 240 in vol. 1 |
35 | ἐν δ’ ἄρ’ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα νέκταρος, ἐν δ’ ἐλέγους ἄσπορον ἀνθέμιον· ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης Ἀρχιλόχου, μικρὰς στράγγας ἀπ’ ὠκεανοῦ· τοῖς δ’ ἅμ’ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης | |
40 | ἠδὲ Πολυκλείτου πορφύρεον κύαμον. ἐν δ’ ἄρ’ ἀμάρακον ἧκε Πολύστρατον, ἄνθος ἀοιδῶν, φοίνισσάν τε νέην κύπρον ἀπ’ Ἀντιπάτρου· ναὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον ὑμνοθέταν Ἑρμοῦ δῶρον ἀειδόμενον. | |
45 | ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι’ ἀρούρης, Σικελίδεώ τ’ ἀνέμοις ἄνθεα φυόμενα· ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον. ἄστρων τ’ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκευς | |
AG.4.1(50) | φοίνικος κείρας πρωτογόνους ἕλικας, λωτόν τ’ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας Φαιδίμου, Ἀνταγόρου τ’ εὔστροφον ὄμμα βοός, τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ ἕρπυλλον, κυάνων τ’ ἄνθεα Φανίεω, | |
55 | ἄλλων τ’ ἔρνεα πολλὰ νεόγραφα· τοῖς δ’ ἅμα Μούσης καὶ σφετέρης ἔτι που πρώιμα λευκόια. — ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν· ἔστι δὲ μύσταις κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος. | |
AG.4.2(p1) | ΦΙΛΙΠΠΟΥ ΣΤΕΦΑΝΟΣ | |
1 | Ἄνθεά σοι δρέψας Ἑλικώνια καὶ κλυτοδένδρου Πιερίης κείρας πρωτοφύτους κάλυκας καὶ σελίδος νεαρῆς θερίσας στάχυν ἀντανέπλεξα | |
τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις. | 242 in vol. 1 | |
5 | ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε, γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην. Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς· ὡς δὲ κόρυμβος Κριναγόρας, λάμψει δ’ ὡς βότρυς Ἀντίφιλος, Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος· | |
10 | μύρτα δ’ ὁ Παρμενίων, ὡς ῥόδον Ἀντιφάνης· κισσὸς δ’ Αὐτομέδων, Ζωνᾶς κρίνα, δρῦς δὲ Βιάνωρ, Ἀντίγονος δ’ ἐλάη καὶ Διόδωρος ἴον· Εὐήνῳ δάφνην συνεπίπλεκε· τοὺς δὲ περισσοὺς εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις. | |
AG.4.3(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΑΣΙΑΝΟΥ ΜΥΡΙΝΑΙΟΥ | |
1 | Οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας, ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν· καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι. | |
5 | λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας, περιφρονεῖν πείθουσι τῶν εἰθισμένων. τί δὲ νῦν ποιήσομεν; τὰ προὐξειργασμένα οὕτως ἐάσω συντετῆχθαι κείμενα, | |
10 | ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν; καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται; τίς δ’ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου, εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα; | |
15 | Ἀλλ’ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως. | |
ἔθος γὰρ ἡμῖν τῇ προθυμίᾳ μόνῃ τῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία. καὶ πρός γε τοῦτο δεῖπνον ἠρανισμένον | 244 in vol. 1 | |
20 | ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων. ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς, πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον. | |
25 | καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι, ἐξ ὧν τρυφῶσι, καὶ παραλαβὼν γνησίως ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι. τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ, ἴσως ἐρεῖ πρὸς ἄλλον· „Ἀρτίως ἐμοῦ | |
30 | μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν, οὗτος παρέθηκεν τὴν ὑπ’ ἐμοῦ μεμαγμένην.“ ταυτὶ μὲν οὖν ἐρεῖ τις, οἶδα, τῶν σοφῶν τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας. | |
35 | θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς ξένος τις εἶναι τῶν ὑπ’ ἐμοῦ συνηγμένων. ἀλλ’ ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος, ὅσον ἀπογεῦσαι· τῶν δὲ λοιπῶν εἰ θέλοι | |
40 | τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον, ἴστω γε ταῦτα κατ’ ἀγορὰν ζητητέα. Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι, ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι· ἅπαντα γάρ μοι δεξιῶς προβήσεται. | |
45 | καί μοι μεγίστων πραγμάτων ὑμνουμένων εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους. | |
p47 | ΤΟΥ ΑΥΤΟΥ | |
47 | Μή τις ἐπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ· | |
μηδ’ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην | 246 in vol. 1 | |
AG.4.3(50) | ὄρθιον ἀθρήσειεν· ἐποκλάζουσα δὲ γαίῃ καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις. Ἑσπερίη θεράπαινα, σὺ δ’ ἐς κρηπῖδα Γαδείρων καὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην | |
55 | ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ, θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην. Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ, ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ | |
60 | σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης, σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη, καὶ καμάτους μέλψειε πολυσκήπτρου Βασιλῆος, μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο. | |
65 | μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς, ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων, εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει. κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν ἢ διὰ τέχνης | |
70 | οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην· ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις. οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ’ ἐνὶ πόντῳ | |
75 | Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ. Ἀλλ’ ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων, Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε· Μασσαγέτην δὲ ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων | |
80 | Ἰνδῴης ἐπίβηθι κατ’ ὀργάδος· ἐν δὲ κελεύθοις εἴ ποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην. ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων | |
κύρβιας Ἀλκείδαο μετέρχεο, θαρσαλέως δὲ ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων, | 248 in vol. 1 | |
85 | ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης, δίζυγος ἠπείροιο συναντήσασα κεραίη ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης. ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις | |
90 | ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλῳ ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει. οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης, ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος, | |
95 | ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον κοιρανίῃ· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην. Τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης, ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ | |
AG.4.3(100) | ἐλπίδες ἐθραύσθησαν ὑφ’ ἡμετέρῳ Βασιλῆι, δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης. σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον· εἰς σὲ δὲ μύθων ἐργασίην ἤσκησα, μιῇ δ’ ὑπὸ σύζυγι βίβλῳ | |
105 | ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης· καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας, στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης, ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ, ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην, | |
110 | ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ. οἶδα γάρ, ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου. Πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων, ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς | |
115 | ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καὶ γὰρ ἐῴκει γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι. | |
ἀλλὰ πάλιν μετ’ ἐκεῖνα παλαίτερον εὖχος ἀείρει, ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ, εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης | 250 in vol. 1 | |
120 | τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις. καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου, ὅσσα θέμις τύμβοισι· τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν. ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις | |
125 | γράψαμεν ἀσταθέος τε τύχης σφαλεροῖσι ταλάντοις, δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην. ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου, ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη | |
130 | εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ εὐφροσύνας Βάκχοιο φιλακρήτους τε χορείας καὶ μέθυ καὶ κρητῆρα καὶ ὄλβια δεῖπνα νοήσεις. | |
p134 | ΤΟΥ ΑΥΤΟΥ | |
134 | Στῆλαι καὶ γραφίδες καὶ κύρβιες εὐφροσύνης μὲν | |
135 | αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης, ἀλλ’ ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶν ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται. ἡ δ’ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει, κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη. | |
140 | οὕτως οὔτε Πλάτων βρενθύεται οὔτ’ ἄρ’ Ὅμηρος χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίῃ. ὄλβιοι, ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων, | |
ἀλλ’ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει. | 252 in vol. 1 | |
AG.5p | ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΡΩΤΙΚΑ ΔΙΑΦΟΡΩΝ ΠΟΙΗΤΩΝ | |
AG.5.1 | Νέοις ἀνάπτων καρδίας σοφὴν ζέσιν ἀρχὴν Ἔρωτα τῶν λόγων ποιήσομαι· πυρσὸν γὰρ οὗτος ἐξανάπτει τοῖς λόγοις. | |
AG.5.2 | Τὴν καταφλεξίπολιν Σθενελαΐδα τὴν βαρύμισθον, τὴν τοῖς βουλομένοις χρυσὸν ἀμεργομένην, γυμνήν μοι διὰ νυκτὸς ὅλης παρέκλινεν ὄνειρος ἄχρι φίλης ἠοῦς προῖκα χαριζομένην. | |
5 | οὐκέτι γουνάσομαι τὴν βάρβαρον οὐδ’ ἐπ’ ἐμαυτῷ κλαύσομαι ὕπνον ἔχων κεῖνα χαριζόμενον. | |
AG.5.3(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ὄρθρος ἔβη, Χρύσιλλα, πάλαι δ’ ἠῷος ἀλέκτωρ κηρύσσων φθονερὴν Ἠριγένειαν ἄγει. ὀρνίθων ἔρροις φθονερώτατος, ὅς με διώκεις οἴκοθεν εἰς πολλοὺς ἠιθέων ὀάρους. | |
5 | γηράσκεις, Τιθωνέ. τί γὰρ σὴν εὐνέτιν Ἠῶ | |
οὕτως ὀρθριδίην ἤλασας ἐκ λεχέων; | 258 in vol. 1 | |
AG.5.4(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Τὸν σιγῶντα, Φιλαινί, συνίστορα τῶν ἀλαλήτων λύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου, ἔξιθι· μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησεν ἔμπνουν· καὶ τυκτὴν κλεῖε, Φιλαινί, θύρην. | |
5 | καὶ σὺ φίλει, Ξανθώ, με· σὺ δ’, ὦ φιλεράστρια κοίτη, ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα. | |
AG.5.5(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ | |
1 | Ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων οὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ, ἧς παρὰ νῦν λεχέεσσι μαραίνομ’ ὁ τῆς ἐπιόρκου παντοπαθῆ κούρης αἴσχεα δερκόμενος, | |
5 | Φλάκκε, σὲ δ’ ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι· ἄμφω δ’ ἀλλήλων ἄνδιχα καιόμεθα. | |
AG.5.6(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ ἐκείνης ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην. ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι ὅρκους μὴ δύνειν οὔατ’ ἐς ἀθανάτων. | |
5 | νῦν δ’ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης | |
νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ’ ἀριθμός. | 260 in vol. 1 | |
AG.5.7(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Λύχνε, σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλεια ἥξειν κοὐχ ἥκει· λύχνε, σὺ δ’, εἰ θεὸς εἶ, τὴν δολίην ἀπάμυνον· ὅταν φίλον ἔνδον ἔχουσα παίζῃ, ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε. | |
AG.5.8(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Νὺξ ἱερὴ καὶ λύχνε, συνίστορας οὔτινας ἄλλους ὅρκοις, ἀλλ’ ὑμέας, εἱλόμεθ’ ἀμφότεροι· χὠ μὲν ἐμὲ στέρξειν, κεῖνον δ’ ἐγὼ οὔποτε λείψειν ὠμόσαμεν· κοινὴν δ’ εἴχετε μαρτυρίην. | |
5 | νῦν δ’ ὁ μὲν ὅρκιά φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι, λύχνε, σὺ δ’ ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων. | |
AG.5.9(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Ῥουφῖνος τῇ ’μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ χαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται. οὐκέτι βαστάζω, μὰ τὰ ς’ ὄμματα, τὴν φιλέρημον καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην· | |
5 | ἀλλ’ αἰεὶ δακρύοισι πεφυρμένος ἢ ’πὶ Κορησσὸν ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος. αὔριον ἀλλὰ πάτρη με δεδέξεται, ἐς δὲ σὸν ὄμμα πτήσομαι, ἐρρῶσθαι μυρία ς’ εὐχόμενος. | |
AG.5.10(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Ἐχθαίρω τὸν Ἔρωτα. τί γὰρ βαρὺς οὐκ ἐπὶ θῆρας ὄρνυται, ἀλλ’ ἐπ’ ἐμὴν ἰοβολεῖ κραδίην; τί πλέον, εἰ θεὸς ἄνδρα καταφλέγει; ἢ τί τὸ σεμνὸν | |
δῃώσας ἀπ’ ἐμῆς ἆθλον ἔχει κεφαλῆς; | 262 in vol. 1 | |
AG.5.11(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἰ τοὺς ἐν πελάγει σῴζεις, Κύπρι, κἀμὲ τὸν ἐν γᾷ ναυαγόν, φιλίη, σῶσον ἀπολλύμενον. | |
AG.5.12(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Λουσάμενοι, Προδίκη, πυκασώμεθα καὶ τὸν ἄκρατον ἕλκωμεν κύλικας μείζονας αἰρόμενοι. βαιὸς ὁ χαιρόντων ἐστὶν βίος· εἶτα τὰ λοιπὰ γῆρας κωλύσει, καὶ τὸ τέλος θάνατος. | |
AG.5.13(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας, ἀλλ’ ἔτι κυανέων σύρμα μένει πλοκάμων, κἀν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν ἕστηκεν, μίτρης γυμνὰ περιδρομάδος, | |
5 | καὶ χρὼς ἀρρυτίδωτος ἔτ’ ἀμβροσίην, ἔτι πειθὼ πᾶσαν, ἔτι στάζει μυριάδας χαρίτων. ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετ’, ἐρασταί, δεῦρ’ ἴτε, τῆς ἐτέων ληθόμενοι δεκάδος. | |
AG.5.14(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Εὐρώπης τὸ φίλημα, καὶ ἢν ἄχρι χείλεος ἔλθῃ, ἡδύ γε, κἂν ψαύσῃ μοῦνον ἄκρου στόματος· ψαύει δ’ οὐκ ἄκροις τοῖς χείλεσιν, ἀλλ’ ἐρίσασα | |
τὸ στόμα τὴν ψυχὴν ἐξ ὀνύχων ἀνάγει. | 264 in vol. 1 | |
AG.5.15(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ποῦ νῦν Πραξιτέλης; ποῦ δ’ αἱ χέρες αἱ Πολυκλείτου, αὐταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι; τίς πλοκάμους Μελίτης εὐώδεας ἢ πυρόεντα ὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται; | |
5 | ποῦ πλάσται, ποῦ δ’ εἰσὶ λιθοξόοι; ἔπρεπε τῇδε μορφῇ νηὸν ἔχειν ὡς μακάρων ξοάνῳ. | |
AG.5.16(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Μήνη χρυσόκερως, δέρκῃ τάδε, καὶ πυριλαμπεῖς ἀστέρες, οὓς κόλποις Ὠκεανὸς δέχεται, ὥς με μόνον προλιποῦσα μυρόπνοος ᾤχετ’ Ἀρίστη, ἑκταίην δ’ εὑρεῖν τὴν μάγον οὐ δύναμαι. | |
5 | ἀλλ’ ἔμπης αὐτὴν ζητήσομεν· ἦ ῥ’ ἐπιπέμψω Κύπριδος ἰχνευτὰς ἀργυρέους σκύλακας. | |
AG.5.17(p1) | ΓΑΙΤΟΥΛΙΚΟΥ | |
1 | Ἀγχιάλου ῥηγμῖνος ἐπίσκοπε, σοὶ τάδε πέμπω ψαιστία καὶ λιτῆς δῶρα θυηπολίης· αὔριον Ἰονίου γὰρ ἐπὶ πλατὺ κῦμα περήσω, σπεύδων ἡμετέρης κόλπον ἐς Εἰδοθέης. | |
5 | οὔριος ἀλλ’ ἐπίλαμψον ἐμῷ καὶ ἔρωτι καὶ ἱστῷ, | |
δεσπότι καὶ θαλάμων, Κύπρι, καὶ ἠιόνων. | 266 in vol. 1 | |
AG.5.18(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Μᾶλλον τῶν σοβαρῶν τὰς δουλίδας ἐκλεγόμεσθα, οἱ μὴ τοῖς σπαταλοῖς κλέμμασι τερπόμενοι. ταῖς μὲν χρὼς ἀπόδωδε μύρου σοβαρόν τε φρύαγμα καὶ μέχρι κινδύνου πεσσομένη σύνοδος· | |
5 | ταῖς δὲ χάρις καὶ χρὼς ἴδιος καὶ λέκτρον ἑτοῖμον, δώροι’ ἐκ σπατάλης οὐκ ἀλεγιζόμενον. μιμοῦμαι Πύρρον τὸν Ἀχιλλέος, ὃς προέκρινεν Ἑρμιόνης ἀλόχου τὴν λάτριν Ἀνδρομάχην. | |
AG.5.19(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκέτι παιδομανὴς ὡς πρίν ποτε, νῦν δὲ καλοῦμαι θηλυμανής, καὶ νῦν δίσκος ἐμοὶ κρόταλον, ἀντὶ δέ μοι παίδων ἀδόλου χροὸς ἤρεσε γύψου χρώματα καὶ φύκους ἄνθος ἐπεισόδιον· | |
5 | βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος καὶ πολιὸν πόντου κῦμα θοὰς ἐλάφους. | |
AG.5.20(p1) | ΟΝΕΣΤΟΥ | |
1 | Οὔτε με παρθενικῆς τέρπει γάμος οὔτε γεραιῆς· τὴν μὲν ἐποικτείρω, τὴν δὲ καταιδέομαι. εἴη μήτ’ ὄμφαξ μήτ’ ἀσταφίς, ἡ δὲ πέπειρος | |
ἐς Κύπριδος θαλάμους ὥρια καλλοσύνη. | 268 in vol. 1 | |
AG.5.21(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Οὐκ ἔλεγον, Προδίκη· „Γηράσκομεν“; οὐ προεφώνουν· „Ἥξουσιν ταχέως αἱ διαλυσίφιλοι“; νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες, καὶ στόμα τὰς προτέρας οὐκέτ’ ἔχον χάριτας. | |
5 | μήτις σοι, μετέωρε, προσέρχεται ἢ κολακεύων λίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα. | |
AG.5.22(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε, Βοῶπι, ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον, αὐτοθελῆ, πάνδουλον, ἑκούσιον, αὐτοκέλευστον, αἰτήσοντα πικρὴν μήποτ’ ἐλευθερίην, | |
5 | ἄχρι φίλης πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲ μήποτ’ ἐφ’ ἡμετέραις ἐλπίσι βασκανίη. | |
AG.5.23(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις· οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν κοιμίζεις, ἐλέου δ’ οὐδ’ ὄναρ ἠντίασας. | |
5 | γείτονες οἰκτείρουσι, σὺ δ’ οὐδ’ ὄναρ· ἡ πολιὴ δὲ αὐτίκ’ ἀναμνήσει ταῦτά σε πάντα κόμη. | |
AG.5.24(p1) | 〈ΜΕΛΕΑΓΡΟΥ〉 | |
1 | Ψυχή μοι προλέγει φεύγειν πόθον Ἡλιοδώρας, δάκρυα καὶ ζήλους τοὺς πρὶν ἐπισταμένη. φησὶ μέν, ἀλλὰ φυγεῖν οὔ μοι σθένος· ἡ γὰρ ἀναιδὴς | |
αὐτὴ καὶ προλέγει καὶ προλέγουσα φιλεῖ. | 270 in vol. 1 | |
AG.5.25(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ὁσσάκι Κυδίλλης ὑποκόλπιος, εἴτε κατ’ ἦμαρ εἴτ’ ἀποτολμήσας ἤλυθον ἑσπέριος, οἶδ’, ὅτι πὰρ κρημνὸν τέμνω πόρον, οἶδ’, ὅτι ῥιπτῶ πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς. | |
5 | ἀλλὰ τί μοι πλέον ἔστ’; ἦ γὰρ θρασὺς ἠδ’, ὅταν ἕλκῃ, πάντοτ’ Ἔρως ἀρχὴν οὐδ’ ὄναρ οἶδε φόβου. | |
AG.5.26(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἴτε σε κυανέῃσιν ἀποστίλβουσαν ἐθείραις, εἴτε πάλιν ξανθαῖς εἶδον, ἄνασσα, κόμαις, ἴση ἀπ’ ἀμφοτέρων λάμπει χάρις. ἦ ῥά γε ταύταις θριξὶ συνοικήσει καὶ πολιῇσιν Ἔρως. | |
AG.5.27(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Ποῦ σοι κεῖνα, Μέλισσα, τὰ χρύσεα καὶ περίοπτα τῆς πολυθρυλήτου κάλλεα φαντασίης; ποῦ δ’ ὀφρύες καὶ γαῦρα φρονήματα καὶ μέγας αὐχὴν καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη; | |
5 | νῦν πενιχρὴ ψαφαρή τε κόμη, παρὰ ποσσὶ τραχεῖα· ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων. | |
AG.5.28(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Νῦν μοι „Χαῖρε“ λέγεις, ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν κεῖνο τὸ τῆς λύγδου, βάσκανε, λειότερον· νῦν μοι προσπαίζεις, ὅτε τὰς τρίχας ἠφάνικάς σου τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας. | |
5 | μηκέτι μοι, μετέωρε, προσέρχεο μηδὲ συνάντα· | |
ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι. | 272 in vol. 1 | |
AG.5.29(p1) | ΚΙΛΛΑΚΤΟΡΟΣ | |
1 | Ἁδὺ τὸ βινεῖν ἐστι. τίς οὐ λέγει; ἀλλ’ ὅταν αἰτῇ χαλκόν, πικρότερον γίνεται ἐλλεβόρου. | |
AG.5.30(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Πάντα καλῶς, τό γε μήν, χρυσῆν ὅτι τὴν Ἀφροδίτην, ἔξοχα καὶ πάντων εἶπεν ὁ Μαιονίδης. ἢν μὲν γὰρ τὸ χάραγμα φέρῃς, φίλος· οὔτε θυρωρὸς ἐν ποσὶν οὔτε κύων· ἐν προθύροις δέδεται. | |
5 | ἢν δ’ ἑτέρως ἔλθῃς, καὶ ὁ Κέρβερος. ὦ πλεονέκται οἱ πλούτου, πενίην ὡς ἀδικεῖτε μόνοι. | |
AG.5.31(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε πρόσθεν· παντοίη δ’ ἡ Κυθέρεια τὰ νῦν· καὶ χρυσοῦν τίει καὶ χάλκεον ἄνδρ’ ἐφίλησεν καὶ τοὺς ἀργυρέους οὔ ποτ’ ἀποστρέφεται. | |
5 | Νέστωρ ἡ Παφίη. δοκέω δ’, ὅτι καὶ Δανάῃ Ζεὺς οὐ χρυσός, χρυσοῦς δ’ ἦλθε φέρων ἑκατόν. | |
AG.5.32(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ποιεῖς πάντα, Μέλισσα, φιλανθέος ἔργα μελίσσης· οἶδα καὶ ἐς κραδίην τοῦτο, γύναι, τίθεμαι· καὶ μέλι μὲν στάζεις ὑπὸ χείλεσιν ἡδὺ φιλεῦσα, | |
ἢν δ’ αἰτῇς, κέντρῳ τύμμα φέρεις ἄδικον. | 274 in vol. 1 | |
AG.5.33(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Ἐς Δανάην ἔρρευσας, Ὀλύμπιε, χρυσός, ἵν’ ἡ παῖς ὡς δώρῳ πεισθῇ, μὴ τρέσῃ ὡς Κρονίδην. | |
AG.5.34(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὁ Ζεὺς τὴν Δανάην χρυσοῦ, κἀγὼ δὲ σὲ χρυσοῦ· πλείονα γὰρ δοῦναι τοῦ Διὸς οὐ δύναμαι. | |
AG.5.35(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Πυγὰς αὐτὸς ἔκρινα τριῶν· εἵλοντο γὰρ αὐταὶ δείξασαι γυμνὴν ἀστεροπὴν μελέων. καί ῥ’ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις λευκῇ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίῃ· | |
5 | τῆς δὲ διαιρομένης φοινίσσετο χιονέη σὰρξ πορφυρέοιο ῥόδου μᾶλλον ἐρυθροτέρη· ἡ δὲ γαληνιόωσα χαράσσετο κύματι κωφῷ, αὐτομάτη τρυφερῷ χρωτὶ σαλευομένη. εἰ ταύτας ὁ κριτὴς ὁ θεῶν ἐθεήσατο πυγάς, | |
10 | οὐκέτ’ ἂν οὐδ’ ἐσιδεῖν ἤθελε τὰς προτέρας. | |
AG.5.36(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤρισαν ἀλλήλαις Ῥοδόπη, Μελίτη, Ῥοδόκλεια, τῶν τρισσῶν τίς ἔχει κρείσσονα μηριόνην, καί με κριτὴν εἵλοντο· καὶ ὡς θεαὶ αἱ περίβλεπτοι | |
ἔστησαν γυμναί, νέκταρι λειβόμεναι. | 276 in vol. 1 | |
5 | καὶ Ῥοδόπης μὲν ἔλαμπε μέσος μηρῶν πολύτιμος οἷα ῥοδὼν πολλῷ σχιζόμενος ζεφύρῳ ... τῆς δὲ Ῥοδοκλείης ὑάλῳ ἴσος ὑγρομέτωπος οἷα καὶ ἐν νηῷ πρωτογλυφὲς ξόανον. | |
11 | ἀλλὰ σαφῶς, ἃ πέπονθε Πάρις διὰ τὴν κρίσιν, εἰδὼς τὰς τρεῖς ἀθανάτας εὐθὺ συνεστεφάνουν. | |
AG.5.37(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μήτ’ ἰσχνὴν λίην περιλάμβανε μήτε παχεῖαν, τούτων δ’ ἀμφοτέρων τὴν μεσότητα θέλε. τῇ μὲν γὰρ λείπει σαρκῶν χύσις, ἡ δὲ περισσὴν κέκτηται· λεῖπον μὴ θέλε μηδὲ πλέον. | |
AG.5.38(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Εὐμεγέθης πείθει με καλὴ γυνή, ἄν τε καὶ ἀκμῆς ἅπτητ’, ἄν τε καὶ ᾖ, Σιμύλε, πρεσβυτέρη. ἡ μὲν γάρ με νέα περιλήψεται· ἢν δὲ παλαιή, γραῖά με καὶ ῥυσή, Σιμύλε, λειχάσεται. | |
AG.5.39(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκ ἀποθνῄσκειν δεῖ με; τί μοι μέλει, ἤν τε ποδαγρὸς ἤν τε δρομεὺς γεγονὼς εἰς Ἀίδην ὑπάγω; πολλοὶ γάρ μ’ ἀροῦσιν· ἔα χωλόν με γενέσθαι. | |
τῶνδ’ ἕνεκεν, Χάρι, σοὺς οὔποτ’ ἐῶ θιάσους. | 278 in vol. 1 | |
AG.5.40(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῆς μητρὸς μὴ ἄκουε, Φιλουμένη· ἢν γὰρ ἀπέλθω καὶ θῶ ἅπαξ ἔξω τὸν πόδα τῆς πόλεως, τῶν καταπαιζόντων μὴ σχῇς λόγον, ἀλλ’ ἐς ἐκείνους ἐμπαίξας’ ἄρξαι πλεῖον ἐμοῦ τι ποεῖν. | |
5 | πάντα λίθον κίνει· σαυτὴν τρέφε καὶ γράφε πρός με, εἰς ποίην ἀκτὴν εὐφρόσυνον γέγονας. εὐτακτεῖν πειρῶ· τὸ δ’ ἐνοίκιον, ἤν τι περισσὸν γίνηται, καὶ ἐμοὶ φρόντισον ἠμάτιον. ἢν ἐν γαστρὶ λάβῃς, τέκε, ναὶ τέκε· μὴ θορυβηθῇς· | |
10 | εὑρήσει, πόθεν ἔστ’, ἐλθὸν ἐς ἡλικίην. | |
AG.5.41(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν; τίς ψυχὴν λιθίνην εἶχε καὶ οὐκ ἔβλεπεν; μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών; γινόμενον· πᾶσαι τοῦτο ποοῦσι, τέκνον. | |
5 | πλὴν ἀπὸ νῦν, ὅταν ἐστὶν ἔσω, κεῖνος δ’ ὅταν ἔξω, τὸ πρόθυρον σφήνου, μὴ πάλι ταὐτὸ πάθῃς. | |
AG.5.42(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν· ἡ μὲν γὰρ βραδέως, ἡ δὲ θέλει ταχέως. | |
AG.5.43(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐκβάλλει γυμνήν τις, ἐπὴν εὕρῃ ποτὲ μοιχόν, | |
ὡς μὴ μοιχεύσας, ὡς ἀπὸ Πυθαγόρου; εἶτα, τέκνον, κλαίουσα καταδρύψεις τὸ πρόσωπον καὶ παραριγώσεις μαινομένου προθύροις; | 280 in vol. 1 | |
5 | ἔκμαξαι, μὴ κλαῖε, τέκνον· χεὐρήσομεν ἄλλον, τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν. | |
AG.5.44(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Λέμβιον, ἡ δ’ ἑτέρα Κερκούριον, αἱ δύ’ ἑταῖραι αἰὲν ἐφορμοῦσιν τῷ Σαμίων λιμένι. ἀλλά, νέοι, πανδημὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης φεύγεθ’· ὁ συμμίξας καὶ καταδὺς πίεται. | |
AG.5.45(p1) | ΚΙΛΛΑΚΤΟΡΟΣ | |
1 | Παρθενικὰ κούρα τὰ ἃ κέρματα πλείονα ποιεῖ, οὐκ ἀπὸ τᾶς τέχνας, ἀλλ’ ἀπὸ τᾶς φύσιος. | |
AG.5.46(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Χαῖρε σύ. —„Καὶ σύ γε χαῖρε.“ —Τί δεῖ σε καλεῖν; —„Σὲ δέ;“ —Μήπω τοῦτο· φιλόσπουδος. —„Μηδὲ σύ.“ —Μή τιν’ ἔχεις; — „Αἰεὶ τὸν φιλέοντα.“ —Θέλεις ἅμα σήμερον ἡμῖν δειπνεῖν; —„Εἰ σὺ θέλεις.“ —Εὖγε· πόσου παρέσῃ; — | |
5 | „Μηδέν μοι προδίδου ...“ —Τοῦτο ξένον. —„ἀλλ’ ὅσον ἄν σοι κοιμηθέντι δοκῇ, τοῦτο δός.“ —Οὐκ ἀδικεῖς. ποῦ γίνῃ; πέμψω ... —„Καταμάνθανε.“ —Πηνίκα δ’ ἥξεις; — | |
„Ἣν σὺ θέλεις ὥρην.“ —Εὐθὺ θέλω. —„Πρόαγε.“ | 282 in vol. 1 | |
AG.5.47(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί, Θάλεια, πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ· νῦν δ’, ὅτε μοι γυμνὴ γλυκεροῖς μελέεσσι πέπλησαι, ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ. | |
5 | θυμὲ τάλας, τί πέπονθας; ἀνέγρεο μηδ’ ἀπόκαμνε, ζητήσεις ταύτην τὴν ὑπερευτυχίην. | |
AG.5.48(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὄμματα μὲν χρύσεια καὶ ὑαλόεσσα παρειὴ καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος, δειρὴ λυγδινέη καὶ στήθεα μαρμαίροντα καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος· | |
5 | εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι, τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι. | |
AG.5.49(p1) | ΤΟΥΔΙΚΙΟΥ ΓΑΛΛΟΥ | |
1 | Ἡ τρισὶ λειτουργοῦσα πρὸς ἓν τάχος ἀνδράσι Λύδη, τῷ μὲν ὑπὲρ νηδύν, τῷ δ’ ὑπό, τῷ δ’ ὄπιθεν, εἰσδέχομαι φιλόπαιδα, γυναικομανῆ, φιλυβριστήν. εἰ σπεύδεις ἐλθὼν σὺν δυσί, μὴ κατέχου. | |
AG.5.50(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Καὶ πενίη καὶ ἔρως δύο μοι κακά· καὶ τὸ μὲν οἴσω | |
κούφως, πῦρ δὲ φέρειν Κύπριδος οὐ δύναμαι. | 284 in vol. 1 | |
AG.5.51(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἠράσθην, ἐφίλουν, ἔτυχον, κατέπραξ’, ἀγαπῶμαι. τίς δὲ καὶ ἧς καὶ πῶς, ἡ θεὸς οἶδε μόνη. | |
AG.5.52(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Ὅρκον κοινὸν Ἔρωτ’ ἀνεθήκαμεν· ὅρκος ὁ πιστὴν Ἀρσινόης θέμενος Σωσιπάτρῳ φιλίην. ἀλλ’ ἡ μὲν ψευδής, κενὰ δ’ ὅρκια· τῷ δ’ ἐφυλάχθη ἵμερος· ἡ δὲ θεῶν οὐ φανερὴ δύναμις. | |
5 | θρήνους, ὦ Ὑμέναιε, παρὰ κληῖσιν ἀκούσαις Ἀρσινόης, παστῷ μεμψάμενος προδότῃ. | |
AG.5.53(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἡ πιθανή μ’ ἔτρωσεν Ἀριστονόη, φίλ’ Ἄδωνι, κοψαμένη τῇ σῇ στήθεα πὰρ καλύβῃ. εἰ δώσει ταύτην καὶ ἐμοὶ χάριν, ἢν ἀποπνεύσω, μὴ προφάσεις, σύμπλουν σύμ με λαβὼν ἀπάγου. | |
AG.5.54(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μήποτε γαστροβαρῆ πρὸς σὸν λέχος ἀντιπρόσωπον παιδογόνῳ κλίνῃς Κύπριδι τερπόμενος. μεσσόθι γὰρ μέγα κῦμα καὶ οὐκ ὀλίγος πόνος ἔσται τῆς μὲν ἐρεσσομένης, σοῦ δὲ σαλευομένου. | |
5 | ἀλλὰ πάλιν στρέψας ῥοδοειδέι τέρπεο πυγῇ, | |
τὴν ἄλοχον νομίσας ἀρσενόπαιδα Κύπριν. | 286 in vol. 1 | |
AG.5.55(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δωρίδα τὴν ῥοδόπυγον ὑπὲρ λεχέων διατείνας ἄνθεσιν ἐν χλοεροῖς ἀθάνατος γέγονα. ἡ γὰρ ὑπερφυέεσσι μέσον διαβᾶσά με ποσσὶν ἤνυεν ἀκλινέως τὸν Κύπριδος δόλιχον, | |
5 | ὄμμασι νωθρὰ βλέπουσα· τὰ δ’, ἠύτε πνεύματι φύλλα, ἀμφισαλευομένης ἔτρεμε πορφύρεα, μέχρις ἀπεσπείσθη λευκὸν μένος ἀμφοτέροισιν, καὶ Δωρὶς παρέτοις ἐξεχύθη μέλεσι. | |
AG.5.56(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐκμαίνει χείλη με ῥοδόχροα, ποικιλόμυθα, ψυχοτακῆ, στόματος νεκταρέου πρόθυρα, καὶ γλῆναι λασίαισιν ὑπ’ ὀφρύσιν ἀστράπτουσαι, σπλάγχνων ἡμετέρων δίκτυα καὶ παγίδες, | |
5 | καὶ μαζοὶ γλαγόεντες, ἐύζυγες, ἱμερόεντες, εὐφυέες, πάσης τερπνότεροι κάλυκος. ἀλλὰ τί μηνύω κυσὶν ὀστέα; μάρτυρές εἰσι τῆς ἀθυροστομίης οἱ Μίδεω κάλαμοι. | |
AG.5.57(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Τὴν πυρὶ νηχομένην ψυχὴν ἂν πολλάκι καίῃς, φεύξετ’, Ἔρως· καὐτή, σχέτλι’, ἔχει πτέρυγας. | |
AG.5.58(p1) | ΑΡΧΙΟΥ | |
1 | Νήπι’ Ἔρως, πορθεῖς με, τὸ κρήγυον· εἴς με κένωσον πᾶν σὺ βέλος, λοιπὴν μηκέτ’ ἀφεὶς γλυφίδα, ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμὲ καί τινα χρῄζων | |
ἄλλον ὀιστεῦσαι μηκέτ’ ἔχοις ἀκίδα. | 288 in vol. 1 | |
AG.5.59(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | „Φεύγειν δεῖ τὸν Ἔρωτα·“ κενὸς πόνος· οὐ γὰρ ἀλύξω πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος. | |
AG.5.60(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Παρθένος ἀργυρόπεζος ἐλούετο, χρύσεα μαζῶν χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη· πυγαὶ δ’ ἀλλήλαις περιηγέες εἱλίσσοντο, ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι· | |
5 | τὸν δ’ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ οὐχ ὅλον Εὐρώταν, ἀλλ’ ὅσον ἠδύνατο. | |
AG.5.61(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν· „Δώδεκά σοι βέβληκα καὶ αὔριον ἄλλα βαλῶ σοι ἢ πλέον ἠὲ πάλιν δώδεκ’ ἐπιστάμενος.“ | |
5 | εἶτα κελευομένη ἦλθεν· γελάσας δὲ πρὸς αὐτήν· „Εἴθε σε καὶ νύκτωρ ἐρχομένην ἐκάλουν.“ | |
AG.5.62(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν, ἀλλ’ ἔτι πολλὰ λείψανα τῆς προτέρης σῴζεται ἡλικίης, καὶ χάριτες μίμνουσιν ἀγήραοι, οὐδὲ τὸ καλὸν τῶν ἱλαρῶν μήλων ἢ ῥόδον ἐξέφυγεν. | |
5 | ὢ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος, | |
[ἡνίκα πρωτοβόλων λάμπεν ἀπὸ βλεφάρων]. | 290 in vol. 1 | |
AG.5.63(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἀντιγόνη, Σικελὴ πάρος ἦσθά μοι· ὡς δ’ ἐγενήθης Αἰτωλή, κἀγὼ Μῆδος ἰδοὺ γέγονα. | |
AG.5.64(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Νεῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου, πάντα τὰ πορφύροντ’ ἐν χθονὶ σεῖε νέφη· ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δέ μ’ ἀφῇς ζῆν, καὶ διαθεὶς τούτων χείρονα, κωμάσομαι. | |
5 | ἕλκει γάρ μ’ ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς, Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων. | |
AG.5.65(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Αἰετὸς ὁ Ζεὺς ἦλθεν ἐπ’ ἀντίθεον Γανυμήδην, κύκνος ἐπὶ ξανθὴν μητέρα τὴν Ἑλένης. οὕτως ἀμφότερ’ ἐστὶν ἀσύγκριτα· τῶν δύο δ’ αὐτῶν ἄλλοις ἄλλο δοκεῖ κρεῖσσον, ἐμοὶ τὰ δύο. | |
AG.5.66(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον, καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων· „Σῶσον“, ἔφην, „ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόν, καὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.“ | |
5 | ταῦτα λέγοντος ἔκλαυσεν· ἀποψήσασα δὲ δάκρυ, | |
ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν. | 292 in vol. 1 | |
AG.5.67(p1) | ΚΑΠΙΤΩΝΟΣ | |
1 | Κάλλος ἄνευ χαρίτων τέρπει μόνον, οὐ κατέχει δέ, ὡς ἄτερ ἀγκίστρου νηχόμενον δέλεαρ. | |
AG.5.68(p1) | ΛΟΥΚΙΛΛΙΟΥ, οἱ δὲ ΠΟΛΕΜΩΝΟΣ ΤΟΥ ΠΟΝΤΙΚΟΥ | |
1 | Ἢ τὸ φιλεῖν περίγραψον, Ἔρως, ὅλον ἢ τὸ φιλεῖσθαι πρόσθες, ἵν’ ἢ λύσῃς τὸν πόθον ἢ κεράσῃς. | |
AG.5.69(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Παλλὰς ἐσαθρήσασα καὶ Ἥρη χρυσοπέδιλος Μαιονίδ’ ἐκ κραδίης ἴαχον ἀμφότεραι· „Οὐκέτι γυμνούμεσθα· κρίσις μία ποιμένος ἀρκεῖ· οὐ καλὸν ἡττᾶσθαι δὶς περὶ καλλοσύνης.“ | |
AG.5.70(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κάλλος ἔχεις Κύπριδος, Πειθοῦς στόμα, σῶμα καὶ ἀκμὴν εἰαρινῶν Ὡρῶν, φθέγμα δὲ Καλλιόπης, νοῦν καὶ σωφροσύνην Θέμιδος καὶ χεῖρας Ἀθήνης· σὺν σοὶ δ’ αἱ Χάριτες τέσσαρές εἰσι, Φίλη. | |
AG.5.71(p1) | ΤΟΥ ΑΥΤΟΥ, οἱ δὲ ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς θυγατέρα, Ζήνων, ἔνδον ἔχεις πόλεμον. ζήτει Λυσίμαχον μοιχὸν φίλον, ὅς ς’ ἐλεήσας | |
ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης. | 294 in vol. 1 | |
AG.5.72(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοῦτο βίος, τοῦτ’ αὐτό· τρυφὴ βίος· ἔρρετ’, ἀνῖαι. ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λυαῖος, ἄρτι χοροὶ στέφανοί τε φιλανθέες, ἄρτι γυναῖκες. σήμερον ἐσθλὰ πάθω, τὸ γὰρ αὔριον οὐδενὶ δῆλον. | |
AG.5.73(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Δαίμονες, οὐκ ᾔδειν, ὅτι λούεται ἡ Κυθέρεια, χερσὶ καταυχενίους λυσαμένη πλοκάμους. ἱλήκοις, δέσποινα, καὶ ὄμμασιν ἡμετέροισι μήποτε μηνίσῃς θεῖον ἰδοῦσι τύπον. | |
5 | νῦν ἔγνων· Ῥοδόκλεια καὶ οὐ Κύπρις. εἶτα τὸ κάλλος τοῦτο πόθεν; σύ, δοκῶ, τὴν θεὸν ἐκδέδυκας. | |
AG.5.74(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πέμπω σοι, Ῥοδόκλεια, τόδε στέφος, ἄνθεσι καλοῖς αὐτὸς ὑφ’ ἡμετέραις πλεξάμενος παλάμαις. ἔστι κρίνον ῥοδέη τε κάλυξ νοτερή τ’ ἀνεμώνη καὶ νάρκισσος ὑγρὸς καὶ κυαναυγὲς ἴον. | |
5 | ταῦτα στεψαμένη, λῆξον μεγάλαυχος ἐοῦσα· ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος. | |
AG.5.75(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γείτονα παρθένον εἶχον Ἀμυμώνην Ἀφροδίτην, ἥ μου τὴν ψυχὴν ἔφλεγεν οὐκ ὀλίγον. αὕτη μοι προσέπαιζε καί, εἴ ποτε καιρός, ἐτόλμων. ἠρυθρία. τί πλέον; τὸν πόνον ᾐσθάνετο. | |
5 | ἤνυσα πολλὰ καμών. παρακήκοα νῦν, ὅτι τίκτει. | |
ὥστε τί ποιοῦμεν; φεύγομεν ἢ μένομεν; | 296 in vol. 1 | |
AG.5.76(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αὕτη πρόσθεν ἔην ἐρατόχροος, εἰαρόμασθος, εὔσφυρος, εὐμήκης, εὔοφρυς, εὐπλόκαμος. ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι, καὶ νῦν τῶν προτέρων οὐδ’ ὄναρ οὐδὲν ἔχει· | |
5 | ἀλλοτρίας δὲ τρίχας καὶ ῥυσῶδες 〈τὸ〉 πρόσωπον, οἷον γηράσας οὐδὲ πίθηκος ἔχει. | |
AG.5.77(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ τοίην χάριν εἶχε γυνὴ μετὰ Κύπριδος εὐνήν, οὐκ ἄν τοι χρονέεσκεν ἀνὴρ ἀλόχῳ συνομιλῶν. πᾶσαι γὰρ μετὰ κύπριν ἀτερπέες εἰσὶ γυναῖκες. | |
AG.5.78(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη. | |
AG.5.79(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῷ μήλῳ βάλλω σε· σὺ δ’ εἰ μὲν ἑκοῦσα φιλεῖς με, δεξαμένη τῆς σῆς παρθενίης μετάδος. εἰ δ’ ἄρ’, ὃ μὴ γίγνοιτο, νοεῖς, τοῦτ’ αὐτὸ λαβοῦσα | |
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος. | 298 in vol. 1 | |
AG.5.80(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλ’ ἐπίνευσον, Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα. | |
AG.5.81(p1) | ΔΙΟΝΥΣΙΟΥ ΣΟΦΙΣΤΟΥ | |
1 | Ἡ τὰ ῥόδα, ῥοδόεσσαν ἔχεις χάριν. ἀλλὰ τί πωλεῖς; σαυτὴν ἢ τὰ ῥόδα ἠὲ συναμφότερα; | |
AG.5.82(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὦ σοβαρὴ βαλάνισσα, τί μ’ οὕτως ἔκπυρα λούεις; πρίν μ’ ἀποδύσασθαι, τοῦ πυρὸς αἰσθάνομαι. | |
AG.5.83(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἴθ’ ἄνεμος γενόμην, σὺ δὲ δὴ στείχουσα παρ’ αὐγὰς στήθεα γυμνώσαις καί με πνέοντα λάβοις. | |
AG.5.84(p1) | ΑΛΛΟ | |
1 | Εἴθε ῥόδον γενόμην ὑποπόρφυρον, ὄφρα με χερσὶν | |
ἀρσαμένη χαρίσῃ στήθεσι χιονέοις. | 300 in vol. 1 | |
AG.5.85(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Φείδῃ παρθενίης. καὶ τί πλέον; οὐ γὰρ ἐς Ἅιδην ἐλθοῦς’ εὑρήσεις τὸν φιλέοντα, κόρη. ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος· ἐν δ’ Ἀχέροντι ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα. | |
AG.5.86(p1) | ΚΛΑΥΔΙΑΝΟΥ | |
1 | Ἵλαθί μοι, φίλε Φοῖβε· σὺ γὰρ θοὰ τόξα τιταίνων ἐβλήθης ὑπ’ Ἔρωτος ὑπωκυτέροισιν ὀιστοῖς. | |
AG.5.87(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς, ἀλλὰ τὸ σῶμα κέκραγεν ὡς βελέων δεξάμενον φαρέτρην, καὶ φάσις ἀστατέουσα καὶ ἄστατος ἄσθματος ὁρμὴ καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες. | |
5 | ἀλλά, Πόθοι, πρὸς μητρὸς ἐυστεφάνου Κυθερείης, φλέξατε τὴν ἀπιθῆ, μέχρις ἐρεῖ· „Φλέγομαι.“ | |
AG.5.88(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ δυσὶν οὐκ ἴσχυσας ἴσην φλόγα, πυρφόρε, καῦσαι, | |
τὴν ἑνὶ καιομένην ἢ σβέσον ἢ μετάθες. | 302 in vol. 1 | |
AG.5.89(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Οὐκ ἔσθ’ οὗτος ἔρως, εἴ τις καλὸν εἶδος ἔχουσαν βούλετ’ ἔχειν, φρονίμοις ὄμμασι πειθόμενος· ἀλλ’ ὅστις κακόμορφον ἰδών, πεφορημένος ἰοῖς, στέργει, μαινομένης ἐκ φρενὸς αἰθόμενος, | |
5 | οὗτος ἔρως, πῦρ τοῦτο. τὰ γὰρ καλὰ πάντας ὁμοίως τέρπει τοὺς κρίνειν εἶδος ἐπισταμένους. | |
AG.5.90(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Πέμπω σοι μύρον ἡδύ, μύρῳ τὸ μύρον θεραπεύων, ὡς Βρομίῳ σπένδων νᾶμα τὸ τοῦ Βρομίου. | |
AG.5.91(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Πέμπω σοι μύρον ἡδύ, μύρῳ παρέχων χάριν, οὐ σοί. αὐτὴ γὰρ μυρίσαι καὶ τὸ μύρον δύνασαι. | |
AG.5.92(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Ὑψοῦται Ῥοδόπη τῷ κάλλεϊ· κἤν ποτε „Χαῖρε“ εἴπω, ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο· ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι, ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσι. | |
5 | ὦ ῥυτίδες καὶ γῆρας ἀνηλεές, ἔλθετε θᾶσσον· | |
σπεύσατε, κἂν ὑμεῖς πείσατε τὴν Ῥοδόπην. | 304 in vol. 1 | |
AG.5.93(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὥπλισμαι πρὸς Ἔρωτα περὶ στέρνοισι λογισμόν, οὐδέ με νικήσει, μοῦνος ἐὼν πρὸς ἕνα, θνατὸς δ’ ἀθανάτῳ συστήσομαι. ἢν δὲ βοηθὸν Βάκχον ἔχῃ, τί μόνος πρὸς δύ’ ἐγὼ δύναμαι; | |
AG.5.94(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὄμματ’ ἔχεις Ἥρης, Μελίτη, τὰς χεῖρας Ἀθήνης, τοὺς μαζοὺς Παφίης, τὰ σφυρὰ τῆς Θέτιδος. εὐδαίμων ὁ βλέπων σε, τρισόλβιος ὅστις ἀκούει, ἡμίθεος δ’ ὁ φιλῶν, ἀθάνατος δ’ ὁ γαμῶν. | |
AG.5.95(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τέσσαρες αἱ Χάριτες, Παφίαι δύο καὶ δέκα Μοῦσαι· Δερκυλὶς ἐν πάσαις· Μοῦσα, Χάρις, Παφίη. | |
AG.5.96(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἰξὸν ἔχεις τὸ φίλημα, τὰ δ’ ὄμματα, Τιμάριον, πῦρ· ἢν ἐσίδῃς, καίεις· ἢν δὲ θίγῃς, δέδεκας. | |
AG.5.97(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Εἰ μὲν ἐπ’ ἀμφοτέροισιν, Ἔρως, ἴσα τόξα τιταίνεις, | |
εἶ θεός· εἰ δὲ ῥέπεις πρὸς μέρος, οὐ θεὸς εἶ. | 306 in vol. 1 | |
AG.5.98(p1) | ΑΔΗΛΟΝ, οἱ δὲ ΑΡΧΙΟΥ | |
1 | Ὠμίζευ, Κύπρι, τόξα καὶ εἰς σκοπὸν ἥσυχος ἐλθὲ ἄλλον· ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον. | |
AG.5.99(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἤθελον, ὦ κιθαρῳδέ, παραστάς, ὡς κιθαρίζεις, τὴν ὑπάτην κροῦσαι τήν τε μέσην χαλάσαι. | |
AG.5.100(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἴ μοί τις μέμψαιτο δαείς, ὅτι λάτρις Ἔρωτος φοιτῶ θηρευτὴν ὄμμασιν ἰξὸν ἔχων, εἰδείη καὶ Ζῆνα καὶ Ἄϊδα τόν τε θαλάσσης σκηπτοῦχον μαλερῶν δοῦλον ἐόντα Πόθων. | |
5 | εἰ δὲ θεοὶ τοιοίδε, θεοῖς δ’ ἐνέπουσιν ἕπεσθαι ἀνθρώπους, τί θεῶν ἔργα μαθὼν ἀδικῶ; | |
AG.5.101(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Χαῖρε, κόρη. —„Καὶ δὴ σύ.“ —Τίς ἡ προϊοῦσα; —„Τί πρὸς σέ;“ — Οὐκ ἀλόγως ζητῶ. —„Δεσπότις ἡμετέρη.“ — Ἐλπίζειν ἔστιν; —„Ζητεῖς δὲ τί;“ —Νύκτα. —„Φέρεις τι;“ — | |
Χρυσίον. —„Εὐθύμει.“ —Καὶ τόσον. —„Οὐ δύνασαι.“ | 308 in vol. 1 | |
AG.5.102(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Τὴν ἰσχνὴν Διόκλειαν ἀσαρκοτέρην Ἀφροδίτην, ὄψεαι, ἀλλὰ καλοῖς ἤθεσι τερπομένην. οὐ πολύ μοι τὸ μεταξὺ γενήσεται, ἀλλ’ ἐπὶ λεπτὰ στέρνα πεσὼν ψυχῆς κείσομαι ἐγγυτάτω. | |
AG.5.103(p1) | ΡΟΥΦΙΝΟΥ | |
1 | Μέχρι τίνος, Προδίκη, παρακλαύσομαι; ἄχρι τίνος σε γουνάσομαι, στερεή, μηδὲν ἀκουόμενος; ἤδη καὶ λευκαί σοι ἐπισκιρτῶσιν ἔθειραι, καὶ τάχα μοι δώσεις ὡς Ἑκάβη Πριάμῳ. | |
AG.5.104(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Αἶρε τὰ δίκτυα ταῦτα, κακόσχολε, μηδ’ ἐπίτηδες ἰσχίον ἐρχομένη σύστρεφε, Λυσιδίκη. οὔ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος, πάντα δέ σου βλέπεται γυμνὰ καὶ οὐ βλέπεται. | |
5 | εἰ τόδε σοι χαρίεν καταφαίνεται, αὐτὸς ὁμοίως ὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω. | |
AG.5.105(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄλλος ὁ Μηνοφίλας λέγεται παρὰ μαχλάσι κόσμος, ἄλλος, ἐπεὶ πάσης γεύεται ἀκρασίης. ἀλλ’ ἴτε, Χαλδαῖοι, κείνης πέλας· ἦ γὰρ ὁ ταύτης | |
οὐρανὸς ἐντὸς ἔχει καὶ κύνα καὶ διδύμους. | 310 in vol. 1 | |
AG.5.106(p1) | ΔΙΟΤΙΜΟΥ ΜΙΛΗΣΙΟΥ | |
1 | Γραῖα, φίλη θρέπτειρα, τί μου προσιόντος ὑλακτεῖς καὶ χαλεπὰς βάλλεις δὶς τόσον εἰς ὀδύνας; παρθενικὴν γὰρ ἄγεις περικαλλέα, τῆς ἐπιβαίνων ἴχνεσι, τὴν ἰδικὴν οἶμον ἴδ’ ὡς φέρομαι, | |
5 | εἶδος ἐσαυγάζων μοῦνον γλυκύ. τίς φθόνος ὄσσων, δύσμορε; καὶ μορφὰς ἀθανάτων βλέπομεν. | |
AG.5.107(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | „Γινώσκω, χαρίεσσα, φιλεῖν πάνυ τὸν φιλέοντα, καὶ πάλι γινώσκω τόν με δακόντα δακεῖν· μὴ λύπει με λίην στέργοντά σε μηδ’ ἐρεθίζειν τὰς βαρυοργήτους σοι θέλε Πιερίδας.“ | |
5 | τοῦτ’ ἐβόων αἰεὶ καὶ προὔλεγον· ἀλλ’ ἴσα πόντῳ Ἰονίῳ μύθων ἔκλυες ἡμετέρων. τοιγὰρ νῦν σὺ μὲν ὧδε μέγα κλαίουσα βαΰζοις· ἡμεῖς δ’ ἐν κόλποις ἥμεθα Ναϊάδος. | |
AG.5.108(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Δειλαίη, τί σε πρῶτον ἔπος, τί δὲ δεύτατον εἴπω; δειλαίη· τοῦτ’ ἐν παντὶ κακῷ ἔτυμον. οἴχεαι, ὦ χαρίεσσα γύναι, καὶ ἐς εἴδεος ὥρην ἄκρα καὶ εἰς ψυχῆς ἦθος ἐνεγκαμένη. | |
5 | Πρώτη σοι ὄνομ’ ἔσκεν ἐτήτυμον· ἦν γὰρ ἅπαντα | |
δεύτερ’ ἀμιμήτων τῶν ἐπὶ σοὶ χαρίτων. | 312 in vol. 1 | |
AG.5.109(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Δραχμῆς Εὐρώπην τὴν Ἀτθίδα μήτε φοβηθεὶς μηδένα μήτ’ ἄλλως ἀντιλέγουσαν ἔχε, καὶ στρωμνὴν παρέχουσαν ἀμεμφέα, χὠπότε χειμών, ἄνθρακας. ἦ ῥα μάτην, Ζεῦ φίλε, βοῦς ἐγένου. | |
AG.5.110(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἔγχει Λυσιδίκης κυάθους δέκα, τῆς δὲ ποθεινῆς Εὐφράντης ἕνα μοι, λάτρι, δίδου κύαθον. φήσεις Λυσιδίκην με φιλεῖν πλέον· οὐ μὰ τὸν ἡδὺν Βάκχον, ὃν ἐν ταύτῃ λαβροποτῶ κύλικι, | |
5 | ἀλλά μοι Εὐφράντη μία πρὸς δέκα· καὶ γὰρ ἀπείρους ἀστέρας ἓν μήνης φέγγος ὑπερτίθεται. | |
AG.5.111(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Εἶπον ἐγὼ καὶ πρόσθεν, ὅτ’ ἦν ἔτι φίλτρα Τερείνης νήπια· „Συμφλέξει πάντας ἀεξομένη.“ οἱ δ’ ἐγέλων τὸν μάντιν. ἴδ’, ὁ χρόνος, ὅν ποτ’ ἐφώνουν, οὗτος· ἐγὼ δὲ πάλαι τραύματος ᾐσθανόμην. | |
5 | καὶ τί πάθω; λεύσσειν μέν, ὅλαι φλόγες· ἢν δ’ ἀπονεύσω, φροντίδες· ἢν δ’ αἰτῶ, παρθένος. οἰχόμεθα. | |
AG.5.112(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ἠράσθην· τίς δ’ οὐχί; κεκώμακα· τίς δ’ ἀμύητος κώμων; ἀλλ’ ἐμάνην· ἐκ τίνος; οὐχὶ θεοῦ; ἐρρίφθω· πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνης | |
θρὶξ ἤδη, συνετῆς ἄγγελος ἡλικίης. | 314 in vol. 1 | |
5 | καὶ παίζειν ὅτε καιρός, ἐπαίξαμεν· ἡνίκα καιρὸς οὐκέτι, λωιτέρης φροντίδος ἁψόμεθα. | |
AG.5.113(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἠράσθης πλουτῶν, Σωσίκρατες, ἀλλὰ πένης ὢν οὐκέτ’ ἐρᾷς· λιμὸς φάρμακον οἷον ἔχει. ἡ δὲ πάρος σε καλεῦσα μύρον καὶ τερπνὸν Ἄδωνιν Μηνοφίλα νῦν σου τοὔνομα πυνθάνεται· | |
5 | „Τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις;“ ἦ μόλις ἔγνως τοῦτ’ ἔπος, ὡς οὐδεὶς οὐδὲν ἔχοντι φίλος. | |
AG.5.114(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Ἡ χαλεπὴ κατὰ πάντα Φιλίστιον, ἡ τὸν ἐραστὴν μηδέποτ’ ἀργυρίου χωρὶς ἀνασχομένη, φαίνετ’ ἀνεκτοτέρη νῦν ἢ πάρος. οὐ μέγα θαῦμα φαίνεσθ’· ἠλλάχθαι τὴν φύσιν οὐ δοκέω. | |
5 | καὶ γὰρ πρηϋτέρη ποτὲ γίνεται ἀσπὶς ἀναιδής, δάκνει δ’ οὐκ ἄλλως ἢ θανατηφορίην. | |
AG.5.115(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ἠράσθην Δημοῦς Παφίης γένος· οὐ μέγα θαῦμα· καὶ Σαμίης Δημοῦς δεύτερον· οὐχὶ μέγα· καὶ πάλιν Ὑσιακῆς Δημοῦς τρίτον· οὐκέτι ταῦτα παίγνια· καὶ Δημοῦς τέτρατον Ἀργολίδος. | |
5 | αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον, | |
ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχοι με πόθος. | 316 in vol. 1 | |
AG.5.116(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Θῆλυς ἔρως κάλλιστος ἐνὶ θνητοῖσι τέτυκται, ὅσσοις ἐς φιλίην σεμνὸς ἔνεστι νόος. εἰ δὲ καὶ ἀρσενικὸν στέργεις πόθον, οἶδα διδάξαι φάρμακον, ᾧ παύσεις τὴν δυσέρωτα νόσον. | |
5 | στρέψας Μηνοφίλαν εὐίσχιον ἐν φρεσὶν ἔλπου αὐτὸν ἔχειν κόλποις ἄρσενα Μηνόφιλον. | |
AG.5.117(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Θερμαίνει μ’ ὁ καλὸς Κορνήλιος· ἀλλὰ φοβοῦμαι τοῦτο τὸ φῶς, ἤδη πῦρ μέγα γινόμενον. | |
AG.5.118(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἰσιὰς ἡδύπνευστε, καὶ εἰ δεκάκις μύρον ὄσδεις, ἔγρεο καὶ δέξαι χερσὶ φίλαις στέφανον, ὃν νῦν μὲν θάλλοντα, μαραινόμενον δὲ πρὸς ἠῶ ὄψεαι, ὑμετέρης σύμβολον ἡλικίης. | |
AG.5.119(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Κἢν ῥίψῃς ἐπὶ λαιὰ καὶ ἢν ἐπὶ δεξιὰ ῥίψῃς, Κριναγόρη, κενεοῦ σαυτὸν ὕπερθε λέχους, εἰ μή σοι χαρίεσσα παρακλίνοιτο Γέμελλα, | |
γνώσῃ κοιμηθεὶς οὐχ ὕπνον, ἀλλὰ κόπον. | 318 in vol. 1 | |
AG.5.120(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Καὶ νυκτὸς μεσάτης τὸν ἐμὸν κλέψασα σύνευνον ἦλθον καὶ πυκινῇ τεγγομένη ψακάδι. τοὔνεκ’ ἐν ἀπρήκτοισι καθήμεθα κοὐχὶ λαλεῦντες εὕδομεν, ὡς εὕδειν τοῖς φιλέουσι θέμις; | |
AG.5.121(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μικκὴ καὶ μελανεῦσα Φιλαίνιον, ἀλλὰ σελίνων οὐλοτέρη καὶ μνοῦ χρῶτα τερεινοτέρη καὶ κεστοῦ φωνεῦσα μαγώτερα καὶ παρέχουσα πάντα καὶ αἰτῆσαι πολλάκι φειδομένη. | |
5 | τοιαύτην στέργοιμι Φιλαίνιον, ἄχρις ἂν εὕρω ἄλλην, ὦ χρυσέη Κύπρι, τελειοτέρην. | |
AG.5.122(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Μὴ σύ γε, μηδ’ εἴ τοι πολὺ φέρτερος εἴδεται ὄσσων ἀμφοτέρων Κλεῖνος, κοῦρε, Μεγιστοκλέους, κἢν στίλβῃ Χαρίτεσσι λελουμένος, ἀμφιδονοίης τὸν καλόν· οὐ γὰρ ὁ παῖς ἤπιος οὐδ’ ἄκακος, | |
5 | ἀλλὰ μέλων πολλοῖσι καὶ οὐκ ἀδίδακτος ἐρώτων. τὴν φλόγα ῥιπίζειν δείδιθι, δαιμόνιε. | |
AG.5.123(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Νυκτερινή, δίκερως, φιλοπάννυχε, φαῖνε, Σελήνη, φαῖνε δι’ εὐτρήτων βαλλομένη θυρίδων· αὔγαζε χρυσέην Καλλίστιον· ἐς τὰ φιλεύντων ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ. | |
5 | ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα, Σελήνη· | |
καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων. | 320 in vol. 1 | |
AG.5.124(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὔπω σοι καλύκων γυμνὸν θέρος, οὐδὲ μελαίνει βότρυς ὁ παρθενίους πρωτοβολῶν χάριτας. ἀλλ’ ἤδη θοὰ τόξα νέοι θήγουσιν Ἔρωτες, Λυσιδίκη, καὶ πῦρ τύφεται ἐγκρύφιον. | |
5 | φεύγωμεν, δυσέρωτες, ἕως βέλος οὐκ ἐπὶ νευρῇ· μάντις ἐγὼ μεγάλης αὐτίκα πυρκαϊῆς. | |
AG.5.125(p1) | ΒΑΣΣΟΥ | |
1 | Οὐ μέλλω ῥεύσειν χρυσός ποτε· βοῦς δὲ γένοιτο ἄλλος χὠ μελίθρους κύκνος ἐπῃόνιος. Ζηνὶ φυλασσέσθω τάδε παίγνια· τῇ δὲ Κορίννῃ τοὺς ὀβολοὺς δώσω τοὺς δύο κοὐ πέτομαι. | |
AG.5.126(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα, καὶ βινεῖ φρίσσων καί, μὰ τόν, οὐδὲ καλήν· πέντε δ’ ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ, καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς. | |
5 | πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω, ἢ τό γε λοιπὸν τοὺς κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν. | |
AG.5.127(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Παρθένον Ἀλκίππην ἐφίλουν μέγα, καί ποτε πείσας αὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ. ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο, μή τις ἐπέλθῃ, μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσότερον. | |
5 | μητέρα δ’ οὐκ ἔλαθεν κείνης λάλον· ἀλλ’ ἐσιδοῦσα | |
ἐξαπίνης· „Ἑρμῆς κοινός,“ ἔφη, „θύγατερ.“ | 322 in vol. 1 | |
AG.5.128(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Στέρνα περὶ στέρνοις, μαστῷ δ’ ἔπι μαστὸν ἐρείσας χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας Ἀντιγόνης καὶ χρῶτα λαβὼν πρὸς χρῶτα, τὰ λοιπὰ σιγῶ, μάρτυς ἐφ’ οἷς λύχνος ἐπεγράφετο. | |
AG.5.129(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοις σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων, αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται οὐδ’ ὅτι βάλλει τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας, | |
5 | ἀλλ’ ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι οἶδε καὶ οὐ φεύγει γηραλέας ῥυτίδας. γλωττίζει, κνίζει, περιλαμβάνει· ἢν δ’ ἐπιρίψῃ τὸ σκέλος, ἐξ ᾅδου τὴν κορύνην ἀνάγει. | |
AG.5.130(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Τί στυγνή; τί δὲ ταῦτα κόμης εἰκαῖα, Φιλαινί, σκύλματα καὶ νοτερῶν σύγχυσις ὀμματίων; μὴ τὸν ἐραστὴν εἶδες ἔχονθ’ ὑποκόλπιον ἄλλην; εἶπον ἐμοί· λύπης φάρμακ’ ἐπιστάμεθα. | |
5 | δακρύεις; οὐ φὴς δέ; μάτην ἀρνεῖσθ’ ἐπιβάλλῃ· ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι. | |
AG.5.131(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ψαλμὸς καὶ λαλιὴ καὶ κωτίλον ὄμμα καὶ ᾠδὴ Ξανθίππης καὶ πῦρ ἄρτι καταρχόμενον, ὦ ψυχή, φλέξει σε· τὸ δ’ ἐκ τίνος ἢ πότε καὶ πῶς | |
οὐκ οἶδα· γνώσῃ, δύσμορε, τυφομένη. | 324 in vol. 1 | |
AG.5.132(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὢ ποδός, ὢ κνήμης, ὢ τῶν (ἀπόλωλα δικαίως) μηρῶν, ὢ γλουτῶν, ὢ κτενός, ὢ λαγόνων, ὤμοιν, ὢ μαστῶν, ὢ τοῦ ῥαδινοῖο τραχήλου, ὢ χειρῶν, ὢ τῶν (μαίνομαι) ὀμματίων, | |
5 | ὢ κατατεχνοτάτου κινήματος, ὢ περιάλλων γλωττισμῶν, ὢ τῶν (θῦ’ ἐμὲ) φωναρίων. εἰ δ’ Ὀπικὴ καὶ Φλῶρα καὶ οὐκ ᾄδουσα τὰ Σαπφοῦς, καὶ Περσεὺς Ἰνδῆς ἠράσατ’ Ἀνδρομέδης. | |
AG.5.133(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Ὤμος’ ἐγὼ δύο νύκτας ἀφ’ Ἡδυλίου, Κυθέρεια, σὸν κράτος ἡσυχάσειν. ὡς δοκέω δ’, ἐγέλας, τοὐμὸν ἐπισταμένη τάλανος κακόν· οὐ γὰρ ὑποίσω τὴν ἑτέρην, ὅρκους δ’ εἰς ἀνέμους τίθεμαι. | |
5 | αἱροῦμαι δ’ ἀσεβεῖν κείνης χάριν ἢ τὰ σὰ τηρῶν ὅρκι’ ἀποθνῄσκειν, πότνι’, ὑπ’ εὐσεβίης. | |
AG.5.134(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Κεκροπί, ῥαῖνε, λάγυνε, πολύδροσον ἰκμάδα Βάκχου, ῥαῖνε, δροσιζέσθω συμβολικὴ πρόποσις. σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος ἅ τε Κλεάνθους | |
μοῦσα· μέλοι δ’ ἡμῖν ὁ γλυκύπικρος Ἔρως. | 326 in vol. 1 | |
AG.5.135(p1) | ΑΔΗΛΟΝ | |
1 | Στρογγύλη, εὐτόρνευτε, μονούατε, μακροτράχηλε, ὑψαύχην στεινῷ φθεγγομένη στόματι, Βάκχου καὶ Μουσέων ἱλαρὴ λάτρι καὶ Κυθερείης, ἡδύγελως, τερπνὴ συμβολικῶν ταμίη, | |
5 | τίφθ’, ὁπόταν νήφω, μεθύεις σύ μοι, ἢν δὲ μεθυσθῶ, ἐκνήφεις; ἀδικεῖς συμποτικὴν φιλίην. | |
AG.5.136(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἔγχει καὶ πάλιν εἰπέ, πάλιν, πάλιν „Ἡλιοδώρασ“· εἰπέ, σὺ δ’ ἀκρήτῳ τὸ γλυκὺ μίσγ’ ὄνομα· καί μοι τὸν βρεχθέντα μύροις, καὶ χθιζὸν ἐόντα, μναμόσυνον κείνας ἀμφιτίθει στέφανον. | |
5 | δακρύει φιλέραστον, ἰδού, ῥόδον, οὕνεκα κείναν ἄλλοθι κοὐ κόλποις ἁμετέροις ἐσορᾷ. | |
AG.5.137(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἔγχει τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας καὶ πάλι τᾶς αὐτᾶς ἁδυλόγου Χάριτος. αὐτὰ γὰρ μί’ ἐμοὶ γράφεται θεός, ἇς τὸ ποθεινὸν οὔνομ’ ἐν ἀκρήτῳ συγκεράσας πίομαι. | |
AG.5.138(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Ἵππον Ἀθήνιον ᾖσεν ἐμοὶ κακόν· ἐν πυρὶ πᾶσα Ἴλιος ἦν, κἀγὼ κείνῃ ἅμ’ ἐφλεγόμαν, οὐ δείσας Δαναῶν δεκέτη πόνον· ἐν δ’ ἑνὶ φέγγει | |
τῷ τότε καὶ Τρῶες κἀγὼ ἀπωλόμεθα. | 328 in vol. 1 | |
AG.5.139(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις, Ζηνοφίλα, ναὶ Πᾶν’, ἁδὺ κρέκεις τι μέλος. ποῖ σε φύγω; πάντῃ με περιστείχουσιν Ἔρωτες, οὐδ’ ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον. | |
5 | ἢ γάρ μοι μορφὰ βάλλει πόθον ἢ πάλι μοῦσα ἢ χάρις ἢ—τί λέγω; πάντα· πυρὶ φλέγομαι. | |
AG.5.140(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἡδυμελεῖς Μοῦσαι σὺν πηκτίδι καὶ Λόγος ἔμφρων σὺν Πειθοῖ καὶ Ἔρως Κάλλος ὑφηνιοχῶν, Ζηνοφίλα, σοὶ σκῆπτρα Πόθων ἀπένειμαν, ἐπεί σοι αἱ τρισσαὶ Χάριτες τρεῖς ἔδοσαν χάριτας. | |
AG.5.141(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ναὶ τὸν Ἔρωτα, θέλω τὸ παρ’ οὔασιν Ἡλιοδώρας φθέγμα κλύειν ἢ τᾶς Λατοΐδεω κιθάρας. | |
AG.5.142(p1) | ΑΔΗΛΟΝ | |
1 | Τίς, ῥόδον ὁ στέφανος Διονυσίου ἢ ῥόδον αὐτὸς τοῦ στεφάνου; δοκέω, λείπεται ὁ στέφανος. | |
AG.5.143(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ὁ στέφανος περὶ κρατὶ μαραίνεται Ἡλιοδώρας· | |
αὐτὴ δ’ ἐκλάμπει τοῦ στεφάνου στέφανος. | 330 in vol. 1 | |
AG.5.144(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤδη λευκόιον θάλλει, θάλλει δὲ φίλομβρος νάρκισσος, θάλλει δ’ οὐρεσίφοιτα κρίνα. ἤδη δ’ ἁ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος, Ζηνοφίλα Πειθοῦς ἁδὺ τέθηλε ῥόδον. | |
5 | λειμῶνες, τί μάταια κόμαις ἔπι φαιδρὰ γελᾶτε; ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων. | |
AG.5.145(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Αὐτοῦ μοι, στέφανοι, παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ μίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι, οὓς δακρύοις κατέβρεξα· κάτομβρα γὰρ ὄμματ’ ἐρώντων. ἀλλ’ ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης, | |
5 | στάξαθ’ ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν ἄμεινον ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα. | |
AG.5.146(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ. εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα, ἇς ἄτερ οὐδ’ αὐταὶ ταὶ Χάριτες Χάριτες. | |
AG.5.147(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Πλέξω λευκόιον, πλέξω δ’ ἁπαλὴν ἅμα μύρτοις νάρκισσον, πλέξω καὶ τὰ γελῶντα κρίνα, πλέξω καὶ κρόκον ἡδύν· ἐπιπλέξω δ’ ὑάκινθον πορφυρέην, πλέξω καὶ φιλέραστα ῥόδα, | |
5 | ὡς ἂν ἐπὶ κροτάφοις μυροβοστρύχου Ἡλιοδώρας | |
εὐπλόκαμον χαίτην ἀνθοβολῇ στέφανος. | 332 in vol. 1 | |
AG.5.148(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Φαμί ποτ’ ἐν μύθοις τὰν εὔλαλον Ἡλιοδώραν νικάσειν αὐτὰς τὰς Χάριτας χάρισιν. | |
AG.5.149(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τίς μοι Ζηνοφίλαν λαλιὰν παρέδειξεν ἑταίραν; τίς μίαν ἐκ τρισσῶν ἤγαγέ μοι Χάριτα; ἆρ’ ἐτύμως ἁνὴρ κεχαρισμένον ἄνυσεν ἔργον δῶρα διδοὺς καὐτὰν τὰν Χάριν ἐν χάριτι. | |
AG.5.150(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ὡμολόγης’ ἥξειν εἰς νύκτα μοι ἡ ’πιβόητος Νικὼ καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον· κοὐχ ἥκει· φυλακὴ δὲ παροίχεται. ἆρ’ ἐπιορκεῖν ἤθελε; τὸν λύχνον, παῖδες, ἀποσβέσατε. | |
AG.5.151(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ὀξυβόαι κώνωπες, ἀναιδέες αἵματος ἀνδρῶν σίφωνες, νυκτὸς κνώδαλα διπτέρυγα, βαιὸν Ζηνοφίλαν, λίτομαι, πάρεθ’ ἥσυχον ὕπνῳ εὕδειν, τἀμὰ δ’, ἰδού, σαρκοφαγεῖτε μέλη. | |
5 | καίτοι πρὸς τί μάτην αὐδῶ; καὶ θῆρες ἄτεγκτοι τέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι. ἀλλ’ ἔτι νῦν προλέγω, κακὰ θρέμματα, λήγετε τόλμης, | |
ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν. | 334 in vol. 1 | |
AG.5.152(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πταίης μοι, κώνωψ, ταχὺς ἄγγελος, οὔασι δ’ ἄκροις Ζηνοφίλας ψαύσας προσψιθύριζε τάδε· „Ἄγρυπνος μίμνει σε· σὺ δ’, ὦ λήθαργε φιλούντων, εὕδεις.“ εἶα, πέτευ· ναί, φιλόμουσε, πέτευ· | |
5 | ἥσυχα δὲ φθέγξαι, μὴ καὶ σύγκοιτον ἐγείρας κινήσῃς ἐπ’ ἐμοὶ ζηλοτύπους ὀδύνας. ἢν δ’ ἀγάγῃς τὴν παῖδα, δορᾷ στέψω σε λέοντος, κώνωψ, καὶ δώσω χειρὶ φέρειν ῥόπαλον. | |
AG.5.153(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Νικαρέτης τὸ πόθοισι βεβλημένον ἡδὺ πρόσωπον, πυκνὰ δι’ ὑψιλόφων φαινόμενον θυρίδων, αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροισι μάραναν, Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί. | |
AG.5.154(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ναὶ τὰν νηξαμέναν χαροποῖς ἐνὶ κύμασι Κύπριν, ἔστι καὶ ἐκ μορφᾶς ἁ Τρυφέρα τρυφερά. | |
AG.5.155(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐντὸς ἐμῆς κραδίης τὴν εὔλαλον Ἡλιοδώραν | |
ψυχὴν τῆς ψυχῆς ἔπλασεν αὐτὸς Ἔρως. | 336 in vol. 1 | |
AG.5.156(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνης ὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν. | |
AG.5.157(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τρηχὺς ὄνυξ ὑπ’ Ἔρωτος ἀνέτραφες Ἡλιοδώρας· ταύτης γὰρ δύνει κνίσμα καὶ ἐς κραδίην. | |
AG.5.158(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ἑρμιόνῃ πιθανῇ ποτ’ ἐγὼ συνέπαιζον ἐχούσῃ ζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη, χρύσεα γράμματ’ ἔχον· „Διόλου,“ δ’ ἐγέγραπτο, „φίλει με καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μ’ ἕτερος.“ | |
AG.5.159(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἵ ποτ’ ἐρασταί, σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν. ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν, καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες. | |
AG.5.160(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Δημὼ λευκοπάρειε, σὲ μέν τις ἔχων ὑπόχρωτα τέρπεται, ἁ δ’ ἐν ἐμοὶ νῦν στενάχει κραδία. εἰ δέ σε σαββατικὸς κατέχει πόθος, οὐ μέγα θαῦμα· | |
ἔστι καὶ ἐν ψυχροῖς σάββασι θερμὸς ἔρως. | 338 in vol. 1 | |
AG.5.161(p1) | ΗΔΥΛΟΥ [οἱ δὲ ΑΣΚΛΗΠΙΑΔΟΥ] | |
1 | Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους, Γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι, Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕν’ ἑκάστη, γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον. | |
5 | ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι. | |
AG.5.162(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ἡ λαμυρή μ’ ἔτρωσε Φιλαίνιον· εἰ δὲ τὸ τραῦμα μὴ σαφές, ἀλλ’ ὁ πόνος δύεται εἰς ὄνυχα. οἴχομ’, Ἔρωτες, ὄλωλα, διοίχομαι· εἰς γὰρ ἑταίραν νυστάζων ἐπέβην ἠδ’ ἔθιγον γ’ Ἀίδα. | |
AG.5.163(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἀνθοδίαιτε μέλισσα, τί μοι χροὸς Ἡλιοδώρας ψαύεις, ἐκπρολιποῦς’ εἰαρινὰς κάλυκας; ἦ σύ γε μηνύεις, ὅτι καὶ γλυκὺ καὶ δυσόιστον πικρὸν ἀεὶ κραδίᾳ κέντρον Ἔρωτος ἔχει; | |
5 | ναὶ δοκέω, τοῦτ’ εἶπας. ἰώ, φιλέραστε, παλίμπους στεῖχε· πάλαι τὴν σὴν οἴδαμεν ἀγγελίην. | |
AG.5.164(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Νύξ, σὲ γάρ, οὐκ ἄλλην μαρτύρομαι, οἷά μ’ ὑβρίζει Πυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτης. κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα· ταὐτὰ παθοῦσα | |
σοὶ μέμψαιτ’ ἐπ’ ἐμοὶ στᾶσα παρὰ προθύροις. | 340 in vol. 1 | |
AG.5.165(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἓν τόδε, παμμήτειρα θεῶν, λίτομαί σε, φίλη Νύξ, ναὶ λίτομαι, κώμων σύμπλανε, πότνια Νύξ· εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώρας θάλπεται, ὑπναπάτῃ χρωτὶ χλιαινόμενος, | |
5 | κοιμάσθω μὲν λύχνος, ὁ δ’ ἐν κόλποισιν ἐκείνης ῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων. | |
AG.5.166(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὦ Νύξ, ὦ φιλάγρυπνος ἐμοὶ πόθος Ἡλιοδώρας, καὶ σκολιῶν ὄρθρων κνίσματα δακρυχαρῆ, ἆρα μένει στοργῆς ἐμὰ λείψανα, καί τι φίλημα μνημόσυνον ψυχρᾷ θάλπετ’ ἐν εἰκασίᾳ; | |
5 | ἆρά γ’ ἔχει σύγκοιτα τὰ δάκρυα κἀμὸν ὄνειρον ψυχαπάτην στέρνοις ἀμφιβαλοῦσα φιλεῖ; ἢ νέος ἄλλος ἔρως, νέα παίγνια; μήποτε, λύχνε, ταῦτ’ ἐσίδῃς, εἴης δ’ ἧς παρέδωκα φύλαξ. | |
AG.5.167(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ὑετὸς ἦν καὶ νὺξ καί, τὸ τρίτον ἄλγος ἔρωτι, οἶνος· καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος. „Ἀλλ’ ὁ καλὸς Μόσχος πλέον ἴσχυε.“ Καὶ σὺ γὰρ οὕτως ἤλυθες οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας, | |
5 | τῇδε τοσοῦτ’ ἐβόησα βεβρεγμένος. ἄχρι τίνος, Ζεῦ; | |
Ζεῦ φίλε, σίγησον, καὐτὸς ἐρᾶν ἔμαθες. | 342 in vol. 1 | |
AG.5.168(p1) | ΑΔΗΛΟΝ | |
1 | Καὶ πυρὶ καὶ νιφετῷ με καί, εἰ βούλοιο, κεραυνῷ βάλλε καὶ εἰς κρημνοὺς ἕλκε καὶ εἰς πελάγη. τὸν γὰρ ἀπαυδήσαντα πόθοις καὶ Ἔρωτι δαμέντα οὐδὲ Διὸς τρύχει πῦρ ἐπιβαλλόμενον. | |
AG.5.169(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ἡδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον· ἥδιον δ’, ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας χλαῖνα καὶ αἰνῆται Κύπρις ὑπ’ ἀμφοτέρων. | |
AG.5.170(p1) | ΝΟΣΣΙΔΟΣ | |
1 | Ἅδιον οὐδὲν ἔρωτος· ἃ δ’ ὄλβια, δεύτερα πάντα ἐστίν· ἀπὸ στόματος δ’ ἔπτυσα καὶ τὸ μέλι. τοῦτο λέγει Νοσσίς· τίνα δ’ ἁ Κύπρις οὐκ ἐφίλησεν, οὐκ οἶδεν τήνα γ’, ἄνθεα ποῖα ῥόδα. | |
AG.5.171(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Τὸ σκύφος ἁδὺ γέγηθε· λέγει δ’, ὅτι τᾶς φιλέρωτος Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος. ὄλβιον· εἴθ’ ὑπ’ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα | |
ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι. | 344 in vol. 1 | |
AG.5.172(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὄρθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης, ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ; εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης, ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον. | |
5 | ἤδη γὰρ καὶ πρόσθεν ἐπ’ Ἀλκμήνην Διὸς ἦλθες ἀντίος· οὐκ ἀδαής ἐσσι παλινδρομίης. | |
AG.5.173(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὄρθρε, τί νῦν, δυσέραστε, βραδὺς περὶ κόσμον ἑλίσσῃ, ἄλλος ἐπεὶ Δημοῦς θάλπεθ’ ὑπὸ χλανίδι; ἀλλ’ ὅτε τὰν ῥαδινὰν κόλποις ἔχον, ὠκὺς ἐπέστης, ὡς βάλλων ἐπ’ ἐμοὶ φῶς ἐπιχαιρέκακον. | |
AG.5.174(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος· εἴθ’ ἐπὶ σοὶ νῦν ἄπτερος εἰσῄειν Ὕπνος ἐπὶ βλεφάροις, ὡς ἐπὶ σοὶ μηδ’ οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων, φοιτήσαι, κάτεχον δ’ αὐτὸς ἐγώ σε μόνος. | |
AG.5.175(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οἶδα. τί μοι κενὸς ὅρκος, ἐπεὶ σέ γε τὴν φιλάσωτον μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος, μηνύει δ’ ἄγρυπνον, ἰδού, βεβαρημένον ὄμμα καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος; | |
5 | ἔσκυλται δ’ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος, | |
πάντα δ’ ὑπ’ ἀκρήτου γυῖα σαλευτὰ φορεῖς. ἔρρε, γύναι πάγκοινε· καλεῖ σε γὰρ ἡ φιλόκωμος πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος. | 346 in vol. 1 | |
AG.5.176(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω καὶ πάλιν οἰμώζων πολλάκι· „Δεινὸς Ἔρωσ“; ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ καὶ πυκνὰ κακισθεὶς ἥδεται· ἢν δ’ εἴπω λοίδορα, καὶ τρέφεται. | |
5 | θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα κύματος ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας. | |
AG.5.177(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κηρύσσω τὸν Ἔρωτα, τὸν ἄγριον· ἄρτι γάρ, ἄρτι ὀρθρινὸς ἐκ κοίτας ᾤχετ’ ἀποπτάμενος. ἔστι δ’ ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής, σιμὰ γελῶν πτερόεις νῶτα, φαρετροφόρος. | |
5 | πατρὸς δ’ οὐκέτ’ ἔχω φράζειν τίνος· οὔτε γὰρ Αἰθήρ, οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος. πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλ’ ἐσορᾶτε μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα. καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. οὔ με λέληθας, | |
10 | τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος. | |
AG.5.178(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πωλείσθω, καὶ ματρὸς ἔτ’ ἐν κόλποισι καθεύδων· πωλείσθω. τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν; καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον· ἄκρα δ’ ὄνυξιν κνίζει· καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ· | |
5 | πρὸς δ’ ἔτι λοιπὸν ἄτρεπτον, ἀείλαλον, ὀξὺ δεδορκός, | |
ἄγριον, οὐδ’ αὐτᾷ ματρὶ φίλᾳ τιθασόν· πάντα τέρας. τοιγὰρ πεπράσεται. εἴ τις ἀπόπλους ἔμπορος ὠνεῖσθαι παῖδα θέλει, προσίτω. καίτοι λίσσετ’, ἰδού, δεδακρυμένος. οὔ ς’ ἔτι πωλῶ· | 348 in vol. 1 | |
10 | θάρσει· Ζηνοφίλᾳ σύντροφος ὧδε μένε. | |
AG.5.179(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ναὶ τὰν Κύπριν, Ἔρως, φλέξω τὰ σὰ πάντα πυρώσας, τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην. φλέξω, ναί. τί μάταια γελᾷς καὶ σιμὰ σεσηρὼς μυχθίζεις; τάχα που σαρδάνιον γελάσεις. | |
5 | ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην. καίτοι Καδμεῖον κράτος οἴσομεν, εἴ σε πάροικον ψυχῇ συζεύξω, λύγκα παρ’ αἰπολίοις. ἀλλ’ ἴθι, δυσνίκητε, λαβὼν δ’ ἔπι κοῦφα πέδιλα | |
10 | ἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγας. | |
AG.5.180(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τί ξένον, εἰ βροτολοιγὸς Ἔρως τὰ πυρίπνοα τόξα βάλλει καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ; οὐ μάτηρ στέργει μὲν Ἄρη, γαμέτις δὲ τέτυκται Ἁφαίστου, κοινὰ καὶ πυρὶ καὶ ξίφεσι; | |
5 | ματρὸς δ’ οὐ μάτηρ ἀνέμων μάστιξι Θάλασσα τραχὺ βοᾷ; γενέτας δ’ οὔτε τις οὔτε τινός. τοὔνεκεν Ἁφαίστου μὲν ἔχει φλόγα, κύμασι δ’ ὀργὰν | |
στέρξεν ἴσαν, Ἄρεως δ’ αἱματόφυρτα βέλη. | 350 in vol. 1 | |
AG.5.181(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Τῶν καρύων ἡμῖν λάβε † κώλακας (ἀλλά ποθ’ ἥξει;) καὶ πέντε στεφάνους τῶν ῥοδίνων. —„Τί, τὸ ...“ —Πάξ. οὐ φὴς κέρματ’ ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις τὸν Λαπίθην; λῃστήν, οὐ θεράποντ’ ἔχομεν. | |
5 | οὐκ ἀδικεῖς; —„Οὐδέν.“ —Φέρε τὸν λόγον· ἐλθὲ λαβοῦσα, Φρύνη, τὰς ψήφους. ὢ μεγάλου κινάδους· πέντ’ οἶνος δραχμῶν, ἀλλᾶς δύο ... ὦτα, λαγώς, σκόμβροι, σησαμίδες, σχάδονες. αὔριον αὐτὰ καλῶς λογιούμεθα. νῦν δὲ πρὸς Αἴσχραν | |
10 | τὴν μυρόπωλιν ἰὼν πέντε λάβ’ ἀργυρέας· εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντ’ ἐφίλησεν ἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο. | |
AG.5.182(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἄγγειλον τάδε, Δορκάς· ἰδού, πάλι δεύτερον αὐτῇ καὶ τρίτον ἄγγειλον, Δορκάς, ἅπαντα· τρέχε· μηκέτι μέλλε, πέτου ... βραχύ μοι, βραχύ, Δορκάς, ἐπίσχες· Δορκάς, ποῖ σπεύδεις, πρίν σε τὰ πάντα μαθεῖν; | |
5 | πρόσθες δ’, οἷς εἴρηκα πάλαι ... μᾶλλον δὲ ... τί ληρῶ; μηδὲν ὅλως εἴπῃς, ἀλλ’ ὅτι ... πάντα λέγε· μὴ φείδου σὺ τὰ πάντα λέγειν. καίτοι τί σε, Δορκάς, ἐκπέμπω, σὺν σοὶ καὐτός, ἰδού, προάγων; | |
AG.5.183(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Τέσσαρες οἱ πίνοντες, ἐρωμένη ἔρχεθ’ ἑκάστῳ· | |
ὀκτὼ γινομένοις ἓν Χίον οὐχ ἱκανόν. παιδάριον, βαδίσας πρὸς Ἀρίστιον εἰπὲ τὸ πρῶτον ἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἔνεισι δύο | 352 in vol. 1 | |
5 | ἀσφαλέως, οἶμαι δ’, ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε· ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα. | |
AG.5.184(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἔγνων, οὔ μ’ ἔλαθες. τί θεούς; οὐ γάρ με λέληθας· ἔγνων· μηκέτι νῦν ὄμνυε· πάντ’ ἔμαθον. ταῦτ’ ἦν, ταῦτ’, ἐπίορκε; μόνη σὺ πάλιν, μόνη ὑπνοῖς; ὢ τόλμης, καὶ νῦν, νῦν, ἔτι φησὶ „μόνη“. | |
5 | οὐχ ὁ περίβλεπτός σε Κλέων ...; κἂν μὴ ... τί δ’ ἀπειλῶ; ἔρρε, κακὸν κοίτης θηρίον, ἔρρε τάχος. καίτοι σοι δώσω τερπνὴν χάριν· οἶδ’, ὅτι βούλει κεῖνον ὁρᾶν· αὐτοῦ δέσμιος ὧδε μένε. | |
AG.5.185(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρ’ Ἀμύντου γλαυκίσκους αἴτει καὶ δέκα φυκίδια καὶ κυφὰς καρῖδας (ἀριθμήσει δέ σοι αὐτός) εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι. | |
5 | καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε 〈πλοχμοὺσ〉 καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον. | |
AG.5.186(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Μή με δόκει πιθανῶς ἀπατᾶν δακρύοισι, Φιλαινί. οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ, τοῦτον ὅσον παρ’ ἐμοὶ κέκλισαι χρόνον· εἰ δ’ ἕτερός σε | |
εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ. | 354 in vol. 1 | |
AG.5.187(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Εἰπὲ Λυκαινίδι, Δορκάς· „Ἴδ’, ὡς ἐπίτηκτα φιλοῦσα ἥλως· οὐ κρύπτει πλαστὸν ἔρωτα χρόνος.“ | |
AG.5.188(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Οὐκ ἀδικέω τὸν Ἔρωτα, γλυκύς· μαρτύρομαι αὐτὴν Κύπριν· βέβλημαι δ’ ἐκ δολίου κέραος καὶ πᾶς τεφροῦμαι· θερμὸν δ’ ἐπὶ θερμῷ ἰάλλει ἄτρακτον, λωφᾷ δ’ οὐδ’ ὅσον ἰοβολῶν. | |
5 | χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ, κεἰ πτηνὸς ὁ δαίμων, τίσομαι· ἐγκλήμων δ’ ἔσσομ’ ἀλεξόμενος; | |
AG.5.189(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Νὺξ μακρὴ καὶ χεῖμα, μέσην δ’ ἐπὶ Πλειάδα δύνει, κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος, τρωθεὶς τῆς δολίης κείνης πόθῳ· οὐ γὰρ ἔρωτα Κύπρις, ἀνιηρὸν δ’ ἐκ πυρὸς ἧκε βέλος. | |
AG.5.190(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Κῦμα τὸ πικρὸν Ἔρωτος ἀκοίμητοί τε πνέοντες ζῆλοι καὶ κώμων χειμέριον πέλαγος, ποῖ φέρομαι; πάντῃ δὲ φρενῶν οἴακες ἀφεῖνται. | |
ἦ πάλι τὴν τρυφερὴν Σκύλλαν ἀποψόμεθα; | 356 in vol. 1 | |
AG.5.191(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄστρα καὶ ἡ φιλέρωσι καλὸν φαίνουσα Σελήνη καὶ Νὺξ καὶ κώμων σύμπλανον ὀργάνιον, ἆρά γε τὴν φιλάσωτον ἔτ’ ἐν κοίταισιν ἀθρήσω ἄγρυπνον λύχνῳ πόλλ’ ἀποδυρομένην; | |
5 | ἤ τιν’ ἔχει σύγκοιτον; ἐπὶ προθύροισι μαράνας δάκρυσιν ἐκδήσω τοὺς ἱκέτας στεφάνους, ἓν τόδ’ ἐπιγράψας· „Κύπρι, σοὶ Μελέαγρος, ὁ μύστης σῶν κώμων, στοργῆς σκῦλα τάδ’ ἐκρέμασε.“ | |
AG.5.192(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γυμνὴν ἢν ἐσίδῃς Καλλίστιον, ὦ ξένε, φήσεις· „Ἤλλακται διπλοῦν γράμμα Συρηκοσίων.“ | |
AG.5.193(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Ἡ τρυφερή μ’ ἤγρευσε Κλεὼ τὰ γαλάκτιν’, Ἄδωνι, τῇ σῇ κοψαμένη στήθεα παννυχίδι. εἰ δώσει κἀμοὶ ταύτην χάριν, ἢν ἀποπνεύσω, μὴ προφάσεις, σύμπλουν σύν με λαβὼν ἀγέτω. | |
AG.5.194(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον εἶδον Ἔρωτες, Κύπριδος ἐκ χρυσέων ἐρχόμενοι θαλάμων, ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου γλυπτήν, παρθενίων βριθομένην χαρίτων, | |
5 | καὶ πολλοὺς τότε χερσὶν ἐπ’ ἠιθέοισιν ὀιστοὺς | |
τόξου πορφυρέης ἧκαν ἀφ’ ἁρπεδόνης. | 358 in vol. 1 | |
AG.5.195(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Αἱ τρισσαὶ Χάριτες, τρισσὸν στεφάνωμα συνευνᾷ Ζηνοφίλᾳ, τρισσᾶς σύμβολα καλλοσύνας, ἁ μὲν ἐπὶ χρωτὸς θεμένα πόθον, ἁ δ’ ἐπὶ μορφᾶς ἵμερον, ἁ δὲ λόγοις τὸ γλυκύμυθον ἔπος. | |
AG.5195b | Τρισσάκις εὐδαίμων, ἇς καὶ Κύπρις ὥπλισεν εὐνὰν καὶ Πειθὼ μύθους καὶ γλυκὺ κάλλος Ἔρως. | |
AG.5.196(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ζηνοφίλᾳ κάλλος μὲν Ἔρως, σύγκοιτα δὲ φίλτρα Κύπρις ἔδωκεν ἔχειν, αἱ Χάριτες δὲ χάριν. | |
AG.5.197(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ναὶ μὰ τὸν εὐπλοκάμου Τιμοῦς φιλέρωτα κίκιννον, ναὶ μυρόπνουν Δημοῦς χρῶτα τὸν ὑπναπάτην, ναὶ πάλιν Ἰλιάδος φίλα παίγνια, ναὶ φιλάγρυπνον λύχνον ἐμῶν κώμων πόλλ’ ἐπιδόντα τέλη, | |
5 | βαιὸν ἔχω τό γε λειφθέν, Ἔρως, ἐπὶ χείλεσι πνεῦμα· | |
εἰ δ’ ἐθέλεις καὶ τοῦτ’, εἰπέ, καὶ ἐκπτύσομαι. | 360 in vol. 1 | |
AG.5.198(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ πλόκαμον Τιμοῦς, οὐ σάνδαλον Ἡλιοδώρας, οὐ τὸ μυρόρραντον Δημαρίου πρόθυρον, οὐ τρυφερὸν μείδημα βοώπιδος Ἀντικλείας, οὐ τοὺς ἀρτιθαλεῖς Δωροθέας στεφάνους, | |
5 | οὐκέτι σοὶ φαρέτρη 〈γλαφυρὴ〉 πτερόεντας ὀιστοὺς κρύπτει, Ἔρως· ἐν ἐμοὶ πάντα γάρ ἐστι βέλη. | |
AG.5.199(p1) | ΗΔΥΛΟΥ | |
1 | Οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην αἱ δόλιαι καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω, ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα κεῖνται παρθενίων ὑγρὰ λάφυρα πόθων, | |
5 | σάνδαλα καὶ μαλακαί, μαστῶν ἐνδύματα, μίτραι, ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια. | |
AG.5.200(p1) | ΑΔΗΛΟΝ | |
1 | Ὁ κρόκος οἵ τε μύροισιν ἔτι πνείοντες Ἀλεξοῦς σὺν μίτραις κισσοῦ κυάνεοι στέφανοι τῷ γλυκερῷ καὶ θῆλυ κατιλλώπτοντι Πριήπῳ κεῖνται τῆς ἱερῆς ξείνια παννυχίδος. | |
AG.5.201(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἠγρύπνησε Λεοντὶς ἕως πρὸς καλὸν Ἑῷον ἀστέρα τῷ χρυσέῳ τερπομένη Σθενίῳ, ἧς πάρα Κύπριδι τοῦτο τὸ σὺν Μούσαισι μεληθὲν | |
βάρβιτον ἐκ κείνης κεῖτ’ ἔτι παννυχίδος. | 362 in vol. 1 | |
AG.5.202(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων, νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων. | |
5 | Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν. | |
AG.5.203(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Λυσιδίκη σοί, Κύπρι, τὸν ἱππαστῆρα μύωπα, χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός, ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασεν· οὐδέ ποτ’ αὐτῆς μηρὸς ἐφοινίχθη κοῦφα τινασσομένης· | |
5 | ἦν γὰρ ἀκέντητος τελεοδρόμος· οὕνεκεν ὅπλον σοὶ κατὰ μεσσοπύλης χρύσεον ἐκρέμασεν. | |
AG.5.204(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οὐκέτι Τιμαρίου, τὸ πρὶν γλαφυροῖο κέλητος, πῆγμα φέρει πλωτὸν Κύπριδος εἰρεσίη, ἀλλ’ ἐπὶ μὲν νώτοισι μετάφρενον, ὡς κέρας ἱστῷ, κυρτοῦται, πολιὸς δ’ ἐκλέλυται πρότονος, | |
5 | ἱστία δ’ αἰωρητὰ χαλᾷ σπαδονίσματα μαστῶν· ἐκ δὲ σάλου στρεπτὰς γαστρὸς ἔχει ῥυτίδας. νέρθε δὲ πάνθ’ ὑπέραντλα νεώς, κοίλῃ δὲ θάλασσα πλημύρει, γόνασιν δ’ ἔντρομός ἐστι σάλος. δύστανός γ’, ὃς ζωὸς ἔτ’ ὢν Ἀχερουσίδα λίμνην | |
10 | πλεύσετ’ ἄνωθ’ ἐπιβὰς γραὸς ἐπ’ εἰκοσόρου. | 364 in vol. 1 |
AG.5.205(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἴυγξ ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἕλκειν ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη, χρυσῷ ποικιλθεῖσα, διαυγέος ἐξ ἀμεθύστου γλυπτή, σοὶ κεῖται, Κύπρι, φίλον κτέανον, | |
5 | πορφυρέης ἀμνοῦ μαλακῇ τριχὶ μέσσα δεθεῖσα, τῆς Λαρισσαίης ξείνια φαρμακίδος. | |
AG.5.206(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Μηλὼ καὶ Σατύρη τανυήλικες, Ἀντιγενείδεω παῖδες, ταὶ Μουσέων εὔκολοι ἐργάτιδες, Μηλὼ μὲν Μούσαις Πιμπληίσι τοὺς ταχυχειλεῖς αὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκην, | |
5 | ἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρων σύγκωμον κηρῷ τευξαμένη δόνακα, ἡδὺν συριστῆρα, σὺν ᾧ πανεπόρφνιος ἠῶ ηὔγασεν αὐλείοις οὐ κοτέουσα θύραις. | |
AG.5.207(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις, εἰς δ’ ἕτερ’ αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι, | |
μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας. | 366 in vol. 1 | |
AG.5.208(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οὔ μοι παιδομανὴς κραδία. τί δὲ τερπνόν, Ἔρωτες, ἀνδροβατεῖν, εἰ μὴ δούς τι λαβεῖν ἐθέλοι; ἁ χεὶρ γὰρ τὰν χεῖρα· καλά με μένοι παράκοιτις. ἔρροι πᾶς ἄρσην ἀρσενικαῖς λαβίσιν. | |
AG.5.209(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Σήν, Παφίη Κυθέρεια, παρ’ ἠιόν’ εἶδε Κλέανδρος Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην· καιόμενος δ’ ὑπ’ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο. | |
5 | χὠ μὲν ἐναυάγει γαίης ἔπι, τὴν δὲ θαλάσσης ψαύουσαν πρηεῖς εἴχοσαν αἰγιαλοί. νῦν δ’ ἴσος ἀμφοτέροις φιλίης πόθος· οὐκ ἀτελεῖς γὰρ εὐχαὶ τὰς κείνης εὔξατ’ ἐπ’ ἠιόνος. | |
AG.5.210(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Τῷ θαλλῷ Διδύμη με συνήρπασεν· ὤμοι, ἐγὼ δὲ τήκομαι ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν. εἰ δὲ μέλαινα, τί τοῦτο; καὶ ἄνθρακες· ἀλλ’ ὅτε κείνους | |
θάλψωμεν, λάμπους’ ὡς ῥόδεαι κάλυκες. | 368 in vol. 1 | |
AG.5.211(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Δάκρυα καὶ κῶμοι, τί μ’ ἐγείρετε, πρὶν πόδας ἄρω ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν; λήγω δ’ οὔποτ’ ἔρωτος, ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος. | |
AG.5.212(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Αἰεί μοι δύνει μὲν ἐν οὔασιν ἦχος Ἔρωτος, ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει· οὐδ’ ἡ νύξ, οὐ φέγγος ἐκοίμισεν, ἀλλ’ ὑπὸ φίλτρων ἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος. | |
5 | ὦ πτανοί, μὴ καί ποτ’ ἐφίπτασθαι μέν, Ἔρωτες, οἴδατ’, ἀποπτῆναι δ’ οὐδ’ ὅσον ἰσχύετε; | |
AG.5.213(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Πυθιὰς εἰ μὲν ἔχει τιν’, ἀπέρχομαι· εἰ δὲ καθεύδει ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐκκάλεσαι. εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν ἦλθεν Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι. | |
AG.5.214(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Σφαιριστὰν τὸν Ἔρωτα τρέφω· σοὶ δ’, Ἡλιοδώρα, βάλλει τὰν ἐν ἐμοὶ παλλομέναν κραδίαν. ἀλλ’ ἄγε συμπαίκταν δέξαι Πόθον· εἰ δ’ ἀπὸ σεῦ με | |
ῥίψαις, οὐκ οἴσω τὰν ἀπάλαιστρον ὕβριν. | 370 in vol. 1 | |
AG.5.215(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Λίσσομ’, Ἔρως, τὸν ἄγρυπνον ἐμοὶ πόθον Ἡλιοδώρας κοίμισον αἰδεσθεὶς Μοῦσαν ἐμὰν ἱκέτιν. ναὶ γὰρ δὴ τὰ σὰ τόξα, τὰ μὴ δεδιδαγμένα βάλλειν ἄλλον, ἀεὶ δ’ ἐπ’ ἐμοὶ πτανὰ χέοντα βέλη, | |
5 | εἰ καὶ ἐμὲ κτείναις, λείψω φωνὴν προϊέντα γράμματ’· „Ἔρωτος ὅρα, ξεῖνε, μιαιφονίαν.“ | |
AG.5.216(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης· ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ. | |
5 | ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων. κεῖνος δ’ ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξει οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ. | |
AG.5.217(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας Ζεὺς διαδὺς Δανάας χαλκελάτους θαλάμους. φαμὶ λέγειν τὸν μῦθον ἐγὼ τάδε· „Χάλκεα νικᾷ τείχεα καὶ δεσμοὺς χρυσὸς ὁ πανδαμάτωρ.“ | |
5 | χρυσὸς ὅλους ῥυτῆρας, ὅλας κληῖδας ἐλέγχει, χρυσὸς ἐπιγνάμπτει τὰς σοβαροβλεφάρους· καὶ Δανάας ἐλύγωσεν ὅδε φρένα. μή τις ἐραστὰς | |
λισσέσθω Παφίαν, ἀργύριον παρέχων. | 372 in vol. 1 | |
AG.5.218(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου κείραντα Γλυκέρας τῆς ἀλόχου πλοκάμους, ὁπλότερος Πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο, | |
5 | καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας, μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης. ζηλομανὲς τὸ κόλασμα. τί γὰρ τόσον ἤλιτε κούρη, εἴ με κατοικτείρειν ἤθελε τειρόμενον; σχέτλιος· ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοῦ | |
10 | βλέμματος ἐνστήσας αἴθοπα βασκανίην. ἀλλ’ ἔμπης τελέθει „Μισούμενοσ“· αὐτὰρ ἔγωγε „Δύσκολοσ“, οὐχ ὁρόων τὴν „Περικειρομένην“. | |
AG.5.219(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Κλέψωμεν, Ῥοδόπη, τὰ φιλήματα τήν τ’ ἐρατεινὴν καὶ περιδηριτὴν Κύπριδος ἐργασίην. ἡδὺ λαθεῖν φυλάκων τε παναγρέα κανθὸν ἀλύξαι· φώρια δ’ ἀμφαδίων λέκτρα μελιχρότερα. | |
AG.5.220(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εἰ καὶ νῦν πολιή σε κατεύνασε καὶ τὸ θαλυκρὸν κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης, ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνοὺς νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας, | |
5 | μηδ’ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα μηδὲ κομάων τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι. „Ἀντίπατροσ“ τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ, | |
καὶ νῦν ἐξαπίνης „Ἀντίπαλοσ“ γέγονας. | 374 in vol. 1 | |
AG.5.221(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Μέχρι τίνος φλογόεσσαν ὑποκλέπτοντες ὀπωπὴν φώριον ἀλλήλων βλέμμα τιτυσκόμεθα; λεκτέον ἀμφαδίην μελεδήματα, κἤν τις ἐρύξῃ μαλθακὰ λυσιπόνου πλέγματα συζυγίης, | |
5 | φάρμακον ἀμφοτέροις ξίφος ἔσσεται· ἥδιον ἡμῖν ξυνὸν ἀεὶ μεθέπειν ἢ βίον ἢ θάνατον. | |
AG.5.222(p1) | ΑΓΑΘΙΟΥ | |
1 | Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσα κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις· εἴ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνήν, αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο. | |
5 | εἰ δὲ καὶ ἀγλαΐης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ Κύπρις ἐνικήθη κἀνεδίκαζε Πάρις. σιγῇ ἐφ’ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων. | |
AG.5.223(p1) | ΜΑΚΗΔΟΝΙΟΥ | |
1 | Φωσφόρε, μὴ τὸν Ἔρωτα βιάζεο μηδὲ διδάσκου, Ἄρεϊ γειτονέων, νηλεὲς ἦτορ ἔχειν. ὡς δὲ πάρος Κλυμένης ὁρόων Φαέθοντα μελάθρῳ οὐ δρόμον ὠκυπόδην εἶχες ἀπ’ ἀντολίης, | |
5 | οὕτω μοι περὶ νύκτα μόγις ποθέοντι φανεῖσαν | |
ἔρχεο δηθύνων ὡς παρὰ Κιμμερίοις. | 376 in vol. 1 | |
AG.5.224(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Λῆξον, Ἔρως, κραδίης τε καὶ ἥπατος· εἰ δ’ ἐπιθυμεῖς βάλλειν, ἄλλο τί μου τῶν μελέων μετάβα. | |
AG.5.225(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἕλκος ἔχω τὸν ἔρωτα· ῥέει δέ μοι ἕλκεος ἰχὼρ δάκρυον, ὠτειλῆς οὔποτε τερσομένης. εἰμὶ καὶ ἐκ κακότητος ἀμήχανος, οὐδὲ Μαχάων ἤπιά μοι πάσσει φάρμακα δευομένῳ. | |
5 | Τήλεφός εἰμι, κόρη, σὺ δὲ γίνεο πιστὸς Ἀχιλλεύς· κάλλεϊ σῷ παῦσον τὸν πόθον, ὡς ἔβαλες. | |
AG.5.226(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ὀφθαλμοί, τέο μέχρις ἀφύσσετε νέκταρ Ἐρώτων, κάλλεος ἀκρήτου ζωροπόται θρασέες; τῆλε διαθρέξωμεν, ὅπῃ σθένος· ἐν δὲ γαλήνῃ νηφάλια σπείσω Κύπριδι Μειλιχίῃ. | |
5 | εἰ δ’ ἄρα που καὶ κεῖθι κατάσχετος ἔσσομαι οἴστρῳ γίνεσθε κρυεροῖς δάκρυσι μυδαλέοι, ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον· ἐξ ὑμέων γάρ, φεῦ, πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην. | |
AG.5.227(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Ἡμερίδας τρυγόωσιν ἐτήσιον, οὐδέ τις αὐτῶν τοὺς ἕλικας, κόπτων βότρυν, ἐπιστρέφεται. ἀλλὰ σέ, τὴν ῥοδόπηχυν, ἐμῆς ἀνάθημα μερίμνης, | |
ὑγρὸν ἐνιπλέξας ἅμματι δεσμὸν ἔχω | 378 in vol. 1 | |
5 | καὶ τρυγόω τὸν ἔρωτα· καὶ οὐ θέρος, οὐκ ἔαρ ἄλλο οἶδα μένειν, ὅτι μοι πᾶσα γέμεις χαρίτων. ὧδε καὶ ἡβήσειας, ὅλον χρόνον· εἰ δέ τις ἔλθῃ λοξὸς ἕλιξ ῥυτίδων, τλήσομαι ὡς φιλέων. | |
AG.5.228(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Εἰπέ, τίνι πλέξεις ἔτι βόστρυχον ἢ τίνι χεῖρας φαιδρυνέεις ὀνύχων ἀμφιτεμὼν ἀκίδα; ἐς τί δὲ κοσμήσεις ἁλιανθέι φάρεα κόχλῳ, μηκέτι τῆς καλῆς ἐγγὺς ἰὼν Ῥοδόπης; | |
5 | ὄμμασιν, οἷς Ῥοδόπην οὐ δέρκομαι, οὐδὲ φαεινῆς φέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης. | |
AG.5.229(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Τὴν Νιόβην κλαίουσαν ἰδών ποτε βουκόλος ἀνὴρ θάμβεεν, εἰ λείβειν δάκρυον οἶδε λίθος. αὐτὰρ ἐμὲ στενάχοντα τόσης κατὰ νυκτὸς ὁμίχλην ἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος. | |
5 | αἴτιος ἀμφοτέροισιν ἔρως, ὀχετηγὸς ἀνίης τῇ Νιόβῃ τεκέων, αὐτὰρ ἐμοὶ παθέων. | |
AG.5.230(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Χρυσείης ἐρύσασα μίαν τρίχα Δωρὶς ἐθείρης, οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας. αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι | |
Δωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος· | 380 in vol. 1 | |
5 | ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον, ἔστενον ἤδη οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ· καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι, δεσπότις ἔνθ’ ἐρύσῃ, πυκνὰ μεθελκόμενος. | |
AG.5.231(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Τὸ στόμα ταῖς χαρίτεσσι, προσώπατα δ’ ἄνθεσι βάλλει, ὄμματα τῇ παφίῃ, τὼ χέρε τῇ κιθάρῃ. συλεύεις βλεφάρων φάος ὄμμασιν, οὖας ἀοιδῇ· πάντοθεν ἀγρεύεις τλήμονας ἠιθέους. | |
AG.5.232(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἱππομένην φιλέουσα νόον προσέρεισα Λεάνδρῳ· ἐν δὲ Λεανδρείοις χείλεσι πηγνυμένη εἰκόνα τὴν Ξάνθοιο φέρω φρεσί· πλεξαμένη δὲ Ξάνθον ἐς Ἱππομένην νόστιμον ἦτορ ἄγω. | |
5 | πάντα τὸν ἐν παλάμῃσιν ἀναίνομαι· ἄλλοτε δ’ ἄλλον αἰὲν ἀμοιβαίοις πήχεσι δεχνυμένη ἀφνειὴν Κυθέρειαν ὑπέρχομαι. εἰ δέ τις ἡμῖν μέμφεται, ἐν πενίῃ μιμνέτω οἰογάμῳ. | |
AG.5.233(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | „Αὔριον ἀθρήσω σε.“ Τὸ δ’ οὔ ποτε γίνεται ἡμῖν, ἠθάδος ἀμβολίης αἰὲν ἀεξομένης. ταῦτά μοι ἱμείροντι χαρίζεαι· ἄλλα δ’ ἐς ἄλλους δῶρα φέρεις, ἐμέθεν πίστιν ἀπειπαμένη. | |
5 | „Ὄψομαι ἑσπερίη σε.“ τί δ’ ἕσπερός ἐστι γυναικῶν; | |
γῆρας ἀμετρήτῳ πληθόμενον ῥυτίδι. | 382 in vol. 1 | |
AG.5.234(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος, γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος. | |
5 | δέξο με καγχαλόωσα, σοφὴν ὅτι Παλλάδα νικᾷς νῦν πλέον ἢ τὸ πάρος μήλῳ ἐφ’ Ἑσπερίδων. | |
AG.5.235(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Ἦλθες ἐμοὶ ποθέοντι παρ’ ἐλπίδα· τὴν δ’ ἐνὶ θυμῷ ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην καὶ τρομέω· κραδίη τε βυθῷ πελεμίζεται οἴστρου, ψυχῆς πνιγομένης κύματι Κυπριδίῳ. | |
5 | ἀλλ’ ἐμὲ τὸν ναυηγὸν ἐπ’ ἠπείροιο φανέντα σῶε τεῶν λιμένων ἔνδοθι δεξαμένη. | |
AG.5.236(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ναὶ τάχα Τανταλέης Ἀχερόντια πήματα ποινῆς ἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα. οὐ γάρ, ἰδὼν σέο κάλλος, ἀπείργετο χείλεα μῖξαι χείλεϊ σῷ ῥοδέων ἁβροτέρῳ καλύκων, | |
5 | Τάνταλος ἀκριτόδακρυς· ὑπερτέλλοντα δὲ πέτρον δείδιεν, ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται. αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ, | |
ἐκ δ’ ὀλιγοδρανίης καὶ μόρον ἐγγὺς ἔχω. | 384 in vol. 1 | |
AG.5.237(p1) | ΑΓΑΘΙΟΥ ΜΥΡΙΝΑΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος, ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι. | |
5 | ὄμματα δ’ οὐ λάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται. ὦ φθονεραὶ παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην· ἀλλ’ Ἴτυλον κλαίοιτε κατ’ οὔρεα καὶ γοάοιτε | |
10 | εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι, βαιὸν ἵνα κνώσσοιμεν· ἴσως δέ τις ἥξει ὄνειρος, ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι. | |
AG.5.238(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Τὸ ξίφος ἐκ κολεοῖο τί σύρεται; οὐ μὰ σέ, κούρη, οὐχ ἵνα τι πρήξω Κύπριδος ἀλλότριον, ἀλλ’ ἵνα σοι τὸν Ἄρηα, καὶ ἀζαλέον περ ἐόντα, δείξω τῇ μαλακῇ Κύπριδι πειθόμενον. | |
5 | οὗτος ἐμοὶ ποθέοντι συνέμπορος, οὐδὲ κατόπτρου δεύομαι, ἐν δ’ αὐτῷ δέρκομαι αὑτὸν ἐγώ, καὶ καλὸς ὡς ἐν ἔρωτι· σὺ δ’ ἢν ἀπ’ ἐμεῖο λάθηαι, τὸ ξίφος ἡμετέρην δύσεται ἐς λαγόνα. | |
AG.5.239(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἐσβέσθη φλογεροῖο πυρὸς μένος· οὐκέτι κάμνω, | |
ἀλλὰ καταθνῄσκω ψυχόμενος Παφίῃ. ἤδη γὰρ μετὰ σάρκα δι’ ὀστέα καὶ φρένας ἕρπει παμφάγον ἀσθμαίνων οὗτος ὁ πικρὸς Ἔρως. | 386 in vol. 1 | |
5 | καὶ φλὸξ ἐν τελεταῖς, ὅτε θύματα πάντα λαφύξῃ φορβῆς ἠπανίῃ ψύχεται αὐτομάτως. | |
AG.5.240(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Τῷ χρυσῷ τὸν ἔρωτα μετέρχομαι· οὐ γὰρ ἀρότρῳ ἔργα μελισσάων γίνεται ἢ σκαπάνῃ, ἀλλ’ ἔαρι δροσερῷ· μέλιτός γε μὲν Ἀφρογενείης ὁ χρυσὸς τελέθει ποικίλος ἐργατίνης. | |
AG.5.241(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | „Σῴζεό“ σοι μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν ἂψ ἀνασειράζω καὶ πάλιν ἄγχι μένω· σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα. | |
5 | ἤματι γὰρ σέο φέγγος ὁμοίιον· ἀλλὰ τὸ μέν που ἄφθογγον· σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις κεῖνο τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαι εἰσὶν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες. | |
AG.5.242(p1) | ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ὡς εἶδον Μελίτην, ὦχρός μ’ ἕλε· καὶ γὰρ ἀκοίτῃ κείνη ἐφωμάρτει· τοῖα δ’ ἔλεξα τρέμων· „Τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας, | |
δικλίδος ἡμετέρης τὴν βάλανον χαλάσας, | 388 in vol. 1 | |
5 | καὶ δισσῶν προθύρων πλαδαρὴν κρηπῖδα περῆσαι, ἄκρον ἐπιβλῆτος μεσσόθι πηξάμενος;“ ἡ δὲ λέγει γελάσασα καὶ ἀνέρα λοξὸν ἰδοῦσα· „Τῶν προθύρων ἀπέχου, μή σε κύων ὀλέσῃ.“ | |
AG.5.243(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Τὴν φιλοπουλυγέλωτα κόρην ἐπὶ νυκτὸς ὀνείρου εἶχον ἐπισφίγξας πήχεσιν ἡμετέροις. πείθετό μοι ξύμπαντα καὶ οὐκ ἀλέγιζεν ἐμεῖο κύπριδι παντοίῃ σώματος ἁπτομένου. | |
5 | ἀλλὰ βαρύζηλός τις Ἔρως· καὶ νύκτα λοχήσας ἐξέχεεν φιλίην, ὕπνον ἀποσκεδάσας. ὧδέ μοι οὐδ’ αὐτοῖσιν ἐν ὑπναλέοισιν ὀνείροις ἄφθονός ἐστιν Ἔρως κέρδεος ἡδυγάμου. | |
AG.5.244(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα, μαλθακὰ Δημώ, Δωρὶς ὀδακτίζει. τίς πλέον ἐξερέθει; οὔατα μὴ κρίνωσι φιλήματα· γευσάμενοι δὲ τρηχαλέων στομάτων ψῆφον ἐποισόμεθα. | |
5 | ἐπλάγχθης, κραδίη· τὰ φιλήματα μαλθακὰ Δημοῦς ἔγνως καὶ δροσερῶν ἡδὺ μέλι στομάτων· μίμν’ ἐπὶ τοῖς· ἀδέκαστον ἔχει στέφος. εἰ δέ τις ἄλλῃ | |
τέρπεται, ἐκ Δημοῦς ἡμέας οὐκ ἐρύσει. | 390 in vol. 1 | |
AG.5.245(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα, ἥσυχά μοι νεύεις· πάντα μάτην ἐρέθεις. ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις, μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν. | |
5 | παῖζε μόνη τὸ φίλημα· μάτην πόππυζε σεαυτῇ χείλεσι γυμνοτάτοις, οὔ τινι μισγομένοις. αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι· εἰσὶ γὰρ ἄλλαι κρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες. | |
AG.5.246(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα, μαλθακὰ γυίων πλέγματα χιονέων, μαλθακὰ πάντα μέλη, ψυχὴ δ’ ἐξ ἀδάμαντος ἀπειθέος· ἄχρι γὰρ οἴων ἔστιν ἔρως στομάτων, τἆλλα δὲ παρθενίης. | |
5 | καὶ τίς ὑποτλαίη; τάχα τις, τάχα τοῦτο ταλάσσας δίψαν Τανταλέην τλήσεται εὐμαρέως. | |
AG.5.247(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Παρμενὶς οὐκ ἔργῳ· τὸ μὲν οὔνομα καλὸν ἀκούσας ὠισάμην, σὺ δέ μοι πικροτέρη θανάτου. καὶ φεύγεις φιλέοντα, καὶ οὐ φιλέοντα διώκεις, ὄφρα πάλιν κεῖνον καὶ φιλέοντα φύγῃς. | |
5 | κεντρομανὲς δ’ ἄγκιστρον ἔφυ στόμα καί με δακόντα | |
εὐθὺς ἔχει ῥοδέου χείλεος ἐκκρεμέα. | 392 in vol. 1 | |
AG.5.248(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ὦ παλάμη πάντολμε, σὺ τὸν παγχρύσεον ἔτλης ἀπρὶξ δραξαμένη βόστρυχον αὐερύσαι; ἔτλης; οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή, σκύλμα κόμης, αὐχὴν μαλθακὰ κεκλιμένος; | |
5 | νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις· οὐκέτι γὰρ μαζοῖς σὸν θέναρ ἐμπελάσει. μή, λίτομαι, δέσποινα, τόσην μὴ λάμβανε ποινήν· μᾶλλον ἐγὼ τλαίην φάσγανον ἀσπασίως. | |
AG.5.249(p1) | ΕΙΡΗΝΑΙΟΥ ΡΕΦΕΡΕΝΔΑΡΙΟΥ | |
1 | Ὦ σοβαρὴ Ῥοδόπη, Παφίης εἴξασα βελέμνοις καὶ τὸν ὑπερφίαλον κόμπον ἀπωσαμένη, ἀγκὰς ἑλοῦσά μ’ ἔχεις παρὰ σὸν λέχος· ἐν δ’ ἄρα δεσμοῖς κεῖμαι ἐλευθερίης οὐκ ἐπιδευόμενος. | |
5 | οὕτω γὰρ ψυχή τε καὶ ἔκχυτα σώματα φωτῶν συμφέρεται φιλίης ῥεύμασι μιγνύμενα. | |
AG.5.250(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος· ἡδὺ καὶ αὐτῶν ἠπιοδινήτων δάκρυ χέει βλεφάρων. χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκλιδὸν ὤμῳ ἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη. | |
5 | μυρομένην δὲ φίλησα· τὰ δ’ ὡς δροσερῆς ἀπὸ πηγῆς δάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων. εἶπε δ’ ἀνειρομένῳ· „Τίνος εἵνεκα δάκρυα λείβεις;“ — | |
„Δείδια, μή με λίπῃς· ἐστὲ γὰρ ὁρκαπάται.“ | 394 in vol. 1 | |
AG.5.251(p1) | ΕΙΡΗΝΑΙΟΥ ΡΕΦΕΡΕΝΔΑΡΙΟΥ | |
1 | Ὄμματα δινεύεις κρυφίων ἰνδάλματα πυρσῶν, χείλεα δ’ ἀκροβαφῆ λοξὰ παρεκτανύεις, καὶ πολὺ κιχλίζουσα σοβεῖς εὐβόστρυχον αἴγλην, ἐκχυμένας δ’ ὁρόω τὰς σοβαρὰς παλάμας. | |
5 | ἀλλ’ οὐ σῆς κραδίης ὑψαύχενος ὤκλασεν ὄγκος· οὔπω ἐθηλύνθης, οὐδὲ μαραινομένη. | |
AG.5.252(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ῥίψωμεν, χαρίεσσα, τὰ φάρεα, γυμνὰ δὲ γυμνοῖς ἐμπελάσῃ γυίοις γυῖα περιπλοκάδην· μηδὲν ἔοι τὸ μεταξύ· Σεμιράμιδος γὰρ ἐκεῖνο τεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθεν· | |
5 | στήθεα δ’ ἐζεύχθω τά τε χείλεα· τἆλλα δὲ σιγῇ κρυπτέον· ἐχθαίρω τὴν ἀθυροστομίην. | |
AG.5.253(p1) | ΕΙΡΗΝΑΙΟΥ ΡΕΦΕΡΕΝΔΑΡΙΟΥ | |
1 | Τίπτε πέδον, Χρύσιλλα, κάτω νεύουσα δοκεύεις καὶ ζώνην παλάμαις οἷά περ ἀκρολυτεῖς; αἰδὼς νόσφι πέλει τῆς Κύπριδος· εἰ δ’ ἄρα σιγᾷς, νεύματι τὴν Παφίην δεῖξον ὑπερχομένη. | |
AG.5.254(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ὤμοσα μιμνάζειν σέο τηλόθεν, ἀργέτι κούρη, ἄχρι δυωδεκάτης, ὦ πόποι, ἠριπόλης· οὐ δ’ ἔτλην ὁ τάλας· τὸ γὰρ αὔριον ἄμμι φαάνθη τηλοτέρω μήνης, ναὶ μὰ σέ, δωδεκάτης. | |
5 | ἀλλὰ θεοὺς ἱκέτευε, φίλη, μὴ ταῦτα χαράξαι | |
ὅρκια ποιναίης νῶτον ὑπὲρ σελίδος· θέλγε δὲ σαῖς χαρίτεσσιν ἐμὴν φρένα· μηδέ με μάστιξ, πότνα, κατασμύξῃ καὶ σέο καὶ μακάρων. | 396 in vol. 1 | |
AG.5.255(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἶδον ἐγὼ ποθέοντας· ὑπ’ ἀτλήτοιο δὲ λύσσης δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι, οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος· ἱέμενοι δέ, εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην, | |
5 | ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι. καί ῥ’ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνος τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων· κούρη δ’ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα | |
10 | ζωσαμένη Φοίβης εἶδος ἀπεπλάσατο. καὶ πάλιν ἠρήρειστο τὰ χείλεα· γυιοβόρον γὰρ εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης. ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει, στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα, | |
15 | ἢ κείνους φιλέοντας, ὑπ’ ἀντιπόροισί τ’ ἀγοστοῖς ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους. τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη, τρὶς μάκαρ· ἀλλ’ ἡμεῖς ἄνδιχα καιόμεθα. | |
AG.5.256(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις ἕσπερος, ὑβριστὴν μῦθον ἐπευξαμένη· „Ὕβρις ἔρωτας ἔλυσε.“ μάτην ὅδε μῦθος ἀλᾶται· ὕβρις ἐμὴν ἐρέθει μᾶλλον ἐρωμανίην. | |
5 | ὤμοσα γὰρ λυκάβαντα μένειν ἀπάνευθεν ἐκείνης, | |
ὦ πόποι, ἀλλ’ ἱκέτης πρώιος εὐθὺς ἔβην. | 398 in vol. 1 | |
AG.5.257(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου, μὴ μεταβαλλομένου τῆς σοβαρᾶς ἕνεκα· οὔτε γὰρ Εὐρώπης, οὐ τῆς Δανάης περὶ κάλλος οὔθ’ ἁπαλῆς Λήδης ἐστ’ ἀπολειπομένη· | |
5 | εἰ μὴ τὰς πόρνας παραπέμπεται· οἶδα γὰρ αὐτὸν τῶν βασιλευουσῶν παρθενικῶν φθορέα. | |
AG.5.258(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Πρόκριτός ἐστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης πάσης· ἱμείρω δ’ ἀμφὶς ἔχειν παλάμαις μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης. | |
5 | σὸν γὰρ ἔτι φθινόπωρον ὑπέρτερον εἴαρος ἄλλης χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος. | |
AG.5.259(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὄμματά σευ βαρύθουσι, πόθου πνείοντα, Χαρικλοῖ, οἷά περ ἐκ λέκτρων ἄρτι διεγρομένης· ἔσκυλται δὲ κόμη, ῥοδέης δ’ ἀμάρυγμα παρειῆς ὦχρος ἔχει λευκός, καὶ δέμας ἐκλέλυται. | |
5 | κεἰ μὲν παννυχίῃσιν ὁμιλήσασα παλαίστραις ταῦτα φέρεις, ὄλβου παντὸς ὑπερπέταται, ὅς σε περιπλέγδην ἔχε πήχεσιν· εἰ δέ σε τήκει | |
θερμὸς ἔρως, εἴης εἰς ἐμὲ τηκομένη. | 400 in vol. 1 | |
AG.5.260(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα; τήκομαι οἴστρῳ, Ῥείης πυργοφόρου δείκελον εἰσορόων. ἀσκεπές ἐστι κάρηνον; ἐγὼ ξανθίσμασι χαίτης ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον. | |
5 | ἀργενναῖς ὀθόνῃσι κατήορα βόστρυχα κεύθεις; οὐδὲν ἐλαφροτέρη φλὸξ κατέχει κραδίην. μορφὴν τριχθαδίην Χαρίτων τριὰς ἀμφιπολεύει· πᾶσα δέ μοι μορφὴ πῦρ ἴδιον προχέει. | |
AG.5.261(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ’ ἐθέλῃς με μεθύσσαι, πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι. εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν εὐμαρὲς οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον· | |
5 | πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα καί μοι ἀπαγγέλλει τὴν χάριν, ἣν ἔλαβεν. | |
AG.5.262(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Φεῦ φεῦ, καὶ τὸ λάλημα τὸ μείλιχον ὁ φθόνος εἴργει βλέμμα τε λαθριδίως φθεγγομένων βλεφάρων· ἱσταμένης δ’ ἄγχιστα τεθήπαμεν ὄμμα γεραιῆς οἷα πολύγληνον βουκόλον Ἰναχίης. | |
5 | ἵστασο καὶ σκοπίαζε, μάτην δὲ σὸν ἦτορ ἀμύσσου· | |
οὐ γὰρ ἐπὶ ψυχῆς ὄμμα τεὸν τανύσεις. | 402 in vol. 1 | |
AG.5.263(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Μήποτε, λύχνε, μύκητα φέροις μηδ’ ὄμβρον ἐγείροις, μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον. αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, καὶ γὰρ ὅθ’ Ἡρὼ ἥρμοσε Λειάνδρῳ ... θυμέ, τὸ λοιπὸν ἔα. | |
5 | Ἡφαίστου τελέθεις, καὶ πείθομαι, ὅττι χαλέπτων Κύπριδα θωπεύεις δεσποτικὴν ὀδύνην. | |
AG.5.264(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Βόστρυχον ὠμογέροντα τί μέμφεαι ὄμματά θ’ ὑγρὰ δάκρυσιν; ὑμετέρων παίγνια ταῦτα πόθων, φροντίδες ἀπρήκτοιο πόθου τάδε, ταῦτα βελέμνων σύμβολα καὶ δολιχῆς ἔργα νυχεγρεσίης. | |
5 | καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη, καὶ λαγαρὸν δειρῇ δέρμα περικρέμαται. ὁππόσον ἡβάσκει φλογὸς ἄνθεα, τόσσον ἐμεῖο ἅψεα γηράσκει φροντίδι γυιοβόρῳ. ἀλλὰ κατοικτείρασα δίδου χάριν· αὐτίκα γάρ μοι | |
10 | χρὼς ἀναθηλήσει κρατὶ μελαινομένῳ. | |
AG.5.265(p1) | ΚΟΜΗΤΑ ΧΑΡΤΟΥΛΑΡΙΟΥ | |
1 | Ὄμματα Φυλλὶς ἔπεμπε κατὰ πλόον· ὅρκος ἀλήτης πλάζετο, Δημοφόων δ’ ἦεν ἄπιστος ἀνήρ. νῦν δέ, φίλη, πιστὸς μὲν ἐγὼ παρὰ θῖνα θαλάσσης | |
Δημοφόων· σὺ δὲ πῶς, Φυλλίς, ἄπιστος ἔφυς; | 404 in vol. 1 | |
AG.5.266(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν. λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα εἰς ἐμὲ καὶ μανίαις θυμὸν ἐληίσατο. | |
5 | σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει καὶ ποταμῶν δῖναι καὶ δέπας οἰνοχόον. | |
AG.5.267(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Τί στενάχεις; —„Φιλέω.“ —Τίνα; —„Παρθένον.“ —Ἦ ῥά γε καλήν; — „Καλὴν ἡμετέροις ὄμμασι φαινομένην.“ — Ποῦ δέ μιν εἰσενόησας; —„Ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.“ — | |
5 | Ἐλπίζεις δὲ τυχεῖν; —„Ναὶ ναί, φίλος· ἀμφαδίην δὲ οὐ ζητῶ φιλίην, ἀλλ’ ὑποκλεπτομένην.“ — Τὸν νόμιμον μᾶλλον φεύγεις γάμον; —„Ἀτρεκὲς ἔγνων, ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.“ — Ἔγνως; οὐ φιλέεις, ἐψεύσαο. πῶς δύναται γὰρ | |
10 | ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη; | |
AG.5.268(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Μηκέτι τις πτήξειε πόθου βέλος· ἰοδόκην γὰρ εἰς ἐμὲ λάβρος Ἔρως ἐξεκένωσεν ὅλην. μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν· ἐξότε γάρ μοι λὰξ ἐπιβὰς στέρνοις πικρὸν ἔπηξε πόδα, | |
5 | ἀστεμφής, ἀδόνητος ἐνέζεται οὐδὲ μετέστη, | |
εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων. | 406 in vol. 1 | |
AG.5.269(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος. εἷλκε δέ μ’ ἡ φιλέουσα· πάλιν δ’ ἐγώ, οἷά τέ τις φώρ, χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν, | |
5 | ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας. ὀχθήσας δ’ ἄρ’ ἔειπον· Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένῳ. | |
AG.5.270(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Οὔτε ῥόδον στεφάνων ἐπιδεύεται οὔτε σὺ πέπλων οὔτε λιθοβλήτων, πότνια, κεκρυφάλων. μάργαρα σῆς χροιῆς ἀπολείπεται, οὐδὲ κομίζει χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐην· | |
5 | Ἰνδῴη δ’ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης, ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην. χείλεα δὲ δροσόεντα καὶ ἡ μελίφυρτος ἐκείνη στήθεος ἁρμονίη κεστὸς ἔφυ Παφίης. τούτοις πᾶσιν ἐγὼ καταδάμναμαι· ὄμμασι μούνοις | |
10 | θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει. | |
AG.5.271(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Τήν ποτε βακχεύουσαν ἐν εἴδεϊ θηλυτεράων, | |
τὴν χρυσέῳ κροτάλῳ σειομένην σπατάλην γῆρας ἔχει καὶ νοῦσος ἀμείλιχος· οἱ δὲ φιληταί, οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοι, | 408 in vol. 1 | |
5 | νῦν μέγα πεφρίκασι· τὸ δ’ αὐξοσέληνον ἐκεῖνο ἐξέλιπεν συνόδου μηκέτι γινομένης. | |
AG.5.272(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Μαζοὺς χερσὶν ἔχω, στόματι στόμα, καὶ περὶ δειρὴν ἄσχετα λυσσώων βόσκομαι ἀργυφέην. οὔπω δ’ ἀφρογένειαν ὅλην ἕλον· ἀλλ’ ἔτι κάμνω παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην. | |
5 | ἥμισυ γὰρ Παφίῃ, τὸ δ’ ἄρ’ ἥμισυ δῶκεν Ἀθήνῃ· αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων. | |
AG.5.273(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἡ πάρος ἀγλαΐῃσι μετάρσιος, ἡ πλοκαμῖδας σειομένη πλεκτὰς καὶ σοβαρευομένη, ἡ μεγαλαυχήσασα καθ’ ἡμετέρης μελεδώνης γήραϊ ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν. | |
5 | μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται, χείλεα βαμβαίνει φθέγματι γηραλέῳ. τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζει | |
ἔννομα ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη. | 410 in vol. 1 | |
AG.5.274(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως θρασὺς εἰκόνα μορφῆς ἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης, φεῦ φεῦ, νῦν ἀδόκητος ἀπέπτυσας· αὐτὰρ ἐγώ τοι γραπτὸν ἔχω ψυχῇ σῆς τύπον ἀγλαΐης. | |
5 | τοῦτον καὶ Φαέθοντι καὶ Ἄϊδι, βάρβαρε, δείξω, Κρῆσσαν ἐπισπέρχων εἰς σὲ δικασπολίην. | |
AG.5.275(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δειελινῷ χαρίεσσα Μενεκρατὶς ἔκχυτος ὕπνῳ κεῖτο περὶ κροτάφους πῆχυν ἑλιξαμένη. τολμήσας δ’ ἐπέβην λεχέων ὕπερ· ὡς δὲ κελεύθου ἥμισυ κυπριδίης ἤνυον ἀσπασίως, | |
5 | ἡ παῖς ἐξ ὕπνοιο διέγρετο, χερσὶ δὲ λευκαῖς κράατος ἡμετέρου πᾶσαν ἔτιλλε κόμην· μαρναμένης δὲ τὸ λοιπὸν ἀνύσσαμεν ἔργον ἔρωτος, ἡ δ’ ὑποπιμπλαμένη δάκρυσιν εἶπε τάδε· „Σχέτλιε, νῦν μὲν ἔρεξας, ὅ τοι φίλον, ᾧ ἔπι πουλὺν | |
10 | πολλάκι σῆς παλάμης χρυσὸν ἀπωμοσάμην· οἰχόμενος δ’ ἄλλην ὑποκόλπιον εὐθὺς ἑλίξεις· ἐστὲ γὰρ ἀπλήστου κύπριδος ἐργατίναι.“ | |
AG.5.276(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι· βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ’ ὑπὲρ ὤμων στήθεϊ παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην. | |
5 | ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη | |
ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον. καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην, ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην | 412 in vol. 1 | |
10 | καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων. | |
AG.5.277(p1) | ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἄρσενας ἄλλος ἔχοι· φιλέειν δ’ ἐγὼ οἶδα γυναῖκας, ἐς χρονίην φιλίην οἷα φυλασσομένας. οὐ καλὸν ἡβητῆρες· ἀπεχθαίρω γὰρ ἐκείνην τὴν τρίχα τὴν φθονερήν, τὴν ταχὺ φυομένην. | |
AG.5.278(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην, ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ. μήτε τυχήσω μήτ’ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις. | |
5 | ἄρκια θηλυτέρων ἀλιτήματα· κεῖνα κομίσσω, καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ. | |
AG.5.279(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Δηθύνει Κλεόφαντις· ὁ δὲ τρίτος ἄρχεται ἤδη λύχνος ὑποκλάζειν ἦκα μαραινόμενος. αἴθε δὲ καὶ κραδίης πυρσὸς συναπέσβετο λύχνῳ μηδέ μ’ ὑπ’ ἀγρύπνοις δηρὸν ἔκαιε πόθοις. | |
5 | ἆ πόσα τὴν Κυθέρειαν ἐπώμοσεν ἕσπερος ἥξειν· | |
ἀλλ’ οὔτ’ ἀνθρώπων φείδεται οὔτε θεῶν. | 414 in vol. 1 | |
AG.5.280(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόθον; ἦ ῥα καὶ αὐτὴ κάμνεις αὐαλέοις ὄμμασι τηκομένη; ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ φροντίδος οὔτε λόγος γίνεται οὔτ’ ἀριθμός; | |
5 | εὑρήσεις τάχ’ ὅμοια, τεὴν δ’, ἀμέγαρτε, παρειὴν ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην. Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος, ἓν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας. | |
AG.5.281(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Χθιζά μοι Ἑρμώνασσα φιλακρήτους μετὰ κώμους στέμμασιν αὐλείας ἀμφιπλέκοντι θύρας ἐκ κυλίκων ἐπέχευεν ὕδωρ· ἀμάθυνε δὲ χαίτην, ἣν μόλις ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην. | |
5 | ἐφλέχθην δ’ ἔτι μᾶλλον ὑφ’ ὕδατος· ἐκ γὰρ ἐκείνης λάθριον εἶχε κύλιξ πῦρ γλυκερῶν στομάτων. | |
AG.5.282(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν, ἀλλ’ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν οὐ λάθε· τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη. | |
5 | μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν· ἐνθάδε δ’ ἔγνων, | |
ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται. | 416 in vol. 1 | |
AG.5.283(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Δάκρυά μοι σπένδουσαν ἐπήρατον οἰκτρὰ Θεανὼ εἶχον ὑπὲρ λέκτρων πάννυχον ἡμετέρων· ἐξότε γὰρ πρὸς Ὄλυμπον ἀνέδραμεν ἕσπερος ἀστήρ, μέμφετο μελλούσης ἄγγελον ἠριπόλης. | |
5 | οὐδὲν ἐφημερίοις καταθύμιον· εἴ τις Ἐρώτων λάτρις, νύκτας ἔχειν ὤφελε Κιμμερίων. | |
AG.5.284(p1) | ΡΟΥΦΙΝΟΥ ΔΟΜΕΣΤΙΚΟΥ | |
1 | Πάντα σέθεν φιλέω· μοῦνον δὲ σὸν ἄκριτον ὄμμα ἐχθαίρω, στυγεροῖς ἀνδράσι τερπόμενον. | |
AG.5.285(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην καὶ κείνην φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ, | |
5 | αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης μάστακι ποππύζων τηλόθεν ἀντεφίλουν. ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἔην χείλεος ἀμφοτέρου. | |
AG.5.286(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Φράζεό μοι, Κλεόφαντις, ὅση χάρις, ὁππότε δοιοὺς λάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει. ποῖος ἄρης ἢ τάρβος ἀπείριτον ἠὲ τίς αἰδὼς | |
τούσδε διακρίνει πλέγματα βαλλομένους; | 418 in vol. 1 | |
5 | εἴη μοι μελέεσσι τὰ Λήμνιος ἥρμοσεν ἄκμων δεσμὰ καὶ Ἡφαίστου πᾶσα δολορραφίη, μοῦνον ἐγώ, χαρίεσσα, τεὸν δέμας ἀγκὰς ἑλίξας θελγοίμην ἐπὶ σοῖς ἅψεσι βουλόμενος, δὴ τότε καὶ ξεῖνός με καὶ ἐνδάπιος καὶ ὁδίτης, | |
10 | πότνα, καὶ ἀρητὴρ χἠ παράκοιτις ἴδοι. | |
AG.5.287(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ, πείραζον κραδίην πλάσματι κερδαλέῳ· „Βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ, κούρη, ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.“ | |
5 | ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο καὶ τὸ πρόσωπον πλῆξε καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης, καί με μένειν ἱκέτευεν· ἐγὼ δέ τις ὡς βραδυπειθὴς ὄμματι θρυπτομένῳ συγκατένευσα μόνον. ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαι | |
10 | πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν. | |
AG.5.288(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἐξότε μοι πίνοντι συνεψιάουσα Χαρικλὼ λάθρῃ τοὺς ἰδίους ἀμφέβαλε στεφάνους, πῦρ ὀλοὸν δάπτει με· τὸ γὰρ στέφος, ὡς δοκέω, τι | |
εἶχεν, ὃ καὶ Γλαύκην φλέξε Κρεοντιάδα. | 420 in vol. 1 | |
AG.5.289(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους μοίρης ἀμβολίην πολλάκι δεξαμένη, ἄγριον ἦτορ ἔχει καὶ θέλγεται οὔτ’ ἐπὶ χρυσῷ οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ. | |
5 | τὴν κούρην δ’ αἰεὶ περιδέρκεται· εἰ δέ ποτ’ αὐτὴν ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην, ἆ μέγα τολμήεσσα, ῥαπίσμασιν ἀμφὶ πρόσωπα πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην. εἰ δ’ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια, | |
10 | οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος. ἔστω δ’ ἀμφοτέροισι χάρις μία, τῆς δὲ γεραιῆς ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν. | |
AG.5.290(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ὄμμα πολυπτοίητον ὑποκλέπτουσα τεκούσης συζυγίην μήλων δῶκεν ἐμοὶ ῥοδέων θηλυτέρη χαρίεσσα. μάγον τάχα πυρσὸν ἐρώτων λαθριδίως μήλοις μῖξεν ἐρευθομένοις· | |
5 | εἰμὶ γὰρ ὁ τλήμων φλογὶ σύμπλοκος· ἀντὶ δὲ μαζῶν, ὦ πόποι, ἀπρήκτοις μῆλα φέρω παλάμαις. | |
AG.5.291(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ μὲν ἐμοί, χαρίεσσα, τεῶν τάδε σύμβολα μαζῶν ὤπασας, ὀλβίζω τὴν χάριν ὡς μεγάλην· εἰ δ’ ἐπὶ τοῖς μίμνεις, ἀδικεῖς, ὅτι λάβρον ἀνῆψας πυρσὸν ἀποσβέσσαι τοῦτον ἀναινομένη. | |
5 | Τήλεφον ὁ τρώσας καὶ ἀκέσσατο· μὴ σύ γε, κούρη, | |
εἰς ἐμὲ δυσμενέων γίνεο πικροτέρη. | 422 in vol. 1 | |
AG.5.292(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν· ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων, | |
5 | καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δ’ ὀλολυγὼν τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις. ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος; καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρ | |
10 | καὶ σέ, μάκαρ, ποθέω καὶ γλυκερὴν δάμαλιν, ἧς με περισμύχουσι μεληδόνες. ἀλλά με θεσμοὶ εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος. | |
AG.5.293(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Θεσμὸν Ἔρως οὐκ οἶδε βιημάχος, οὐδέ τις ἄλλη ἀνέρα νοσφίζει πρῆξις ἐρωμανίης. εἰ δέ σε θεσμοπόλοιο μεληδόνος ἔργον ἐρύκει, οὐκ ἄρα σοῖς στέρνοις λάβρος ἔνεστιν ἔρως. | |
5 | ποῖος ἔρως, ὅτε βαιὸς ἁλὸς πόρος οἶδε μερίζειν σὸν χρόα παρθενικῆς τηλόθεν ὑμετέρης; νηχόμενος Λείανδρος, ὅσον κράτος ἐστὶν ἐρώτων, δείκνυεν, ἐννυχίου κύματος οὐκ ἀλέγων· σοὶ δέ, φίλος, παρέασι καὶ ὁλκάδες· ἀλλὰ θαμίζεις | |
10 | μᾶλλον Ἀθηναίῃ, Κύπριν ἀπωσάμενος. θεσμοὺς Παλλὰς ἔχει, Παφίη πόθον. εἰπέ, τίς ἀνὴρ | |
εἰν ἑνὶ θητεύσει Παλλάδι καὶ Παφίῃ; | 424 in vol. 1 | |
AG.5.294(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ, δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος ἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη. | |
5 | καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου κεῖτο χαλικρήτῳ νάματι βριθομένη. ἔμπης οὔ μ’ ἐφόβησαν· ἐπεὶ στρεπτῆρα θυρέτρου χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης | |
10 | ἔσβεσα, καὶ διαδὺς λέχριος ἐν θαλάμῳ τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον· ἦκα δὲ λέκτρου νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος, ὠρθούμην κατὰ βαιόν, ὅπῃ βατὸν ἔπλετο τεῖχος· ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος | |
15 | μαζοὺς μὲν κρατέεσκον, ὑπεθρύφθην δὲ προσώπῳ μάστακα πιαίνων χείλεος εὐαφίῃ. ἦν δ’ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης. οὔπω δ’ ἐξαλάπαξα φίλης πύργωμα κορείης, | |
20 | ἀλλ’ ἔτ’ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ. ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα, ναὶ τάχα πορθήσω τείχεα παρθενίης, οὐδ’ ἔτι με σχήσουσιν ἐπάλξιες· ἢν δὲ τυχήσω, στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε. | |
AG.5.295(p1) | ΛΕΟΝΤΙΟΥ | |
1 | Ψαῦε μελισταγέων στομάτων, δέπας· εὗρες, ἄμελγε· | |
οὐ φθονέω, τὴν σὴν δ’ ἤθελον αἶσαν ἔχειν. | 426 in vol. 1 | |
AG.5.296(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος γαστέρα μαντῴου μάξατο κισσυβίου, ἔγνων, ὡς φιλέεις με· τὸ δ’ ἀτρεκὲς αὐτίκα πείσεις εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη. | |
5 | τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς καλλείψω λατάγων πλήγμασι τερπομένους. | |
AG.5.297(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις. τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἷς τὰ μερίμνης ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ, | |
5 | παίγνιά τ’ ἀμφιέπουσι παρήγορα καὶ κατ’ ἀγυιὰς πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι· ἡμῖν δ’ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις κρυπτόμεθα ζοφεραῖς φροντίσι τηκόμεναι. | |
AG.5.298(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ἱμερτὴ Μαρίη μεγαλίζεται· ἀλλὰ μετέλθοις κείνης, πότνα Δίκη, κόμπον ἀγηνορίης· μὴ θανάτῳ, βασίλεια· τὸ δ’ ἔμπαλιν, ἐς τρίχας ἥξοι γήραος, ἐς ῥυτίδας σκληρὸν ἵκοιτο ῥέθος· | |
5 | τίσειαν πολιαὶ τάδε δάκρυα· κάλλος ὑπόσχοι | |
ψυχῆς ἀμπλακίην, αἴτιον ἀμπλακίης. | 428 in vol. 1 | |
AG.5.299(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | „Μηδὲν ἄγαν“ σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ἐπέραστος, ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις, καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο κεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης· | |
5 | ἡ δ’ ὑπερηέρθη σοβαρήν θ’ ὑπερέσχεθεν ὀφρὺν ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη. καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής, ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης· πάντα δ’ ἔναλλα γένοντο· πεσὼν δ’ ἐπὶ γούνασι κούρης | |
10 | ἴαχον· „Ἱλήκοις, ἤλιτεν ἡ νεότης.“ | |
AG.5.300(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ὁ θρασὺς ὑψαύχην τε καὶ ὀφρύας εἰς ἓν ἀγείρων κεῖται παρθενικῆς παίγνιον ἀδρανέος· ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν, αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη. | |
5 | καί ῥ’ ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις· ἡ δὲ κατ’ ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει. παρθένε θυμολέαινα, καὶ εἰ χόλον ἔνδικον αἶθες, σβέσσον ἀγηνορίην, ἐγγὺς ἴδες Νέμεσιν. | |
AG.5.301(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις, πτηνὸς Ἔρως πτηνῷ κεῖσε νόῳ με φέρει. εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ, | |
πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις. | 430 in vol. 1 | |
5 | εἰ δέ τί σοι στέλλω βύθιον γέρας, ἵλαθι, κούρη· εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη, κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος, τὸ πρὶν ἐπ’ ἀγλαΐῃ θάρσος ἀπωσαμένη. | |
AG.5.302(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς μαχλάδος οἰμώξεις χρυσομανῆ σπατάλην. εἰ δ’ ἐπὶ παρθενικῆς πελάσοις λέχος, ἐς γάμον ἥξεις ἔννομον ἢ ποινὰς τὰς περὶ τῶν φθορέων. | |
5 | κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν τίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος; μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων, ὧν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη. χήρη δ’ ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν | |
10 | καὶ πάντα φρονέει δήνεα μαχλοσύνης. ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα δέχνυται ἀστόργου κέντρα παλιμβολίης καὶ στυγέει τὸ τελεσθέν· ἔχουσα δὲ λείψανον αἰδοῦς ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας. | |
15 | εἰ δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς δοῦλος ἐναλλάγδην δμωίδι γινόμενος. εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει, ὕβριν ἀνιχνεύων δώματος ἀλλοτρίου. πάντ’ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δ’ ὑμέναιον | |
20 | ἤειδεν παλάμῃ Λαΐδος οὐ χατέων. | 432 in vol. 1 |
AG.5.303(p1) | ΑΔΗΛΟΝ | |
1 | Κλαγγῆς πέμπεται ἦχος ἐς οὔατα, καὶ θόρυβος δὲ ἄσπετος ἐν τριόδοις· οὐδ’ ἀλέγεις, Παφίη; ἐνθάδε γὰρ σέο κοῦρον ὁδοιπορέοντα κατέσχον, ὅσσοι ἐνὶ κραδίῃ πυρσὸν ἔχουσι πόθου. | |
AG.5.304(p1) | ΑΔΗΛΟΝ | |
1 | Ὄμφαξ οὐκ ἐπένευσας· ὅτ’ ἦς σταφυλή, παρεπέμψω· μὴ φθονέσῃς δοῦναι κἂν βραχὺ τῆς σταφίδος. | |
AG.5.305(p1) | ΑΔΗΛΟΝ | |
1 | Κούρη τίς μ’ ἐφίλησεν ὑφέσπερα χείλεσιν ὑγροῖς. νέκταρ ἔην τὸ φίλημα, τὸ γὰρ στόμα νέκταρος ἔπνει· καὶ μεθύω τὸ φίλημα, πολὺν τὸν ἔρωτα πεπωκώς. | |
AG.5.306(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Δακρύεις, ἐλεεινὰ λαλεῖς, περίεργα θεωρεῖς, ζηλοτυπεῖς, ἅπτῃ πολλάκι, πυκνὰ φιλεῖς. ταῦτα μέν ἐστιν ἐρῶντος· ὅταν δ’ εἴπω· „Παράκειμαι. καὶ σὺ μένεις;“ ἁπλῶς οὐδὲν ἐρῶντος ἔχεις. | |
AG.5.307(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Χεῦμα μὲν Εὐρώταο Λακωνικόν, ἁ δ’ ἀκάλυπτος Λήδα χὠ κύκνῳ κρυπτόμενος Κρονίδας. οἱ δέ με τὸν δυσέρωτα καταίθετε. καὶ τί γένωμαι; | |
ὄρνεον. εἰ γὰρ Ζεὺς κύκνος, ἐγὼ κόρυδος. | 434 in vol. 1 | |
AG.5.308(p1) | ΤΟΥ ΑΥΤΟΥ ἢ μᾶλλον ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ἡ κομψή, μεῖνόν με. τί σοι καλὸν οὔνομα; ποῦ σε ἔστιν ἰδεῖν; ὃ θέλεις, δώσομεν. οὐδὲ λαλεῖς; ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε; ὦ σοβαρή, ὑγίαιν’. οὐδ’ „Ὑγίαινε“ λέγεις; | |
5 | καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι· οἶδα μαλάσσειν καὶ σοῦ σκληροτέρας. νῦν δ’ ὑγίαινε, γύναι. | |
AG.5.309(p1) | ΔΙΟΦΑΝΟΥΣ ΜΥΡΙΝΑΙΟΥ | |
1 | Ψιλιστὴς ὁ Ἔρως καλοῖτ’ ἂν ὄντως· ἀγρυπνεῖ, θρασύς ἐστιν, ἐκδιδύσκει. | |
AG.5.310 | Εἷς λίθος ἀστράπτει τελετὴν πολύμορφον Ἰάκχου | |
καὶ πτηνῶν τρυγόωντα χορὸν καθύπερθεν Ἐρώτων. | 436 in vol. 1 | |
AG.6p | Ἀρχὴ τῶν ΑΝΑΘΗΜΑΤΙΚΩΝ ΕΠΙΓΡΑΜΜΑΤΩΝ | |
AG.6.1(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἡ σοβαρὸν γελάσασα καθ’ Ἑλλάδος, ἡ τὸν ἐραστῶν ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων, τῇ Παφίῃ τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι οὐκ ἐθέλω, οἵη δ’ ἦν πάρος, οὐ δύναμαι. | |
AG.6.2(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Τόξα τάδε πτολέμοιο πεπαυμένα δακρυόεντος νηῷ Ἀθηναίης κεῖται ὑπωρόφια, πολλάκι δὴ στονόεντα κατὰ κλόνον ἐν δαῒ φωτῶν Περσῶν ἱππομάχων αἵματι λουσάμενα. | |
AG.6.3(p1) | ΔΙΟΝΥΣΙΟΥ | |
1 | Ἡράκλεες, Τρηχῖνα πολύλλιθον ὅς τε καὶ Οἴτην καὶ βαθὺν εὐδένδρου πρῶνα πατεῖς Φολόης, τοῦτό σοι ἀγροτέρης Διονύσιος αὐτὸς ἐλαίης | |
χλωρὸν ἀπὸ δρεπάνῳ θῆκε ταμὼν ῥόπαλον. | 444 in vol. 1 | |
AG.6.4(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Εὐκαπὲς ἄγκιστρον καὶ δούρατα δουλιχόεντα χὠρμειὴν καὶ τὰς ἰχθυδόκους σπυρίδας καὶ τοῦτον νηκτοῖσιν ἐπ’ ἰχθύσι τεχνασθέντα κύρτον, ἁλιπλάγκτων εὕρεμα δικτυβόλων, | |
5 | τρηχύν τε τριόδοντα, Ποσειδαώνιον ἔγχος, καὶ τοὺς ἐξ ἀκάτων διχθαδίους ἐρέτας ὁ γριπεὺς Διόφαντος ἀνάκτορι θήκατο τέχνας, ὡς θέμις, ἀρχαίας λείψανα τεχνοσύνας. | |
AG.6.5(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Δούνακας ἀκροδέτους καὶ τὴν ἁλινηχέα κώπην γυρῶν τ’ ἀγκίστρων λαιμοδακεῖς ἀκίδας καὶ λίνον ἀκρομόλιβδον ἀπαγγελτῆρά τε κύρτου φελλὸν καὶ δισσὰς σχοινοτενεῖς σπυρίδας | |
5 | καὶ τὸν ἐγερσιφαῆ, πυρὸς ἔγκυον, ἔμφλογα πέτρον ἄγκυράν τε, νεῶν πλαζομένων παγίδα, Πείσων ὁ γριπεὺς Ἑρμῇ πόρεν, ἔντρομον ἤδη δεξιτερὴν πολλοῖς αἰσθόμενος καμάτοις. | |
AG.6.6 | Ἀμφιτρύων μ’ ἀνέθηκε νέων ἀπὸ Τηλεβοάων. | |
AG.6.7 | Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι | |
νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα. | 446 in vol. 1 | |
AG.6.8 | Λαοδάμας τρίποδ’ αὐτὸν ἐυσκόπῳ Ἀπόλλωνι μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα. | |
AG.6.9(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Σοὶ μὲν καμπύλα τόξα καὶ ἰοχέαιρα φαρέτρα, δῶρα παρὰ Προμάχου, Φοῖβε, τάδε κρέμαται· ἰοὺς δὲ πτερόεντας ἀνὰ κλόνον ἄνδρες ἔχουσιν ἐν κραδίαις ὀλοὰ ξείνια δυσμενέων. | |
AG.6.10(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τριτογενές, Σώτειρα, Διὸς φυγοδέμνιε κούρα, Παλλάς, ἀπειροτόκου δεσπότι παρθενίης, βωμόν τοι κεραοῦχον ἐδείματο τόνδε Σέλευκος, Φοιβείαν ἰαχὰν φθεγγομένου στόματος. | |
AG.6.11(p1) | ΣΑΤΡΙΟΥ | |
1 | Θηρευτὴς δολιχὸν τόδε δίκτυον ἄνθετο Δᾶμις, Πίγρης δ’ ὀρνίθων λεπτόμιτον νεφέλην, τριγλοφόρους δὲ χιτῶνας ὁ νυκτερέτης θέτο Κλείτωρ τῷ Πανὶ τρισσῶν ἐργασίην καμάτων· | |
5 | ἵλαος εὐσεβέεσσιν ἀδελφειοῖς ἐπίνευσον | |
πτηνὰ καὶ ἀγροτέρων κέρδεα καὶ νεπόδων. | 448 in vol. 1 | |
AG.6.12(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Γνωτῶν τρισσατίων ἐκ τρισσατίης λίνα θήρης δέχνυσο, Πάν· Πίγρης σοὶ γὰρ ἀπὸ πτερύγων ταῦτα φέρει, θηρῶν Δᾶμις, Κλείτωρ δὲ θαλάσσης· καί σφι δὸς εὐαγρεῖν ἠέρα, γαῖαν, ὕδωρ. | |
AG.6.13(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι, ἀγρότα Πάν, ἄλλης ἄλλος ἀπ’ ἀγρεσίης· ὧν ἀπὸ μὲν πτανῶν Πίγρης τάδε, ταῦτα δὲ Δᾶμις τετραπόδων, Κλείτωρ δ’ ὁ τρίτος εἰναλίων. | |
5 | ἀνθ’ ὧν τῷ μὲν πέμπε δι’ ἠέρος εὔστοχον ἄγρην, τῷ δὲ διὰ δρυμῶν, τῷ δὲ δι’ ἠιόνων. | |
AG.6.14(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Πανὶ τάδ’ αὔθαιμοι τρισσοὶ θέσαν ἄρμενα τέχνας· Δᾶμις μὲν θηρῶν ἄρκυν ὀρειονόμων, Κλείτωρ δὲ πλωτῶν τάδε δίκτυα, τὰν δὲ πετηνῶν ἄρρηκτον Πίγρης τάνδε δεραιοπέδαν. | |
5 | τὸν μὲν γὰρ ξυλόχων, τὸν δ’ ἠέρος, ὃν δ’ ἀπὸ λίμνας οὔ ποτε σὺν κενεοῖς οἶκος ἔδεκτο λίνοις. | |
AG.6.15(p1) | ΤΟΥ ΑΥΤΟΥ, οἱ δὲ ΖΩΣΙΜΟΥ | |
1 | Εἰναλίων Κλείτωρ τάδε δίκτυα, τετραπόδων δὲ Δᾶμις καὶ Πίγρης θῆκεν ὑπηερίων Πανί, κασιγνήτων ἱερὴ τριάς· ἀλλὰ σὺ θήρην | |
ἠέρι κἠν πόντῳ κἠν χθονὶ τοῖσδε νέμε. | 450 in vol. 1 | |
AG.6.16(p1) | ΑΡΧΙΟΥ | |
1 | Σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι τρίζυγες ἐκ τρισσῆς θέντο λινοστασίης· δίκτυα μὲν Δᾶμις θηρῶν, Πίγρης δὲ πετηνῶν λαιμοπέδας, Κλείτωρ δ’ εἰναλίφοιτα λίνα· | |
5 | ὧν τὸν μὲν καὶ ἐσαῦθις ἐν ἠέρι, τὸν δ’ ἔτι θείης εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους. | |
AG.6.17(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Αἱ τρισσαί τοι ταῦτα τὰ παίγνια θῆκαν ἑταῖραι, Κύπρι μάκαιρ’, ἄλλης ἄλλη ἀπ’ ἐργασίης· ὧν ἀπὸ μὲν πυγῆς Εὐφρὼ τάδε, ταῦτα δὲ Κλειὼ ὡς θέμις, ἡ τριτάτη δ’ Ἀτθὶς ἀπ’ οὐρανίων. | |
5 | ἀνθ’ ὧν τῇ μὲν πέμπε τὰ παιδικά, δεσπότι, κέρδη, τῇ δὲ τὰ θηλείης, τῇ δὲ τὰ μηδετέρης. | |
AG.6.18(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Λαῒς ἀμαλδυνθεῖσα χρόνῳ περικαλλέα μορφὴν γηραλέων στυγέει μαρτυρίην ῥυτίδων· ἔνθεν πικρὸν ἔλεγχον ἀπεχθήρασα κατόπτρου ἄνθετο δεσποίνῃ τῆς πάρος ἀγλαΐης. | |
5 | „Ἀλλὰ σύ μοι, Κυθέρεια, δέχου νεότητος ἑταῖρον | |
δίσκον, ἐπεὶ μορφὴ σὴ χρόνον οὐ τρομέει.“ | 452 in vol. 1 | |
AG.6.19(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κάλλος μέν, Κυθέρεια, χαρίζεαι, ἀλλὰ μαραίνει ὁ χρόνος ἑρπύζων σήν, βασίλεια, χάριν· δώρου δ’ ὑμετέροιο παραπταμένου με, Κυθήρη, δέχνυσο καὶ δώρου, πότνια, μαρτυρίην. | |
AG.6.20(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἑλλάδα νικήσασαν ὑπέρβιον ἀσπίδα Μήδων Λαῒς θῆκεν ἑῷ κάλλεϊ ληιδίην· μούνῳ ἐνικήθη δ’ ὑπὸ γήραϊ, καὶ τὸν ἔλεγχον ἄνθετό σοι, Παφίη, τὸν νεότητι φίλον· | |
5 | ἧς γὰρ ἰδεῖν στυγέει πολιῆς παναληθέα μορφήν, τῆσδε συνεχθαίρει καὶ σκιόεντα τύπον. | |
AG.6.21 | Σκάπτειραν κήποιο φιλυδρήλοιο δίκελλαν καὶ δρεπάνην καυλῶν ἄσκυλον ἐκτομίδα τήν τ’ ἐπινωτίδιον βροχετῶν ῥακόεσσαν ἀρωγὸν καὶ τὰς ἀρρήκτους ἐμβάδας ὠμοβοεῖς | |
5 | τόν τε δι’ εὐτρήτοιο πέδου δύνοντα κατ’ ἰθὺ ἀρτιφυοῦς κράμβης πάσσαλον ἐμβολέα καὶ σκάφος ἐξ ὀχετῶν πρασιὴν διψεῦσαν ἐγείρειν αὐχμηροῖο θέρευς οὔ ποτε παυσάμενον, σοὶ τῷ κηπουρῷ Ποτάμων ἀνέθηκε, Πρίηπε, | |
10 | κτησάμενος ταύτης ὄλβον ἀπ’ ἐργασίης. | 454 in vol. 1 |
AG.6.22(p1) | ΖΩΝΑ | |
1 | Ἀρτιχανῆ ῥοιάν τε καὶ ἀρτίχνουν τόδε μῆλον καὶ ῥυτιδόφλοιον σῦκον ἐπομφάλιον πορφύρεόν τε βότρυν μεθυπίδακα, πυκνόρρωγα, καὶ κάρυον χλωρῆς ἀντίδορον λεπίδος | |
5 | ἀγροιώτῃ τῷδε μονοστόρθυγγι Πριήπῳ θῆκεν ὁ καρποφύλαξ, δενδριακὴν θυσίην. | |
AG.6.23 | Ἑρμείη, σήραγγος ἁλικτύπου ὃς τόδε ναίεις εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας, δέξο σαγηναίοιο λίνου τετριμμένον ἅλμῃ λείψανον, αὐχμηρόν, ξανθὲν ἐπ’ ἠιόνων, | |
5 | γρίπους τε πλωτῶν τε πάγην, περιδινέα κύρτον, καὶ φελλὸν κρυφίων σῆμα λαχόντα βόλων καὶ βαθὺν ἱππείης πεπεδημένον ἅμματι χαίτης, οὐκ ἄτερ ἀγκίστρων, λιμνοφυῆ δόνακα. | |
AG.6.24 | Δαίμονι τῇ Συρίῃ τὸ μάτην τριβὲν Ἡλιόδωρος δίκτυον ἐν νηοῦ τοῦδ’ ἔθετο προπύλοις. ἁγνὸν ἀπ’ ἰχθυβόλου θήρας τόδε, πολλὰ δ’ ἐν αὐτῷ | |
φυκί’ ἀπ’ εὐόρμων εἵλκυσεν αἰγιαλῶν. | 456 in vol. 1 | |
AG.6.25(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Κεκμηὼς χρονίῃς πεπονηκότα δίκτυα θήρῃς ἄνθετο ταῖς Νύμφαις ταῦτα γέρων Κινύρης· οὐ γὰρ ἔτι τρομερῇ παλάμῃ περιηγέα κόλπον εἶχεν ἀκοντίζειν οἰγομένοιο λίνου. | |
5 | εἰ δ’ ὀλίγου δώρου τελέθει δόσις, οὐ τόδε, Νύμφαι, μέμψις, ἐπεὶ Κινύρου ταῦθ’ ὅλος ἔσκε βίος. | |
AG.6.26(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ταῖς Νύμφαις Κινύρης τόδε δίκτυον· οὐ γὰρ ἀείρει γῆρας ἀκοντιστὴν μόχθον ἑκηβολίης. ἰχθύες, ἀλλὰ νέμοισθε γεγηθότες, ὅττι θαλάσσῃ δῶκεν ἔχειν Κινύρου γῆρας ἐλευθερίην. | |
AG.6.27(p1) | ΘΕΑΙΤΗΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἰχθυβόλον πολυωπὲς ἀπ’ εὐθήρου λίνον ἄγρης τῶν τ’ ἀγκιστροδέτων συζυγίην δονάκων καὶ πιστὸν βυθίων παγίδων σημάντορα φελλὸν καὶ λίθον ἀντιτύπῳ κρούσματι πυρσοτόκον | |
5 | ἄγκυράν τ’ ἐπὶ τοῖς ἐχενηίδα, δεσμὸν ἀέλλης, στρεπτῶν τ’ ἀγκίστρων ἰχθυπαγῆ στόματα, δαίμοσιν ἀγροδότῃσι θαλασσοπόρος πόρε Βαίτων γήραϊ νουσοφόρῳ βριθομένης παλάμης. | |
AG.6.28(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Καμπτομένους δόνακας κώπην θ’ ἅμα, νηὸς ἱμάσθλην, γυρῶν τ’ ἀγκίστρων καμπυλόεσσαν ἴτυν εὐκόλπου τε λίνοιο περίπλεα κύκλα μολίβδῳ | |
καὶ φελλοὺς κύρτων μάρτυρας εἰναλίων | 458 in vol. 1 | |
5 | ζεῦγός τ’ εὐπλεκέων σπυρίδων καὶ μητέρα πυρσῶν τήνδε λίθον νηῶν θ’ ἕδρανον ἀσταθέων ἄγκυραν, γριπεύς, Ἐριούνιε, σοὶ τάδε Βαίτων δῶρα φέρει, τρομεροῦ γήραος ἀντιάσας. | |
AG.6.29(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἑρμείῃ Βαίτων ἁλινηχέος ὄργανα τέχνης ἄνθετο δειμαίνων γήραος ἀδρανίην· ἄγκυραν γυρόν τε λίθον σπυρίδας θ’ ἅμα φελλῷ, ἄγκιστρον, κώπην καὶ λίνα καὶ δόνακας. | |
AG.6.30(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Δίκτυον ἀκρομόλυβδον Ἀμύντιχος ἀμφὶ τριαίνῃ δῆσε γέρων, ἁλίων παυσάμενος καμάτων, ἐς δὲ Ποσειδάωνα καὶ ἁλμυρὸν οἶδμα θαλάσσης εἶπεν ἀποσπένδων δάκρυον ἐκ βλεφάρων· | |
5 | „Οἶσθα, μάκαρ, κέκμηκα· κακοῦ δ’ ἐπὶ γήραος ἡμῖν ἄλλυτος ἡβάσκει γυιοτακὴς πενίη. θρέψον ἔτι σπαῖρον τὸ γερόντιον, ἀλλ’ ἀπὸ γαίης, ὡς ἐθέλεις, μεδέων καὶ χθονὶ καὶ πελάγει.“ | |
AG.6.31(p1) | ΑΔΗΛΟΝ, οἱ δὲ ΝΙΚΑΡΧΟΥ | |
1 | Αἰγιβάτῃ τόδε Πανὶ καὶ εὐκάρπῳ Διονύσῳ καὶ Δηοῖ Χθονίῃ ξυνὸν ἔθηκα γέρας· αἰτέομαι δ’ αὐτοὺς καλὰ πώεα καὶ καλὸν οἶνον | |
καὶ καλὸν ἀμῆσαι καρπὸν ἀπ’ ἀσταχύων. | 460 in vol. 1 | |
AG.6.32(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν, ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ, Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τόνδ’ ἀνέθηκε τράγον. | |
AG.6.33(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν δῶρα παρακταίης σοὶ τάδ’ ἐπωφελίης, θύννων εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον φράξαντες γλαυκαῖς ἐν παρόδοις πελάγευς· | |
5 | φηγίνεον κρητῆρα καὶ αὐτούργητον ἐρείκης βάθρον ἰδ’ ὑαλέην οἰνοδόκον κύλικα, ὡς ἂν ὑπ’ ὀρχησμῶν λελυγισμένον ἔγκοπον ἴχνος ἀμπαύσῃς ξηρὴν δίψαν ἐλαυνόμενος. | |
AG.6.34(p1) | ΡΙΑΝΟΥ | |
1 | Τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον Πολύαινος τόξον καὶ κάπρου τούσδε καθᾶψε πόδας καὶ ταύταν γωρυτὸν ἐπαυχένιόν τε κυνακτὰν θῆκεν ὀρειάρχᾳ δῶρα συαγρεσίης. | |
5 | ἀλλ’, ὦ Πὰν σκοπιῆτα, καὶ εἰς ὀπίσω Πολύαινον | |
εὔαγρον πέμποις, υἱέα Σημύλεω. | 462 in vol. 1 | |
AG.6.35(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Τοῦτο χιμαιροβάτᾳ Τελέσων αἰγώνυχι Πανὶ τὸ σκύλος ἀγρείης τεῖνε κατὰ πλατάνου καὶ τὰν ῥαιβόκρανον ἐυστόρθυγγα κορύναν, ἃ πάρος αἱμωποὺς ἐστυφέλιξε λύκους, | |
5 | γαυλούς τε γλαγοπῆγας ἀγωγαῖόν τε κυνάγχαν καὶ τῶν εὐρίνων λαιμοπέδαν σκυλάκων. | |
AG.6.36(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Δράγματά σοι χώρου μικραύλακος, ὦ φιλόπυρε Δηοῖ, Σωσικλέης θῆκεν ἀρουροπόνος, εὔσταχυν ἀμήσας τὸν νῦν σπόρον· ἀλλὰ καὶ αὖτις ἐκ καλαμητομίης ἀμβλὺ φέροι δρέπανον. | |
AG.6.37(p1) | ΑΔΗΛΟΝ | |
1 | Γήραϊ δὴ καὶ τόνδε κεκυφότα φήγινον ὄζον οὔρεσιν ἀγρῶσται βουκόλοι ἐξέταμον· Πανὶ δέ μιν ξέσσαντες ὁδῷ ἔπι καλὸν ἄθυρμα κάτθεσαν, ὡραίων ῥύτορι βουκολίων. | |
AG.6.38(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Δίκτυά σοι μολίβῳ στεφανούμενα δυσιθάλασσα καὶ κώπην ἅλμης τὴν μεθύουσαν ἔτι κητοφόνον τε τρίαιναν, ἐν ὕδασι καρτερὸν ἔγχος, | |
καὶ τὸν ἀεὶ φελλοῖς κύρτον ἐλεγχόμενον | 464 in vol. 1 | |
5 | ἄγκυράν τε, νεῶν στιβαρὴν χέρα, καὶ φιλοναύτην σπέρμα πυρὸς σῴζειν πέτρον ἐπιστάμενον, ἀρχιθάλασσε Πόσειδον, Ἀμύντιχος ὕστατα δῶρα θήκατ’, ἐπεὶ μογερῆς παύσαθ’ ἁλιπλανίης. | |
AG.6.39(p1) | ΑΡΧΙΟΥ | |
1 | Αἱ τρισσαί, Σατύρη τε καὶ Ἡράκλεια καὶ Εὐφρώ, θυγατέρες Ξούθου καὶ Μελίτης, Σάμιαι· ἁ μὲν ἀραχναίοιο μίτου πολυδινέα λάτριν, ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας, | |
5 | ἁ δὲ πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων εὔθροον, ἁ τριτάτα δ’ εἰροχαρῆ τάλαρον, οἷς ἔσχον χερνῆτα βίον δηναιόν, Ἀθάνα πότνια, ταῦθ’ αἱ σαὶ σοὶ θέσαν ἐργάτιδες. | |
AG.6.40(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Τὼ βόε μοι· σῖτον δὲ τετεύχατον, ἵλαθι, Δηοῖ, δέχνυσο δ’ ἐκ μάζης, οὐκ ἀπὸ βουκολίων· δὸς δὲ βόε ζώειν ἐτύμω καὶ πλῆσον ἀρούρας δράγματος, ὀλβίστην ἀντιδιδοῦσα χάριν. | |
5 | σῷ γὰρ ἀρουροπόνῳ Φιλαλήθεϊ τέτρατος ἤδη ὀκτάδος ἑνδεκάτης ἐστὶ φίλος λυκάβας, οὐδέποτ’ ἀμήσαντι Κορινθικόν, οὔ ποτε πικρᾶς | |
τῆς ἀφιλοσταχύου γευσαμένῳ πενίης. | 466 in vol. 1 | |
AG.6.41(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Χαλκὸν ἀροτρητὴν κλασιβώλακα νειοτομῆα καὶ τὴν ταυροδέτιν βύρσαν ἐπαυχενίην καὶ βούπληκτρον ἄκαιναν ἐχετλήεντά τε γόμφον Δηοῖ Καλλιμένης ἄνθετο γειοπόνος, | |
5 | τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δ’ ἐπινεύσεις τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω. | |
AG.6.42(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἀλκιμένης ὁ πενιχρὸς ἐπὶ σμικρῷ τινι κήπῳ τοῦ φιλοκαρποφόρου γευσάμενος θέρεος ἰσχάδα καὶ μῆλον καὶ ὕδωρ γέρα Πανὶ κομίζων εἶπε· „Σύ μοι βιότου τῶν ἀγαθῶν ταμίας, | |
5 | ὧν τὰ μὲν ἐκ κήποιο, τὰ δ’ ὑμετέρης ἀπὸ πέτρης δέξο, καὶ ἀντιδιδοὺς δὸς πλέον, ὧν ἔλαβες.“ | |
AG.6.43(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Τὸν Νυμφῶν θεράποντα, φιλόμβριον, ὑγρὸν ἀοιδόν, τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον χαλκῷ μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκε, καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος. | |
5 | πλαζομένῳ γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας κοιλάδος ἐκ δροσερῆς ἀμφιβίῳ στόματι· φωνὴν δ’ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων | |
εὗρε πόσιν γλυκερῶν, ὧν ἐπόθει, λιβάδων. | 468 in vol. 1 | |
AG.6.44(p1) | ΑΔΗΛΟΝ ΤΙΝΟΣ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Γλευκοπόταις Σατύροισι καὶ ἀμπελοφύτορι Βάκχῳ Ἡρῶναξ πρώτης δράγματα φυταλιῆς τρισσῶν οἰνοπέδων τρισσοὺς ἱερώσατο τούσδε ἐμπλήσας οἴνου πρωτοχύτοιο κάδους· | |
5 | ὧν ἡμεῖς σπείσαντες, ὅσον θέμις, οἴνοπι Βάκχῳ καὶ Σατύροις, Σατύρων πλείονα πιόμεθα. | |
AG.6.45 | Ὀξέσι λαχνήεντα δέμας κέντροισιν ἐχῖνον, ῥαγολόγον γλυκερῶν σίντορα θειλοπέδων, σφαιρηδὸν σταφυλῇσιν ἐπιτροχάοντα δοκεύσας Κώμαυλος Βρομίῳ ζωὸν ἀνεκρέμασεν. | |
AG.6.46(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Τὰν πρὶν Ἐνυαλίοιο καὶ Εἰράνας ὑποφᾶτιν, μέλπουσαν κλαγγὰν βάρβαρον ἐκ στομάτων, χαλκοπαγῆ σάλπιγγα γέρας Φερένικος Ἀθάνᾳ, λήξας καὶ πολέμου καὶ θυμέλας, ἔθετο. | |
AG.6.47(p1) | ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ] | |
1 | Κερκίδα τὴν φιλαοιδὸν Ἀθηναίῃ θέτο Βιττὼ ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης, εἶπε δέ· „Χαῖρε, θεά, καὶ τήνδ’ ἔχε· χήρη ἐγὼ γὰρ τέσσαρας εἰς ἐτέων ἐρχομένη δεκάδας | |
5 | ἀρνεῦμαι τὰ σὰ δῶρα, τὰ δ’ ἔμπαλι Κύπριδος ἔργων | |
ἅπτομαι· ὥρης γὰρ κρεῖσσον ὁρῶ τὸ θέλειν.“ | 470 in vol. 1 | |
AG.6.48(p1) | ΑΔΗΛΟΝ | |
1 | Κερκίδα τὴν φιλοεργὸν Ἀθηναίῃ θέτο Βιττὼ ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης, πάντας ἀποστύξασα γυνὴ τότε τοὺς ἐν ἐρίθοις μόχθους καὶ στυγερὰς φροντίδας ἱστοπόνων. | |
5 | εἶπε δ’ Ἀθηναίῃ· „Τῶν Κύπριδος ἅψομαι ἔργων, τὴν Πάριδος κατὰ σοῦ ψῆφον ἐνεγκαμένη.“ | |
AG.6.49 | Χάλκεός εἰμι τρίπους, Πυθοῖ δ’ ἀνάκειμαι ἄγαλμα, καί μ’ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς, Τυδείδης δ’ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισιν ἐπὶ πλατὺν Ἑλλήσποντον. | |
AG.6.50(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Τόνδε ποθ’ Ἕλληνες ῥώμῃ χερὸς ἔργῳ Ἄρηος, εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι, Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου. | |
AG.6.51 | Μῆτερ ἐμή, Γαίη, Φρυγίων θρέπτειρα λεόντων, Δίνδυμον ἧς μύσταις οὐκ ἀπάτητον ὄρος, σοὶ τάδε θῆλυς Ἄλεξις ἑῆς οἰστρήματα λύσσης | |
ἄνθετο, χαλκοτύπου παυσάμενος μανίης, | 472 in vol. 1 | |
5 | κύμβαλά τ’ ὀξύφθογγα βαρυφθόγγων τ’ ἀλαλητὸν αὐλῶν, οὓς μόσχου λοξὸν ἔκαμψε κέρας, τύμπανά τ’ ἠχήεντα καὶ αἵματι φοινιχθέντα φάσγανα καὶ ξανθάς, τὰς πρὶν ἔσεισε, κόμας. ἵλαος, ὦ δέσποινα, τὸν ἐν νεότητι μανέντα, | |
10 | γηραλέον προτέρης παῦσον ἀγρειοσύνης. | |
AG.6.52(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν ἧσο, Πανομφαίῳ Ζηνὶ μένους’ ἱερά· ἤδη γὰρ χαλκός τε γέρων αὐτά τε τέτρυσαι πυκνὰ κραδαινομένα δαΐῳ ἐν πολέμῳ. | |
AG.6.53(p1) | ΒΑΚΧΥΛΙΔΟΥ | |
1 | Εὔδημος τὸν νηὸν ἐπ’ ἀγροῦ τόνδ’ ἀνέθηκε τῷ πάντων ἀνέμων πιοτάτῳ Ζεφύρῳ· εὐξαμένῳ γάρ οἱ ἦλθε βοαθόος, ὄφρα τάχιστα λικμήσῃ πεπόνων καρπὸν ἀπ’ ἀσταχύων. | |
AG.6.54(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Τὸν χαλκοῦν τέττιγα Λυκωρέι Λοκρὸς ἀνάπτει Εὔνομος ἀθλοσύνας μνᾶμα φιλοστεφάνου. ἦν γὰρ ἀγὼν φόρμιγγος· ὁ δ’ ἀντίος ἵστατο Πάρθης. | |
ἀλλ’ ὅκα δὴ πλάκτρῳ Λοκρὶς ἔκρεξε χέλυς, | 474 in vol. 1 | |
5 | βραγχὸν τετριγυῖα λύρας ἀπεκόμπασε χορδά. πρὶν δὲ μέλος σκάζειν εὔποδος ἁρμονίας, ἁβρὸν ἐπιτρύζων κιθάρας ὕπερ ἕζετο τέττιξ καὶ τὸν ἀποιχομένου φθόγγον ὑπῆλθε μίτου· τὰν δὲ πάρος λαλαγεῦσαν ἐν ἄλσεσιν ἀγρότιν ἀχὼ | |
10 | πρὸς νόμον ἁμετέρας τρέψε λυροκτυπίας. τῷ σε, μάκαρ Λητῷε, τεῷ τέττιγι γεραίρει, χάλκεον ἱδρύσας ᾠδὸν ὑπὲρ κιθάρας. | |
AG.6.55(p1) | ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΑΡΒΟΚΑΛΛΟΥ | |
1 | Πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλων τᾶς καλυκοστεφάνου νυμφίος Εὐρυνόμας Ἑρμοφίλας ἀνέθηκεν ὁ βωκόλος· ἀλλὰ δέχεσθε ἀντ’ αὐτᾶς πακτάν, ἀντ’ ἐμέθεν τὸ μέλι. | |
AG.6.56(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ | |
1 | Κισσοκόμαν Βρομίῳ Σάτυρον σεσαλαγμένον οἴνῳ ἀμπελοεργὸς ἀνὴρ ἄνθετο Ληναγόρας. τῷ δὲ καρηβαρέοντι δορήν, τρίχα, κισσόν, ὀπώρην, πάντα λέγεις μεθύειν, πάντα συνεκλέλυται· | |
5 | καὶ φύσιν ἀφθόγγοισι τύποις μιμήσατο τέχνη, | |
ὕλης ἀντιλέγειν μηδὲν ἀνασχομένης. | 476 in vol. 1 | |
AG.6.57(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Σοὶ τόδε πενταίχμοισι ποδῶν ὡπλισμένον ἀκμαῖς ἀκροχανὲς φοινῷ κρατὶ συνεξερύσας ἄνθετο δέρμα λέοντος ὑπὲρ πίτυν, αἰγιπόδη Πάν, Τεῦκρος Ἄραψ καὐτὰν ἀγρότιν αἰγανέαν. | |
5 | αἰχμῇ δ’ ἡμιβρῶτι τύποι μίμνουσιν ὀδόντων, ᾇ ἔπι βρυχητὰν θὴρ ἐκένωσε χόλον. Ὑδριάδες Νύμφαι δὲ σὺν ὑλονόμοισι χορείαν στᾶσαν, ἐπεὶ καὐτὰς πολλάκις ἐξεφόβει. | |
AG.6.58(p1) | ΙΣΙΔΩΡΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΒΟΛΒΥΘΙΩΤΟΥ | |
1 | Λέκτρα μάτην μίμνοντα καὶ ἀπρήκτου σκέπας εὐνῆς ἄνθετο σοί, Μήνη, σὸς φίλος Ἐνδυμίων, αἰδόμενος· πολιὴ γὰρ ὅλου κρατέουσα καρήνου οὐ σῴζει προτέρης ἴχνιον ἀγλαΐης. | |
AG.6.59(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα, Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη· εὕρετο γὰρ μνηστῆρα, τὸν ἤθελε, καὶ λάχεν ἥβην σώφρονα καὶ τεκέων ἄρσεν ἔτικτε γένος. | |
AG.6.60(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ἀντὶ βοὸς χρυσέου τ’ ἀναθήματος Ἴσιδι τούσδε θήκατο τοὺς λιπαροὺς Παμφίλιον πλοκάμους. ἡ δὲ θεὸς τούτοις γάνυται πλέον ἤπερ Ἀπόλλων | |
χρυσῷ, ὃν ἐκ Λυδῶν Κροῖσος ἔπεμπε θεῷ. | 478 in vol. 1 | |
AG.6.61(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὦ ξυρὸν οὐράνιον, ξυρὸν ὄλβιον, ᾧ πλοκαμῖδας κειραμένη πλεκτὰς ἄνθετο Παμφίλιον, οὔ σέ τις ἀνθρώπων χαλκεύσατο, πὰρ δὲ καμίνῳ Ἡφαίστου χρυσέην σφῦραν ἀειραμένη | |
5 | ἡ λιπαροκρήδεμνος, ἵν’ εἴπωμεν καθ’ Ὅμηρον, χερσί σε ταῖς ἰδίαις ἐξεπόνησε Χάρις. | |
AG.6.62(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Κυκλοτερῆ μόλιβον, σελίδων σημάντορα πλευρῆς, καὶ σμίλαν, δονάκων ἀκροβελῶν γλυφίδα, καὶ κανόν’ ἰθυβάτην καὶ τὴν παρὰ θῖνα κίσηριν, αὐχμηρὸν πόντου τρηματόεντα λίθον, | |
5 | Καλλιμένης Μούσαις ἀποπαυσάμενος καμάτοιο θῆκεν, ἐπεὶ γήρᾳ κανθὸς ἐπεσκέπετο. | |
AG.6.63(p1) | ΔΑΜΟΧΑΡΙΔΟΣ | |
1 | Γραμμοτόκῳ πλήθοντα μελάσματι κυκλομόλυβδον καὶ κανόνα, γραφίδων ἰθύτατον φύλακα, καὶ γραφικοῖο δοχεῖα κελαινοτάτοιο ῥεέθρου ἄκρα τε μεσσοτόμους εὐγλυφέας καλάμους | |
5 | τρηχαλέην τε λίθον, δονάκων εὐθηγέα κόσμον, ἔνθα περιτριβέων ὀξὺ χάραγμα πέλει, καὶ γλύφανον καλάμου, πλατέος γλωχῖνα σιδήρου, ὅπλα σοὶ ἐμπορίης ἄνθετο τῆς ἰδίης κεκμηὼς Μενέδημος ὑπ’ ἀχλύος ὄμμα παλαιόν, | |
10 | Ἑρμεία· σὺ δ’ ἀεὶ φέρβε σὸν ἐργατίνην. | 480 in vol. 1 |
AG.6.64(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Γυρὸν κυανέης μόλιβον σημάντορα γραμμῆς καὶ σκληρῶν ἀκόνην τρηχαλέην καλάμων καὶ πλατὺν ὀξυντῆρα μεσοσχιδέων δονακήων καὶ κανόνα γραμμῆς ἰθυπόρου ταμίην | |
5 | καὶ χρόνιον γλυπτοῖσι μέλαν πεφυλαγμένον ἄντροις καὶ γλυφίδας καλάμων ἄκρα μελαινομένων Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνῳ ἐκκρεμὲς ἤδη ἦλθε κατ’ ὀφθαλμῶν ῥυσὸν ἐπισκύνιον. | |
AG.6.65(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν τροχόεντα μόλυβδον, ὃς ἀτραπὸν οἶδε χαράσσειν ὀρθὰ παραξύων ἰθυτενῆ κανόνα, καὶ χάλυβα σκληρὸν καλαμηφάγον, ἀλλὰ καὶ αὐτὸν ἡγεμόνα γραμμῆς ἀπλανέος κανόνα | |
5 | καὶ λίθον ὀκριόεντα, δόναξ ὅθι δισσὸν ὀδόντα θήγεται ἀμβλυνθεὶς ἐκ δολιχογραφίης, καὶ βυθίην Τρίτωνος ἁλιπλάγκτοιο χαμεύνην, σπόγγον, ἀκεστορίην πλαζομένης γραφίδος, καὶ κίστην πολύωπα μελανδόκον, εἰν ἑνὶ πάντα | |
10 | εὐγραφέος τέχνης ὄργανα ῥυομένην, Ἑρμῇ Καλλιμένης, τρομερὴν ὑπὸ γήραος ὄκνῳ χεῖρα καθαρμόζων ἐκ δολιχῶν καμάτων. | |
AG.6.66(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄβροχον ἀπλανέος μόλιβον γραπτῆρα κελεύθου, ἧς ἔπι ῥιζοῦται γράμματος ἁρμονίη, καὶ κανόνα, τροχαλοῖο κυβερνητῆρα μολύβδου, | |
καὶ λίθακα τρητήν, σπόγγῳ ἐειδομένην, | 482 in vol. 1 | |
5 | καὶ μέλανος σταθεροῖο δοχήιον, ἀλλὰ καὶ αὐτῶν εὐγραφέων καλάμων ἀκροβαφεῖς ἀκίδας, σπόγγον, ἁλὸς βλάστημα, χυτῆς λειμῶνα θαλάσσης, καὶ χαλκὸν δονάκων τέκτονα λεπταλέων ἐνθάδε Καλλιμένης φιλομειδέσιν ἄνθετο Μούσαις, | |
10 | γήραϊ κεκμηὼς ὄμματα καὶ παλάμην. | |
AG.6.67(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ἀκλινέας γραφίδεσσιν ἀπιθύνοντα πορείας τόνδε μόλυβδον ἄγων καὶ μολίβου κανόνα σύνδρομον ἡνιοχῆα πολυτρήτου τ’ ἀπὸ πέτρης λᾶαν, ὃς ἀμβλεῖαν θῆγε γένυν καλάμου, | |
5 | σὺν δ’ αὐτοῖς καλάμοισι μέλαν, μυστήρια φωνῆς ἀνδρομέης, σμίλης τ’ ὀξυτόμον κοπίδα Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνος ὄμματος αὐγὴν ἀμβλύνας παλάμῃ δῶκεν ἐλευθερίην. | |
AG.6.68(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αὔλακας ἰθυπόρων γραφίδων κύκλοισι χαράσσων ἄνθεμά σοι τροχόεις οὗτος ἐμὸς μόλιβος καὶ μολίβῳ χρωστῆρι κανὼν τύπον ὀρθὸν ὀπάζων καὶ λίθος εὐσχιδέων θηγαλέη καλάμων | |
5 | σὺν καλάμοις ἄγγος τε μελανδόκον, οἷσι φυλάσσει αἰὼν ἐσσομένοις γῆρυν ἀποιχομένων· δέχνυσο καὶ γλυπτῆρα σιδήρεον, ᾧ θρασὺς Ἄρης σὺν Μούσαις ἰδίην δῶκε διακτορίην, Ἑρμείη· σὰ γὰρ ὅπλα· σὺ δ’ ἀδρανέος Φιλοδήμου | |
10 | ἴθυνε ζωὴν λειπομένοιο βίου. | 484 in vol. 1 |
AG.6.69(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Νῆα Ποσειδάωνι πολύπλανος ἄνθετο Κράντας ἔμπεδον ἐς νηοῦ πέζαν ἐρεισάμενος, αὔρης οὐκ ἀλέγουσαν ἐπὶ χθονός, ἧς ἔπι Κράντας εὐρὺς ἀνακλινθεὶς ἄτρομον ὕπνον ἔχει. | |
AG.6.70(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Νῆά σοι, ὦ πόντου βασιλεῦ καὶ κοίρανε γαίης, ἀντίθεμαι Κράντας, μηκέτι τεγγομένην, νῆα, πολυπλανέων ἀνέμων πτερόν, ἧς ἔπι δειλὸς πολλάκις ὠισάμην εἰσελάαν Ἀίδῃ· | |
5 | πάντα δ’ ἀπειπάμενος, φόβον, ἐλπίδα, πόντον, ἀέλλας, πιστὸν ὑπὲρ γαίης ἴχνιον ἡδρασάμην. | |
AG.6.71(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Σοὶ τὰ λιποστεφάνων διατίλματα μυρία φύλλων, σοὶ τὰ νοοπλήκτου κλαστὰ κύπελλα μέθης, βόστρυχα σοὶ τὰ μύροισι δεδευμένα, τῇδε κονίῃ σκῦλα ποθοβλήτου κεῖται Ἀναξαγόρα, | |
5 | σοὶ τάδε, Λαΐς, ἅπαντα· παρὰ προθύροις γὰρ ὁ δειλὸς τοῖσδε, σὺν ἀκρήβαις πολλάκι παννυχίσας, οὐκ ἔπος, οὐ χαρίεσσαν ὑπόσχεσιν, οὐδὲ μελιχρῆς ἐλπίδος ὑβριστὴν μῦθον ἐπεσπάσατο, φεῦ φεῦ, γυιοτακὴς δὲ λιπὼν τάδε σύμβολα κώμων | |
10 | μέμφεται ἀστρέπτου κάλλεϊ θηλυτέρης. | 486 in vol. 1 |
AG.6.72(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον. ἀγρονόμῳ δ’ ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροϊδὴς δὲ ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ. | |
5 | εἶπε δὲ καγχαλόων ὁ γεωπόνος· „Ἆ τάχα Βάκχῳ λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.“ | |
AG.6.73(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Δάφνις ὁ συρικτὰς τρομερῷ περὶ γήραϊ κάμνων, χειρὸς ἀεργηλᾶς τάνδε βαρυνομένας Πανὶ φιλαγραύλῳ νομίαν ἀνέθηκε κορύναν, γήραϊ ποιμενίων παυσάμενος καμάτων. | |
5 | εἰσέτι γὰρ σύριγγι μελίσδομαι, εἰσέτι φωνὰ ἄτρομος ἐν τρομερῷ σώματι ναιετάει, ἀλλὰ λύκοις σίντῃσιν ἀν’ οὔρεα μή τις ἐμεῖο αἰπόλος ἀγγείλῃ γήραος ἀδρανίην. | |
AG.6.74(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων πολλὰ τανυκραίρων στέρνα χαραξαμένη, ἡ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις, παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη, | |
5 | ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης, Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη. θῆκα δέ σοι τάδε ῥόπτρα, παραρρίψασα δὲ κισσὸν | |
χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ. | 488 in vol. 1 | |
AG.6.75(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἄνδροκλος, ὤπολλον, τόδε σοὶ κέρας, ᾧ ἐπὶ πουλὺν θῆρα βαλὼν ἄγρας εὔσκοπον εἶχε τύχην. οὔποτε γὰρ πλαγκτὸς γυρᾶς ἐξᾶλτο κεραίας ἰὸς ἐπ’ ἠλεμάτῳ χειρὸς ἑκηβολίᾳ. | |
5 | ὁσσάκι γὰρ τόξοιο παναγρέτις ἴαχε νευρά, τοσσάκις ἦν ἀγρεὺς ἠέρος ἢ ξυλόχου. ἀνθ’ ὧν σοὶ τόδε, Φοῖβε, τὸ Λύκτιον ὅπλον ἀγινεῖ χρυσείαις πλέξας μείλιον ἀμφιδέαις. | |
AG.6.76(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι, τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠιόνα, νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι, θῆκε δὲ σοὶ προτέρης λείψανον ἡλικίης. | |
5 | ἀλλά, θεά, δύνασαι γάρ, ἢ ἡβητῆρά με τεῦξον ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου. | |
AG.6.77(p1) | ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Οἰνοπότας Ξενοφῶν κενεὸν πίθον ἄνθετο, Βάκχε· δέχνυσο δ’ εὐμενέως· ἄλλο γὰρ οὐδὲν ἔχει. | |
AG.6.78(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὼς τρητὼς δόνακας, τὸ νάκος, τὰν σεῖο κορύναν ἄνθεσο Πανὶ φίλῳ, Δάφνι γυναικοφίλα. ὦ Πάν, δέχνυσο δῶρα τὰ Δάφνιδος· ἶσα γὰρ αὐτῷ | |
καὶ μολπὰν φιλέεις καὶ δύσερως τελέθεις. | 490 in vol. 1 | |
AG.6.79(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀροτρεὺς ἀντ’ εὐεργεσίης ἄνθετό σοι τεμένη. „Βόσκε“, δ’ ἔφη, „χαίρων τὰ σὰ ποίμνια καὶ σέο χώρην δέρκεο τὴν χαλκῷ μηκέτι τεμνομένην. | |
5 | αἴσιον εὑρήσεις τόδ’ ἐπαύλιον· ἐνθάδε γάρ σοι Ἠχὼ τερπομένη καὶ γάμον ἐκτελέσει.“ | |
AG.6.80(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δαφνιακῶν βίβλων Ἀγαθηιὰς ἐννεάς εἰμι· ἀλλά μ’ ὁ τεκτήνας ἄνθετο σοί, Παφίη. οὐ γὰρ Πιερίδεσσι τόσον μέλω ὅσσον Ἔρωτι, ὄργια τοσσατίων ἀμφιέπουσα πόθων. | |
5 | αἰτεῖ δ’ ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη ἤ τινα μὴ φιλέειν ἢ ταχὺ πειθομένην. | |
AG.6.81(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἀσπίδα ταυρείην, ἔρυμα χροός, ἀντιβίων τε πολλάκις ἐγχείην γευσαμένην χολάδων καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ στέρνοιο χιτῶνα καὶ κόρυν ἱππείαις θριξὶ δασυνομένην | |
5 | ἄνθετο Λυσίμαχος γέρας Ἄρεϊ, γηραλέον νῦν ἀντὶ πανοπλίης βάκτρον ἀμειψάμενος. | |
AG.6.82(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αὐλοὺς Πανὶ Μελίσκος· ὁ δ’ ἔννεπε μὴ γέρας αἴρειν | |
τούτοις· „Ἐκ καλάμων οἶστρον ἐπεσπασάμην.“ | 492 in vol. 1 | |
AG.6.83(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Τὴν κιθάρην Εὔμολπος ἐπὶ τριπόδων ποτὲ Φοίβῳ ἄνθετο, γηραλέην χεῖρ’ ἐπιμεμφόμενος, εἶπε δέ· „Μὴ ψαύσαιμι λύρης ἔτι μηδ’ ἐθελήσω τῆς πάρος ἁρμονίης ἐμμελέτημα φέρειν. | |
5 | ἠιθέοις μελέτω κιθάρης μίτος· ἀντὶ δὲ πλήκτρου σκηπανίῳ τρομερὰς χεῖρας ἐρεισάμεθα.“ | |
AG.6.84(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ζηνὶ τόδ’ ὀμφάλιον σάκεος τρύφος, ᾧ ἔπι λαιὰν ἔσχεν ἀριστεύων, ἄνθετο Νικαγόρας· πᾶν δὲ τὸ λοιπὸν ἄκοντες ἰσάριθμός τε χαλάζῃ χερμὰς καὶ ξιφέων ἐξεκόλαψε γένυς. | |
5 | ἀλλὰ καὶ ἀμφίδρυπτον ἐὸν τόδε χειρὶ μεναίχμᾳ σῴζετο Νικαγόρα, σῷζε δὲ Νικαγόραν. θεσμὸν τὸν Σπάρτας μενεφύλοπιν ἀμφὶ βοείᾳ τῇδέ τις ἀθρήσει πάντα φυλασσόμενον. | |
AG.6.85(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Τὸν θῶ καὶ τὰς κνῆ τάν τ’ ἀσπίδα καὶ δόρυ καὶ κρᾶ Γορδιοπριλάριος ἄνθετο Τιμοθέῳ. | |
AG.6.86(p1) | ΕΥΤΟΛΜΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ | |
1 | Κνημῖδας, θώρηκα, σάκος, κόρυν, ἔγχος Ἀθήνῃ | |
Ῥοῦφος Μεμμιάδης Γέλλιος ἐκρέμασεν. | 494 in vol. 1 | |
AG.6.87 | Ἄνθετό σοι κορύνην καὶ νεβρίδας ὑμέτερος Πάν, Εὔιε, καλλείψας σὸν χορὸν ἐκ Παφίης. Ἠχὼ γὰρ φιλέει καὶ πλάζεται· ἀλλὰ σύ, Βάκχε, ἵλαθι τῷ ξυνὴν ἀμφιέποντι τύχην. | |
AG.6.88(p1) | ΑΝΤΙΦΑΝΟΥΣ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Αὐτή σοι Κυθέρεια τὸν ἱμερόεντ’ ἀπὸ μαστῶν, Ἰνώ, λυσαμένη κεστὸν ἔδωκεν ἔχειν, ὡς ἂν θελξινόοισιν ἀεὶ φίλτροισι δαμάζῃς ἀνέρας· ἐχρήσω δ’ εἰς ἐμὲ πᾶσι μόνον. | |
AG.6.89(p1) | ΜΑΙΚΙΟΥ ΚΟΙΝΤΟΥ | |
1 | Ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε, χοιράσι καὶ τρηχεῖ τερπόμενε σκοπέλῳ σοὶ Πάρις ὀστρακόδερμον ὑπ’ εὐθήροισι δαμέντα ὁ γριπεὺς καλάμοις κάραβον ἐκρέμασεν, | |
5 | σάρκα μὲν ἔμπυρον αὐτὸς ὑφ’ ἡμίβρωτον ὀδόντα θείς, μάκαρ, αὐτὸ δὲ σοὶ τοῦτο πόρε σκύβαλον. τῷ σὺ δίδου μὴ πολλά, δι’ εὐάγρου δὲ λίνοιο, δαῖμον, ὑλακτούσης νηδύος ἡσυχίην. | |
AG.6.90(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἄγκυραν ἐμβρύοικον, ἐρυσινηίδα, κώπας τε δισσὰς τὰς ἀπωσικυμάτους καὶ δικτύοις μόλυβδον ἡψιδωμένον | |
κύρτοις τε φελλοὺς τοὺς ἐπεσφραγισμένους | 496 in vol. 1 | |
5 | καὶ πῖλον ἀμφίκρηνον ὕδασι στέγην λίθον τε ναύταις ἑσπέρης πυρσητόκον, ἁλὸς τύραννε, σοί, Πόσειδον, Ἀρχικλῆς ἔθηκε λήξας τῆς ἀπ’ ἠιόνων ἄλης. | |
AG.6.91(p1) | ΘΑΛΛΟΥ ΜΙΛΗΣΙΟΥ | |
1 | Ἀσπίδα μὲν Πρόμαχος, τὰ δὲ δούρατα θῆκεν Ἀκοντεύς, τὸ ξίφος Εὐμήδης, τόξα δὲ ταῦτα Κύδων, Ἱππομέδων τὰ χαλινά, κόρυν δ’ ἀνέθηκε Μελάντας, κνημῖδας Νίκων, κοντὸν Ἀριστόμαχος, | |
5 | τὸν θώρηκα Φιλῖνος· ἀεὶ δ’, Ἆρες βροτολοιγέ, σκῦλα φέρειν δῴης πᾶσιν ἀπ’ ἀντιπάλων. | |
AG.6.92(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Αὐλὸν καμινευτῆρα τὸν φιλήνεμον ῥίνην τε κνησίχρυσον ὠκυδήκτορα καὶ τὸν δίχηλον καρκίνον πυραγρέτην πτωκὸς πόδας τε τούσδε λειψανηλόγους | |
5 | ὁ χρυσοτέκτων Δημοφῶν Κυλληνίῳ ἔθηκε, γήρᾳ κανθὸν ἐζοφωμένος. | |
AG.6.93(p1) | ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ] | |
1 | Ἁρπαλίων ὁ πρέσβυς, ὁ πᾶς ῥυτίς, οὑπιλινευτής, τόνδε παρ’ Ἡρακλεῖ θῆκέ με τὸν σιβύνην, ἐκ πολλοῦ πλειῶνος ἐπεὶ βάρος οὐκέτι χεῖρες | |
ἔσθενον, ἐς κεφαλὴν δ’ ἤλυθε λευκοτέρην. | 498 in vol. 1 | |
AG.6.94(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἀραξίχειρα ταῦτά σοι τὰ τύμπανα καὶ κύμβαλ’ ὀξύδουπα κοιλοχείλεα διδύμους τε λωτοὺς κεροβόας, ἐφ’ οἷς ποτε ἐπωλόλυξεν αὐχένα στροβιλίσας, | |
5 | λυσιφλεβῆ τε σάγαριν ἀμφιθηγέα, λεοντόδιφρε, σοί, Ῥέη, Κλυτοσθένης ἔθηκε, λυσσητῆρα γηράσας πόδα. | |
AG.6.95(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Βουστρόφον, ἀκροσίδαρον, ἀπειλητῆρα μύωπα καὶ πήραν μέτρου σιτοδόκον σπορίμου γαμψόν τε δρέπανον, σταχυητόμον ὅπλον ἀρούρης, καὶ παλιουροφόρον, χεῖρα θέρευς, τρίνακα | |
5 | καὶ τρητοὺς ποδεῶνας ὁ γατόμος ἄνθετο Δηοῖ Πάρμις, ἀνιηρῶν παυσάμενος καμάτων. | |
AG.6.96(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Γλαύκων καὶ Κορύδων, οἱ ἐν οὔρεσι βουκολέοντες, Ἀρκάδες ἀμφότεροι, τὸν κεραὸν δαμάλην Πανὶ φιλωρείτᾳ Κυλληνίῳ αὐερύσαντες ἔρρεξαν καί οἱ δωδεκάδωρα κέρα | |
5 | ἅλῳ μακροτένοντι ποτὶ πλατάνιστον ἔπαξαν | |
εὐρεῖαν, νομίῳ καλὸν ἄγαλμα θεῷ. | 500 in vol. 1 | |
AG.6.97(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Δοῦρας Ἀλεξάνδροιο· λέγει δέ σε γράμματ’ ἐκεῖνον ἐκ πολέμου θέσθαι σύμβολον Ἀρτέμιδι ὅπλον ἀνικήτοιο βραχίονος. ἆ καλὸν ἔγχος, ᾧ πόντος καὶ χθὼν εἶκε κραδαινομένῳ. | |
5 | ἵλαθι, δοῦρας ἀταρβές, ἀεὶ δέ σε πᾶς τις ἀθρήσας ταρβήσει, μεγάλης μνησάμενος παλάμης. | |
AG.6.98(p1) | ΖΩΝΑ | |
1 | Δηοῖ λικμαίῃ καὶ ἐναυλακοφοίτισιν Ὥραις Ἡρῶναξ πενιχρῆς ἐξ ὀλιγηροσίης μοῖραν ἀλωείταις στάχυας πάνσπερμά τε ταῦτα ὄσπρι’ ἐπὶ πλακίνου τοῦδ’ ἔθετο τρίποδος· | |
5 | ἐκ μικρῶν ὀλίγιστα· πέπατο γὰρ οὐ μέγα τοῦτο κληρίον ἐν λυπρῇ τῇδε γεωλοφίῃ. | |
AG.6.99(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Κόψας ἐκ φηγοῦ σε τὸν αὐτόφλοιον ἔθηκε Πᾶνα Φιλοξενίδης, ὁ κλυτὸς αἰγελάτης, θύσας αἰγιβάτην πολιὸν τράγον ἔν τε γάλακτι πρωτογόνῳ βωμοὺς τοὺς ἱεροὺς μεθύσας. | |
5 | ἀνθ’ ὧν ἐν σηκοῖς διδυμητόκοι αἶγες ἔσονται | |
γαστέρα φεύγουσαι τρηχὺν ὀδόντα λύκου. | 502 in vol. 1 | |
AG.6.100(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Λαμπάδα, τὴν κούροις ἱερὴν ἔριν, ὠκὺς ἐνέγκας, οἷα Προμηθείης μνῆμα πυρικλοπίης, νίκης κλεινὸν ἄεθλον ἔτ’ ἐκ χερὸς ἔμπυρον Ἑρμῇ θῆκ’ ἐν ὁμωνυμίῃ παῖς πατρὸς Ἀντιφάνης. | |
AG.6.101(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ξίφη τὰ πολλῶν κνωδάλων λαιμητόμα πυριτρόφους τε ῥιπίδας φυσηνέμους ἠθμόν τε πουλύτρητον ἠδὲ τετράπουν πυρὸς γέφυραν, ἐσχάρην κρεηδόκον, | |
5 | ζωμήρυσίν τε τὴν λίπους ἀφρηλόγον ὁμοῦ κρεάγρῃ τῇ σιδηροδακτύλῳ, βραδυσκελὴς Ἥφαιστε, σοὶ Τιμασίων ἔθηκεν, ἀκμῆς γυῖον ὠρφανωμένος. | |
AG.6.102(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα καὶ ῥοδέας σταφυλῆς ὠμὸν ἀποσπάδιον μῆλόν θ’ ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ καὶ κάρυον χλωρῶν ἐκφανὲς ἐκ λεπίδων | |
5 | καὶ σίκυον χλοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην, καὶ πέρκην ἤδη χρυσοχίτων’ ἐλάην σοί, φιλοδῖτα Πρίηπε, φυτοσκάφος ἄνθετο Λάμων, | |
δένδρεσι καὶ γυίοις εὐξάμενος θαλέθειν. | 504 in vol. 1 | |
AG.6.103(p1) | ΤΟΥ ΑΥΤΟΥ ΦΙΛΙΠΠΟΥ | |
1 | Στάθμην ἰθυτενῆ μολιβαχθέα δουριτυπῆ τε σφῦραν καὶ γυρὰς ἀμφιδέτους ἀρίδας καὶ στιβαρὸν πέλεκυν στελεχητόμον ἰθύδρομόν τε πρίονα, μιλτείῳ στάγματι πειθόμενον, | |
5 | τρύπανα θ’ ἑλκεσίχειρα τέρετρά τε μιλτοφυρῆ τε σχοῖνον, ὑπ’ ἀκρονύχῳ ψαλλομένην κανόνι, σοί, κούρη γλαυκῶπι, Λεόντιχος ὤπασε δῶρον, ἄνθος ἐπεὶ γυίων πᾶν ἀπέδυσε χρόνος. | |
AG.6.104(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σπερμοφόρον πήρην ὠμαχθέα κὠλεσίβωλον σφῦραν καὶ γαμψὰς πυρολόγους δρεπάνας καὶ τριβόλους ὀξεῖς ἀχυρότριβας ἱστοβόην τε σὺν γυροῖς ἀρότροις καὶ φιλόγαιον ὕνιν | |
5 | κέντρα τ’ ὀπισθονυγῆ καὶ βουστρόφα δεσμὰ τενόντων καὶ τρίνακας ξυλίνας, χεῖρας ἀρουροπόνων, γυῖα γε πηρωθεὶς Λυσίξενος αὔλακι πολλῇ ἐκρέμασεν Δηοῖ τῇ σταχυοστεφάνῳ. | |
AG.6.105(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Τρῖγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοί, λιμενῖτι Ἄρτεμι, δωρεῦμαι Μῆνις ὁ δικτυβόλος καὶ ζωρὸν κεράσας ἰσοχειλέα καὶ τρύφος ἄρτου αὖον ἐπιθραύσας, τὴν πενιχρὴν θυσίην· | |
5 | ἀνθ’ ἧς μοι πλησθέντα δίδου θηράμασιν αἰὲν | |
δίκτυα· σοὶ δέδοται πάντα, μάκαιρα, λίνα. | 506 in vol. 1 | |
AG.6.106(p1) | ΖΩΝΑ | |
1 | Τοῦτό τοι, ὑλειῶτα, κατ’ ἀγριάδος πλατάνοιο δέρμα λυκορραίστης ἐκρέμασεν Τελέσων καὶ τὰν ἐκ κοτίνοιο καλαύροπα, τάν ποκα τῆνος πολλάκι ῥομβητὰν ἐκ χερὸς ἠκροβόλει. | |
5 | ἀλλὰ τύ, Πὰν βουνῖτα, τὰ μὴ πολύολβά τε δέξαι δῶρα καὶ εὐαγρὲς τῷδε πέτασσον ὄρος. | |
AG.6.107(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ὑλησκόπῳ με Πανὶ θηρευτὴς Γέλων ἔθηκε λόγχην, ἧς ἀπέθρισε χρόνος ἀκμὴν ἐν ἔργῳ, καὶ λίνων πολυστρόφων γεραιὰ τρύχη καὶ πάγας δεραγχέας | |
5 | νευροπλεκεῖς τε κνωδάλων ἐπισφύρους ὠκεῖς ποδίστρας καὶ τραχηλοδεσμότας κλοιοὺς κυνούχους· γυῖα γὰρ δαμεὶς χρόνῳ ἀπεῖπεν ἤδη τὴν ὀρεινόμον πλάνην. | |
AG.6.108(p1) | ΜΥΡΙΝΟΥ | |
1 | Ὑψηλῶν ὀρέων ἔφοροι, κεραοὶ χοροπαῖκται, Πᾶνες, βουχίλου κράντορες Ἀρκαδίης, εὔαρνον θείητε καὶ εὐχίμαρον Διότιμον | |
δεξάμενοι λαμπρῆς δῶρα θυηπολίης. | 508 in vol. 1 | |
AG.6.109(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Γηραλέον νεφέλας τρῦχος τόδε καὶ τριέλικτον ἰχνοπέδαν καὶ τὰς νευροτενεῖς παγίδας κλωβούς τ’ ἀμφιρρῶγας ἀνασπαστούς τε δεράγχας καὶ πυρὶ θηγαλέους ὀξυπαγεῖς στάλικας | |
5 | καὶ τὰν εὔκολλον δρυὸς ἰκμάδα τόν τε πετηνῶν ἀγρευτὰν ἰξῷ μυδαλέον δόνακα καὶ κρυφίου τρίκλωστον ἐπισπαστῆρα βόλοιο ἄρκυν τε κλαγερῶν λαιμοπέδαν γεράνων, σοί, Πὰν ὦ σκοπιῆτα, γέρας θέτο παῖς Νεολᾴδα | |
10 | Κραῦβις ὁ θηρευτάς, Ἀρκὰς ἀπ’ Ὀρχομενοῦ. | |
AG.6.110(p1) | ΛΕΩΝΙΔΑ, οἱ δὲ ΜΝΑΣΑΛΚΟΥ | |
1 | Τὰν ἔλαφον Κλεόλαος ὑπὸ κναμοῖσι λοχήσας ἔκτανε Μαιάνδρου πὰρ τριέλικτον ὕδωρ θηκτῷ σαυρωτῆρι· τὰ δ’ ὀκτάρριζα μετώπων φράγμαθ’ ὑπὲρ κραναὰν ἇλος ἔπαξε πίτυν. | |
AG.6.111(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τὰν ἔλαφον Λάδωνα καὶ ἀμφ’ Ἐρυμάνθιον ὕδωρ νῶτά τε θηρονόμου φερβομέναν Φολόας παῖς ὁ Θεαρίδεω Λασιώνιος εἷλε Λυκόρμας πλήξας ῥομβωτῷ δούρατος οὐριάχῳ· | |
5 | δέρμα δὲ καὶ δικέραιον ἀπὸ στόρθυγγα μετώπων | |
σπασσάμενος κούρᾳ θῆκε παρ’ ἀγρότιδι. | 510 in vol. 1 | |
AG.6.112(p1) | ΠΕΡΣΟΥ | |
1 | Τρεῖς ἄφατοι κεράεσσιν ὑπ’ αἰθούσαις τοι, Ἄπολλον, ἄγκεινται κεφαλαὶ Μαιναλίων ἐλάφων, ἃς ἕλον ἐξ ἵππων † γυγερῷ χέρε Δαΐλοχός τε καὶ Προμένης, ἀγαθοῦ τέκνα Λεοντιάδου. | |
AG.6.113(p1) | ΣΙΜΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Πρόσθε μὲν ἀγραύλοιο δασύτριχος ἰξάλου αἰγὸς δοιὸν ὅπλον χλωροῖς ἐστεφόμαν πετάλοις· νῦν δέ με Νικομάχῳ κεραοξόος ἥρμοσε τέκτων, ἐντανύσας ἕλικος καρτερὰ νεῦρα βοός. | |
AG.6.114(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Δέρμα καὶ ὀργυιαῖα κέρα βοὸς ἐκ βασιλῆος Ἀμφιτρυωνιάδᾳ κείμεθ’ ἀνὰ πρόπυλον τεσσαρακαιδεκάδωρα, τὸν αὐχήεντα Φιλίππῳ ἀντόμενον κατὰ γᾶς ἤλασε δεινὸς ἄκων | |
5 | βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν. ἆ πολύολβος Ἠμαθία· τοίῳ κραίνεται ἁγεμόνι. | |
AG.6.115(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον, τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίας, Δαρδανέων ὀλετὴρ ὁ κεραύνιος εἷλε Φίλιππος | |
πλήξας αἰγανέᾳ βρέγμα κυναγέτιδι· | 512 in vol. 1 | |
5 | καὶ τάδε σοὶ βριαρᾶς, Ἡράκλεες, οὐ δίχα βύρσας θῆκεν, ἀμαιμακέτου κρατὸς ἔρεισμα, κέρα. σᾶς τοι ὅδ’ ἐκ ῥίζας ἀναδέδρομεν· οὔ τοι ἀεικὲς πατρῴου ζαλοῦν ἔργα βοοκτασίας. | |
AG.6.116(p1) | ΣΑΜΟΥ | |
1 | Σοὶ γέρας, Ἀλκείδα Μινυαμάχε, τοῦτο Φίλιππος δέρμα ταναιμύκου λευρὸν ἔθηκε βοὸς αὐτοῖς σὺν κεράεσσι, τὸν ὕβρεϊ κυδιόωντα ἔσβεσεν Ὀρβηλοῦ τρηχὺν ὑπὸ πρόποδα. | |
5 | ὁ φθόνος αὐαίνοιτο, τεὸν δ’ ἔτι κῦδος ἀέξοι ῥίζα Βεροιαίου κράντορος Ἠμαθίας. | |
AG.6.117(p1) | ΠΑΓΚΡΑΤΟΥΣ | |
1 | Ἐκ πυρὸς ὁ ῥαιστὴρ καὶ ὁ καρκίνος ἥ τε πυράγρη ἄγκεινθ’ Ἡφαίστῳ δῶρα Πολυκράτεος, ᾧ πυκνὸν κροτέων ὑπὲρ ἄκμονος εὕρετο παισὶν ὄλβον, ὀιζυρὴν ὠσάμενος πενίην. | |
AG.6.118(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἁ φόρμιγξ τά τε τόξα καὶ ἀγκύλα δίκτυα Φοίβῳ Σώσιδος ἔκ τε Φίλας ἔκ τε Πολυκράτεος, χὠ μὲν ὀιστευτὴρ κεραὸν βιόν, ἁ δὲ λυρῳδὸς τὰν χέλυν, ὡγρευτὴς ὤπασε πλεκτὰ λίνα. | |
5 | ἀλλ’ ὁ μὲν ὠκυβόλων ἰῶν κράτος, ἁ δὲ φέροιτο | |
ἄκρα λύρας, ὁ δ’ ἔχοι πρῶτα κυναγεσίας. | 514 in vol. 1 | |
AG.6.119(p1) | ΜΟΙΡΟΥΣ ΒΥΖΑΝΤΙΑΣ | |
1 | Κεῖσαι δὴ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας, βότρυ, Διωνύσου πληθόμενος σταγόνι, οὐδ’ ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον. | |
AG.6.120(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Οὐ μόνον ὑψηλοῖς ἐπὶ δένδρεσιν οἶδα καθίζων ἀείδειν, ζαθερεῖ καύματι θαλπόμενος, προίκιος ἀνθρώποισι κελευθήτῃσιν ἀοιδός, θηλείης ἕρσης ἰκμάδα γευόμενος, | |
5 | ἀλλὰ καὶ εὐπήληκος Ἀθηναίης ἐπὶ δουρὶ τὸν τέττιγ’ ὄψει μ’, ὦνερ, ἐφεζόμενον. ὅσσον γὰρ Μούσαις ἐστέργμεθα, τόσσον Ἀθήνη ἐξ ἡμέων· ἡ γὰρ παρθένος αὐλοθέτει. | |
AG.6.121(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Κυνθιάδες, θαρσεῖτε· τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ’ Ἀρτέμιδι, οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα, νῦν δὲ πέπαυται, αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο. | |
AG.6.122(p1) | ΝΙΚΙΟΥ | |
1 | Μαινὰς Ἐνυαλίου, πολεμαδόκε, θοῦρι κράνεια, τίς νύ σε θῆκε θεᾷ δῶρον ἐγερσιμάχᾳ; — „Μήνιος· ἦ γὰρ τοῦ παλάμας ἄπο ῥίμφα θοροῦσα | |
ἐν προμάχοις Ὀδρύσας δήιον ἂμ πεδίον.“ | 516 in vol. 1 | |
AG.6.123(p1) | ΑΝΥΤΗΣ | |
1 | Ἕσταθι τᾷδε, κράνεια βροτοκτόνε, μηδ’ ἔτι λυγρὸν χάλκεον ἀμφ’ ὄνυχα στάζε φόνον δαΐων· ἀλλ’ ἀνὰ μαρμάρεον δόμον ἡμένα αἰπὺν Ἀθάνας, ἄγγελλ’ ἀνορέαν Κρητὸς Ἐχεκρατίδα. | |
AG.6.124(p1) | ΗΓΗΣΙΠΠΟΥ | |
1 | Ἀσπὶς ἀπὸ βροτέων ὤμων Τιμάνορος ἧμαι ναῷ ὑπωροφία Παλλάδος ἀλκιμάχας, πολλὰ σιδαρείου κεκονιμένα ἐκ πολέμοιο, τόν με φέροντ’ αἰεὶ ῥυομένα θανάτου. | |
AG.6.125(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Ἤδη τᾷδε μένω πολέμου δίχα, καλὸν ἄνακτος στέρνον ἐμῷ νώτῳ πολλάκι ῥυσαμένα. καίπερ τηλεβόλους ἰοὺς καὶ χερμάδι’ αἰνὰ μυρία καὶ δολιχὰς δεξαμένα κάμακας, | |
5 | οὐδέποτε Κλείτοιο λιπεῖν περιμάκεα πᾶχυν φαμὶ κατὰ βλοσυρὸν φλοῖσβον Ἐνυαλίου. | |
AG.6.126(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Σᾶμα τόδ’ οὐχὶ μάταιον ἐπ’ ἀσπίδι παῖς ὁ Πολύττου | |
Ὕλλος ἀπὸ Κρήτας θοῦρος ἀνὴρ ἔθετο, Γοργόνα τὰν λιθοεργὸν ὁμοῦ καὶ τριπλόα γοῦνα γραψάμενος· δῄοις τοῦτο δ’ ἔοικε λέγειν· | 518 in vol. 1 | |
5 | „Ἀσπίδος ὦ κατ’ ἐμᾶς πάλλων δόρυ, μὴ κατίδῃς με, ἢ φεῦγε τρισσοῖς τὸν ταχὺν ἄνδρα ποσίν.“ | |
AG.6.127(p1) | ΝΙΚΙΟΥ | |
1 | Μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηι ἐκπρολιποῦσα χορῶν παρθενίων ἀίειν Ἀρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μ’ ἔθηκεν, λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη. | |
AG.6.128(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Ἧσο κατ’ ἠγάθεον τόδ’ ἀνάκτορον, ἀσπὶ φαεννά, ἄνθεμα Λατῴᾳ δήιον Ἀρτέμιδι· πολλάκι γὰρ κατὰ δῆριν Ἀλεξάνδρου μετὰ χερσὶν μαρναμένα χρυσέαν οὐκ ἐκόνισσας ἴτυν. | |
AG.6.129(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ὀκτώ τοι θυρεούς, ὀκτὼ κράνη, ὀκτὼ ὑφαντοὺς θώρηκας, τόσσας δ’ αἱμαλέας κοπίδας, ταῦτ’ ἀπὸ Λευκανῶν Κορυφασίᾳ ἔντε’ Ἀθάνᾳ | |
Ἅγνων Εὐάνθευς θῆχ’ ὁ βιαιομάχος. | 520 in vol. 1 | |
AG.6.130(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν, πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν· οὐ μέγα θαῦμα· αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι. | |
AG.6.131(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Αἵδ’ ἀπὸ Λευκανῶν θυρεάσπιδες, οἵδε χαλινοὶ στοιχηδὸν ξεσταί τ’ ἀμφίβολοι κάμακες δέδμηνται, ποθέουσαι ὁμῶς ἵππους τε καὶ ἄνδρας, Παλλάδι· τοὺς δ’ ὁ μέλας ἀμφέχανεν θάνατος. | |
AG.6.132(p1) | ΝΟΣΣΙΔΟΣ | |
1 | Ἔντεα Βρέττιοι ἄνδρες ἀπ’ αἰνομόρων βάλον ὤμων θεινόμενοι Λοκρῶν χερσὶν ὕπ’ ὠκυμάχων, ὧν ἀρετὰν ὑμνεῦντα θεῶν ὑπ’ ἀνάκτορα κεῖνται, οὐδὲ ποθεῦντι κακῶν πάχεας, οὓς ἔλιπον. | |
AG.6.133(p1) | ΑΡΧΙΛΟΧΟΥ | |
1 | Ἀλκιβίη πλοκάμων ἱερὴν ἀνέθηκε καλύπτρην | |
Ἥρῃ, κουριδίων εὖτ’ ἐκύρησε γάμων. | 522 in vol. 1 | |
AG.6.134(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ | |
1 | Ἡ τὸν θύρσον ἔχους’ Ἑλικωνιὰς ἥ τε παρ’ αὐτὴν Ξανθίππη Γλαύκη τ’ εἰς χορὸν ἐρχόμεναι ἐξ ὄρεος χωρεῦσι, Διωνύσῳ δὲ φέρουσι κισσὸν καὶ σταφυλήν, πίονα καὶ χίμαρον. | |
AG.6.135(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὗτος Φειδόλα ἵππος ἀπ’ εὐρυχόροιο Κορίνθου ἄγκειται Κρονίδᾳ μνᾶμα ποδῶν ἀρετᾶς. | |
AG.6.136(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηρις εἷμα τόδε· ξυνὴ δ’ ἀμφοτέρων σοφίη. | |
AG.6.137(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῷ Ναυκράτει, εὐχωλὰς τάσδ’ ὑποδεξάμενος. | |
AG.6.138(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρὶν μὲν Καλλιτέλης μ’ ἱδρύσατο· τόνδε δ’ ἐκείνου | |
ἔκγονοι ἐστήσανθ’, οἷς χάριν ἀντιδίδου. | 524 in vol. 1 | |
AG.6.139(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πραξαγόρας τάδε δῶρα θεοῖς ἀνέθηκε, Λυκαίου υἱός· ἐποίησεν δ’ ἔργον Ἀναξαγόρας. | |
AG.6.140(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Παιδὶ φιλοστεφάνῳ Σεμέλας ἀνέθηκε Μέλανθος μνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηιφίλου. | |
AG.6.141(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιο ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται. | |
AG.6.142(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμον Θεσσαλίας μ’ ἀνέθηκ’ ἀρχὸς Ἐχεκρατίδας. | |
AG.6.143(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαι ἤπιον, ὅς μ’ ἐρατοῖς ἀγλαΐην προθύροις Ἑρμῇ τε κρείοντι καθέσσατο· τὸν δ’ ἐθέλοντα | |
ἀστῶν καὶ ξείνων γυμνασίῳ δέχομαι. | 526 in vol. 1 | |
AG.6.144(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Στροίβου παῖ, τόδ’ ἄγαλμα, Λεώκρατες, εὖτ’ ἀνέθηκας Ἑρμῇ, καλλικόμους οὐκ ἔλαθες Χάριτας οὐδ’ Ἀκαδήμειαν πολυγαθέα, τῆς ἐν ἀγοστῷ σὴν εὐεργεσίην τῷ προσιόντι λέγω. | |
AG.6.145(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος, ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς. | |
AG.6.146(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίῃ· ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ· ἀντὶ δὲ παιδὸς ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι. | |
AG.6.147(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος, γινώσκειν· ἢν δ’ ἆρα λάθῃ καὶ 〈δίσ〉 μιν ἀπαιτῇς, | |
φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ. | 528 in vol. 1 | |
AG.6.148(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις πλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ, εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος. ἐς δ’ ἐμὰ φέγγη ἀθρήσας φάσεις· „Ἕσπερε, πῶς ἔπεσες;“ | |
AG.6.149(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε γινώσκω) νίκης ἀντί με τῆς ἰδίης ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι· πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω. | |
AG.6.150(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ. | |
AG.6.151(p1) | ΤΥΜΝΕΩ | |
1 | Μίκκος ὁ Παλλαναῖος Ἐνυαλίου βαρὺν αὐλὸν τόνδ’ ἐς Ἀθαναίας ἐκρέμας’ Ἰλιάδος, Τυρσηνὸν μελέδαμα, δι’ οὗ ποκα πόλλ’ ἐβόασεν ὡνὴρ εἰράνας σύμβολα καὶ πολέμου. | |
AG.6.152(p1) | ΑΓΙΔΟΣ | |
1 | Καὶ στάλικας καὶ πτηνὰ λαγωβόλα σοὶ τάδε Μείδων, Φοῖβε, σὺν ἰξευταῖς ἐκρέμασεν καλάμοις, ἔργων ἐξ ὀλίγων ὀλίγην δόσιν· ἢν δέ τι μεῖζον | |
δωρήσῃ, τίσει τῶνδε πολυπλάσια. | 530 in vol. 1 | |
AG.6.153(p1) | ΑΝΥΤΗΣ | |
1 | Βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶς Ἐριασπίδα υἱός, Κλεύβοτος· ἁ πάτρα δ’ εὐρύχορος Τεγέα· τἀθάνᾳ δὲ τὸ δῶρον· Ἀριστοτέλης δ’ ἐπόησεν Κλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα. | |
AG.6.154(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ, οἱ δὲ ΓΑΙΤΟΥΛΙΚΟΥ | |
1 | Ἀγρονόμῳ τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳ πρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε Βίτων· Πανὶ μὲν ἀρτίτοκον χίμαρον συμπαίστορα ματρός, κισσοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέος, | |
5 | Νύμφαις δὲ σκιερῆς εὐποίκιλον ἄνθος ὀπώρης φύλλα τε πεπταμένων αἱματόεντα ῥόδων. ἀνθ’ ὧν εὔυδρον, Νύμφαι, τόδε δῶμα γέροντος αὔξετε· Πάν, γλαγερόν· Βάκχε, πολυστάφυλον. | |
AG.6.155(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Ἅλικες αἵ τε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳ πέξατο μολπαστᾷ κῶρος ὁ τετραετής· αἰχμητὰν δ’ ἐπέθυσεν ἀλέκτορα καὶ πλακόεντα παῖς Ἡγησιδίκου πίονα τυροφόρον. | |
5 | Ὤπολλον, θείης τὸν Κρωβύλον εἰς τέλος ἄνδρα | |
οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχειν. | 532 in vol. 1 | |
AG.6.156(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καλλὼ σὺν τέττιγι Χαρισθένεος τρίχα τήνδε κουρόσυνον κούραις θῆκ’ Ἀμαρυνθιάσι σὺν βοῒ χερνιφθέντα· πάις δ’ ἴσον ἀστέρι λάμπει, πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος. | |
AG.6.157(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄρτεμις, ἡ Γόργοιο φύλαξ κτεάνων τε καὶ ἀγροῦ, τόξῳ μὲν κλῶπας βάλλε, σάου δὲ φίλους· καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης αἷμα καὶ ὡραίους ἄρνας ἐπὶ προθύροις. | |
AG.6.158(p1) | ΣΑΒΙΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Πανὶ Βίτων χίμαρον, Νύμφαις ῥόδα, θύρσα Λυαίῳ, τρισσὸν ὑπ’ εὐπετάλοις δῶρον ἔθηκε φόβαις. δαίμονες ἀλλὰ δέχοισθε κεχαρμένοι, αὔξετε δ’ αἰεὶ Πὰν ἀγέλην, Νύμφαι πίδακα, Βάκχε γάνος. | |
AG.6.159(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Ἁ πάρος αἱματόεν πολέμου μέλος ἐν δαῒ σάλπιγξ καὶ γλυκὺν εἰράνας ἐκπροχέουσα νόμον ἄγκειμαι, Φερένικε, τεὸν Τριτωνίδι κούρᾳ | |
δῶρον, ἐριβρύχων παυσαμένα κελάδων. | 534 in vol. 1 | |
AG.6.160(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κερκίδα τὰν ὀρθρινὰ χελιδονίδων ἅμα φωνᾷ μελπομέναν, ἱστῶν Παλλάδος ἀλκυόνα, τόν τε καρηβαρέοντα πολυρροίβδητον ἄτρακτον, κλωστῆρα στρεπτᾶς εὔδρομον ἁρπεδόνας, | |
5 | καὶ πήνας καὶ τόνδε φιληλάκατον καλαθίσκον, στάμονος ἀσκητοῦ καὶ τολύπας φύλακα, παῖς ἀγαθοῦ Τελέσιλλα Διοκλέος ἁ φιλοεργὸς εἰροκόμων κούρᾳ θήκατο δεσπότιδι. | |
AG.6.161(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ἑσπερίου Μάρκελλος ἀνερχόμενος πολέμοιο σκυλοφόρος κραναῆς τέλσα παρ’ Ἰταλίης, ξανθὴν πρῶτον ἔκειρε γενειάδα· βούλετο πατρὶς οὕτως, καὶ πέμψαι παῖδα καὶ ἄνδρα λαβεῖν. | |
AG.6.162(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἄνθεμά σοι Μελέαγρος ἑὸν συμπαίστορα λύχνον, Κύπρι φίλη, μύστην σῶν θέτο παννυχίδων. | |
AG.6.163(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψεν σκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου; οὔτε γὰρ αἰγανέαι περιαγέες οὔτε τι πήληξ ἄλλοφος οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος, | |
5 | ἀλλ’ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳ, | |
οἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα. οἷς θάλαμον κοσμεῖτε γαμήλιον, ὅπλα δὲ λύθρῳ λειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι. | 536 in vol. 1 | |
AG.6.164(p1) | 〈ΛΟΥΚΙΛΛΙΟΥ〉 | |
1 | Γλαύκῳ καὶ Νηρῆι καὶ Ἰνοῖ καὶ Μελικέρτῃ καὶ βυθίῳ Κρονίδῃ καὶ Σαμόθρᾳξι θεοῖς σωθεὶς ἐκ πελάγους Λουκίλλιος ὧδε κέκαρμαι τὰς τρίχας ἐκ κεφαλῆς· ἄλλο γὰρ οὐδὲν ἔχω. | |
AG.6.165(p1) | ΦΑΛΑΙΚΟΥ | |
1 | Στρεπτὸν βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα καὶ σκύλος ἀμφιδόρου στικτὸν ἀχαιίνεω καὶ κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων καὶ θύρσου χλοερὸν κωνοφόρου κάμακα | |
5 | καὶ κούφοιο βαρὺν τυπάνου βρόμον ἠδὲ φορηθὲν πολλάκι μιτροδέτου λῖκνον ὕπερθε κόμης Εὐάνθη Βάκχῳ, τὴν ἔντρομον ἁνίκα θύρσοις ἄτρομον εἰς προπόσεις χεῖρα μετημφίασεν. | |
AG.6.166(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Εἰκόνα τῆς κήλης Διονύσιος ὧδ’ ἀνέθηκεν σωθεὶς ἐκ ναυτῶν τεσσαράκοντα μόνος· τοῖς μηροῖς αὐτὴν γὰρ ὑπερδήσας ἐκολύμβα. | |
ἔστω καὶ κήλης ἔν τισιν εὐτυχίη. | 538 in vol. 1 | |
AG.6.167(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Σοί, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν τὸν τράγον, ὦ δισσᾶς ἀγέτα θηροσύνας· σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ εὔαδε καὶ ταχινῆς ἔργα λαγωσφαγίης | |
5 | δίκτυά τ’ ἐν ῥοθίοις ἁπλούμενα καὶ καλαμευτὰς κάμνων καὶ μογερῶν πεῖσμα σαγηνοβόλων. ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν ἄνυε καὶ πτῶκας πολλάκις ἐξεσόβει. | |
AG.6.168(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Βοτρυΐων ἀκάμαντα φυτῶν λωβήτορα κάπρον, τὸν θρασὺν ὑψικόμων ἐνναέταν δονάκων, πολλάκις ἐξερύσαντα θοῶν ἀκμαῖσιν ὀδόντων δένδρεα καὶ νομίους τρεψάμενον σκύλακας, | |
5 | ἀντήσας ποταμοῖο πέλας, πεφρικότα χαίτας, ἄρτι καὶ ἐξ ὕλας πάγχυ λιπόντα βάθος, χαλκῷ Ξεινόφιλος κατενήρατο, καὶ παρὰ φηγῷ θηρὸς ἀθωπεύτου Πανὶ καθῆψε δέρας. | |
AG.6.169(p1) | ΑΔΗΛΟΝ | |
1 | Κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέροντα ῥᾶγας ἀπέκτεινεν τῷδ’ ἐπὶ θειλοπέδῳ· αὐήνας δ’ ἀνέθηκε φιλακρήτῳ Διονύσῳ | |
τὸν τὰ Διωνύσου δῶρα λεϊζόμενον. | 540 in vol. 1 | |
AG.6.170(p1) | ΘΥΙΛΛΟΥ | |
1 | Αἱ πτελέαι τῷ Πανὶ καὶ αἱ τανυμήκεες αὗται ἰτέαι ἥ θ’ ἱερὰ κἀμφιλαφὴς πλάτανος καὶ λιβάδες καὶ ταῦτα βοτηρικὰ Πανὶ κύπελλα ἄγκειται, δίψης φάρμακ’ ἀλεξίκακα. | |
AG.6.171 | Αὐτῷ σοὶ πρὸς Ὄλυμπον ἐμακύναντο κολοσσὸν τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε, χάλκεον, ἁνίκα κῦμα κατευνάσαντες Ἐνυοῦς ἔστεψαν πάτραν δυσμενέων ἐνάροις. | |
5 | οὐ γὰρ ὑπὲρ πελάγους μόνον ἄνθεσαν, ἀλλὰ καὶ ἐν γᾷ ἁβρὸν ἀδουλώτου φέγγος ἐλευθερίας· τοῖς γὰρ ἀφ’ Ἡρακλῆος ἀεξηθεῖσι γενέθλας πάτριος ἐν πόντῳ κἠν χθονὶ κοιρανία. | |
AG.6.172 | Πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα καὶ τὸ δίθυρσον τοῦτο τὸ λογχωτὸν καὶ τὸ περισφύριον, οἷς ἀνέδην βάκχευεν, ὅτ’ ἐς Διόνυσον ἐφοίτα κισσωτὴν στέρνοις νεβρίδ’ ἀναπτομένη, | |
5 | αὐτῷ σοί, Διόνυσε, πρὸ παστάδος ᾐώρησε | |
ταῦτα τὰ καὶ κάλλευς κόσμια καὶ μανίης. | 542 in vol. 1 | |
AG.6.173(p1) | ΡΙΑΝΟΥ | |
1 | Ἀχρυλίς, ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας πολλάκι τοὺς ἱεροὺς χευαμένη πλοκάμους, γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσα τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων, | |
5 | τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρείῃ, θερμὸν ἐπεὶ λύσσης ὧδ’ ἀνέπαυσε πόδα. | |
AG.6.174(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Παλλάδι ταὶ τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον στάμον’ ἐπιστάμεναι· Δημὼ μὲν ταλαρίσκον ἐύπλοκον, Ἀρσινόα δὲ ἐργάτιν εὐκλώστου νήματος ἠλακάταν, | |
5 | κερκίδα δ’ εὐποίητον, ἀηδόνα τὰν ἐν ἐρίθοις, Βακχυλίς, εὐκρέκτους ᾇ διέκρινε μίτους· ζώειν γὰρ δίχα παντὸς ὀνείδεος εἵλεθ’ ἑκάστα, ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον. | |
AG.6.175(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Τὸν κύνα, τὸν πάσης κρατερῆς ἐπιίδμονα θήρης, ἔξεσε μὲν Λεύκων, ἄνθετο δ’ Ἀλκιμένης. Ἀλκιμένης δ’ οὐχ εὗρε, τί μέμψεται· ὡς δ’ ἴδ’ ὁμοίην εἰκόνα παντοίῳ σχήματι φαινομένην, | |
5 | κλοιὸν ἔχων πέλας ἦλθε, λέγων Λεύκωνι κελεύειν | |
τῷ κυνὶ καὶ βαίνειν· πεῖθε γὰρ ὡς ὑλάων. | 544 in vol. 1 | |
AG.6.176(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν κύνα τὰν πήραν τε καὶ ἀγκυλόδοντα σιγύναν Πανί τε καὶ Νύμφαις ἀντίθεμαι Δρυάσιν· τὸν κύνα δὲ ζώοντα πάλιν ποτὶ τωὔλιον ἄξω ξηρὰς εἰς ἀκόλους ξυνὸν ἔχειν ἕταρον. | |
AG.6.177 | Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε· τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα, νεβρίδα, τὰν πήραν, ᾇ ποτ’ ἐμαλοφόρει. | |
AG.6.178(p1) | ΗΓΗΣΙΠΠΟΥ | |
1 | Δέξαι μ’, Ἡράκλεις, Ἀρχεστράτου ἱερὸν ὅπλον, ὄφρα ποτὶ ξεστὰν παστάδα κεκλιμένα γηραλέα τελέθοιμι χορῶν ἀίουσα καὶ ὕμνων· ἀρκείτω στυγερὰ δῆρις Ἐνυαλίου. | |
AG.6.179(p1) | ΑΡΧΙΟΥ | |
1 | Ἀγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ’ ἄλλης αὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης, Πίγρης μὲν δειραχθὲς ἐύβροχον ἅμμα πετηνῶν, Δᾶμις δ’ ὑλονόμων δίκτυα τετραπόδων, | |
5 | ἄρκυν δ’ εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ δι’ αἴθρας | |
καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα. | 546 in vol. 1 | |
AG.6.180(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ταῦτά σοι ἔκ τ’ ὀρέων ἔκ τ’ αἰθέρος ἔκ τε θαλάσσας τρεῖς γνωτοὶ τέχνας σύμβολα, Πάν, ἔθεσαν· ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων· | |
5 | οἷς ἅμα χερσαίαισιν, ἅμ’ ἠερίῃσιν ἐν ἄγραις, Ἀγρεῦ, ἅμ’ ἐν πλωταῖς, ὡς πρίν, ἀρωγὸς ἴθι. | |
AG.6.181(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τρίζυγες, οὐρεσίοικε, κασίγνητοι τάδε τέχνας ἄλλος ἀπ’ ἀλλοίας σοὶ λίνα, Πάν, ἔθεσαν, καὶ τὰ μὲν ὀρνίθων Πίγρης, τὰ δὲ δίκτυα θηρῶν Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν· | |
5 | τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δ’ ἠερίῃσιν ἐν ἄγραις αἰέν, ὁ δ’ ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι. | |
AG.6.182(p1) | ΑΛΕΞΑΝΔΡΟΥ ΜΑΓΝΗΤΟΥ | |
1 | Πίγρης ὀρνίθων ἄπο δίκτυα, Δᾶμις ὀρείων, Κλείτωρ δ’ ἐκ βυθίων σοὶ τάδε, Πάν, ἔθεσαν, ξυνὸν ἀδελφειοὶ θήρης γέρας, ἄλλος ἀπ’ ἄλλης, ἴδρι τὰ καὶ γαίης, ἴδρι τὰ καὶ πελάγευς. | |
5 | ἀνθ’ ὧν τῷ μὲν ἁλός, τῷ δ’ ἠέρος, ᾧ δ’ ἀπὸ δρυμῶν | |
πέμπε κράτος ταύτῃ, δαῖμον, ἐπ’ εὐσεβίῃ. | 548 in vol. 1 | |
AG.6.183(p1) | ΖΩΣΙΜΟΥ ΘΑΣΙΟΥ | |
1 | Σοὶ τάδε, Πάν, θηρευταὶ ἀνηρτήσαντο σύναιμοι δίκτυα, τριχθαδίης δῶρα κυναγεσίης· Πίγρης μὲν πτανῶν, Κλείτωρ ἁλός, ὃς δ’ ἀπὸ χέρσου, Δᾶμις, τετραπόδων ἀγκύλος ἰχνελάτης. | |
5 | ἀλλὰ σὺ κἠν δρυμοῖσι καὶ εἰν ἁλὶ καὶ διὰ μέσσης ἠέρος εὔαγρον τοῖσδε δίδου κάματον. | |
AG.6.184(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τρισσὰ τάδε τρισσοὶ θηραγρέται, ἄλλος ἀπ’ ἄλλης τέχνης, πρὸς νηῷ Πανὸς ἔθεντο λίνα, Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δ’ ἁλίοισι Κλείτωρ, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις. | |
5 | τοὔνεκα, Πάν, τὸν μὲν τὰ δι’ αἰθέρος, ὃν δ’ ἀπὸ λόχμης, τὸν δὲ δι’ αἰγιαλῶν θὲς πολυαγρότερον. | |
AG.6.185(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Βριθὺ μὲν ἀγραύλων τόδε δίκτυον ἄνθετο θηρῶν Δᾶμις καὶ Πίγρης πτηνολέτιν νεφέλην, ἁπλωτὸν δ’ ἁλὶ τοῦτο μιτορραφὲς ἀμφίβληστρον Κλείτωρ, εὐθήρῳ Πανὶ προσευξάμενοι. | |
5 | τοὔνεκα, Πάν, κρατερῷ πόρε Δάμιδι ληΐδα θηρῶν, | |
Πίγρῃ δ’ οἰωνῶν, Κλείτορι δ’ εἰναλίων. | 550 in vol. 1 | |
AG.6.186(p1) | ΙΟΥΛΙΟΥ ΔΙΟΚΛΕΟΥΣ | |
1 | Δίκτυα σοὶ τάδε, Πάν, ἀνεθήκαμεν οἶκος ἀδελφῶν οἱ τρεῖς, ἐξ ὀρέων, ἠέρος, ἐκ πελάγευς. † δικτυβόλει τούτῳ δὲ παρ’ ἠιόνων κροκάλαισιν, δικτυβόλει τούτῳ δ’ ἄγκεσι θηροτόκοις, | |
5 | τὸ τρίτον ἐν πτηνοῖσιν ἐπίβλεπε· τῆς γὰρ ἁπάντων, δαῖμον, ἔχεις ἡμέων δῶρα λινοστασίης. | |
AG.6.187(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Πανὶ κασιγνήτων ἱερὴ τριάς, ἄλλος ἀπ’ ἄλλης, ἄνθετ’ ἀπ’ οἰκείης σύμβολον ἐργασίης, Πίγρης ὀρνίθων, ἁλίων ἀπομοίρια Κλείτωρ, ἔμπαλιν ἰθυτόνων Δᾶμις ἀπὸ σταλίκων. | |
5 | ἀνθ’ ὧν εὐαγρίην τῷ μὲν χθονός, ᾧ δὲ διδοίης ἐξ ἁλός, ᾧ δὲ νέμοις ἠέρος ὠφελίην. | |
AG.6.188(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ὁ Κρὴς Θηρίμαχος τὰ λαγωβόλα Πανὶ Λυκαίῳ ταῦτα πρὸς Ἀρκαδικοῖς ἐκρέμασε σκοπέλοις. ἀλλὰ σὺ Θηριμάχῳ δώρων χάριν, ἀγρότα δαῖμον, χεῖρα κατιθύνοις τοξότιν ἐν πολέμῳ | |
5 | ἔν τε συναγκείαισι παρίστασο δεξιτερῆφι, | |
πρῶτα διδοὺς ἄγρης δῶρα καὶ ἀντιπάλων. | 552 in vol. 1 | |
AG.6.189(p1) | ΜΟΙΡΟΥΣ ΒΥΖΑΝΤΙΑΣ | |
1 | Νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί, χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ εἵσαθ’ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα. | |
AG.6.190(p1) | ΓΑΙΤΟΥΛΙΚΟΥ | |
1 | Λάζεο, τιμήεσσα Κυθηριάς, ὑμνοπόλοιο λιτὰ τάδ’ ἐκ λιτοῦ δῶρα Λεωνίδεω· πεντάδα τὴν σταφυλῆς εὐρώγεα καὶ μελιηδὲς πρώιον εὐφύλλων σῦκον ἀπ’ ἀκρεμόνων | |
5 | καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην καὶ ψαιστῶν ὀλίγων δρᾶγμα πενιχραλέον καὶ σταγόνα σπονδῖτιν, ἀεὶ θυέεσσιν ὀπηδόν, τὴν κύλικος βαιῷ πυθμένι κευθομένην. εἰ δ’, ὥς μευ βαρύγυιον ἀπώσαο νοῦσον, ἐλάσσεις | |
10 | καὶ πενίην, δώσω πιαλέον χίμαρον. | |
AG.6.191(p1) | ΚΟΡΝΗΛΙΟΥ ΛΟΓΓΟΥ | |
1 | Ἐκ πενίης, ὡς οἶσθ’, ἀκραιφνέος, ἀλλὰ δικαίης, Κύπρις, ταῦτα δέχευ δῶρα Λεωνίδεω· πορφυρέην ταύτην ἐπιφυλλίδα τήν θ’ ἁλίπαστον | |
δρύπεπα καὶ ψαιστῶν τὴν νομίμην θυσίην | 554 in vol. 1 | |
5 | σπονδήν θ’, ἣν ἀσάλευτον ἀφύλισα, καὶ τὰ μελιχρὰ σῦκα. σὺ δ’, ὡς νούσου, ῥύεο καὶ πενίης, καὶ τότε βουθυτέοντά μ’ ἐσόψεαι· ἀλλὰ σύ, δαῖμον, σπεύδοις ἀντιλαβεῖν τὴν ἀπ’ ἐμεῦ χάριτα. | |
AG.6.192(p1) | ΑΡΧΙΟΥ | |
1 | Ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν καὶ γαμψὸν Χαίτῃσιν ἐφ’ ἱππείῃσι πεδηθὲν ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην, | |
5 | καὶ δόνακα τριτάνυστον ἀβάπτιστόν τε καθ’ ὕδωρ φελλὸν ἀεί, κρυφίων σῆμα λαχόντα βόλων· οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας οὐδ’ ἐπιαύει ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος. | |
AG.6.193(p1) | [ΦΛΑΚΚΟΥ] | |
1 | Πρίηπ’ αἰγιαλῖτα, φυκόγειτον, Δαμοίτας ἁλιεύς, ὁ βυσσομέτρης, τὸ πέτρης ἁλιπλῆγος ἐκμαγεῖον, ἡ βδέλλα σπιλάδων, ὁ ποντοθήρης, | |
5 | σοὶ τὰ δίκτυα τἀμφίβληστρα ταῦτα, δαῖμον, εἵσατο· τοῦ σὺ θάλπε γῆρας. | |
AG.6.194(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Σῷζε, θεὰ Τριτοῖ, τὰ τεθέντα τε τόν τ’ ἀναθέντα. | 556 in vol. 1 |
AG.6.195(p1) | ΑΡΧΙΟΥ | |
1 | Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν Ἀθάνᾳ αὐλὸν ἐριβρεμέταν Μίκκος Ἐνυαλίου, ᾧ ποτε καὶ θυμέλῃσι καὶ ἐν πολέμοισιν ἔμελψεν πρόσθε τὸ μὲν στοναχᾶς σῆμα, τὸ δ’ εὐνομίης. | |
AG.6.196(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ | |
1 | Ῥαιβοσκελῆ, δίχαλον, ἀμμοδυέταν, ὀπισθοβάμον’, ἀτράχηλον, ὀκτάπουν, νήκταν, τερεμνόνωτον, ὀστρακόχροον τῷ Πανὶ τὸν πάγουρον ὁρμιηβόλος, | |
5 | ἄγρας ἀπαρχάν, ἀντίθησι Κώπασος. | |
AG.6.197(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων Παυσανίας, Φοίβῳ μνᾶμ’ ἀνέθηκα τόδε. | |
AG.6.198(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ὥριον ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἰούλους κειράμενος, γενύων ἄρσενας ἀγγελίας, Φοίβῳ θῆκε Λύκων πρῶτον γέρας· εὔξατο δ’ οὕτως καὶ πολιὴν λευκῶν κεῖραι ἀπὸ κροτάφων. | |
5 | τοίην ἀλλ’ ἐπίνευε· τίθει δέ μιν, ὡς πρό γε τοῖον, | |
ὣς αὖτις πολιῷ γήραϊ νιφόμενον. | 558 in vol. 1 | |
AG.6.199(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Εἰνοδίη, σοὶ τόνδε φίλης ἀνεθήκατο κόρσης πῖλον, ὁδοιπορίης σύμβολον, Ἀντίφιλος· ἦσθα γὰρ εὐχωλῇσι κατήκοος, ἦσθα κελεύθοις ἵλαος· οὐ πολλὴ δ’ ἡ χάρις, ἀλλ’ ὁσίη. | |
5 | μὴ δέ τις ἡμετέρου μάρψῃ χερὶ μάργος ὁδίτης ἀνθέματος· συλᾶν ἀσφαλὲς οὐδ’ ὀλίγα. | |
AG.6.200(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἐκ τόκου, Εἰλήθυια, πικρὰν ὠδῖνα φυγοῦσα Ἀμβροσίη κλεινῶν θήκατό σοι πρὸ ποδῶν δεσμὰ κόμας καὶ πέπλον, ἐν ᾧ δεκάτῳ ἐπὶ μηνὶ δισσὸν ἀπὸ ζώνης κῦμ’ ἐλόχευσε τέκνων. | |
AG.6.201(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Σάνδαλα καὶ μίτρην περικαλλέα τόν τε μυρόπνουν βόστρυχον ὡραίων οὖλον ἀπὸ πλοκάμων καὶ ζώνην καὶ λεπτὸν ὑπένδυμα τοῦτο Χιτῶνος καὶ τὰ περὶ στέρνοις ἀγλαὰ μαστόδετα, | |
5 | ἔμβρυον εὐώδινος ἐπεὶ φύγε νηδύος ὄγκον, Εὐφράντη νηῷ θῆκεν ὑπ’ Ἀρτέμιδος. | |
AG.6.202(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Εὐθύσανον ζώνην τοι ὁμοῦ καὶ τόνδε κύπασσιν Ἀτθὶς παρθενίων θῆκεν ὕπερθε θυρῶν, ἐκ τόκου, ὦ Λητωί, βαρυνομένης ὅτι νηδὺν | |
ζωὸν ἀπ’ ὠδίνων λύσαο τῆσδε βρέφος. | 560 in vol. 1 | |
AG.6.203(p1) | ΛΑΚΩΝΟΣ, οἱ δὲ ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἡ γρῆυς ἡ χερνῆτις, ἡ γυιὴ πόδας, πύστιν κατ’ ἐσθλὴν ὕδατος παιωνίου ἦλθέν ποθ’ ἑρπύζουσα σὺν δρυὸς ξύλῳ, τό μιν διεσκήριπτε τὴν τετρωμένην. | |
5 | οἶκτος δὲ Νύμφας εἷλεν, αἵτ’ ἐριβρόμου Αἴτνης παρωρείῃσι Συμαίθου πατρὸς ἔχουσι δινήεντος ὑγρὸν οἰκίον. καὶ τῆς μὲν ἀμφίχωλον ἀρτεμὲς σκέλος θερμὴ διεστήριζεν Αἰτναίη λιβάς· | |
10 | Νύμφαις δ’ ἔλειπε βάκτρον· αἱ δ’ ἐπῄνεσαν πέμπειν μιν ἀστήρικτον ἡσθεῖσαι δόσει. | |
AG.6.204(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Θῆρις ὁ δαιδαλόχειρ τᾷ Παλλάδι πῆχυν ἀκαμπῆ καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα καὶ πέλεκυν ῥυκάναν τ’ εὐαγέα καὶ περιαγὲς τρύπανον ἐκ τέχνας ἄνθετο παυσάμενος. | |
AG.6.205(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Τέκτονος ἄρμενα ταῦτα Λεοντίχου· αἵ τε Χαρακταὶ ῥῖναι καὶ κάλων οἱ ταχινοὶ βορέες, στάθμαι καὶ μιλτεῖα καὶ αἱ σχεδὸν ἀμφιπλῆγες σφῦραι καὶ μίλτῳ φυρόμενοι κανόνες | |
5 | αἵ τ’ ἀρίδες ξυστήρ τε καὶ ἐστελεωμένος οὗτος | |
ἐμβριθής, τέχνας ὁ πρύτανις, πέλεκυς, τρύπανά τ’ εὐδίνητα καὶ ὠκήεντα τέρετρα καὶ γόμφων οὗτοι τοὶ πίσυρες τορέες ἀμφίξουν τε σκέπαρνον· ἃ δὴ χαριεργῷ Ἀθάνᾳ | 562 in vol. 1 | |
10 | ἁνὴρ ἐκ τέχνας θήκατο παυόμενος. | |
AG.6.206(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα, εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματον· τὸν δὲ φιλοπλέκτοιο κόμας σφιγκτῆρα Φιλαινίς, βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον· | |
5 | ῥιπίδα δ’ Ἀντίκλεια· καλύπτειραν δὲ προσώπου, ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον, ἁ καλὰ Ἡράκλεια· τὸν εὐσπειρῆ δὲ δράκοντα, χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων, πατρὸς Ἀριστοτέλους συνομώνυμος· αἱ συνομήθεις | |
10 | ἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι. | |
AG.6.207(p1) | ΑΡΧΙΟΥ | |
1 | Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον· ξανθὰ δ’ Ἀντίκλεια νόθον κεύθουσαν ἄημα ῥιπίδα, τὰν μαλερὸν θάλπος ἀμυνομέναν· | |
5 | λεπτὸν δ’ Ἡράκλεια τόδε προκάλυμμα προσώπου, τευχθὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν· ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος οὔνομ’ Ἀριστοτέλεω πατρὸς ἐνεγκαμένα· ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι, | |
10 | ὤπασαν αἱ γυάλων Ναυκράτιδος ναέται. | 564 in vol. 1 |
AG.6.208(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἡ τὰ πέδιλα φέρουσα, Μενεκράτις· ἡ δὲ τὸ φᾶρος, Φημονόη· Πρηξὼ δ’, ἣ τὸ κύπελλον ἔχει. τῆς Παφίης ὁ νεὼς καὶ τὸ βρέτας· ἄνθεμα δ’ αὐτῶν ξυνόν· Στρυμονίου δ’ ἔργον Ἀριστομάχου. | |
5 | πᾶσαι δ’ ἀσταὶ ἔσαν καὶ ἑταιρίδες, ἀλλὰ τυχοῦσαι Κύπριδος εὐκρήτου, νῦν ἑνός εἰσι μία. | |
AG.6.209(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Βιθυνὶς Κυθέρη με τεῆς ἀνεθήκατο, Κύπρι, μορφᾶς εἴδωλον λύγδινον, εὐξαμένα. ἀλλὰ σὺ τῇ μικκῇ μεγάλην χάριν ἀντιμερίζου, ὡς ἔθος· ἀρκεῖται δ’ ἀνδρὸς ὁμοφροσύνᾳ. | |
AG.6.210(p1) | ΦΙΛΙΤΑ ΣΑΜΙΟΥ | |
1 | Πεντηκονταέτις καὶ ἐπὶ πλέον ἡ φιλέραστος Νικιὰς εἰς νηὸν Κύπριδος ἐκρέμασεν σάνδαλα καὶ χαίτης ἀνελίγματα, τὸν δὲ διαυγῆ χαλκόν, ἀκριβείης οὐκ ἀπολειπόμενον, | |
5 | καὶ ζώνην πολύτιμον, ἅ τ’ οὐ φωνητὰ πρὸς ἀνδρός, ἀλλ’ ἐσορῇς πάσης Κύπριδος ὀπτασίην. | |
AG.6.211(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Τὸν ἀργυροῦν Ἔρωτα καὶ περίσφυρον πέζαν τὸ πορφυρεῦν τε Λεσβίδος κόμης | |
ἕλιγμα καὶ μηλοῦχον ὑαλόχροα τὸ χάλκεόν τ’ ἔσοπτρον ἠδὲ τὸν πλατὺν | 566 in vol. 1 | |
5 | τριχῶν σαγηνευτῆρα, πύξινον κτένα, ὧν ἤθελεν τυχοῦσα, γνησία Κύπρι, ἐν σαῖς τίθησι Καλλίκλεια παστάσιν. | |
AG.6.212(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Εὔχεό τοι δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι Λητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν, ὥσπερ ὑπὸ ξείνων τε καὶ οἳ ναίουσι Κόρινθον αἶνον ἔχεις χαρίτων, δέσποτα, τοῖς στεφάνοις. | |
AG.6.213(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους καὶ τρίποδας, πρὶν τόνδ’ ἀνθέμεναι πίνακα. τοσσάκι δ’ ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν εὐδόξου Νίκας ἀγλαὸν ἅρμ’ ἐπέβης. | |
AG.6.214(p1) | ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ | |
1 | Φημὶ Γέλων’, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον, παῖδας Δεινομένευς, τοὺς τρίποδας θέμεναι ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων | |
δαρεικοῦ χρυσοῦ, τᾶς δεκάτας δεκάταν. | 568 in vol. 1 | |
AG.6.215(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ταῦτ’ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου ὅπλ’ ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας. | |
AG.6.216(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σῶσος καὶ Σωσώ, σῶτερ, σοὶ τόνδ’ ἀνέθηκαν· Σῶσος μὲν σωθείς, Σωσὼ δ’, ὅτι Σῶσος ἐσώθη. | |
AG.6.217(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ’ ἀλύξας Γάλλος ἐρημαίην ἤλυθ’ ὑπὸ σπιλάδα, ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατ’ ἴχνος βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων· | |
5 | αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ ἤραξεν, καναχῇ δ’ ἴαχεν ἄντρον ἅπαν· οὐδ’ ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ μεῖναι, ἀν’ ὑλῆεν δ’ ὠκὺς ἔθυνεν ὄρος, δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ | |
10 | ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους. | |
AG.6.218(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Κειράμενος γονίμην τις ἄπο φλέβα Μητρὸς ἀγύρτης Ἴδης εὐδένδρου πρῶνας ἐβουνοβάτει· τῷ δὲ λέων ἤντησε πελώριος, ὡς ἐπὶ θοίναν | |
χάσμα φέρων χαλεπὸν πειναλέου φάρυγος. | 570 in vol. 1 | |
5 | δείσας δ’ ὠμηστέω θηρὸς μόρον ὡς ἀυδάξαι, τύμπανον ἐξ ἱερᾶς ἐπλατάγης’ ἐνοπῆς. χὠ μὲν ἐνέκλεισεν φονίαν γένυν, ἐκ δὲ τενόντων ἔνθους ῥομβητὴν ἐστροφάλιζε φόβην· κεῖνος δ’ ἐκπροφυγὼν ὀλοὸν μόρον εἵσατο Ῥείῃ | |
10 | θῆρα, τὸν ὀρχησμῶν αὐτομαθῆ Κυβέλης. | |
AG.6.219(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἔκ ποτέ τις φρικτοῖο θεᾶς σεσοβημένος οἴστρῳ ῥομβητοὺς δονέων λυσσομανεῖς πλοκάμους, θηλυχίτων, ἀσκητὸς ἐυσπείροισι κορύμβοις ἁβρῷ τε στρεπτῶν ἅμματι κεκρυφάλων, | |
5 | ἴθρις ἀνὴρ κοιλῶπιν ὀρειάδα δύσατο πέτραν, Ζανὸς ἐλαστρηθεὶς γυιοπαγεῖ νιφάδι. τὸν δὲ μέτ’ ἀρρίγητος ἐπείσθορε ταυροφόνος θὴρ εἰς τὸν ἑὸν προμολὼν φωλεὸν ἑσπέριος· ἀθρήσας δ’ εἰς φῶτα καὶ εὐτρήτοισιν ἀυτμὰν | |
10 | μυκτῆρσιν βροτέας σαρκὸς ἐρυσσάμενος ἔστα μὲν βριαροῖσιν ἐπ’ ἴχνεσιν, ὄμμα δ’ ἑλίξας βρυχᾶτο σφεδανῶν ὄβριμον ἐκ γενύων. ἀμφὶ δέ οἱ σμαράγει μὲν ἐναυλιστήριον ἄντρον, ἄχει δ’ ὑλάεις ἀγχινεφὴς σκόπελος. | |
15 | αὐτὰρ ὃ θαμβήσας φθόγγον βαρύν, ἐκ μὲν ἅπαντα ἐν στέρνοις ἐάγη θυμὸν ὀρινόμενον, ἀλλ’ ἔμπας ἐρίμυκον ἀπὸ στομάτων ὀλολυγὰν ἧκεν, ἐδίνησεν δ’ εὐστροφάλιγγα κόμαν· χειρὶ δ’ ἀνασχόμενος μέγα τύμπανον ἐπλατάγησε, | |
20 | δινωτὸν Ῥείας ὅπλον Ὀλυμπιάδος· τὸ ζωᾶς ἐπαρωγόν· ἀήθεα γὰρ τότε βύρσης ταυρείου κενεὸν δοῦπον ἔδεισε λέων, ἐκ δὲ φυγὼν ὤρουσεν. ἴδ’, ὡς ἐδίδαξεν ἀνάγκα πάνσοφος ἐξευρεῖν ἔκλυσιν Ἀίδεω. | 572 in vol. 1 |
AG.6.220(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Σάρδις Πεσσινόεντος ἀπὸ Φρυγὸς ἤθελ’ ἱκέσθαι, ἔκφρων μαινομένην δοὺς ἀνέμοισι τρίχα, ἁγνὸς Ἄτυς, Κυβέλης θαλαμηπόλος· ἄγρια δ’ αὐτοῦ ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης | |
5 | ἑσπέριον στείχοντος ἀνὰ κνέφας· εἰς δὲ κάταντες ἄντρον ἔδυ νεύσας βαιὸν ἄπωθεν ὁδοῦ. τοῦ δὲ λέων ὤρουσε κατὰ στίβον, ἀνδράσι δεῖμα θαρσαλέοις, Γάλλῳ δ’ οὐδ’ ὀνομαστὸν ἄχος, ὃς τότ’ ἄναυδος ἔμεινε δέους ὕπο καί τινος αὔρῃ | |
10 | δαίμονος ἐς τονόεν τύμπανον ἧκε χέρας· οὗ βαρὺ μυκήσαντος ὁ θαρσαλεώτερος ἄλλων τετραπόδων ἐλάφων ἔδραμεν ὀξύτερον, τὸν βαρὺν οὐ μείνας ἀκοῆς ψόφον· ἐκ δ’ ἐβόησεν· „Μῆτερ, Σαγγαρίου χείλεσι πὰρ ποταμοῦ, | |
15 | ἱρὴν σοὶ θαλάμην ζωάγρια καὶ λαλάγημα | |
τοῦτο τὸ θηρὶ φυγῆς αἴτιον ἀντίθεμαι.“ | 574 in vol. 1 | |
AG.6.221(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Χειμερίην διὰ νύκτα χαλαζήεντά τε συρμὸν καὶ νιφετὸν φεύγων καὶ κρυόεντα πάγον μουνολέων καὶ δὴ κεκακωμένος ἀθρόα γυῖα ἦλθε φιλοκρήμνων αὖλιν ἐς αἰγινόμων. | |
5 | οἱ δ’ οὐκ ἀμφ’ αἰγῶν μεμελημένοι, ἀλλὰ περὶ σφέων, εἵατο σωτῆρα Ζῆν’ ἐπικεκλόμενοι. χεῖμα δὲ δὴ μείνας θὴρ νύκτιος, οὔτε τιν’ ἀνδρῶν οὔτε βοτῶν βλάψας, οἴχετ’ ἐπ’ ἄλλο σίνος. οἱ δὲ πάθης ἔργον τόδ’ ἐυγραφὲς ἀκρολοφῖται | |
10 | Ζανὶ παρ’ εὐπρέμνῳ τᾷδ’ ἀνέθεντο δρυΐ. | |
AG.6.222(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Μυριόπουν σκολόπενδραν ὑπ’ Ὠρίωνι κυκηθεὶς πόντος Ἰαπύγων ἔβρας’ ἐπὶ σκοπέλους· καὶ τόδ’ ἀπὸ βλοσυροῦ σελάχευς μέγα πλευρὸν ἀνῆψαν δαίμοσι βουφόρτων κοίρανοι εἰκοσόρων. | |
AG.6.223(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Λείψανον ἀμφίκλαστον ἁλιπλανέος σκολοπένδρης τοῦτο κατ’ εὐψαμάθου κείμενον ἠιόνος, δισσάκι τετρόργυιον, ὑπαὶ πεφορυγμένον ἀφρῷ, πολλὰ θαλασσαίῃ ξανθὲν ὑπὸ σπιλάδι, | |
5 | Ἑρμῶναξ ἐκίχανεν, ὅτε γριπηίδι τέχνῃ εἷλκε τὸν ἐκ πελάγευς ἰχθυόεντα βόλον· εὑρὼν δ’ ἠέρτησε Παλαίμονι παιδὶ καὶ Ἰνοῖ, | |
δαίμοσιν εἰναλίοις δοὺς τέρας εἰνάλιον. | 576 in vol. 1 | |
AG.6.224(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Εἰνάλι’ ὦ λαβύρινθε, τύ μοι λέγε, τίς ς’ ἀνέθηκεν ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑρόμενος. „Παίγνιον ἀντριάσιν Διονύσιος ἄνθετο Νύμφαις —δῶρον δ’ ἐξ ἱερᾶς εἰμι Πελωριάδος— | |
5 | υἱὸς Πρωτάρχου· σκολιὸς δ’ ἐξέπτυσε πορθμός, ὄφρ’ εἴην λιπαρῶν παίγνιον Ἀντριάδων.“ | |
AG.6.225(p1) | ΝΙΚΑΙΝΕΤΟΥ | |
1 | Ἡρῷσσαι, Λιβύων ὄρος ἄκριτον αἵτε νέμεσθε αἰγίδι καὶ στρεπτοῖς ζωσάμεναι θυσάνοις, τέκνα θεῶν, δέξασθε Φιλήτιδος ἱερὰ ταῦτα δράγματα καὶ χλωροὺς ἐκ καλάμης στεφάνους, | |
5 | ἅσς’ ἀπὸ λικμητοῦ δεκατεύεται· ἀλλὰ καὶ οὕτως, ἡρῷσσαι, Λιβύων χαίρετε δεσπότιδες. | |
AG.6.226(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Τοῦτ’ ὀλίγον Κλείτωνος ἐπαύλιον ἥ τ’ ὀλιγαῦλαξ σπείρεσθαι λειτός θ’ ὁ σχεδὸν ἀμπελεὼν τοῦτό τε ῥωπεύειν ὀλιγόξυλον· ἀλλ’ ἐπὶ τούτοις Κλείτων ὀγδώκοντ’ ἐξεπέρης’ ἔτεα. | |
AG.6.227(p1) | ΚΡΙΝΑΓΟΡΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ | |
1 | Ἀργύρεόν σοι τόνδε γενέθλιον ἐς τεὸν ἦμαρ, Πρόκλε, νεόσμηκτον δουνακίην κάλαμον, εὖ μὲν ἐυσχίστοισι διάγλυπτον κεράεσσιν, | |
εὖ δὲ ταχυνομένην εὔροον εἰς σελίδα, | 578 in vol. 1 | |
5 | πέμπει Κριναγόρης, ὀλίγην δόσιν, ἀλλ’ ἀπὸ θυμοῦ πλείονος, ἀρτιδαεῖ σύμπνοον εὐμαθίῃ. | |
AG.6.228(p1) | ΑΔΑΙΟΥ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Αὔλακι καὶ γήρᾳ τετρυμένον ἐργατίνην βοῦν Ἄλκων οὐ φονίην ἤγαγε πρὸς κοπίδα, αἰδεσθεὶς ἔργων· ὁ δέ που βαθέῃ ἐνὶ ποίῃ μυκηθμοῖς ἀρότρου τέρπετ’ ἐλευθερίῃ. | |
AG.6.229(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Αἰετοῦ ἀγκυλοχείλου ἀκρόπτερον ὀξὺ σιδήρῳ γλυφθὲν καὶ βαπτῇ πορφύρεον κυάνῳ, ἤν τι λάθῃ μίμνον μεταδόρπιον ἐντὸς ὀδόντων, κινῆσαι πρηεῖ κέντρῳ ἐπιστάμενον, | |
5 | βαιὸν ἀπ’ οὐκ ὀλίγης πέμπει φρενὸς οἷα δὲ δαιτὸς δῶρον ὁ πᾶς ἐπὶ σοί, Λεύκιε, Κριναγόρης. | |
AG.6.230(p1) | ΚΟΙΝΤΟΥ | |
1 | Ἀκρείτᾳ Φοίβῳ, Βιθυνίδος ὃς τόδε χώρης κράσπεδον αἰγιαλοῖς γειτονέον συνέχεις, Δᾶμις ὁ κυρτευτής, ψάμμῳ κέρας αἰὲν ἐρείδων, φρουρητὸν κήρυκ’ αὐτοθυεῖ σκόλοπι | |
5 | θῆκε γέρας, λιτὸν μέν, ἐπ’ εὐσεβίῃ δ’, ὁ γεραιὸς | |
εὐχόμενος νούσων ἐκτὸς ἰδεῖν Ἀίδην. | 580 in vol. 1 | |
AG.6.231(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Αἰγύπτου μεδέουσα μελαμβώλου, λινόπεπλε δαῖμον, ἐπ’ εὐιέρους βῆθι θυηπολίας· σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται καὶ πολιῶν χηνῶν ζεῦγος ἐνυδροβίων | |
5 | καὶ νάρδος ψαφαρὴ κεγχρίτισιν ἰσχάσιν ἀμφὶ καὶ σταφυλὴ γραίη χὠ μελίπνους λίβανος. εἰ δ’ ὡς ἐκ πελάγους ἐρρύσαο Δᾶμιν, ἄνασσα, κἠκ πενίης, θύσει χρυσόκερων κεμάδα. | |
AG.6.232(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Βότρυες οἰνοπέπαντοι ἐυσχίστοιό τε ῥοιῆς θρύμματα καὶ ξανθοὶ μυελοὶ ἐκ στροβίλων καὶ δειλαὶ δάκνεσθαι ἀμυγδάλαι ἥ τε μελισσῶν ἀμβροσίη πυκναί τ’ ἰτρίνεαι ποπάδες | |
5 | καὶ πότιμοι γέλγιθες ἰδ’ ὑελοκικκάδες ὄγχναι, δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια· Πανὶ φιλοσκήπωνι καὶ εὐστόρθυγγι Πριάπῳ ἀντίθεται λιτὴν δαῖτα Φιλοξενίδης. | |
AG.6.233(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Γομφιόδουπα χαλινὰ καὶ ἀμφίτρητον ὑπεικτὰν κημὸν καὶ γενύων σφίγκτορ’ ἐυρραφέα τάνδε τ’ ἐπιπλήκτειραν ἀπορρύτοιο διωγμοῦ μάστιγα, σκαιοῦ δῆγμά τ’ ἐπιψελίου, | |
5 | κέντρα τ’ ἐναιμήεντα διωξίπποιο μύωπος | |
καὶ πριστὸν ψήκτρης κνῆσμα σιδηρόδετον, διπλοῖς ἀιόνων ὠρύγμασιν, Ἴσθμιε, τερφθείς, δῶρα, Πόσειδον, ἔχεις ταῦτα παρὰ Στρατίου. | 582 in vol. 1 | |
AG.6.234(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Γάλλος ὁ χαιτάεις, ὁ νεήτομος, ὡπὸ Τυμώλου Λύδιος ὀρχηστὰς μάκρ’ ὀλολυζόμενος, τᾷ παρὰ Σαγγαρίῳ τάδε Ματέρι τύμπαν’ ἀγαυᾷ θήκατο καὶ μάστιν τὰν πολυαστράγαλον | |
5 | ταῦτά τ’ ὀρειχάλκου λάλα κύμβαλα καὶ μυρόεντα βόστρυχον, ἐκ λύσσας ἄρτ’ ἀναπαυσάμενος. | |
AG.6.235(p1) | ΘΑΛΛΟΥ | |
1 | Ἑσπερίοις μέγα χάρμα καὶ ἠῴοις περάτεσσιν, Καῖσαρ, ἀνικάτων ἔκγονε Ῥωμυλιδῶν, αἰθερίην γένεσιν σέο μέλπομεν, ἀμφὶ δὲ βωμοῖς γηθοσύνους λοιβὰς σπένδομεν ἀθανάτοις. | |
5 | ἀλλὰ σὺ παππῴοις ἐπὶ βήμασιν ἴχνος ἐρείδων εὐχομένοις ἡμῖν πουλὺ μένοις ἐπ’ ἔτος. | |
AG.6.236(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἔμβολα χαλκογένεια, φιλόπλοα τεύχεα νηῶν, Ἀκτιακοῦ πολέμου κείμεθα μαρτύρια· ἠνίδε σιμβλεύει κηρότροφα δῶρα μελισσῶν ἑσμῷ βομβητῇ κυκλόσε βριθόμενα. | |
5 | Καίσαρος εὐνομίης χρηστῆς χάρις· ὅπλα γὰρ ἐχθρῶν | |
καρποὺς εἰρήνης ἀντεδίδαξε τρέφειν. | 584 in vol. 1 | |
AG.6.237(p1) | ΑΝΤΙΣΤΙΟΥ | |
1 | Ἐνδυτὰ καὶ πλοκάμους τούτους θέτο Γάλλος ὀρείῃ Μητρὶ θεῶν τοίης εἵνεκα συντυχίης. μούνῳ οἱ στείχοντι λέων ἄντασε καθ’ ὕλαν ἀργαλέος, ζωᾶς δ’ ἆθλος ἐπεκρέματο. | |
5 | ἀλλὰ θεὴ Γάλλῳ μὲν ἐπὶ φρενὸς ἧκεν ἀράξαι τύμπανον, ὠμηστὰν δ’ ἔτραπε φυζαλέον φθόγγον ὑποδδείσαντα πελώριον. εἵνεκα τοῦδε πλοχμοὶ συρικτᾶν κεῖνται ἀπ’ ἀκρεμόνων. | |
AG.6.238(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Εὔφρων οὐ πεδίου πολυαύλακός εἰμ’ ὁ γεραιὸς οὐδὲ πολυγλεύκου γειομόρος βότρυος, ἀλλ’ ἀρότρῳ βραχύβωλον ἐπικνίζοντι χαράσσω χέρσον καὶ βαιοῦ πίδακα ῥωγὸς ἔχω. | |
5 | εἰ μήδ’ ἐξ ὀλίγων, ὀλίγη χάρις· εἰ δὲ διδοίης πλείονα, καὶ πολλῶν, δαῖμον, ἀπαρξόμεθα. | |
AG.6.239(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σμήνεος ἔκ με ταμὼν γλυκερὸν θέρος ἀντὶ νομαίων γηραιὸς Κλείτων σπεῖσε μελισσοπόνος, ἀμβροσίων ἔαρος κηρῶν μέλι πολλὸν ἀμέλξας, δῶρον ἀποιμάντου τηλοπέτευς ἀγέλης. | |
5 | θείης δ’ ἑσμοτόκον χορὸν ἄπλετον, εὖ δὲ μελιχροῦ | |
νέκταρος ἐμπλήσαις κηροπαγεῖς θαλάμας. | 586 in vol. 1 | |
AG.6.240(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ζηνὸς καὶ Λητοῦς θηροσκόπε τοξότι κούρη, Ἄρτεμις, ἣ θαλάμους τοὺς ὀρέων ἔλαχες, νοῦσον τὴν στυγερὴν αὐθημερὸν ἐκ βασιλῆος ἐσθλοτάτου πέμψαις ἄχρις Ὑπερβορέων· | |
5 | σοὶ γὰρ ὑπὲρ βωμῶν ἀτμὸν λιβάνοιο Φίλιππος ῥέξει καλλιθυτῶν κάπρον ὀρειονόμον. | |
AG.6.241(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἡ κόρυς ἀμφοτέρην ἔλαχον χάριν, εἰμὶ δ’ ὁρᾶσθαι καὶ τερπνὴ φιλίοις καὶ φόβος ἀντιπάλοις. ἐκ δὲ Πυλαιμένεος Πείσων μ’ ἔχει· ἔπρεπεν ἄλλαις οὔτε κόρυς χαίταις οὔτε κόμαι κόρυθι. | |
AG.6.242(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ἠοῖ ἐπ’ εὐκταίῃ τάδε ῥέζομεν ἱρὰ τελείῳ Ζηνὶ καὶ ὠδίνων μειλίχῳ Ἀρτέμιδι. τοῖσι γὰρ οὑμὸς ὅμαιμος ἔτ’ ἄχνοος εὔξατο θήσειν τὸ πρῶτον γενύων ἠιθέοισιν ἔαρ. | |
5 | δαίμονες ἀλλὰ δέχοισθε καὶ αὐτίκα τῶνδ’ ἀπ’ ἰούλων Εὐκλείδην πολιῆς ἄχρις ἄγοιτε τριχός. | |
AG.6.243(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | „Ἥ τε Σάμου μεδέουσα καὶ ἣ λάχες Ἴμβρασον Ἥρη, δέξο γενεθλιδίους, πότνα, θυηπολίας μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων ἴσμεν, ὅσοι μακάρων θεσμὸν ἐπιστάμεθα.“ | |
5 | εὔχετ’ ἐπισπένδων τάδε Μάξιμος· ἡ δ’ ἐπένευσεν | |
ἔμπεδα· Μοιράων δ’ οὐκ ἐμέγηρε λίνα. | 588 in vol. 1 | |
AG.6.244(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ἥρη, Ἐληθυιῶν μήτηρ, Ἥρη τε τελείη καὶ Ζεῦ, γινομένοις ξυνὸς ἅπασι πάτερ, ὠδῖνας νεύσαιτ’ Ἀντωνίῃ ἵλαοι ἐλθεῖν πρηείας μαλακαῖς χερσὶ σὺν Ἠπιόνης, | |
5 | ὄφρα κε γηθήσειε πόσις μήτηρ θ’ ἑκυρή τε· ἡ νηδὺς οἴκων αἷμα φέρει μεγάλων. | |
AG.6.245(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Καρπαθίην ὅτε νυκτὸς ἅλα στέψαντος ἀήτου λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας, εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης, | |
5 | ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις Διογένης· ἀλέκοις δ’ ἀνέρι καὶ πενίην. | |
AG.6.246(p1) | ΦΙΛΟΔΗΜΟΥ, οἱ δὲ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Κέντρα διωξικέλευθα φιλορρώθωνά τε κημὸν τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον | |
5 | καὶ ψήκτρην ἵππων ἐρυσίτριχα τήν τ’ ἐπὶ νώτων μάστιγα ῥοίζου μητέρα θαρσαλέην | |
3 | κοἰσυΐνην τὴν ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον, ἄνθετό σοι νίκης Χάρμος ἀπ’ Ἰσθμιάδος. | |
7 | ἀλλὰ σύ, Κυανοχαῖτα, δέχευ τάδε, τὸν δὲ Λυκίνου | |
υἷα καὶ εἰς μεγάλην στέψον Ὀλυμπιάδα. | 590 in vol. 1 | |
AG.6.247(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Κερκίδας ὀρθρολάλοισι χελιδόσιν εἰκελοφώνους, Παλλάδος ἱστοπόνου λειομίτους κάμακας καὶ κτένα κοσμοκόμην καὶ δακτυλότριπτον ἄτρακτον σφονδυλοδινήτῳ νήματι νηχόμενον | |
5 | καὶ τάλαρον σχοίνοις ὑφασμένον, ὅν ποτ’ ὀδόντι ἐπλήρου τολύπη πᾶσα καθαιρομένη, σοί, φιλέριθε κόρη Παλλαντιάς, ἡ βαθύγηρως Αἰσιόνη πενίης δῶρον ἀνεκρέμασεν. | |
AG.6.248(p1) | ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Κύπριδι κεῖσο, λάγυνε μεθυσφαλές, αὐτίκα δῶρον κεῖσο, κασιγνήτη νεκταρέης κύλικος· βακχιὰς ὑγρόφθογγε, συνέστιε δαιτὸς ἐίσης, στειναύχην ψήφου συμβολικῆς θύγατερ, | |
5 | θνητοῖς αὐτοδίδακτε διήκονε, μύστι φιλούντων ἡδίστη, δείπνων ὅπλον ἑτοιμότατον, εἴης ἐκ Μάρκου γέρας ἀγλαόν, ὅς σε, φίλοινε, ᾔνεσεν ἀρχαίην σύμπλανον ἀνθέμενος. | |
AG.6.249(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Λαμπάδα, κηροχίτωνα, Κρόνου τυφήρεα λύχνον, σχοίνῳ καὶ λεπτῇ σφιγγομένην παπύρῳ, Ἀντίπατρος Πείσωνι φέρει γέρας· ἢν δέ μ’ ἀνάψας | |
εὔξηται, λάμψω φέγγος ἀκουσίθεον. | 592 in vol. 1 | |
AG.6.250(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Λιτὸς ἐγὼ τὰ τύχης, ὦ δεσπότι, φημὶ δὲ πολλῶν ὄλβον ὑπερκύπτειν τὸν σὸν ἀπὸ κραδίης. ἀλλὰ δέχευ μνιαροῖο βαθυρρήνοιο τάπητος ἐνδυτὸν εὐανθεῖ πορφύρῃ εἰδόμενον | |
5 | εἴριά τε ῥοδόεντα καὶ ἐς κυανότριχα χαίτην νάρδον ὑπὸ γλαυκῆς κλειομένην ὑάλου, ὄφρα χιτὼν μὲν χρῶτα περισκέπῃ, ἔργα δ’ ἐλέγχῃ χεῖρας, ὁ δ’ εὐώδης ἀτμὸς ἔχῃ πλοκάμους. | |
AG.6.251(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Λευκάδος αἰπὺν ἔχων ναύταις τηλέσκοπον ὄχθον, Φοῖβε, τὸν Ἰονίῳ λουόμενον πελάγει, δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα καὶ σπονδὴν ὀλίγῃ κιρναμένην κύλικι | |
5 | καὶ βραχυφεγγίτου λύχνου σέλας ἐκ βιοφειδοῦς ὄλπης ἡμιμεθεῖ πινόμενον στόματι· ἀνθ’ ὧν ἱλήκοις, ἐπὶ δ’ ἱστία πέμψον ἀήτην οὔριον Ἀκτιακοὺς σύνδρομον εἰς λιμένας. | |
AG.6.252(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Μῆλον ἐγὼ στρούθειον ἀπὸ προτέρης ἔτι ποίης ὥριον ἐν νεαρῷ χρωτὶ φυλασσόμενον, ἄσπιλον, ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν, ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρεμόσιν, | |
5 | ὥρης χειμερίης σπάνιον γέρας· εἰς σὲ δ’, ἄνασσα, | |
τοίην χὠ νιφόεις κρυμὸς ὀπωροφορεῖ. | 594 in vol. 1 | |
AG.6.253(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Σπήλυγγες Νυμφῶν ἐυπίδακες, αἱ τόσον ὕδωρ εἴβουσαι σκολιοῦ τοῦδε κατὰ πρεόνος, Πανός τ’ ἠχήεσσα πιτυστέπτοιο καλιή, τὴν ὑπὸ Βασσαίης ποσσὶ λέλογχε πέτρης, | |
5 | ἱερά τ’ ἀγρευταῖσι γερανδρύου ἀρκεύθοιο πρέμνα λιθηλογέες θ’ Ἑρμέω ἱδρύσιες, αὐταί θ’ ἱλήκοιτε καὶ εὐθήροιο δέχοισθε Σωσάνδρου ταχινῆς σκῦλ’ ἐλαφοσσοΐης. | |
AG.6.254(p1) | ΜΥΡΙΝΟΥ | |
1 | Τὴν μαλακὴν Παφίης, Στατύλλιον ἀνδρόγυνον, δρῦν ἕλκειν εἰς Ἀίδην ἡνίκ’ ἔμελλε χρόνος, τἀκ κόκκου βαφθέντα καὶ ὑσγίνοιο θέριστρα καὶ τοὺς ἁδρολιπεῖς ἀλλοτρίους πλοκάμους | |
5 | φαικάδα τ’ εὐτάρσοισιν ἐπ’ ἀστραγάλοισι γελῶσαν καὶ τὴν γρυτοδόκην κοιτίδα παμβακίδων αὐλούς θ’ ἡδὺ πνέοντας ἑταιρείοις ἐνὶ κώμοις δῶρα Πριηπείων θῆκεν ἐπὶ προθύρων. | |
AG.6.255(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Τοῦτο Σάων τὸ δίπαχυ κόλον κέρας Ὡμβρακιώτας βουμολγὸς ταύρου κλάσσεν ἀτιμαγέλου, ὁππότε μιν κνημούς τε κατὰ λασίους τε χαράδρας | |
ἐξερέων ποταμοῦ φράσσατ’ ἐπ’ ἀιόνι | 596 in vol. 1 | |
5 | ψυχόμενον χηλάς τε καὶ ἰξύας· αὐτὰρ ὃ βούτεω ἀντίος ἐκ πλαγίων ἵεθ’· ὁ δὲ ῥοπάλῳ γυρὸν ἀπεκράνιξε βοὸς κέρας, ἐκ δέ μιν αὐτᾶς ἀχράδος εὐμύκῳ πᾶξε παρὰ κλισίᾳ. | |
AG.6.256(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ταύρου βαθὺν τένοντα καὶ σιδαρέους Ἄτλαντος ὤμους καὶ κόμαν Ἡρακλέους σεμνάν θ’ ὑπήναν καὶ λέοντος ὄμματα Μιλησίου γίγαντος οὐδ’ Ὀλύμπιος | |
5 | Ζεὺς ἀτρόμητος εἶδεν, ἄνδρας ἡνίκα πυγμὰν ἐνίκα Νικοφῶν Ὀλύμπια. | |
AG.6.257(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Τίς με, Διωνύσῳ πεπλασμένον ἀμφιφορῆα, τίς με, τὸν Ἀδριακοῦ νέκταρος οἰνοδόκον, Δηοῦς ἐπλήρωσε; τίς ἢ φθόνος εἰς ἐμὲ Βάκχου ἢ σπάνις οἰκείου τεύχεος ἀσταχύων | |
5 | ἀμφοτέρους ᾔσχυνε; σεσύληται μὲν ὁ Βάκχος, | |
Δημήτηρ δὲ Μέθην σύντροφον οὐ δέχεται. | 598 in vol. 1 | |
AG.6.258(p1) | ΑΔΑΙΟΥ | |
1 | Τὰν ὄιν, ὦ Δάματερ ἐπόγμιε, τάν τ’ ἀκέρωτον μόσχον καὶ τροχιὰν ἐν κανέῳ φθοΐδα σοὶ ταύτας ἐφ’ ἅλωος, ἐφ’ ᾇ πολὺν ἔβρασεν ἄντλον Κρήθων καὶ λιπαρὰν εἶδε γεωμορίαν, | |
5 | ἱρεύει, πολύσωρε· σὺ δὲ Κρήθωνος ἄρουραν πᾶν ἔτος εὔκριθον καὶ πολύπυρον ἄνοις. | |
AG.6.259(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Τίς τὸν ἄχνουν Ἑρμῆν σε παρ’ ὑσπλήγεσσιν ἔθηκεν; — „Ἑρμογένης.“ —Τίνος ὤν; —„Δαϊμένευς.“ —Ποδαπός; — „Ἀντιοχεύς.“ —Τιμῶν σε χάριν τίνος; —„Ὡς συναρωγὸν ἐν σταδίοις.“ —Ποίοις; —„Ἰσθμόθι κἠν Νεμέᾳ.“ — | |
5 | Ἔτρεχε γάρ; —„Καὶ πρῶτος.“ —Ἑλὼν τίνας; —„Ἐννέα παῖδας· ἔπτη δ’ ὡς ἂν ἔχων τοὺς πόδας ἡμετέρους.“ | |
AG.6.260(p1) | ΓΕΜΙΝΟΥ | |
1 | Φρύνη τὸν πτερόεντα, τὸν εὐτέχνητον, Ἔρωτα μισθὸν ὑπὲρ τεχνῶν ἄνθετο Θεσπιέσιν. Κύπριδος ἡ τέχνη ζηλούμενον, οὐκ ἐπιμεμφὲς δῶρον· ἐς ἀμφοτέρους δ’ ἔπρεπε μισθὸς Ἔρως. | |
5 | δοιῆς ἐκ τέχνης αἰνέω βροτόν, ὅς γε καὶ ἄλλοις | |
δοὺς θεὸν ἐν σπλάγχνοις εἶχε τελειότερον. | 600 in vol. 1 | |
AG.6.261(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Χάλκεον ἀργυρέῳ με πανείκελον, Ἰνδικὸν ἔργον, ὄλπην, ἡδίστου ξείνιον εἰς ἑτάρου, ἦμαρ ἐπεὶ τόδε σεῖο γενέθλιον, υἱὲ Σίμωνος, πέμπει γηθομένῃ σὺν φρενὶ Κριναγόρης. | |
AG.6.262(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Τὸν νομίην καὶ ἔπαυλα βοῶν καὶ βώτορας ἄνδρας σινόμενον κλαγγάν τ’ οὐχὶ τρέσαντα κυνῶν Εὐάλκης ὁ Κρὴς ἐπινύκτια μῆλα νομεύων πέφνε καὶ ἐκ ταύτης ἐκρέμασεν πίτυος. | |
AG.6.263(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πυρσῶ τοῦτο λέοντος ἀποφλοιώσατο δέρμα Σῶσος ὁ βουπάμων, δουρὶ φονευσάμενος ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόσχον· οὐδ’ ἵκετ’ ἐκ μάνδρας αὖτις ἐπὶ ξύλοχον, | |
5 | μοσχείω δ’ ἀπέτισεν ὁ θὴρ ἀνθ’ αἵματος αἷμα βληθείς· ἀχθεινὰν δ’ εἶδε βοοκτασίαν. | |
AG.6.264(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Ἀσπὶς Ἀλεξάνδρου τοῦ Φυλέος ἱερὸν ἅδε δῶρον Ἀπόλλωνι χρυσοκόμῳ δέδομαι, γηραλέα μὲν ἴτυν πολέμων ὕπο, γηραλέα δὲ ὀμφαλόν· ἀλλ’ ἀρετᾷ λάμπομαι, ἇς ἔκιχον | |
5 | ἀνδρὶ κορυσσαμένα σὺν ἀριστέι, ὅς μ’ ἀνέθηκε. | |
ἐμμὶ δ’ ἀήσσατος πάμπαν, ἀφ’ οὗ γενόμαν. | 602 in vol. 1 | |
AG.6.265(p1) | ΝΟΣΣΙΔΟΣ | |
1 | Ἥρα τιμήεσσα, Λακίνιον ἃ τὸ θυῶδες πολλάκις οὐρανόθεν νεισομένα καθορῇς, δέξαι βύσσινον εἷμα, τό τοι μετὰ παιδὸς ἀγαυὰ Νοσσίδος ὕφανεν Θευφιλὶς ἁ Κλεόχας. | |
AG.6.266(p1) | ΗΓΗΣΙΠΠΟΥ | |
1 | Τάνδε παρὰ τριόδοις τὰν Ἄρτεμιν Ἁγελόχεια, ἔτ’ ἐν πατρὸς μένουσα παρθένος δόμοις, ἕσσατο, Δαμαρέτου θυγάτηρ· ἐφάνη γάρ οἱ αὐτὰ ἱστοῦ παρὰ κρόκαισιν ὡς αὐγὰ πυρός. | |
AG.6.267(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Φωσφόρος, ὦ σώτειρ’, ἐπὶ Πόλλιδος ἕσταθι κλήρων, Ἄρτεμι, καὶ χαρίεν φῶς ἑὸν ἀνδρὶ δίδου, αὐτῷ καὶ γενεῇ, τό περ εὐμαρές· οὐ γὰρ ἀφαυρῶς ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης. | |
5 | ἄλσος δ’, Ἄρτεμι, τοῦτο καὶ ἂν Χαρίτεσσι θεούσαις εἴη ἐπ’ ἀνθεμίδων σάμβαλα κοῦφα βαλεῖν. | |
AG.6.268(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Τοῦτό τοι, Ἄρτεμι δῖα, Κλεώνυμος εἵσατ’ ἄγαλμα· τοῦτο σὺ δ’ εὐθήρου τοῦδ’ ὑπέρισχε ῥίου, ἥτε κατ’ εἰνοσίφυλλον ὄρος ποσί, πότνια, βαίνεις, | |
δεινὸν μαιμώσαις ἐγκονέουσα κυσίν. | 604 in vol. 1 | |
AG.6.269(p1) | ΩΣ ΣΑΠΦΟΥΣ | |
1 | Παῖδες, ἄφωνος ἐοῖσα τότ’ ἐννέπω, αἴ τις ἔρηται, φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν· „Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα Ἑρμοκλειδαία τῶ Σαϋναϊάδα, | |
5 | σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσα πρόφρων ἁμετέραν εὐκλέισον γενεάν.“ | |
AG.6.270(p1) | ΝΙΚΙΟΥ | |
1 | Ἀμφαρέτας κρήδεμνα καὶ ὑδατόεσσα καλύπτρα, Εἰλήθυια, τεᾶς κεῖται ὑπὲρ κεφαλᾶς, ὥς σε μετ’ εὐχωλαῖς ἐκαλέσσατο λευγαλέας οἱ κῆρας ἀπ’ ὠδίνων τῆλε βαλεῖν λοχίων. | |
AG.6.271(p1) | ΦΑΙΔΙΜΟΥ | |
1 | Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱὸς καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη, οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες χεῖρας ἄτερ τόξου, πότνια, νισσομένη. | |
5 | Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντος νεῦσον ἰδεῖν κοῦρον γυῖ’ ἐπαεξόμενον. | |
AG.6.272(p1) | ΠΕΡΣΟΥ | |
1 | Ζῶμά τοι, ὦ Λατωί, καὶ ἀνθεμόεντα κύπασσιν καὶ μίτραν μαστοῖς σφιγκτὰ περιπλομέναν θήκατο Τιμάεσσα, δυσωδίνοιο γενέθλας | |
ἀργαλέον δεκάτῳ μηνὶ φυγοῦσα βάρος. | 606 in vol. 1 | |
AG.6.273(p1) | ΩΣ ΝΟΣΣΙΔΟΣ | |
1 | Ἄρτεμι, Δᾶλον ἔχουσα καὶ Ὀρτυγίαν ἐρόεσσαν, τόξα μὲν εἰς κόλπους ἅγν’ ἀπόθου Χαρίτων, λοῦσαι δ’ Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δ’ ἐς οἴκους λύσους’ ὠδίνων Ἀλκέτιν ἐκ χαλεπῶν. | |
AG.6.274(p1) | ΠΕΡΣΟΥ | |
1 | Πότνια κουροσόος, ταύταν ἐπιπορπίδα νυμφᾶν καὶ στεφάναν λιπαρῶν ἐκ κεφαλᾶς πλοκάμων, ὀλβία Εἰλήθυια, πολυμνάστοιο φύλασσε Τισίδος ὠδίνων ῥύσια δεξαμένα. | |
AG.6.275(p1) | ΝΟΣΣΙΔΟΣ | |
1 | Χαίροισάν τοι ἔοικε κομᾶν ἄπο τὰν Ἀφροδίταν ἄνθεμα κεκρύφαλον τόνδε λαβεῖν Σαμύθας· δαιδάλεός τε γάρ ἐστι καὶ ἁδύ τι νέκταρος ὄσδει τοῦ, τῷ καὶ τήνα καλὸν Ἄδωνα χρίει. | |
AG.6.276(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἡ πολύθριξ οὔλας ἀνεδήσατο παρθένος Ἵππη χαίτας, εὐώδη σμηχομένα κρόταφον· ἤδη γάρ οἱ ἐπῆλθε γάμου τέλος· αἱ δ’ ἐπὶ κουρῇ μίτραι παρθενίας αἰτέομεν χάριτας. | |
5 | Ἄρτεμι, σῇ δ’ ἰότητι γάμος θ’ ἅμα καὶ γένος εἴη | |
τῇ Λυκομηδείδου παιδὶ φιλαστραγάλῃ. | 608 in vol. 1 | |
AG.6.277(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Ἄρτεμι, τόξα λαχοῦσα καὶ ἀλκήεντας ὀιστούς, σοὶ πλόκον οἰκείας τόνδε λέλοιπε κόμης Ἀρσινόη θυόεν παρ’ ἀνάκτορον, ἡ Πτολεμαίου παρθένος, ἱμερτοῦ κειραμένη πλοκάμου. | |
AG.6.278(p1) | ΡΙΑΝΟΥ | |
1 | Παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο Φοίβῳ Γόργος ἀφ’ ἱμερτᾶς τοῦτο γέρας κεφαλᾶς. Φοῖβε, σὺ δ’ ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοις εὔμοιρον λευκὴν ἄχρις ἐφ’ ἡλικίην. | |
AG.6.279(p1) | ΕΥΦΟΡΙΩΝΟΣ | |
1 | Πρώτας ὁππότ’ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας, Φοίβῳ παιδείην ὤπασεν ἀγλαΐην. ἀντὶ δέ οἱ πλοκαμῖδος, Ἑκηβόλε, κάλλος ἐπείη ὡχαρνῆθεν ἀεὶ κισσὸς ἀεξόμενος. | |
AG.6.280(p1) | ΑΔΗΛΟΝ | |
1 | Τιμαρέτα πρὸ γάμοιο τὰ τύμπανα τάν τ’ ἐρατεινὰν σφαῖραν τόν τε κόμας ῥύτορα κεκρύφαλον τάς τε κόρας Λιμνάτι, κόρᾳ κόρα, ὡς ἐπιεικές, ἄνθετο καὶ τὰ κορᾶν ἐνδύματ’ Ἀρτέμιδι. | |
5 | Λητῴα, τὺ δὲ παιδὸς ὑπὲρ χέρα Τιμαρετείας | |
θηκαμένα σῴζοις τὰν ὁσίαν ὁσίως. | 610 in vol. 1 | |
AG.6.281(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Δίνδυμα καὶ Φρυγίης πυρικαιέος ἀμφιπολεῦσα πρῶνας τὴν μικρήν, Μῆτερ, Ἀριστοδίκην, κούρην Σειλήνης, παμπότνια, κεἰς ὑμέναιον κεἰς γάμον ἁδρύναις, πείρατα κουροσύνας· | |
5 | ἀνθ’ ὧν σοι κατὰ πολλὰ προνήια καὶ παρὰ βωμῷ παρθενικὴν ἐτίναξ’ ἔνθα καὶ ἔνθα κόμην. | |
AG.6.282(p1) | ΘΕΟΔΩΡΟΥ | |
1 | Σοὶ τὸν πιληθέντα δι’ εὐξάντου τριχὸς ἀμνοῦ, Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέτασον καὶ δίβολον περόναν καὶ στλεγγίδα καὶ τὸ τανυσθὲν τόξον καὶ τριβάκην γλοιοπότιν χλαμύδα | |
5 | καὶ σχίζας καὶ σφαῖραν ἀείβολον· ἀλλὰ σὺ δέξαι δῶρα, φιλευτάκτου δῶτορ ἐφηβοσύνας. | |
AG.6.283(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἡ τὸ πρὶν αὐχήσασα πολυχρύσοις ἐπ’ ἐρασταῖς, ἡ Νέμεσιν δεινὴν οὐχὶ κύσασα θεόν, μίσθια νῦν σπαθίοις πενιχροῖς πηνίσματα κρούει. ὀψέ γ’ Ἀθηναίη Κύπριν ἐληίσατο. | |
AG.6.284(p1) | ΑΔΗΛΟΝ | |
1 | Λάθρῃ κοιμηθεῖσα Φιλαίνιον εἰς Ἀγαμήδους κόλπους τὴν φαιὴν εἰργάσατο χλανίδα. αὐτὴ Κύπρις ἔριθος· ἐύκλωστον δὲ γυναικῶν | |
νῆμα καὶ ἠλακάτην ἀργὸς ἔχοι τάλαρος. | 612 in vol. 1 | |
AG.6.285(p1) | ΝΙΚΑΡΧΟΥ δοκεῖ | |
1 | Ἡ πρὶν Ἀθηναίης ὑπὸ κερκίσι καὶ τὰ καθ’ ἱστῶν νήματα Νικαρέτη πολλὰ μιτωσαμένη Κύπριδι τὸν κάλαθον τά τε πηνία καὶ τὰ σὺν αὐτοῖς ἄρμεν’ ἐπὶ προδόμου πάντα πυρῆς ἔθετο, | |
5 | „Ἔρρετε,“ φωνήσασα, „κακῶν λιμηρὰ γυναικῶν ἔργα, νέον τήκειν ἄνθος ἐπιστάμενα.“ εἵλετο δὲ στεφάνους καὶ πηκτίδα καὶ μετὰ κώμων ἡ παῖς τερπνὸν ἔχειν ἐν θαλίαις βίοτον, εἶπε δέ· „Παντός σοι δεκάτην ἀπὸ λήμματος οἴσω, | |
10 | Κύπρι, σὺ δ’ ἐργασίην καὶ λάβε καὶ μετάδος.“ | |
AG.6.286(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ μέχρι παλαιστῆς καὶ σπιθαμῆς οὔλης Βίττιον εἰργάσατο· θάτερα δ’ Ἀντιάνειρα προσήρμοσε· τὸν δὲ μεταξὺ Μαίανδρον καὶ τὰς παρθενικὰς Βιτίη. | |
5 | κουρᾶν καλλίστη Διός, Ἄρτεμι, τοῦτο τὸ νῆμα πρὸς ψυχῆς θείης, τὴν τριπόνητον ἔριν. | |
AG.6.287(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἄρτεμι, σοὶ ταύταν, ἐυπάρθενε, πότνα γυναικῶν, τὰν μίαν αἱ τρισσαὶ πέζαν ὑφηνάμεθα. καὶ Βιτίη μὲν τάσδε χοροιθαλέας κάμε κούρας λοξά τε Μαιάνδρου ῥεῖθρα πολυπλανέος· | |
5 | ξανθὰ δ’ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι· τὸν δέ νυ δεξιτερῶν νασμῶν πέλας ἰσοπάλαιστον | |
τοῦτον ἐπὶ σπιθαμὴν Βίττιον ἠνύσατο. | 614 in vol. 1 | |
AG.6.288(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Αἱ Λυκομήδευς παῖδες, Ἀθηνὼ καὶ Μελίτεια καὶ Φιντὼ Γληνίς θ’, αἱ φιλοεργόταται, ἔργων ἐκ δεκάτας ποτιθύμια τόν τε πρόσεργον ἄτρακτον καὶ τὰν ἄτρια κριναμέναν | |
5 | κερκίδα, τὰν ἱστῶν μολπάτιδα, καὶ τὰ τροχαῖα πανία κἠργασίας τούσδε ποτιρροπέας καὶ σπάθας εὐβριθεῖς, πολυάργυρα τῶσδε πενιχραῖς, ἐξ ὀλίγων ὀλίγαν μοῖραν ἀπαρχόμεθα. τῶν χέρας αἰέν, Ἀθάνα, ἐπιπλήσαις μὲν ὀπίσσω, | |
10 | θείης δ’ εὐσιπύους ἐξ ὀλιγησιπύων. | |
AG.6.289(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αὐτονόμα, Μελίτεια, Βοΐσκιον, αἱ Φιλολᾴδεω καὶ Νικοῦς Κρῆσσαι τρεῖς, ξένε, θυγατέρες, ἁ μὲν τὸν μιτόεργον ἀειδίνητον ἄτρακτον, ἁ δὲ τὸν ὀρφνίταν εἰροκόμον τάλαρον, | |
5 | ἁ δ’ ἅμα τὰν πέπλων εὐάτριον ἐργάτιν, ἱστῶν κερκίδα, τὰν λεχέων Πανελόπας φύλακα, δῶρον Ἀθαναίᾳ Πανίτιδι τῷδ’ ἐνὶ ναῷ θῆκαν, Ἀθαναίας παυσάμεναι καμάτων. | |
AG.6.290(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταις Παρμενὶς ἡδίστῃ θῆκε παρ’ Οὐρανίῃ, ἐξ εὐνῆς δεκάτευμα· τὸ δ’ ἠελίου βαρὺ θάλπος | |
ἡ ’ταίρη μαλακοῖς ἐκτρέπεται Ζεφύροις. | 616 in vol. 1 | |
AG.6.291(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Βακχυλίς, ἡ Βάκχου κυλίκων σποδός, ἔκ ποτε νούσω κεκλιμένα Δηοῖ τοῖον ἔλεξεν ἔπος· „Ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρός, εἰς ἑκατόν σοι ἠελίους δροσερᾶν πίομαι ἐκ λιβάδων, | |
5 | ἀβρόμιος καὶ ἄοινος.“ ἐπεὶ δ’ ὑπάλυξεν ἀνίην, αὐτῆμαρ τοῖον μῆχος ἐπεφράσατο· τρητὸν γὰρ θεμένα χερὶ κόσκινον εὖ διὰ πυκνῶν σχοίνων ἠελίους πλείονας ηὐγάσατο. | |
AG.6.292(p1) | ΗΔΥΛΟΥ | |
1 | Αἱ μίτραι τό θ’ ἁλουργὲς ὑπένδυμα τοί τε Λάκωνες πέπλοι καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι, πάνθ’ ἅμα Νικονόῃ συνεπήιεν· ἦν γὰρ Ἐρώτων καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος. | |
5 | τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριάπῳ νεβρίδα καὶ χρυσέην τήνδ’ ἔθετο προχόην. | |
AG.6.293(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ὁ σκίπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Κύπρι, ἄγκειται κυνικοῦ σκῦλ’ ἀπὸ Σωχάρεος ὄλπη τε ῥυπόεσσα πολυτρήτοιό τε πήρας λείψανον, ἀρχαίης πληθόμενον σοφίης· | |
5 | σοὶ δὲ Ῥόδων ὁ καλός, τὸν πάνσοφον ἡνίκα πρέσβυν | |
ἤγρευσεν, στεπτοῖς θήκατ’ ἐπὶ προθύροις. | 618 in vol. 1 | |
AG.6.294(p1) | ΦΑΝΙΟΥ | |
1 | Σκίπωνα προποδαγὸν ἱμάντα τε καὶ πυρικοίταν νάρθηκα, κροτάφων πλάκτορα νηπιάχων, κίρκον τ’ εὔολκον φιλοκαμπέα καὶ μονόπελμον συγχίδα καὶ στεγάναν κρατὸς ἐρημοκόμου | |
5 | Κάλλων Ἑρμείᾳ θέτ’ ἀνάκτορι, σύμβολ’ ἀγωγᾶς παιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ. | |
AG.6.295(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σμῖλαν Ἀκεστώνδας δονακογλύφον ὅν τ’ ἐπὶ μισθῷ σπόγγον ἔχεν καλάμων ψαίστορ’ ἀπὸ Κνιδίων καὶ σελίδων κανόνισμα φιλόρθιον ἔργμα τε λείας σαμοθέτω καὶ τὰν εὐμέλανον βροχίδα | |
5 | κάρκινά τε σπειροῦχα λεάντειράν τε κίσηριν καὶ τὰν ἁδυφαῆ πλινθίδα καλλαΐναν, μάζας ἁνίκ’ ἔκυρσε τελωνιάδος φιλολίχνω, Πιερίσιν πενίας ἄρμεν’ ἀνεκρέμασεν. | |
AG.6.296(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἀστεμφῆ ποδάγρην καὶ δούνακας ἀντυκτῆρας καὶ λίνα καὶ γυρὸν τοῦτο λαγωοβόλον, ἰοδόκην καὶ τοῦτον ἐπ’ ὄρτυγι τετρανθέντα αὐλὸν καὶ πλωτῶν εὐπλεκὲς ἀμφίβολον | |
5 | Ἑρμείῃ Σώσιππος, ἐπεὶ παρενήξατο τὸ πλεῦν | |
ἥβης, ἐκ γήρως δ’ ἀδρανίῃ δέδεται. | 620 in vol. 1 | |
AG.6.297(p1) | ΦΑΝΙΟΥ | |
1 | Ἄλκιμος ἀγρεῖφναν κενοδοντίδα καὶ φιλοδούπου φάρσος ἄμας στελεοῦ χῆρον ἐλαϊνέου, ἀρθροπέδαν φιμόν τε, καὶ ὠλεσίβωλον ἀρούρης σφῦραν καὶ δαπέδων μουνορυχὰν ὄρυγα | |
5 | καὶ κτένας ἑλκητῆρας ἀνὰ προπύλαιον Ἀθάνας θήκατο καὶ ῥαπτὰς γειοφόρους σκαφίδας, θησαυρῶν ὅτ’ ἔκυρσεν, ἐπεὶ τάχ’ ἂν ἁ πολυκαμπὴς ἰξὺς κεἰς Ἀίδαν ᾤχετο κυφαλέα. | |
AG.6.298(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Πήρην κἀδέψητον ἀπεσκληρυμμένον αἰγὸς στέρφος καὶ βάκτρον τοῦτό γ’ ὁδοιπορικὸν κὤλπαν ἀστλέγγιστον ἀχάλκωτόν τε κυνοῦχον καὶ πῖλον κεφαλᾶς οὐχ ὁσίας σκέπανον· | |
5 | ταῦτα καταφθιμένοιο μυρικίνεον περὶ θάμνον σκῦλ’ ἀπὸ Σωχάρεος Λιμὸς ἀνεκρέμασεν. | |
AG.6.299(p1) | ΦΑΝΙΟΥ | |
1 | Φάρσος σοὶ γεραροῦ τόδε βότρυος, εἰνόδι’ Ἑρμᾶ, καὶ τρύφος ἰπνεύτα πιαλέου φθόιος πάρκειται σῦκόν τε μελαντραγὲς ἅ τε φιλουλὶς δρύππα καὶ τυρῶν δρύψια κυκλιάδων | |
5 | ἀκτά τε Κρηταιὶς ἐυτριβέος τε ῥ’ ὀπεία θωμὸς καὶ Βάκχου πῶμ’ ἐπιδορπίδιον· τοῖσιν ἅδοι καὶ Κύπρις, ἐμὰ θεός, ὔμμι δὲ ῥέξειν | |
φημὶ παρὰ κροκάλαις ἀργιπόδαν χίμαρον. | 622 in vol. 1 | |
AG.6.300(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Λαθρίη, ἐκ πλάνιος ταύτην χάριν ἔκ τε πενέστεω κἠξ ὀλιγησιπύου δέξο Λεωνίδεω, ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἐλαίην καὶ τοῦτο χλωρὸν σῦκον ἀποκράδιον | |
5 | κεὐοίνου σταφυλῆς ἔχ’ ἀποσπάδα πεντάρρωγον, πότνια, καὶ σπονδὴν τήνδ’ ὑποπυθμίδιον. ἢν δέ μ’ ἔθ’, ὡς ἐκ νούσου ἀνειρύσω, ὧδε καὶ ἐχθρῆς ἐκ πενίης ῥύσῃ, δέξο χιμαιροθύτην. | |
AG.6.301(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τὴν ἁλίην Εὔδημος, ἐφ’ ἧς ἅλα λιτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγεν δανέων, θῆκε θεοῖς Σαμόθρῃξι λέγων, ὅτι τήνδε κατ’ εὐχήν, ὦ ἅλιοι, σωθεὶς ἐξ ἁλὸς ὧδε θέτο. | |
AG.6.302(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Φεύγεθ’ ὑπὲκ καλύβης, σκότιοι μύες· οὔτι πενιχρὴ μῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω. αὐτάρκης ὁ πρέσβυς ἔχειν ἅλα καὶ δύο κρῖμνα· ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν. | |
5 | τῷ τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλόλιχνε, οὐδ’ ἀποδειπνιδίου γευόμενος σκυβάλου; σπεύδων εἰς ἄλλους οἴκους ἴθι (τἀμὰ δὲ λειτά), | |
ὧν ἄπο πλειοτέρην οἴσεαι ἁρμαλιήν. | 624 in vol. 1 | |
AG.6.303(p1) | ΑΡΙΣΤΩΝΟΣ | |
1 | Ὦ μύες, εἰ μὲν ἐπ’ ἄρτον ἐληλύθατ’, ἐς μυχὸν ἄλλον στείχετ’ (ἐπεὶ λειτὴν οἰκέομεν καλύβην), οὗ καὶ πίονα τυρὸν ἀποδρέψεσθε καὶ αὔην ἰσχάδα καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων· | |
5 | εἰ δ’ ἐν ἐμαῖς βύβλοισι πάλιν καταθήξετ’ ὀδόντα, κλαύσεσθ’ οὐκ ἀγαθὸν κῶμον ἐπερχόμενοι. | |
AG.6.304(p1) | ΦΑΝΙΟΥ | |
1 | Ἀκτῖτ’ ὦ καλαμευτά, ποτὶ ξερὸν ἔλθ’ ἀπὸ πέτρας καί με λάβ’ εὐάρχαν πρώιον ἐμπολέα· αἴτε σύ γ’ ἐν κύρτῳ μελανουρίδας αἴτε τιν’ ἀγρεῖς μορμύρον ἢ κίχλην ἢ σπάρον ἢ σμαρίδα, | |
5 | αἴσιον αὐδάσεις με τὸν οὐ κρέας, ἀλλὰ θάλασσαν τιμῶντα ψαφαροῦ κλάσματος εἰς ἀπάταν. χαλκίδας ἢν δὲ φέρῃς φιλακανθίδας ἤ τινα θρίσσαν, εὐάγρει· λιθίναν οὐ γὰρ ἔχω φάρυγα. | |
AG.6.305(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Λαβροσύνᾳ τάδε δῶρα φιλευχύλῳ τε Λαφυγμῷ θήκατο δεισόζου Δωριέος κεφαλά, τὼς Λαρισαίως κυτογάστορας ἑψητῆρας καὶ χύτρως καὶ τὰν εὐρυχαδῆ κύλικα | |
5 | καὶ τὰν εὐχάλκωτον ἐύγναμπτόν τε κρεάγραν καὶ κνῆστιν καὶ τὰν ἐτνοδόνον τορύναν. Λαβροσύνα, σὺ δὲ ταῦτα κακοῦ κακὰ δωρητῆρος | |
δεξαμένα νεύσαις μή ποκα σωφροσύναν. | 626 in vol. 1 | |
AG.6.306(p1) | ΑΡΙΣΤΩΝΟΣ | |
1 | Χύτρον τοι ταύτην τε κρεαγρίδα καὶ βαθυκαμπῆ κλεῖδα συῶν καὶ τὰν ἐτνοδόνον τορύναν καὶ πτερίναν ῥιπῖδα ταναίχαλκόν τε λέβητα σὺν πελέκει καὶ τὰν λαιμοτόμον σφαγίδα | |
5 | ζωμοῦ τ’ ἀμφ’ ὀβελοῖσιν ἀρυστρίδα τόν τε μαγῆα σπόγγον ὑπὸ στιβαρᾷ κεκλιμένον κοπίδι καὶ τοῦτον δικάρανον ἁλοτρίβα, σὺν δὲ θυείαν εὔπετρον καὶ τὰν κρειοδόκον σκαφίδα, οὑψοπόνος Σπίνθηρ Ἑρμῇ τάδε σύμβολα τέχνας | |
10 | θήκατο δουλοσύνας ἄχθος ἀπωσάμενος. | |
AG.6.307(p1) | ΦΑΝΙΟΥ | |
1 | Εὐγάθης Λαπιθανὸς ἐσοπτρίδα καὶ φιλέθειρον σινδόνα καὶ πετάσου φάρσος ὑποξύριον καὶ ψήκτραν δονακῖτιν ἀπέπτυσε καὶ λιποκώπους φασγανίδας καὶ τοὺς συλόνυχας στόνυχας· | |
5 | ἔπτυσε δὲ ψαλίδας, ξυρὰ καὶ θρόνον, εἰς δ’ Ἐπικούρου, κουρεῖον προλιπών, ἅλατο κηπολόγος, ἔνθα λύρας ἤκουεν ὅπως ὄνος. ὤλετο δ’ ἄν που λιμώσσων, εἰ μὴ στέρξε παλινδρομίαν. | |
AG.6.308(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Νικήσας τοὺς παῖδας, ἐπεὶ καλὰ γράμματ’ ἔγραψεν, Κόνναρος ὀγδώκοντ’ ἀστραγάλους ἔλαβεν· κἀμὲ χάριν Μούσαις τὸν κωμικὸν ὧδε Χάρητα, | |
πρεσβύτην θορύβῳ θῆκέ με παιδαρίων. | 628 in vol. 1 | |
AG.6.309(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Εὔφιμόν τοι σφαῖραν ἐυκρόταλόν τε Φιλοκλῆς Ἑρμείῃ ταύτην πυξινέην πλατάγην ἀστραγάλας θ’, αἷς πόλλ’ ἐπεμήνατο, καὶ τὸν ἑλικτὸν ῥόμβον, κουροσύνης παίγνι’, ἀνεκρέμασεν. | |
AG.6.310(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου ταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν ἀντ’ ὀλίγου μέγα δῶρον. ἐγὼ δ’ ἀνὰ τῇδε κεχηνὼς κεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς | |
5 | παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν· „Ἱερὸς ὁ πλόκαμοσ“, τοὐμὸν ὄνειαρ ἐμοί. | |
AG.6.311(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ’ ὀπτῇ ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον. | |
AG.6.312(p1) | ΑΝΥΤΗΣ | |
1 | Ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα, | |
ὄφρ’ αὐτοὺς φορέῃς ἤπια τερπομένους. | 630 in vol. 1 | |
AG.6.313(p1) | ΒΑΚΧΥΛΙΔΟΥ | |
1 | Κούρα Πάλλαντος πολυώνυμε, πότνια Νίκα, πρόφρων Κρανναίων ἱμερόεντα χορὸν αἰὲν ἐποπτεύοις, πολέας δ’ ἐν ἀθύρμασι Μουσᾶν Κηίῳ ἀμφιτίθει Βακχυλίδῃ στεφάνους. | |
AG.6.314(p1) | ΝΙΚΟΔΗΜΟΥ ΗΡΑΚΛΕΩΤΟΥ | |
1 | Πηνελόπη, τόδε σοὶ φᾶρος καὶ χλαῖναν Ὀδυσσεὺς ἤνεγκεν δολιχὴν ἐξανύσας ἀτραπόν. | |
AG.6.315(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν τραγόπουν ἐμὲ Πᾶνα, φίλον Βρομίοιο καὶ υἱὸν Ἀρκάδος, ἀντ’ ἀλκᾶς ἔγραφεν Ὠφελίων. | |
AG.6.316(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀερόπης δάκρυον διερῆς καὶ λείψανα δείπνων δύσνομα καὶ ποινὴν ἔγραφεν Ὠφελίων. | |
AG.6.317(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πραξιτέλης ἔπλασε Δαναὴν καὶ φάρεα Νυμφῶν λύγδινα καὶ πέτρης Πᾶν’ ἐμὲ Πεντελικῆς. | |
AG.6.318(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κύπριδι κουροτρόφῳ δάμαλιν ῥέξαντες ἔφηβοι | |
χαίροντες νύμφας ἐκ θαλάμων ἄγομεν. | 632 in vol. 1 | |
AG.6.319(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αἰθομέναις ὑπὸ δᾳσὶν ἐν εὐρυχόρῳ πατρὸς οἴκῳ παρθένον ἐκ χειρῶν ἠγαγόμην Κύπριδος. | |
AG.6.320(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀσκανίη μέγα χαῖρε καλὴ καὶ χρύσεα Βάκχου ὄργια καὶ μύσται πρόκριτοι Εὐίεω. | |
AG.6.321(p1) | ΛΕΩΝΙΔΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Θύει σοι τόδε γράμμα γενεθλιακαῖσιν ἐν ὥραις, Καῖσαρ, Νειλαίη Μοῦσα Λεωνίδεω· Καλλιόπης γὰρ ἄκαπνον ἀεὶ θύος. εἰς δὲ νέωτα, ἢν ἐθέλῃς, θύσει τοῦδε περισσότερα. | |
AG.6.322(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τήνδε Λεωνίδεω θαλερὴν πάλι δέρκεο Μοῦσαν, δίστιχον εὐθίκτου παίγνιον εὐεπίης. ἔσται δ’ ἐν Κρονίοις Μάρκῳ περικαλλὲς ἄθυρμα τοῦτο, καὶ ἐν δείπνοις καὶ παρὰ μουσοπόλοις. | |
AG.6.323(p1) | 〈ΝΙΚΟΔΗΜΟΥ ΗΡΑΚΛΕΩΤΟΥ〉 | |
1 | Οἰδιπόδης κάσις ἦν τεκέων, καὶ μητέρι πόσσις | |
γίνετο, καὶ παλάμης ἦν τυφλὸς ἐκ σφετέρης. | 634 in vol. 1 | |
AG.6.324(p1) | 〈ΛΕΩΝΙΔΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ〉 | |
1 | Πέμματα τίς λιπόωντα, τίς Ἄρεϊ τῷ πτολιπόρθῳ βότρυς, τίς δὲ ῥόδων θῆκεν ἐμοὶ κάλυκας; Νύμφαις ταῦτα φέροι τις· ἀναιμάκτους δὲ θυηλὰς οὐ δέχομαι βωμοῖς ὁ θρασύμητις Ἄρης. | |
AG.6.325(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄλλος ἀπὸ σταλίκων, ὁ δ’ ἀπ’ ἠέρος, ὃς δ’ ἀπὸ πόντου, Εὔπολι, σοὶ πέμπει δῶρα γενεθλίδια. ἀλλ’ ἐμέθεν δέξαι Μουσῶν στίχον, ὅστις ἐς αἰεὶ μίμνει καὶ φιλίης σῆμα καὶ εὐμαθίης. | |
AG.6.326(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Λύκτιον ἰοδόκην καὶ καμπύλον, Ἄρτεμι, τόξον Νῖκις ὁ Λυσιμάχου παῖς ἀνέθηκε Λίβυς. ἰοὺς γὰρ πλήθοντας ἀεὶ λαγόνεσσι φαρέτρης δορκάσι καὶ βαλίαις ἐξεκένως’ ἐλάφοις. | |
AG.6.327(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἷς πρὸς ἕνα ψήφοισιν ἰσάζεται, οὐ δύο δοιοῖς· οὐ γὰρ ἔτι στέργω τὴν δολιχογραφίην. | |
AG.6.328(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὴν τριτάτην Χαρίτων ἀπ’ ἐμεῦ πάλι λάμβανε βύβλον, Καῖσαρ, ἰσηρίθμου σύμβολον εὐεπίης, Νεῖλος ὅπως καὶ τήνδε δι’ Ἑλλάδος ἰθύνουσαν | |
τῇ χθονίῃ πέμψει δῶρον ἀοιδότατον. | 636 in vol. 1 | |
AG.6.329(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄλλος μὲν κρύσταλλον, ὁ δ’ ἄργυρον, οἱ δὲ τοπάζους πέμψουσιν, πλούτου δῶρα, γενεθλίδια. ἀλλ’ ἴδ’ Ἀγριππείνῃ δύο δίστιχα μοῦνον ἰσώσας ἀρκοῦμαι δώροις, ἃ φθόνος οὐ δαμάσει. | |
AG.6.330(p1) | ΑΙΣΧΙΝΟΥ ΡΗΤΟΡΟΣ | |
1 | Θνητῶν μὲν τέχναις ἀπορούμενος, εἰς δὲ τὸ θεῖον ἐλπίδα πᾶσαν ἔχων, προλιπὼν εὔπαιδας Ἀθήνας, ἰάθην ἐλθών, Ἀσκληπιέ, πρὸς τὸ σὸν ἄλσος, ἕλκος ἔχων κεφαλῆς ἐνιαύσιον, ἐν τρισὶ μησίν. | |
AG.6.331(p1) | ΓΑΙΤΟΥΛΙΚΟΥ | |
1 | Παῖδα πατὴρ Ἄλκων ὀλοῷ σφιγχθέντα δράκοντι ἀθρήσας δειλῇ τόξον ἔκαμψε χερί· θηρὸς δ’ οὐκ ἀφάμαρτε· διὰ στόματος γὰρ ὀιστὸς ἤιξεν, τυτθοῦ βαιὸν ὕπερθε βρέφους. | |
5 | παυσάμενος δὲ φόνοιο παρὰ δρυῒ τῇδε φαρέτρην σῆμα καὶ εὐτυχίης θῆκε καὶ εὐστοχίης. | |
AG.6.332(p1) | ΑΔΡΙΑΝΟΥ | |
1 | Ζηνὶ τόδ’ Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα, κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων, ἄνθετο, δοιὰ δέπα πολυδαίδαλα καὶ βοὸς οὔρου ἀσκητὸν χρυσῷ παμφανόωντι κέρας, | |
5 | ἔξαιτα προτέρης ἀπὸ ληίδος, ἦμος ἀτειρὴς πέρσεν ὑπερθύμους ᾧ ὑπὸ δουρὶ Γέτας. ἀλλὰ σύ οἱ καὶ τήνδε, Κελαινεφές, ἐγγυάλιξον | |
κρῆναι ἐυκλειῶς δῆριν Ἀχαιμενίην, ὄφρα τοι εἰσορόωντι διάνδιχα θυμὸν ἰαίνῃ | 638 in vol. 1 | |
10 | δοιά, τὰ μὲν Γετέων σκῦλα, τὰ δ’ Ἀρσακιδέων. | |
AG.6.333(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἤδη, φίλτατε λύχνε, τρὶς ἔπταρες. ἦ τάχα τερπνὴν ἐς θαλάμους ἥξειν Ἀντιγόνην προλέγεις; εἰ γάρ, ἄναξ, εἴη τόδ’ ἐτήτυμον, οἷος Ἀπόλλων θνητοῖς μάντις ἔσῃ καὶ σὺ παρὰ τρίποδι. | |
AG.6.334(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Αὔλια καὶ Νυμφέων ἱερὸς πάγος αἵ θ’ ὑπὸ πέτρῃ πίδακες ἥ θ’ ὕδασιν γειτονέουσα πίτυς καὶ σὺ τετραγλώχιν, μηλοσσόε, Μαιάδος Ἑρμᾶ, ὅς τε τὸν αἰγιβότην, Πάν, κατέχεις σκόπελον, | |
5 | ἵλαοι τὰ ψαιστὰ τό τε σκύφος ἔμπλεον οἴνης δέξασθ’, Αἰακίδεω δῶρα Νεοπτολέμου. | |
AG.6.335(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Καυσίη, ἡ τὸ πάροιθε Μακηδόσιν εὔκολον ὅπλον, καὶ σκέπας ἐν νιφετῷ καὶ κόρυς ἐν πολέμῳ, ἱδρῶ διψήσασα πιεῖν τεόν, ἄλκιμε Πείσων, Ἡμαθὶς Αὐσονίους ἦλθον ἐπὶ κροτάφους. | |
5 | ἀλλὰ φίλος δέξαι με· τάχα κρόκες αἵ ποτε Πέρσας | |
τρεψάμεναι καὶ σοὶ Θρῇκας ὑπαξόμεθα. | 640 in vol. 1 | |
AG.6.336(p1) | ΘΕΟΚΡΙΤΟΥ | |
1 | Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν, ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν, Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε· | |
5 | βωμὸν δ’ αἱμάξει κεραὸς τράγος, οὗτος ὁ μᾶλος, τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα. | |
AG.6.337(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱὸς ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος Νικίᾳ, ὅς μιν ἐπ’ ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται καὶ τόδ’ ἀπ’ εὐώδους γλύψατ’ ἄγαλμα κέδρου, | |
5 | Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς μισθόν· ὁ δ’ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν. | |
AG.6.338(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαις τὤγαλμα Ξενοκλῆς, τοῦτο τὸ μαρμάρινον, μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίᾳ δ’ ἐπὶ τᾷδε αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται. | |
AG.6.339(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ’, ὦ Διόνυσε, καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς, μέτριος ἦν ἐν πᾶσι· χορῷ δ’ ἐκτάσατο νίκαν | |
ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν. | 642 in vol. 1 | |
AG.6.340(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἁ Κύπρις οὐ πάνδαμος· ἱλάσκεο τὰν θεὸν εἰπὼν Οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον ἔσχε ξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν | |
5 | ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γὰρ ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί. | |
AG.6.341 | Βόσπορον ἰχθυόεντα γεφυρώσας ἀνέθηκε Μανδροκλέης Ἥρῃ μνημόσυνον σχεδίης, αὑτῷ μὲν στέφανον περιθείς, Σαμίοισι δὲ κῦδος, Δαρείου βασιλέος ἐκτελέσας κατὰ νοῦν. | |
AG.6.342 | Ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρους στυλίδα, τᾶς πρώτας τοῦθ’ ὑπόδειγμα τέχνας· ταύταν γὰρ πρώταν ποτ’ ἐμήσατο Παλλὰς Ἀθάνα, τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν, | |
5 | οὕνεκεν ὑψίστᾳ Τριτωνίδι ναὸν ἔτευξεν Κύζικος ἅδ’ ἱρᾷ πρῶτον ἐν Ἀσιάδι. δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθος | |
Δελφίδα γᾶν, Φοίβῳ τάνδ’ ἐνέπουσα χάριν. | 644 in vol. 1 | |
AG.6.343(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου, δεσμῷ ἐν ἀχνυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν· τῶν ἵππους δεκάτην Παλλάδι τάσδ’ ἔθεσαν. | |
AG.6.344 | Θεσπιαὶ εὐρύχοροι πέμψαν ποτὲ τούσδε συνόπλους τιμωροὺς προγόνων βάρβαρον εἰς Ἀσίην, οἳ μετ’ Ἀλεξάνδρου Περσῶν ἄστη καθελόντες στῆσαν Ἐριβρεμέτῃ δαιδάλεον τρίποδα. | |
AG.6.345(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Εἴαρος ἤνθει μὲν τὸ πρὶν ῥόδα, νῦν δ’ ἐνὶ μέσσῳ χείματι πορφυρέας ἐσχάσαμεν κάλυκας σῇ ἐπιμειδήσαντα γενεθλίῃ ἄσμενα τῇδε ἠοῖ, νυμφιδίων ἀσσοτάτῃ λεχέων. | |
5 | Καλλίστης στεφθῆναι ἐπὶ κροτάφοισι γυναικὸς λώιον ἢ μίμνειν ἠρινὸν ἠέλιον. | |
AG.6.346(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ | |
1 | Τελλίᾳ ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ, ἀντ’ ἐρατῶν δώρων τῶνδε χάριν θέμενος. δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμῳ | |
ναίειν αἰῶνος μοῖραν ἔχοντ’ ἀγαθήν. | 646 in vol. 1 | |
AG.6.347(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἄρτεμι, τὶν τόδ’ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε· ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω. | |
AG.6.348(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Αἴλινον ὠκυμόρῳ με λεχωίδι τοῦτο κεκόφθαι τῆς Διοδωρείου γράμμα λέγει σοφίης, κοῦρον ἐπεὶ τίκτουσα κατέφθιτο· παῖδα δὲ Μήλας δεξάμενος θαλερὴν κλαῖεν Ἀθηναΐδα, | |
5 | Λεσβιάδεσσιν ἄχος καὶ Ἰήσονι πατρὶ λιποῦσαν. Ἄρτεμι, σοὶ δὲ κυνῶν θηροφόνων ἔμελεν. | |
AG.6.349(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ἰνοῦς ὦ Μελικέρτα σύ τε γλαυκὴ μεδέουσα Λευκοθέη πόντου, δαῖμον ἀλεξίκακε, Νηρῄδων τε χοροὶ καὶ κύματα καὶ σύ, Πόσειδον, καὶ Θρήιξ, ἀνέμων πρηΰτατε, Ζέφυρε, | |
5 | ἵλαοί με φέροιτε, διὰ πλατὺ κῦμα φυγόντα, σῷον ἐπὶ γλυκερὴν ᾐόνα Πειραέως. | |
AG.6.350(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Τυρσηνῆς κελάδημα διαπρύσιον σάλπιγγος πολλάκι Πισαίων στρηνὲς ὑπὲρ πεδίων φθεγξαμένης ὁ πρὶν μὲν ἔχει χρόνος ἐν δυσὶ νίκαις· εἰ δὲ σὺ καὶ τρισσοὺς ἤγαγες εἰς στεφάνους | |
5 | ἀστοὺς Μιλήτου, Δημόσθενες, οὔ ποτε κώδων | |
χάλκεος ἤχησεν πλειοτέρῳ στόματι. | 648 in vol. 1 | |
AG.6.351(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τίν με, λεοντάγχ’ ὦνα συοκτόνε, φήγινον ὄζον θῆκε—„Τίς;“ —Ἀρχῖνος. —„Ποῖος;“ —Ὁ Κρής. —„Δέχομαι.“ | |
AG.6.352(p1) | ΗΡΙΝΝΗΣ | |
1 | Ἐξ ἀταλᾶν χειρῶν τάδε γράμματα· λῷστε Προμαθεῦ, ἔντι καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν· ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν, αἰ καὐδὰν ποτέθηκ’, ἦς κ’ Ἀγαθαρχὶς ὅλα. | |
AG.6.353(p1) | ΝΟΣΣΙΔΟΣ | |
1 | Αὐτομέλιννα τέτυκται· ἴδ’, ὡς ἀγανὸν τὸ πρόσωπον ἁμὲ ποτοπτάζειν μειλιχίως δοκέει· ὡς ἐτύμως θυγάτηρ τᾷ ματέρι πάντα ποτῴκει. ἦ καλόν, ὅκκα πέλῃ τέκνα γονεῦσιν ἴσα. | |
AG.6.354(p1) | ΤΗΣ ΑΥΤΗΣ | |
1 | Γνωτὰ καὶ τηνῶθε Σαβαιθίδος εἴδεται ἔμμεν ἅδ’ εἰκὼν μορφᾷ καὶ μεγαλοφροσύνᾳ. θάεο· τὰν πινυτὰν τό τε μείλιχον αὐτόθι τήνας | |
ἔλπομ’ ὁρῆν· χαίροις πολλά, μάκαιρα γύναι. | 650 in vol. 1 | |
AG.6.355(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Ἁ μάτηρ ζῷον τὸν Μίκυθον, οἷα πενιχρά, Βάκχῳ δωρεῖται ῥωπικὰ γραψαμένα. Βάκχε, σὺ δ’ ὑψῴης τὸν Μίκυθον· αἰ δὲ τὸ δῶρον ῥωπικόν, ἁ λειτὰ ταῦτα φέρει πενία. | |
AG.6.356(p1) | ΠΑΓΚΡΑΤΟΥΣ | |
1 | Κλειοῦς αἱ δύο παῖδες, Ἀριστοδίκη καὶ Ἀμεινώ, Κρῆσσαι, πότνια σῆς Ἄρτεμι νειοκόρου τετραετεῖς ἀπὸ μητρός· ἴδοις, ὤνασσα, τὰ τῆσδε εὔτεκνα κἀντὶ μιῆς θὲς δύο νειοκόρους. | |
AG.6.357(p1) | ΘΕΑΙΤΗΤΟΥ | |
1 | Ὄλβια τέκνα γένοισθε. τίνος γένος ἐστέ; τί δ’ ὑμῖν ὧδε καλοῖς χαρίεν κείμενόν ἐστ’ ὄνομα; — ‚Νικάνωρ ἐγώ εἰμι, πατὴρ δέ μοι Αἰπιόρητος, μήτηρ δ’ Ἡγησώ, κεἰμὶ γένος Μακεδών.‛ — | |
5 | „Καὶ μὲν ἐγὼ Φίλα εἰμί, καὶ ἐστί μοι οὗτος ἀδελφός· ἐκ δ’ εὐχῆς τοκέων ἕσταμες ἀμφότεροι.“ | |
AG.6.358(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Χαῖρέ μοι, ἁβρὲ κύπασσι, τὸν Ὀμφάλη ἥ ποτε Λυδὴ λυσαμένη φιλότητ’ ἦλθεν ἐς Ἡρακλέους· ὄλβιος ἦσθα, κύπασσι, καὶ ὡς τότε καὶ πάλιν ὡς νῦν | |
χρύσεον Ἀρτέμιδος τοῦτ’ ἐπέβης μέλαθρον. | 652 in vol. 1 | |
AG.7p | Ἀρχὴ τῶν ΕΠΙΤΥΜΒΙΩΝ ΕΠΙΓΡΑΜΜΑΤΩΝ | |
AG.7.1(p1) | ΑΛΚΑΙΟΥ ΠΟΙΗΤΟΥ ΜΕΣΣΗΝΙΟΥ | |
1 | Ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι· νέκταρι δ’ εἰνάλιαι Νηρηίδες ἐχρίσαντο καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι, | |
5 | ὅττι Θέτιν κύδηνε καὶ υἱέα καὶ μόθον ἄλλων ἡρώων Ἰθακοῦ τ’ ἔργματα Λαρτιάδεω. ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθε βαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων. | |
AG.7.2(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Τὰν μερόπων Πειθώ, τὸ μέγα στόμα, τὰν ἴσα Μούσαις φθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεω ἅδ’ ἔλαχον νασῖτις Ἴου σπιλάς· οὐ γὰρ ἐν ἄλλᾳ ἱερόν, ἀλλ’ ἐν ἐμοὶ πνεῦμα θανὼν ἔλιπεν, | |
5 | ᾧ νεῦμα Κρονίδαο τὸ παγκρατές, ᾧ καὶ Ὄλυμπον καὶ τὰν Αἴαντος ναύμαχον εἶπε βίαν καὶ τὸν Ἀχιλλείοις Φαρσαλίσιν Ἕκτορα πώλοις ὀστέα Δαρδανικῷ δρυπτόμενον πεδίῳ. εἰ δ’ ὀλίγα κρύπτω τὸν ταλίκον, ἴσθ’, ὅτι κεύθει | |
10 | καὶ Θέτιδος γαμέταν ἁ βραχύβωλος Ἴκος. | 14 in vol. 2 |
AG.72b | Εἰ καὶ βαιὸς ὁ τύμβος, ὁδοιπόρε, μή με παρέλθῃς, ἀλλὰ καταστέψας ἶσα θεοῖσι σέβου· τὸν γὰρ Πιερίσιν τιμώμενον ἔξοχα Μούσαις ποιητὴν ἐπέων θεῖον Ὅμηρον ἔχω. | |
AG.7.3 | Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον. | |
AG.7.4(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἐνθάδε Πιερίδων τὸ σοφὸν στόμα, θεῖον Ὅμηρον, κλεινὸς ἐπ’ ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ. εἰ δ’ ὀλίγη γεγαυῖα τόσον χάδεν ἀνέρα νῆσος, μὴ τόδε θαμβήσῃς, ὦ ξένε, δερκόμενος· | |
5 | καὶ γὰρ ἀλητεύουσα κασιγνήτη ποτὲ Δῆλος μητρὸς ἀπ’ ὠδίνων δέξατο Λητοΐδην. | |
AG.7.5(p1) | ΑΔΗΛΟΝ, οἱ δέ φασιν ΑΛΚΑΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] | |
1 | Οὐδ’ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς, οὐκ εἴμ’ οὐδ’ ἔσομαι Σαλαμίνιος οὐδ’ ὁ Μέλητος Δημαγόρου· μὴ ταῦτ’ ὄμμασιν Ἑλλὰς ἴδοι. | |
5 | ἄλλον ποιητὴν βασανίζετε· τἀμὰ δέ, Μοῦσαι | |
καὶ Χίος, Ἑλλήνων παισὶν ἀείσετ’ ἔπη. | 16 in vol. 2 | |
AG.7.6(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Ἡρώων κάρυκ’ ἀρετᾶς, μακάρων δὲ προφήταν, Ἑλλάνων βιοτᾷ δεύτερον ἀέλιον, Μουσῶν φέγγος Ὅμηρον, ἀγήραντον στόμα κόσμου παντός, ἁλιρροθία, ξεῖνε, κέκευθε κόνις. | |
AG.7.7 | Ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε, Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου. | |
AG.7.8(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτρας ἄξεις, οὐ θηρῶν αὐτονόμους ἀγέλας· οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν, οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα. | |
5 | ὤλεο γάρ· σὲ δὲ πολλὰ κατωδύραντο θύγατρες Μναμοσύνας, μάτηρ δ’ ἔξοχα Καλλιόπα. τί φθιμένοις στοναχεῦμεν ἐφ’ υἱάσιν, ἁνίκ’ ἀλαλκεῖν τῶν παίδων Ἀίδαν οὐδὲ θεοῖς δύναμις. | |
AG.7.9(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Ὀρφέα Θρηικίῃσι παρὰ προμολῇσιν Ὀλύμπου τύμβος ἔχει, Μούσης υἱέα Καλλιόπης, ᾧ δρύες οὐκ ἀπίθησαν, ὅτῳ συνάμ’ ἕσπετο πέτρη ἄψυχος θηρῶν θ’ ὑλονόμων ἀγέλα, | |
5 | ὅς ποτε καὶ τελετὰς μυστηρίδας εὕρετο Βάκχου | |
καὶ στίχον ἡρῴῳ ζευκτὸν ἔτευξε ποδί, ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ. | 18 in vol. 2 | |
AG.7.10 | Καλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόντα ἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες, στικτοὺς δ’ ᾑμάξαντο βραχίονας, ἀμφὶ μελαίνῃ δευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον· | |
5 | καὶ δ’ αὐταὶ στοναχεῦντι σὺν εὐφόρμιγγι Λυκείῳ ἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες μυρόμεναι τὸν ἀοιδόν· ἐπωδύραντο δὲ πέτραι καὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ. | |
AG.7.11(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν, ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς, ἀλλ’ ἑτέρων πολλῶν δυνατώτερος· εἰ δ’ Ἀίδας μοι μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχ’ ὄνομα; | |
AG.7.12(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἄρτι λοχευομένην σε μελισσοτόκων ἔαρ ὕμνων, ἄρτι δὲ κυκνείῳ φθεγγομένην στόματι ἤλασεν εἰς Ἀχέροντα διὰ πλατὺ κῦμα καμόντων Μοῖρα, λινοκλώστου δεσπότις ἠλακάτης· | |
5 | σὸς δ’ ἐπέων, Ἤριννα, καλὸς πόνος οὔ σε γεγωνεῖ | |
φθίσθαι, ἔχειν δὲ χοροὺς ἄμμιγα Πιερίσιν. | 20 in vol. 2 | |
AG.7.13(p1) | ΛΕΩΝΙΔΟΥ, οἱ δὲ ΜΕΛΕΑΓΡΟΥ | |
1 | Παρθενικὰν νεαοιδὸν ἐν ὑμνοπόλοισι μέλισσαν Ἤρινναν Μουσῶν ἄνθεα δρεπτομέναν Ἅιδας εἰς ὑμέναιον ἀνάρπασεν. ἦ ῥα τόδ’ ἔμφρων εἶπ’ ἐτύμως ἁ παῖς· „Βάσκανός ἐσς’, Ἀίδα.“ | |
AG.7.14(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Σαπφώ τοι κεύθεις, χθὼν Αἰολί, τὰν μετὰ Μούσαις ἀθανάταις θνατὰν Μοῦσαν ἀειδομέναν, ἃν Κύπρις καὶ Ἔρως συνάμ’ ἔτραφον, ἇς μέτα Πειθὼ ἔπλεκ’ ἀείζωον Πιερίδων στέφανον, | |
5 | Ἑλλάδι μὲν τέρψιν, σοὶ δὲ κλέος. ὦ τριέλικτον Μοῖραι δινεῦσαι νῆμα κατ’ ἠλακάτας, πῶς οὐκ ἐκλώσασθε πανάφθιτον ἦμαρ ἀοιδῷ ἄφθιτα μησαμένᾳ δῶρ’ Ἑλικωνιάδων; | |
AG.7.15(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Οὔνομά μευ Σαπφώ· τόσσον δ’ ὑπερέσχον ἀοιδὰν θηλειᾶν, ἀνδρῶν ὅσσον ὁ Μαιονίδας. | |
AG.7.16(p1) | ΠΙΝΥΤΟΥ | |
1 | Ὀστέα μὲν καὶ κωφὸν ἔχει τάφος οὔνομα Σαπφοῦς· | |
αἱ δὲ σοφαὶ κείνης ῥήσιες ἀθάνατοι. | 22 in vol. 2 | |
AG.7.17(p1) | ΤΥΛΛΙΟΥ ΛΑΥΡΕΑ | |
1 | Αἰολικὸν παρὰ τύμβον ἰών, ξένε, μή με θανοῦσαν τὰν Μιτυληναίαν ἔννεπ’ ἀοιδοπόλον· τόνδε γὰρ ἀνθρώπων ἔκαμον χέρες, ἔργα δὲ φωτῶν ἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα. | |
5 | ἢν δέ με Μουσάων ἐτάσῃς χάριν, ὧν ἀφ’ ἑκάστης δαίμονος ἄνθος ἐμῇ θῆκα παρ’ ἐννεάδι, γνώσεαι, ὡς Ἀίδεω σκότον ἔκφυγον οὐδέ τις ἔσται τῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος. | |
AG.7.18(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἀνέρα μὴ πέτρῃ τεκμαίρεο· λιτὸς ὁ τύμβος ὀφθῆναι, μεγάλου δ’ ὀστέα φωτὸς ἔχει. εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν Μουσέων ἐννέ’ ἀριθμὸς ἔχει. | |
5 | κεῖται δ’ ἠπείροις διδύμαις ἔρις, εἴθ’ ὅ γε Λυδὸς εἴτε Λάκων. πολλαὶ μητέρες ὑμνοπόλων. | |
AG.7.19(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Τὸν χαρίεντ’ Ἀλκμᾶνα, τὸν ὑμνητῆρ’ ὑμεναίων κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον, τύμβος ἔχει, Σπάρτας μεγάλαν χάριν, ἔνθ’ ὅ γε Λυδὸς | |
ἄχθος ἀπορρίψας οἴχεται εἰς Ἀίδαν. | 24 in vol. 2 | |
AG.7.20(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν, οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος. | |
AG.7.21(p1) | ΣΙΜΙΟΥ [ΘΗΒΑΙΟΥ] | |
1 | Τόν σε χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου, τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον, πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς βλαισὸς Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην, | |
5 | τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος, ἀλλ’ ὁ περισσὸς αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν. | |
AG.7.22(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἠρέμ’ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ, ἑρπύζοις χλοεροὺς ἐκπροχέων πλοκάμους, καὶ πέταλον πάντῃ θάλλοι ῥόδου ἥ τε φιλορρὼξ ἄμπελος ὑγρὰ πέριξ κλήματα χευαμένη, | |
5 | εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς ἤσκησεν Μουσῶν ἄμμιγα καὶ Χαρίτων. | |
AG.7.23(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφὶ σὲ κισσὸς ἁβρά τε λειμώνων πορφυρέων πέταλα, πηγαὶ δ’ ἀργινόεντος ἀναθλίβοιντο γάλακτος, εὐῶδες δ’ ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ, | |
5 | ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται, | |
εἰ δή τις φθιμένοις χρίμπτεται εὐφροσύνα. | 26 in vol. 2 | |
AG.723b | Ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον, ὦ σὺν ἀοιδᾷ πάντα διαπλώσας καὶ σὺν ἔρωτι βίον ... | |
AG.7.24(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας, οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος, Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπ’ ἄκρῃ στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου, | |
5 | ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο ἀγλαὸν ὡραίων βότρυν ἀπ’ ἀκρεμόνων καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς | |
10 | λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων. | |
AG.7.25(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω, ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ’ Ἐρώτων τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο. | |
5 | μοῦνον δ’ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων ἠέλιον Λήθης ἐνθάδ’ ἔκυρσε δόμων, ἀλλ’ ὅτι τὸν χαρίεντα μετ’ ἠιθέοισι Μεγιστέα καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον. μολπῆς δ’ οὐ λήγει μελιτερπέος, ἀλλ’ ἔτ’ ἐκεῖνον | |
10 | βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ. | 28 in vol. 2 |
AG.7.26(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Ξεῖνε, τάφον παρὰ λιτὸν Ἀνακρείοντος ἀμείβων, εἴ τί τοι ἐκ βίβλων ἦλθεν ἐμῶν ὄφελος, σπεῖσον ἐμῇ σποδιῇ, σπεῖσον γάνος, ὄφρα κεν οἴνῳ ὀστέα γηθήσῃ τἀμὰ νοτιζόμενα, | |
5 | ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις, ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίης μηδὲ καταφθίμενος Βάκχου δίχα τοῦτον ὑποίσω τὸν γενεῇ μερόπων χῶρον ὀφειλόμενον. | |
AG.7.27(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων, μήτ’ ἐρατῶν κώμων ἄνδιχα μήτε λύρης· ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης, | |
5 | ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος ἠὲ Μεγιστῆ ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον, ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ, ἄκρητον θλίβων νέκταρ ἀπὸ στολίδων. τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι, | |
10 | πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος. | |
AG.7.28(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὦ ξένε, τόνδε τάφον τὸν Ἀνακρείοντος ἀμείβων | |
σπεῖσόν μοι παριών· εἰμὶ γὰρ οἰνοπότης. | 30 in vol. 2 | |
AG.7.29(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας, εὕδει δ’ ἡ γλυκερὴ νυκτιλάλος κιθάρη, εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδων βάρβιτ’ ἀνεκρούου νέκταρ ἐναρμόνιον. | |
5 | ἠιθέων γὰρ Ἔρωτος ἔφυς σκοπός, εἰς δὲ σὲ μοῦνον τόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας. | |
AG.7.30(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τύμβος Ἀνακρείοντος. ὁ Τήιος ἐνθάδε κύκνος εὕδει χἠ παίδων ζωροτάτη μανίη. ἀκμήν οἱ λυρόεν τι μελίζεται ἀμφὶ Βαθύλλῳ ἵμερα, καὶ κισσοῦ λευκὸς ὄδωδε λίθος. | |
5 | οὐδ’ Ἀίδης σοι ἔρωτας ἀπέσβεσεν, ἐν δ’ Ἀχέροντος ὢν ὅλος ὠδίνεις κύπριδι θερμοτέρῃ. | |
AG.7.31(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπ’ ἔσχατον ὀστεῦν, κώμου καὶ πάσης κοίρανε παννυχίδος, τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ ’πὶ Βαθύλλῳ χλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας, | |
5 | αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἄκρητον κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου, αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος, κῆποι καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ, ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς | |
10 | βεβληκὼς χρυσέην χεῖρας ἐπ’ Εὐρυπύλην. | 32 in vol. 2 |
AG.7.32(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Πολλάκι μὲν τόδ’ ἄεισα καὶ ἐκ τύμβου δὲ βοήσω· „Πίνετε, πρὶν ταύτην ἀμφιβάλησθε κόνιν.“ | |
AG.7.33(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. —„Ἀλλὰ τρυφήσας· καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀίδην.“ | |
AG.7.34(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων χαλκευτάν, κατέχει Πίνδαρον ἅδε κόνις, οὗ μέλος εἰσαΐων φθέγξαιό κεν, ὡς ἀπὸ Μουσῶν ἐν Κάδμου θαλάμοις σμῆνος ἀπεπλάσατο. | |
AG.7.35(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς, Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος. | |
AG.7.36(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις, σκηνίτης μαλακοὺς κισσὸς ἄροιτο πόδας, αἰεί τοι βούπαισι περιστάζοιτο μελίσσαις τύμβος Ὑμηττείῳ λειβόμενος μέλιτι, | |
5 | ὡς ἄν τοι ῥείῃ μὲν ἀεὶ γάνος Ἀτθίδι δέλτῳ | |
κηρός, ὑπὸ στεφάνοις δ’ αἰὲν ἔχῃς πλοκάμους. | 34 in vol. 2 | |
AG.7.37(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Τύμβος ὅδ’ ἔστ’, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσῶν ἱρὴν παρθεσίην ἱερὸς ὢν ἔλαχον· ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα, πρίνινον ἐς χρύσεον σχῆμα μεθηρμόσατο | |
5 | καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντος εὔθετον ὀρχηστὴν τῇδ’ ἀνέπαυσα πόδα. — „Ὄλβιος, ὡς ἀγαθὴν ἔλαχες στάσιν· ἡ δ’ ἐνὶ χερσὶ κούριμος ἐκ ποίης ἥδε διδασκαλίης;“ — Εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις, | |
10 | εἴτε καὶ Ἠλέκτραν· ἀμφότεραι γὰρ ἄκρον. | |
AG.7.38(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Θεῖος Ἀριστοφάνευς ὑπ’ ἐμοὶ νέκυς, εἴ τινα πεύθῃ, κωμικὸν ἀρχαίης μνᾶμα χοροστασίης. | |
AG.7.39(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ὁ τραγικὸν φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ, Αἰσχύλος Εὐφορίωνος, Ἐλευσινίης ἑκὰς αἴης κεῖται κυδαίνων σήματι Τρινακρίην. | |
AG.7.40(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Αἰσχύλον ἥδε λέγει ταφίη λίθος ἐνθάδε κεῖσθαι τὸν μέγαν, οἰκείης τῆλ’ ἀπὸ Κεκροπίης, λευκὰ Γέλα Σικελοῖο παρ’ ὕδατα. τίς φθόνος, αἰαῖ, | |
Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει; | 36 in vol. 2 | |
AG.7.41 | Ἆ μάκαρ, ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις, χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε. | |
AG.7.42 | Ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ, ἦ ῥ’ ἐτεὸν κεράων οὐδ’ ἐλέφαντος ἔης. τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτ’ οὐ πάρος ἀνέρες ἴδμεν ἀμφί τε ἀθανάτους ἀμφί τε ἡμιθέους, | |
5 | εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων· αἱ δέ οἱ εἰρομένῳ ἀμφ’ ὠγυγίων ἡρώων Αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι. | |
AG.7.43(p1) | ΙΩΝΟΣ | |
1 | Χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισι Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον· ἴσθι δ’ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν. | |
AG.7.44 | Εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος, καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες, τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν, τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα, | |
5 | ἀλλ’ ἔμολες Πελλαῖον ὑπ’ ἠρίον, ὡς ἂν ὁ λάτρις | |
Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων. | 38 in vol. 2 | |
AG.7.45(p1) | ΘΟΥΚΥΔΙΔΟΥ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ | |
1 | Μνᾶμα μὲν Ἑλλὰς ἅπας’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου. πατρὶς δ’ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσαις τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει. | |
AG.7.46 | Οὐ σὸν μνῆμα τόδ’ ἔστ’, Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε· τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδ’ ἀμπέχεται. | |
AG.7.47 | Ἅπας’ Ἀχαιὶς μνῆμα σόν γ’, Εὐριπίδη· οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος. | |
AG.7.48 | Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶ ληφθεῖσαι νοτίην ὦσαν ἀπαιθόμεναι· μοῦνα δ’ ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφὰ | |
καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις. | 40 in vol. 2 | |
AG.7.49(p1) | ΒΙΑΝΟΡΟΣ ΒΙΘΥΝΟΥ | |
1 | Ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶς Ζανὶ κεραυνείῳ γαῖαν ἀπηχθίασας. τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρ ἥγνισε τὰν θνατὰν σήματος ἱστορίαν. | |
AG.7.50(p1) | ΑΡΧΙΜΗΛΟΥ | |
1 | Τὴν Εὐριπίδεω μήτ’ ἔρχεο μήτ’ ἐπιβάλλου δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα· λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίκροτος· ἢν δέ τις αὐτὴν εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος· | |
5 | ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς, ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους. | |
AG.7.51(p1) | ΑΔΑΙΟΥ | |
1 | Οὔ σε κυνῶν γένος εἷλ’, Εὐριπίδη, οὐδὲ γυναικὸς οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον, ἀλλ’ Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δ’ Ἀρεθούσῃ κεῖσαι ἑταιρείῃ τίμιος Ἀρχέλεω. | |
5 | σὸν δ’ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου βήματα καὶ σκηνὰς ἐμβάδι πειθομένας. | |
AG.7.52(p1) | ΔΗΜΙΟΥΡΓΟΥ | |
1 | Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς, | |
Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω. | 42 in vol. 2 | |
AG.7.53 | Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδ’ ἀνέθηκα ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον. | |
AG.7.54(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης. | |
AG.7.55(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Λοκρίδος ἐν νέμεϊ σκιερῷ νέκυν Ἡσιόδοιο Νύμφαι κρηνίδων λοῦσαν ἀπὸ σφετέρων καὶ τάφον ὑψώσαντο· γάλακτι δὲ ποιμένες αἰγῶν ἔρραναν ξανθῷ μιξάμενοι μέλιτι· | |
5 | τοίην γὰρ καὶ γῆρυν ἀπέπνεεν ἐννέα Μουσέων ὁ πρέσβυς καθαρῶν γευσάμενος λιβάδων. | |
AG.7.56 | Ἦν ἄρα Δημοκρίτοιο γέλως τόδε, καὶ τάχα λέξει· „Οὐκ ἔλεγον γελόων· ‚Πάντα πέλουσι γέλωσ‛; καὶ γὰρ ἐγὼ σοφίην μετ’ ἀπείρονα καὶ στίχα βίβλων | |
τοσσατίων κεῖμαι νέρθε τάφοιο γέλως.“ | 44 in vol. 2 | |
AG.7.57(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον, ὅσσον ὁ παντοδαὴς μήνυσε Δημόκριτος; ὃς θάνατον παρεόντα τρί’ ἤματα δώμασιν ἔσχεν καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν. | |
AG.7.58(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάσσεις, Φερσεφόνη, ψυχὴν δέχνυσο Δημοκρίτου εὐμενέως γελόωσαν, ἐπεὶ καὶ σεῖο τεκοῦσαν ἀχνυμένην ἐπὶ σοὶ μοῦνος ἔκαμψε γέλως. | |
AG.7.59(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πλούτων, δέξο, μάκαρ, Δημόκριτον, ὥς κεν ἀνάσσων αἰὲν ἀμειδήτων καὶ γελόωντα λάχοις. | |
AG.7.60(p1) | ΣΙΜΙΟΥ | |
1 | Σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης· εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον, | |
οὗτος ἔχει πλεῖστον καὶ φθόνον οὐ φέρεται. | 46 in vol. 2 | |
AG.7.61 | Γαῖα μὲν ἐν κόλποις κρύπτει τόδε σῶμα Πλάτωνος, ψυχὴ δ’ ἀθάνατον τάξιν ἔχει μακάρων υἱοῦ Ἀρίστωνος· τόν τις καὶ τηλόθι ναίων τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον. | |
AG.7.62 | Αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον ἢ τίνος, εἰπέ, ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις; — „Ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον εἰκών· σῶμα δὲ γῆ γηγενὲς Ἀτθὶς ἔχει.“ | |
AG.7.63(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τὸν κύνα Διογένη, νεκυοστόλε, δέξο με, πορθμεῦ, γυμνώσαντα βίου παντὸς ἐπισκύνιον. | |
AG.7.64(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἰπέ, κύον, τίνος ἀνδρὸς ἐφεστὼς σῆμα φυλάσσεις; — „Τοῦ Κυνός.“ —Ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ Κύων; — „Διογένης.“ —Γένος εἰπέ. —„Σινωπεύς.“ —Ὃς πίθον ᾤκει; — | |
„Καὶ μάλα· νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει.“ | 48 in vol. 2 | |
AG.7.65(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷ ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον, ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμ’ ἐφοίτα σκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας. | |
5 | ἀλλὰ τάφου τοῦδ’ ἐκτὸς ἴτ’, ἄφρονες, ὡς ὁ Σινωπεὺς ἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ. | |
AG.7.66(p1) | ΟΝΕΣΤΟΥ | |
1 | Βάκτρον καὶ πήρη καὶ διπλόον εἷμα σοφοῖο Διογένευς βιότου φόρτος ὁ κουφότατος. πάντα φέρω πορθμῆι· λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς. ἀλλά, κύον, σαίνοις, Κέρβερε, τόν με κύνα. | |
AG.7.67(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἀίδεω λυπηρὲ διήκονε, τοῦτ’ Ἀχέροντος ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ, δέξαι μ’, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην. | |
5 | ὄλπη μοι καὶ πήρη ἐφόλκια καὶ τὸ παλαιὸν ἔσθος χὠ φθιμένους ναυστολέων ὀβολός. πάνθ’, ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρ’ Ἅιδαν | |
ἔρχομ’ ἔχων· λείπω δ’ οὐδὲν ὑπ’ ἠελίῳ. | 50 in vol. 2 | |
AG.7.68(p1) | ΑΡΧΙΟΥ | |
1 | Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, ὃς βαθὺ πορθμεύεις τοῦτ’ Ἀχέροντος ὕδωρ, εἰ καί σοι βέβριθεν ὑπ’ εἰδώλοισι καμόντων ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα. | |
5 | ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν. καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω, εἶχον· ὑπ’ ἠελίου δ’ οὔ τι λέλοιπα φάει. | |
AG.7.69(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Κέρβερε, δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων, ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν· Ἀρχίλοχος τέθνηκε· φυλάσσεο θυμὸν ἰάμβων δριμὺν πικροχόλου τικτόμενον στόματος. | |
5 | οἶσθα βοῆς κείνοιο μέγα σθένος, εὖτε Λυκάμβεω νηῦς μία σοι δισσὰς ἤγαγε θυγατέρας. | |
AG.7.70(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρου ὄμμασιν ἀγρύπνοις, τρισσέ, φύλασσε, κύον. εἰ γὰρ φέγγος ἔλειπον ἀλυσκάζουσαι ἰάμβων ἄγριον Ἀρχιλόχου φλέγμα Λυκαμβιάδες, | |
5 | πῶς οὐκ ἂν προλίποι σκοτίων πυλεῶνας ἐναύλων | |
νεκρὸς ἅπας φεύγων τάρβος ἐπεσβολίης; | 52 in vol. 2 | |
AG.7.71(p1) | ΓΑΙΤΟΥΛΙΚΟΥ | |
1 | Σῆμα τόδ’ Ἀρχιλόχου παραπόντιον, ὅς ποτε πικρὴν μοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ αἱμάξας Ἑλικῶνα τὸν ἥμερον. οἶδε Λυκάμβης μυρόμενος τρισσῶν ἅμματα θυγατέρων. | |
5 | ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδε κινήσῃς τύμβῳ σφῆκας ἐφεζομένους. | |
AG.7.72(p1) | ΜΕΝΑΝΔΡΟΥ ΚΩΜΙΚΟΥ | |
1 | Χαῖρε, Νεοκλείδα, δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶν πατρίδα δουλοσύνας ῥύσαθ’, ὁ δ’ ἀφροσύνας. | |
AG.7.73(p1) | ΓΕΜΙΝΟΥ | |
1 | Ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δ’ ἐπὶ ταύταν δούρατα βαρβαρικᾶς σύμβολα ναυφθορίας καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρη καὶ Ξέρξην· τούτοις θάπτε Θεμιστοκλέα. | |
5 | στάλα δ’ ἁ Σαλαμὶς ἐπικείσεται ἔργα λέγουσα τἀμά. τί με σμικροῖς τὸν μέγαν ἐντίθετε; | |
AG.7.74(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Τοῦτο Θεμιστοκλεῖ ξένον ἠρίον εἵσατο Μάγνης λαός, ὅτ’ ἐκ Μήδων πατρίδα ῥυσάμενος ὀθνείην ὑπέδυ χθόνα καὶ λίθον. ἦ θέλεν οὕτως | |
ὁ φθόνος· αἱ δ’ ἀρεταὶ μεῖον ἔχουσι γέρας. | 54 in vol. 2 | |
AG.7.75(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Στασίχορον, ζαπληθὲς ἀμέτρητον στόμα Μούσης, ἐκτέρισεν Κατάνας αἰθαλόεν δάπεδον, οὗ, κατὰ Πυθαγόρεω φυσικὰν φάτιν, ἁ πρὶν Ὁμήρου ψυχὰ ἐνὶ στέρνοις δεύτερον ᾠκίσατο. | |
AG.7.76(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Ἐμπορίης λήξαντα Φιλόκριτον, ἄρτι δ’ ἀρότρου γευόμενον ξείνῳ Μέμφις ἔκρυψε τάφῳ· ἔνθα δραμὼν Νείλοιο πολὺς ῥόος ὕδατι λάβρῳ τἀνδρὸς τὴν ὀλίγην βῶλον ἀπημφίασε. | |
5 | καὶ ζωὸς μὲν ἔφευγε πικρὴν ἅλα, νῦν δὲ καλυφθεὶς κύμασι ναυηγὸν σχέτλιος ἔσχε τάφον. | |
AG.7.77(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδου ἐστὶ σαωτήρ, ὃς καὶ τεθνηὼς ζῶντ’ ἀπέδωκε χάριν. | |
AG.7.78(p1) | ΔΙΟΝΥΣΙΟΥ ΚΥΖΙΚΗΝΟΥ | |
1 | Πρηΰτερον γῆράς σε καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴ ἔσβεσεν· εὐνήθης δ’ ὕπνον ὀφειλόμενον ἄκρα μεριμνήσας, Ἐρατόσθενες· οὐδὲ Κυρήνη μαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων, | |
5 | Ἀγλαοῦ υἱέ, φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαι | |
πὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ. | 56 in vol. 2 | |
AG.7.79(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ὤνθρωφ’, Ἡράκλειτος ἐγὼ σοφὰ μοῦνος ἀνευρὼν φαμί. —„Τὰ δ’ ἐς πάτραν κρέσσονα καὶ σοφίης.“ — Δὰξ γὰρ καὶ τοκεῶνας, ἰὼ ξένε, δύσφρονας ἄνδρας, ὑλάκτευν. —„Λαμπρὰ θρεψαμένοισι χάρις.“ — | |
5 | Οὐκ ἀπ’ ἐμεῦ; —„Μὴ τρηχύς.“ —Ἐπεὶ τάχα καὶ σύ τι πεύσῃ τρηχύτερον. —„Πάτρας χαῖρε σὺ δ’ ἐξ Ἐφέσου.“ | |
AG.7.80(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν· ἐμνήσθην δ’, ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν’ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή· | |
5 | αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. | |
AG.7.81(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδος· φατὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχειν· Πιττακὸν ἁ Μιτυλᾶνα· Βίαντα δὲ δῖα Πριήνη· Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα Δίκας· | |
5 | ἁ Σπάρτα Χίλωνα· Σόλωνα δὲ Κεκροπὶς αἶα, πάντας ἀριζάλου σωφροσύνας φύλακας. | |
AG.7.82 | Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ | |
καὶ Σατύροις Σικελὸν τῇδ’ Ἐπίχαρμον ἔχω. | 58 in vol. 2 | |
AG.7.83 | Τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψας’ ἀνέδειξεν ἀστρολόγον πάντων πρεσβύτατον σοφίῃ. | |
AG.7.84 | Ἦ ὀλίγον τόδε σῆμα, τὸ δὲ κλέος οὐρανόμηκες τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη. | |
AG.7.85(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Γυμνικὸν αὖ ποτ’ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου. αἰνέω, ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς οὐκέθ’ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο. | |
AG.7.86 | Τὴν ἄδικον παύσας’ ὕβριν ποτὲ ἥδε Σόλωνα τόνδ’ ἐπέχει Σαλαμὶς θεσμοθέτην ἱερόν. | |
AG.7.87(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ, ὀστὰ δ’ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες· ψυχὴν δ’ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ | |
θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα. | 60 in vol. 2 | |
AG.7.88(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Φωσφόρε, σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον. εἰ δ’ ὁ πατὴρ στεφανοῦχον ἰδὼν 〈τέκνον〉 ἤμυσεν ἡσθείς, οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος. | |
AG.7.89(p1) | 〈ΚΑΛΛΙΜΑΧΟΥ〉 | |
1 | Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω τὸν Μιτυληναῖον, παῖδα τὸν Ὑρράδιον· „Ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ’ ἐμέ, | |
5 | ἡ δ’ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δ’ ἄγε, σὺμ μοὶ βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.“ εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας· „Ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος (οἱ δ’ ἄρ’ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες | |
10 | ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ), κείνων ἔρχεο“, φησί, „μετ’ ἴχνια.“ χὠ μὲν ἐπέστη πλησίον· οἱ δ’ ἔλεγον· „Τὴν κατὰ σαυτὸν ἔλα.“ ταῦτ’ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα συνθέμενος. | |
15 | τὴν δ’ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην, οὕτω καὶ σύ γ’ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα. | |
AG.7.90 | Κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει | |
ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν. | 62 in vol. 2 | |
AG.7.91(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀίδην πολιῷ γήραϊ νιφόμενον· εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτ’ ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον. | |
AG.7.92(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἐς Σκυθίην Ἀνάχαρσις ὅτ’ ἤλυθε πολλὰ μογήσας, πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς· τὸν δ’ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ. | |
AG.7.93 | Τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πλεῖον, Πυθαγόρῃ τῷ ’μῷ λέγε ταῦθ’, ὅτι πρῶτος ἁπάντων ἔστιν ἀν’ Ἑλλάδα γῆν. οὐ ψεύδομαι ὧδ’ ἀγορεύων. | |
AG.7.94 | Ἐνθάδε πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας οὐρανίου κόσμου κεῖται Ἀναξαγόρας. | |
AG.7.95(p1) | ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ | |
1 | Ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας· ἀλλ’ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ’ αὑτὸν | |
ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης. | 64 in vol. 2 | |
AG.7.96(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως καὶ σοφὸν εἶπε θεὸς καὶ θεὸν ἡ Σοφία. πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς μὲν ἐδέξω, αὐτοὶ δ’ ἐξέπιον τοῦτο τεῷ στόματι. | |
AG.7.97(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον, ἀλλ’ ἄνοδον ζητῶν, ἐς Διὸς ἥτις ἄγοι, παιδείης παρ’ ἑῆς, Ἑλληνικὰ πράγματα δείξας ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος. | |
AG.7.98(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου, ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν (οὕτως ἀρέσκῃ) κεῖθι καὶ μένειν ἔγνως. | |
AG.7.99(p1) | ΠΛΑΤΩΝΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις· σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν. | |
5 | κεῖσαι δ’ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς, | |
ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων. | 66 in vol. 2 | |
AG.7.100(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ’ ὅτι καλός, ὦπται καὶ πάντῃ πᾶσι περιβλέπεται. θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ’ ἀνιήσεις ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν; | |
AG.7.101(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Ἀλλ’ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι, οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι, ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν κάτθανεν ἂν διά τι σφόδρα μικρόν. | |
AG.7.102(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον πλήξας ἴαχεν „Ὤ“ σύντονον, εἶτ’ ἔθανεν, ὁ πάντα παντὶ Ξενοκράτης ἀνὴρ γεγώς. | |
AG.7.103(p1) | 〈ΑΝΤΑΓΟΡΟΥ〉 | |
1 | 〈Μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος,〉 ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος ἱερὸς ἤισσεν δαιμονίου στόματος· | |
5 | καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει | |
αἰῶν’ ἀστρέπτοις δόγμασι πειθόμενος. | 68 in vol. 2 | |
AG.7.104(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν; οἰκτείρω δ’ οὐ τόσσον, ἐπεὶ θάνες, ἀλλ’ ὅτι Μούσας ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι. | |
AG.7.105(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Καὶ σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρ’ ἄκαιρος Βάκχος ἑλὼν Ἀίδην ποσσὶν ἔσυρέ ς’ ἄκροις. ἦ σαφὲς ἦν· Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ, λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ; | |
AG.7.106(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | „Χαίρετε καὶ μέμνησθε τὰ δόγματα“ τοῦτ’ Ἐπίκουρος ὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος· θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε καὶ τὸν ἄκρητον ἔσπασεν, εἶτ’ ἀίδην ψυχρὸν ἐπεσπάσατο. | |
AG.7.107(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εὐρυμέδων ποτ’ ἔμελλεν Ἀριστοτέλην ἀσεβείας γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος· ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε. τοῦτ’ ἀκονιτὶ | |
ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους. | 70 in vol. 2 | |
AG.7.108(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Καὶ πῶς, εἰ μὴ Φοῖβος ἀν’ Ἑλλάδα φύσε Πλάτωνα, ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο; καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ σώματος ὡς ψυχῆς ἀθανάτοιο Πλάτων. | |
AG.7.109(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα, τὸν μέν, ἵνα ψυχήν, τὸν δ’, ἵνα σῶμα σάοι· δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν, ἥν ποθ’ ἑαυτῷ ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο. | |
AG.7.110(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη, ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον· δὴ γὰρ καὶ Θεόφραστος, ἕως ἐπόνει μέν, ἄπηρος ἦν δέμας, εἶτ’ ἀνεθεὶς κάτθανε πηρομελής. | |
AG.7.111(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Λεπτὸς ἀνὴρ δέμας ἦν· εἰ μὴ προσέχῃς, ἀπόχρη μοι· Στράτωνα τοῦτον φημί γε, Λάμψακος ὅν ποτ’ ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων | |
θνῄσκει λαθὼν οὐδ’ ᾔσθετο. | 72 in vol. 2 | |
AG.7.112(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς κάτθανε· θαυμάζω τοῦτο μάλιστα δ’ ἐγώ, τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ. | |
AG.7.113(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον ἰὸν ἔχουσα πολὺν ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ’ ὀμμάτων, ἀλλ’ ἀίδην μέλανα. | |
AG.7.114(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη, ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων· ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν ἑάλως. | |
AG.7.115(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Τὸν βίον ἦσθα κύων, Ἀντίσθενες. —„Ὧδε πεφυκώς, ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν.“ — Ἀλλ’ ἔθανες φθισικός, τάχ’ ἐρεῖ τις ἴσως. —„Τί δὲ τοῦτο; | |
πάντως εἰς ἀίδην δεῖ τιν’ ὁδηγὸν ἔχειν.“ | 74 in vol. 2 | |
AG.7.116(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος ἐς Ἄϊδος; —„Ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.“ | |
AG.7.117(p1) | 〈ΖΗΝΟΔΟΤΟΥ〉 | |
1 | Ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, Ζήνων σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ· ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ αἵρεσιν ἀτρέστου ματέρ’ ἐλευθερίας. | |
5 | εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ἦν καὶ ὁ Κάδμος κεῖνος, ἀφ’ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα. | |
AG.7.118(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος, ὡς ὑπὸ γήρως πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος· 〈οἱ δ’, ὅτι προσκόψας ποτ’ ἔφη χερὶ γῆν ἀλοήσας· „Ἔρχομαι αὐτόματος. τί δὴ καλεῖς με;“〉 | |
AG.7.119 | Ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα | |
κεῖν’, ἐφ’ ὅτῳ κλεινὴν ἤγαγε βουθυσίην ... | 76 in vol. 2 | |
AG.7.120(p1) | ΞΕΝΟΦΑΝΟΥΣ | |
1 | Καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα φασὶν ἐποικτεῖραι καὶ τόδε φάσθαι ἔπος· „Παῦσαι, μηδὲ ῥάπιζ’, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶ ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων.“ | |
AG.7.121(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς. τίς γάρ, ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη; ἀλλ’ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ, δὴ τότε καὶ ψυχὴν μὴ ἔχον ἐσθίομεν. | |
AG.7.122(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις; χωρίον ἦν κυάμων· ἵνα μὴ τούτους δὲ πατήσῃ, ἐξ Ἀκραγαντίνων κάτθαν’ ἐνὶ τριόδῳ. | |
AG.7.123(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Καὶ σύ ποτ’, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον· οὐκ ἐρέω δ’, ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης, | |
ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων. | 78 in vol. 2 | |
AG.7.124(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος, ὥς ποτ’ ἀμάξης ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν. εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν, πῶς ἂν ἔτ’ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος; | |
AG.7.125 | Εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων καὶ πόντος ποταμῶν μείζον’ ἔχει δύναμιν, φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον, ὃν πατρὶς ἐστεφάνως’ ἅδε Συρακοσίων. | |
AG.7.126(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν· εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς. οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη, ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν. | |
AG.7.127(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτ’ ἔθανεν· σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι φέγγος | |
ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο. | 80 in vol. 2 | |
AG.7.128 | Ἡράκλειτος ἐγώ. τί μ’ ἄνω κάτω ἕλκετ’, ἄμουσοι; οὐχ ὑμῖν ἐπόνουν, τοῖς δέ μ’ ἐπισταμένοις. εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δ’ ἀνάριθμοι οὐδείς. ταῦτ’ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ. | |
AG.7.129(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Ἤθελες, ὦ Ζήνων, (καλὸν ἤθελες) ἄνδρα τύραννον κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν. ἀλλ’ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ. | |
AG.7.130(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Καὶ σέο, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ’ Ἀθηνῶν ἔκ ποτ’ ἰὼν καθ’ ὁδὸν πρέσβυς ἐὼν ἔθανες· εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που Παλλάδος ἄστυ φύγες, Πλουτέα δ’ οὐκ ἔφυγες. | |
AG.7.131 | Πρωταγόρην λόγος ὧδε θανεῖν φέρει· ἀλλὰ γὰρ αὐτοῦ ἥκατο σῶμα γέαν, ψυχὴ ἐνᾶλτο σοφοῖς. | |
AG.7.132 | Καὶ σέο, Πρωταγόρη, σοφίης ἴδμεν βέλος ὀξύ, | |
ἀλλ’ οὐ τιτρῶσκον, † ὢν δὲ γλυκὺ κνῆσμα. | 82 in vol. 2 | |
AG.7.133(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι· πτίσσετ’, Ἀνάξαρχος δ’ ἐν Διός ἐστι πάλαι· καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει ῥήματα Φερσεφόνη· „Ἔρρε, μυλωθρὲ κακέ.“ | |
AG.7.134 | Ἐνθάδε Γοργίεω κεφαλὴ κυνικοῦ κατάκειμαι οὐκέτι χρεμπτομένη οὔτ’ ἀπομυσσομένη. | |
AG.7.135 | Θεσσαλὸς Ἱπποκράτης, Κῷος γένος, ἐνθάδε κεῖται, Φοίβου ἀπὸ ῥίζης ἀθανάτου γεγαώς, πλεῖστα τρόπαια νόσων στήσας ὅπλοις Ὑγιείης, δόξαν ἑλὼν πολλὴν οὐ τύχᾳ, ἀλλὰ τέχνᾳ. | |
AG.7.136(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἥρωος Πριάμου βαιὸς τάφος, οὐχ ὅτι τοίου | |
ἄξιος, ἀλλ’ ἐχθρῶν χερσὶν ἐχωννύμεθα. | 84 in vol. 2 | |
AG.7.137(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Μή με τάφῳ σύγκρινε τὸν Ἕκτορα μηδ’ ἐπὶ τύμβῳ μέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον. Ἰλιάς, αὐτὸς Ὅμηρος ἐμοὶ τάφος, Ἑλλάς, Ἀχαιοὶ φεύγοντες· τούτοις πᾶσιν ἐχωννύμεθα· | |
5 | εἰ δ’ ὀλίγην ἀθρεῖς ἐπ’ ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος· Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα. | |
AG.7.138(p1) | ΑΚΗΡΑΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἕκτορ Ὁμηρείῃσιν ἀεὶ βεβοημένε βίβλοις, θειοδόμου τείχευς ἕρκος ἐρυμνότερον, ἐν σοὶ Μαιονίδης ἀνεπαύσατο· σοῦ δὲ θανόντος, Ἕκτορ, ἐσιγήθη καὶ σελὶς Ἰλιάδος. | |
AG.7.139 | Ἕκτορι μὲν Τροία συγκάτθανεν οὐδ’ ἔτι χεῖρας ἀντῆρεν Δαναῶν παισὶν ἐπερχομένοις· Πέλλα δ’ Ἀλεξάνδρῳ συναπώλετο. πατρίδες ἆρα ἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεθα. | |
AG.7.140(p1) | ΑΡΧΙΟΥ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Καὶ γενέταν τοῦ νέρθε καὶ οὔνομα καὶ χθόνα φώνει, στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔθανε. — „Γεννήτωρ Πρίαμος, γᾶ δ’ Ἴλιον, οὔνομα δ’ Ἕκτωρ, | |
ὦνερ, ὑπὲρ πάτρας δ’ ὤλετο μαρνάμενος.“ | 86 in vol. 2 | |
AG.7.141(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Θεσσαλὲ Πρωτεσίλαε, σὲ μὲν πολὺς ᾄσεται αἰὼν Τροίᾳ ὀφειλομένου πτώματος ἀρξάμενον· σᾶμα δέ τοι πτελέῃσι συνηρεφὲς ἀμφικομεῦσι Νύμφαι ἀπεχθομένης Ἰλίου ἀντιπέρας. | |
5 | δένδρεα δυσμήνιτα καί, ἤν ποτε τεῖχος ἴδωσι Τρώιον, αὐαλέαν φυλλοχοεῦντι κόμην. ὅσσος ἐν ἡρώεσσι τότ’ ἦν χόλος, οὗ μέρος ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρεμόσιν. | |
AG.7.142 | Τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὅν ποτ’ Ἀχαιοὶ δώμησαν Τρώων δεῖμα καὶ ἐσσομένων· αἰγιαλῷ δὲ νένευκεν, ἵνα στοναχῇσι θαλάσσης κυδαίνοιτο πάις τῆς ἁλίας Θέτιδος. | |
AG.7.143 | Ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω, χαίρετον, Αἰακίδη καὶ σὺ Μενοιτιάδη. | |
AG.7.144(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἡδυεπὴς Νέστωρ Πύλιος Νηλήιος ἥρως | |
ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων. | 88 in vol. 2 | |
AG.7.145(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι Αἴαντος τύμβῳ κειρομένα πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρ’ Ἀχαιοῖς ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται. | |
AG.7.146(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Σῆμα παρ’ Αἰάντειον ἐπὶ Ῥοιτηίσιν ἀκταῖς θυμοβαρὴς Ἀρετὰ μύρομαι ἑζομένα, ἀπλόκαμος, πινόεσσα, διὰ κρίσιν ὅττι Πελασγῶν οὐκ ἀρετὰ νικᾶν ἔλλαχεν, ἀλλὰ δόλος. | |
5 | τεύχεα δ’ ἂν λέξειεν Ἀχιλλέος· „Ἄρσενος ἀκμᾶς, οὐ σκολιῶν μύθων ἄμμες ἐφιέμεθα.“ | |
AG.7.147(p1) | ΑΡΧΙΟΥ | |
1 | Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη· οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν, οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος· | |
5 | ἀλλ’ αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα ἱδρυθεὶς ἔτλης λαίλαπα δυσμενέων. εἰ δέ σε μὴ τεύχεσσιν Ἀχιλλέος ὥπλισεν Ἑλλὰς ἄξιον ἀντ’ ἀρετᾶς ὅπλα ποροῦσα γέρας, Μοιράων βουλῇσι τάδ’ ἄμπλακεν, ὡς ἂν ὑπ’ ἐχθρῶν | |
10 | μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ. | 90 in vol. 2 |
AG.7.148(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Σῆμα τόδ’ Αἴαντος Τελαμωνίου, ὃν κτάνε Μοῖρα, αὐτοῦ χρησαμένα καὶ χερὶ καὶ ξίφεϊ. οὐδὲ γὰρ ἐν θνητοῖσι δυνήσατο καὶ μεμαυῖα εὑρέμεναι Κλωθὼ τῷδ’ ἕτερον φονέα. | |
AG.7.149(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Κεῖται ἐνὶ Τροίῃ Τελαμώνιος, οὔ τινι δ’ ἔμπης ἀντιβίων ὀπάσας εὖχος ἑοῦ θανάτου· τόσσης γὰρ Χρόνος ἄλλον ἐπάξιον ἀνέρα τόλμης οὐχ εὑρὼν παλάμῃ θῆκεν ὑπ’ αὐτοφόνῳ. | |
AG.7.150(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αἴας ἐν Τροίῃ μετὰ μυρίον εὖχος ἀέθλων μέμφεται οὐκ ἐχθροῖς κείμενος, ἀλλὰ φίλοις. | |
AG.7.151 | Ἕκτωρ Αἴαντι ξίφος ὤπασεν, Ἕκτορι δ’ Αἴας | |
ζωστῆρ’· ἀμφοτέρων ἡ χάρις εἷς θάνατος. | 92 in vol. 2 | |
AG.7.152 | Πικρὴν ἀλλήλοις Ἕκτωρ χάριν ἠδὲ φέρασπις Αἴας ἐκ πολέμου μνῆμ’ ἔπορον φιλίης· Ἕκτωρ γὰρ ζωστῆρα λαβὼν ξίφος ἔμπαλι δῶκε· τὴν δὲ χάριν δώρων πείρασαν ἐν θανάτῳ· | |
5 | τὸ ξίφος εἷλ’ Αἴαντα μεμηνότα, καὶ πάλι ζωστὴρ εἵλκυσε Πριαμίδην δίφρια συρόμενον. οὕτως ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα, ἐν χάριτος προφάσει μοῖραν ἔχοντα μόρου. | |
AG.7.153(p1) | ΟΜΗΡΟΥ, οἱ δὲ ΚΛΕΟΒΟΥΛΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ | |
1 | Χαλκῆ παρθένος εἰμί, Μίδα δ’ ἐπὶ σήματι κεῖμαι. ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται. | |
AG.7.154 | Κοινὸν ἐγὼ Μεγαρεῦσι καὶ Ἰναχίδαισιν ἄθυρμα ἵδρυμαι, Ψαμάθης ἔκδικον οὐλομένης· εἰμὶ δὲ Κὴρ τυμβοῦχος, ὁ δὲ κτείνας με Κόροιβος, κεῖται δ’ ὧδ’ ὑπ’ ἐμοῖς ποσσὶ διὰ τρίποδα· | |
5 | Δελφὶς γὰρ φάμα τόδ’ ἐθέσπισεν, ὄφρα γενοίμαν | |
τᾶς κείνου νύμφας σῆμα καὶ ἱστορίης. | 94 in vol. 2 | |
AG.7.155 | Ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον γέλωτι κεράσας Νικαεὺς Φιλιστίων ἐνταῦθα κεῖμαι, λείψανον παντὸς βίου, πολλάκις ἀποθανών, ὧδε δ’ οὐδεπώποτε. | |
AG.7.156(p1) | ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ | |
1 | Ἰξῷ καὶ καλάμοισιν ἀπ’ ἠέρος αὑτὸν ἔφερβεν Εὔμηλος λιτῶς, ἀλλ’ ἐν ἐλευθερίῃ· οὔποτε δ’ ὀθνείην ἔκυσεν χέρα γαστρὸς ἕκητι· τοῦτο τρυφὴν κείνῳ, τοῦτ’ ἔφερ’ εὐφροσύνην. | |
5 | τρὶς δὲ τριηκοστὸν ζήσας ἔτος ἐνθάδ’ ἰαύει, παισὶ λιπὼν ἰξὸν καὶ πτερὰ καὶ καλάμους. | |
AG.7.157 | Τρεῖς ἐτέων δεκάδας, τριάδας δύο, μέτρον ἔθηκαν ἡμετέρης βιοτῆς μάντιες αἰθέριοι. ἀρκοῦμαι τούτοισιν· ὁ γὰρ χρόνος ἄνθος ἄριστον ἡλικίης· ἔθανεν χὠ τριγέρων Πύλιος. | |
AG.7.158 | Μαρκέλλου τόδε σῆμα περικλυτοῦ ἰητῆρος, φωτὸς κυδίστοιο τετιμένου ἀθανάτοισιν, οὗ βίβλους ἀνέθηκεν ἐυκτιμένῃ ἐνὶ Ῥώμῃ Ἀδριανός, προτέρων προφερέστερος ἡγεμονήων, | |
5 | καὶ πάις Ἀδριανοῖο, μέγ’ ἔξοχος Ἀντωνῖνος, ὄφρα καὶ ἐσσομένοισι μετ’ ἀνδράσι κῦδος ἄροιτο εἵνεκεν εὐεπίης, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων, ἡρῴῳ μέλψαντι μέτρῳ θεραπήια νούσων βίβλοις ἐν πινυταῖς Χειρωνίσι τεσσαράκοντα. | 96 in vol. 2 |
AG.7.159(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Ὀρφεὺς μὲν κιθάρᾳ πλεῖστον γέρας εἵλετο θνητῶν, Νέστωρ δὲ γλώσσης ἡδυλόγου σοφίῃ, τεκτοσύνῃ δ’ ἐπέων πολυίστωρ θεῖος Ὅμηρος, Τηλεφάνης δ’ αὐλοῖς, οὗ τάφος ἐστὶν ὅδε. | |
AG.7.160(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ | |
1 | Καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα· Ἄρης δ’ οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν. | |
AG.7.161(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Ὄρνι, Διὸς Κρονίδαο διάκτορε, τεῦ χάριν ἔστας γοργὸς ὑπὲρ μεγάλου τύμβον Ἀριστομένους; — „Ἀγγέλλω μερόπεσσιν, ὁθούνεκεν, ὅσσον ἄριστος οἰωνῶν γενόμαν, τόσσον ὅδ’ ἠιθέων. | |
5 | δειλαί τοι δειλοῖσιν ἐφεδρήσσουσι πέλειαι, | |
ἄμμες δ’ ἀτρέστοις ἀνδράσι τερπόμεθα.“ | 98 in vol. 2 | |
AG.7.162(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃς πῦρ ἐπ’ ἐμοί· Πέρσης εἰμὶ καὶ ἐκ πατέρων, Πέρσης αὐθιγενής, ναὶ δέσποτα· πῦρ δὲ μιῆναι ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου. | |
5 | ἀλλὰ περιστείλας με δίδου χθονί, μηδ’ ἐπὶ νεκρῷ λουτρὰ χέῃς· σέβομαι, δέσποτα, καὶ ποταμούς. | |
AG.7.163(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι; — „Πρηξὼ Καλλιτέλευς.“ —Καὶ ποδαπή; —„Σαμίη.“ — Τίς δέ σε καὶ κτερέιξε; —„Θεόκριτος, ᾧ με γονῆες ἐξέδοσαν.“ —Θνῄσκεις δ’ ἐκ τίνος; —„Ἐκ τοκετοῦ.“ — | |
5 | Εὖσα πόσων ἐτέων; —„Δύο κεἴκοσιν.“ —Ἦ ῥά γ’ ἄτεκνος; — „Οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον.“ — Ζώοι σοι κεῖνός γε καὶ ἐς βαθὺ γῆρας ἵκοιτο. — „Καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.“ | |
AG.7.164(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. —„Καλλιτέλης μὲν ὁ σπείρας, Πρηξὼ δ’ οὔνομα, γῆ δὲ Σάμος.“ — Σᾶμα δὲ τίς τόδ’ ἔχωσε; —„Θεόκριτος, ὁ πρὶν ἄθικτα ἁμετέρας λύσας ἅμματα παρθενίης.“ — | |
5 | Πῶς δὲ θάνες; —„Λοχίοισιν ἐν ἄλγεσιν.“ —Εἰπὲ δέ, ποίην ἦλθες ἐς ἡλικίην. —„Δισσάκις ἑνδεκέτις.“ — Ἦ καὶ ἄπαις; —„Οὔ, ξεῖνε· λέλοιπα γὰρ ἐν νεότητι Καλλιτέλη, τριετῆ παῖδ’ ἔτι νηπίαχον.“ — Ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. —„Καὶ σόν, ὁδῖτα, | |
10 | οὔριον ἰθύνοι πάντα Τύχη βίοτον.“ | 100 in vol. 2 |
AG.7.165(p1) | [ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ, οἱ δὲ] ΑΡΧΙΟΥ | |
1 | Εἰπέ, γύναι, τίς ἔφυς. —„Πρηξώ.“ —Τίνος ἔπλεο πατρός; — „Καλλιτέλευς.“ —Πάτρας δ’ ἐκ τίνος ἐσσί; —„Σάμου.“ — Μνᾶμα δέ σου τίς ἔτευξε; —„Θεόκριτος, ὅς με σύνευνον ἤγετο.“ —Πῶς δ’ ἐδάμης; —„Ἄλγεσιν ἐν λοχίοις.“ — | |
5 | Εἰν ἔτεσιν τίσιν εὖσα; —„Δὶς ἕνδεκα.“ —Παῖδα δὲ λείπεις; — „Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων.“ — Ζωῆς τέρμαθ’ ἵκοιτο μετ’ ἀνδράσι. —„Καὶ σέο δοίη παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.“ | |
AG.7.166(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ, οἱ δὲ ΝΙΚΑΡΧΟΥ | |
1 | Τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκην ὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος, σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳ κρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν. | |
5 | ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου. | |
AG.7.167(p1) | ΤΟΥ ΑΥΤΟΥ, οἱ δὲ ΕΚΑΤΑΙΟΥ ΘΑΣΙΟΥ | |
1 | Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτου παῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης, ὅσσον ἐπ’ ὠδῖσιν καὶ μητέρα· παῖδα δὲ δαίμων ἔφθασεν οὐδ’ αὐτῶν εἴκοσιν ἠελίων. | |
5 | ὀκτωκαιδεκέτις δ’ αὐτὴ θάνον, ἄρτι τεκοῦσα, | |
ἄρτι δὲ καὶ νύμφη, πάντ’ ὀλιγοχρόνιος. | 102 in vol. 2 | |
AG.7.168(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | „Εὐχέσθω τις ἔπειτα γυνὴ τόκον,“ εἶπε Πολυξὼ γαστέρ’ ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέων· μαίης δ’ ἐν παλάμῃσι χύθη νέκυς, οἱ δ’ ἐπὶ γαῖαν ὤλισθον κοίλων ἄρσενες ἐκ λαγόνων, | |
5 | μητέρος ἐκ νεκρῆς ζωὸς γόνος. εἷς ἄρα δαίμων τῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δ’ ἔπορεν. | |
AG.7.169 | Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ’ ἀπ’ ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης ἐς Φάρον, ἥδε δ’ ἐγὼ Κεκροπίς εἰμι νέκυς. | |
5 | εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ’, ὅτ’ ἔπλωεν ἐκεῖνος τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων. Βοιίδιον δὲ καλεῦμαι ἔθ’ ὡς τότε· νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις. | |
AG.7.170(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ 〈ἢ〉 ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο· ἐκ δ’ ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει. | |
5 | Νύμφας δ’ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ’ ἐπὶ γούνοις | |
ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει. | 104 in vol. 2 | |
AG.7.171(p1) | ΜΝΑΣΑΛΚΟΥ ΣΙΚΥΩΝΙΟΥ | |
1 | Ἀμπαύσει καὶ τῇδε θοὸν πτερὸν ἱερὸς ὄρνις τᾶσδ’ ὑπὲρ ἁδείας ἑζόμενος πλατάνου. ὤλετο γὰρ Ποίμανδρος ὁ Μάλιος οὐδ’ ἔτι νεῖται ἰξὸν ἐπ’ ἀγρευταῖς χευάμενος καλάμοις. | |
AG.7.172(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων σπέρματος, ὑψιπετῆ Βιστονίαν γέρανον, ῥινοῦ χερμαστῆρος ἐύστροφα κῶλα τιταίνων Ἀλκιμένης πτανῶν εἶργον ἄπωθε νέφος· | |
5 | καί μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνα σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον ἠελίου χήρωσεν· ἴδ’, ὡς τὰ κατ’ αἰθέρα λεύσσων τοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον. | |
AG.7.173(p1) | ΔΙΟΤΙΜΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ | |
1 | Αὐτόμαται δείλῃ ποτὶ ταὐλίον αἱ βόες ἦλθον ἐξ ὄρεος πολλῇ νιφόμεναι χιόνι, αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει | |
ὕπνον, ἐκοιμήθη δ’ ἐκ πυρὸς οὐρανίου. | 106 in vol. 2 | |
AG.7.174(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύτας ἁρμόζῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου· οὐδέ σευ ἐκ καλάμων κερααὶ βόες ἁδὺ μέλισμα δέξονται σκιερᾷ πὰρ δρυῒ κεκλιμένου. | |
5 | ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος· αἱ δ’ ἐπὶ μάνδραν ὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν. | |
AG.7.175(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Οὕτω πᾶς’ ἀπόλωλε, γεωπόνε, βῶλος ἀρότροις, ἤδη καὶ τύμβους νωτοβατοῦσι βόες, ἡ δ’ ὕνις ἐν νεκύεσσι. τί τοι πλέον; ἢ πόσος οὗτος πυρός, ὃν ἐκ τέφρης κοὐ χθονὸς ἁρπάσετε; | |
5 | οὐκ αἰεὶ ζήσεσθε, καὶ ὑμέας ἄλλος ἀρώσει τοίης ἀρξαμένους πᾶσι κακοσπορίης. | |
AG.7.176(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐχ ὅτι με φθίμενον κῆδος λίπεν, ἐνθάδε κεῖμαι γυμνὸς ὑπὲρ γαίης πυροφόροιο νέκυς· ταρχύθην γὰρ ἐγὼ τὸ πρίν ποτε, νῦν δ’ ἀροτῆρος χερσὶ σιδηρείη μ’ ἐξεκύλισεν ὕνις. | |
5 | ἦ ῥα κακῶν θάνατόν τις ἔφη λύσιν, ὁππότ’ ἐμεῖο, ξεῖνε, πέλει παθέων ὕστατον οὐδὲ τάφος; | |
AG.7.177(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι. | 108 in vol. 2 |
AG.7.178(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ ΝΙΚΟΠΟΛΙΤΟΥ | |
1 | Λυδὸς ἐγώ, ναὶ Λυδός, ἐλευθερίῳ δέ με τύμβῳ, δέσποτα, Τιμάνθη τὸν σὸν ἔθευ τροφέα. εὐαίων ἀσινῆ τείνοις βίον· ἢν δ’ ὑπὸ γήρως πρός με μόλῃς, σὸς ἐγώ, δέσποτα, κἠν Ἀίδῃ. | |
AG.7.179(p1) | ΑΔΗΛΟΝ | |
1 | Σοὶ καὶ νῦν ὑπὸ γῆν, ναὶ δέσποτα, πιστὸς ὑπάρχω ὡς πάρος, εὐνοίης οὐκ ἐπιληθόμενος, ὥς με τότ’ ἐκ νούσου τρὶς ἐπ’ ἀσφαλὲς ἤγαγες ἴχνος καὶ νῦν ἀρκούσῃ τῇδ’ ὑπέθου καλύβῃ, | |
5 | Μάνην ἀγγείλας, Πέρσην γένος. εὖ δέ με ῥέξας ἕξεις ἐν χρείῃ δμῶας ἑτοιμοτέρους. | |
AG.7.180(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ἠλλάχθη θανάτοιο τεὸς μόρος, ἀντὶ δὲ σεῖο, δέσποτα, δοῦλος ἐγὼ στυγνὸν ἔπλησα τάφον, ἡνίκα σεῦ δακρυτὰ κατὰ χθονὸς ἠρία τεῦχον, ὡς ἂν ἀποφθιμένου κεῖθι δέμας κτερίσω· | |
5 | ἀμφὶ δ’ ἔμ’ ὤλισθεν γυρὴ κόνις. οὐ βαρὺς ἡμῖν ἔστ’ Ἀίδης· ζήσω τὸν σὸν ὑπ’ ἠέλιον. | |
AG.7.181(p1) | ΑΝΔΡΟΝΙΚΟΥ | |
1 | Οἰκτρὰ δὴ δνοφερὸν δόμον ἤλυθες εἰς Ἀχέροντος, Δαμοκράτεια φίλα, ματρὶ λιποῦσα γόους. ἁ δὲ σέθεν φθιμένας πολιοὺς νεοθῆγι σιδάρῳ | |
κείρατο γηραλέας ἐκ κεφαλᾶς πλοκάμους. | 110 in vol. 2 | |
AG.7.182(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οὐ γάμον, ἀλλ’ Ἀίδαν ἐπινυμφίδιον Κλεαρίστα δέξατο παρθενίας ἅμματα λυομένα. ἄρτι γὰρ ἑσπέριοι νύμφας ἐπὶ δικλίσιν ἄχευν λωτοί, καὶ θαλάμων ἐπλαταγεῦντο θύραι· | |
5 | ἠῷοι δ’ ὀλολυγμὸν ἀνέκραγον, ἐς δ’ ὑμέναιος σιγαθεὶς γοερὸν φθέγμα μεθαρμόσατο. αἱ δ’ αὐταὶ καὶ φέγγος ἐδᾳδούχουν περὶ παστῷ πεῦκαι καὶ φθιμένᾳ νέρθεν ἔφαινον ὁδόν. | |
AG.7.183(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | [Παρθενικῆς τάφος εἴμ’ Ἑλένης, πένθει δ’ ἐπ’ ἀδελφῷ] Ἅιδης τὴν Κροκάλης ἔφθασε παρθενίην· εἰς δὲ γόους ὑμέναιος ἐπαύσατο· τὰς δὲ γαμούντων ἐλπίδας οὐ θάλαμος κοίμισεν, ἀλλὰ τάφος. | |
AG.7.184(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Παρθενικῆς τάφος εἴμ’ Ἑλένης, πένθει δ’ ἐπ’ ἀδελφοῦ προφθιμένου διπλᾶ μητρὸς ἔχω δάκρυα. μνηστῆρσιν δ’ ἔλιπεν κοίν’ ἄλγεα· τὴν γὰρ ἔτ’ οὔπω | |
οὐδενὸς ἡ πάντων ἐλπὶς ἔκλαυσεν ἴσως. | 112 in vol. 2 | |
AG.7.185(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Αὐσονίη με Λίβυσσαν ἔχει κόνις, ἄγχι δὲ Ῥώμης κεῖμαι παρθενικὴ τῇδε παρὰ ψαμάθῳ· ἡ δέ με θρεψαμένη Πομπηίη ἀντὶ θυγατρὸς κλαυσαμένη τύμβῳ θῆκεν ἐλευθερίῳ, | |
5 | πῦρ ἕτερον σπεύδουσα· τὸ δ’ ἔφθασεν οὐδὲ κατ’ εὐχὴν ἡμετέρην ἧψεν λαμπάδα Φερσεφόνῃ. | |
AG.7.186(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἄρτι μὲν ἐν θαλάμοις Νικιππίδος ἡδὺς ἐπήχει λωτός, καὶ γαμικοῖς ὕμνος ἔχαιρε κρότοις. θρῆνος δ’ εἰς ὑμέναιον ἐκώμασεν· ἡ δὲ τάλαινα, οὔπω πάντα γυνή, καὶ νέκυς ἐβλέπετο. | |
5 | δακρυόεις Ἀίδη, τί πόσιν νύμφης διέλυσας, αὐτὸς ἐφ’ ἁρπαγίμοις τερπόμενος λέχεσιν; | |
AG.7.187(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἡ γρῆυς Νικὼ Μελίτης τάφον ἐστεφάνωσε παρθενικῆς. Ἀίδη, τοῦθ’ ὁσίως κέκρικας; | |
AG.7.188(p1) | ΑΝΤΩΝΙΟΥ ΘΑΛΛΟΥ | |
1 | Δύσδαιμον Κλεάνασσα, σὺ μὲν γάμῳ ἔπλεο, κούρη, ὥριος, ἀκμαίης οἷά τ’ ἐφ’ ἡλικίης· ἀλλὰ τεοῖς θαλάμοισι γαμοστόλος οὐχ Ὑμέναιος | |
οὐδ’ Ἥρης ζυγίης λαμπάδες ἠντίασαν, | 114 in vol. 2 | |
5 | πένθιμος ἀλλ’ Ἀίδης ἐπεκώμασεν, ἀμφὶ δ’ Ἐρινὺς φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα· ἤματι δ’ ᾧ νυμφεῖος ἀνήπτετο λαμπάδι παστάς, τούτῳ πυρκαϊῆς, οὐ θαλάμων ἔτυχες. | |
AG.7.189(p1) | ΑΡΙΣΤΟΔΙΚΟΥ ΡΟΔΙΟΥ | |
1 | Οὐκέτι δή σε, λίγεια, κατ’ ἀφνεὸν Ἀλκίδος οἶκον, ἀκρί, μελιζομέναν ὄψεται Ἀέλιος· ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμένου πεπότησαι καὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνας. | |
AG.7.190(p1) | ΑΝΥΤΗΣ, [οἱ δὲ ΛΕΩΝΙΔΟΥ] | |
1 | Ἀκρίδι, τᾷ κατ’ ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ, παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς παίγνι’ ὁ δυσπειθὴς ᾤχετ’ ἔχων Ἀίδας. | |
AG.7.191(p1) | ΑΡΧΙΟΥ | |
1 | Ἁ πάρος ἀντίφθογγον ἀποκλάγξασα νομεῦσι πολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχθυβόλοις, πολλάκι δὲ κρέξασα πολύθροον οἷά τις ἀχὼ κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν, | |
5 | νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσα | |
κεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα. | 116 in vol. 2 | |
AG.7.192(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Οὐκέτι δὴ πτερύγεσσι λιγυφθόγγοισιν ἀείσεις, ἀκρί, κατ’ εὐκάρπους αὔλακας ἑζομένα, οὐδέ με κεκλιμένον σκιερὰν ὑπὸ φυλλάδα τέρψεις, ξουθᾶν ἐκ πτερύγων ἁδὺ κρέκουσα μέλος. | |
AG.7.193(p1) | ΣΙΜΙΟΥ | |
1 | Τάνδε κατ’ εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶ πτώσσουσαν βρομίας οἰνάδος ἐν πετάλοις, ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη, τερπνὰ δι’ ἀγλώσσου φθεγγομένα στόματος. | |
AG.7.194(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Ἀκρίδα Δαμοκρίτου μελεσίπτερον ἅδε θανοῦσαν ἄργιλος δολιχὰν ἀμφὶ κέλευθον ἔχει, ἇς καί, ὅτ’ ἰθύσειε πανέσπερον ὕμνον ἀείδειν, πᾶν μέλαθρον μολπᾶς ἴαχ’ ὑπ’ εὐκελάδου. | |
AG.7.195(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἀκρίς, ἐμῶν ἀπάτημα πόθων, παραμύθιον ὕπνου, ἀκρίς, ἀρουραίη Μοῦσα λιγυπτέρυγε, αὐτοφυὲς μίμημα λύρας, κρέκε μοί τι ποθεινὸν ἐγκρούουσα φίλοις ποσσὶ λάλους πτέρυγας, | |
5 | ὥς με πόνων ῥύσαιο παναγρύπνοιο μερίμνης, ἀκρί, μιτωσαμένη φθόγγον ἐρωτοπλάνον. δῶρα δέ σοι γήτειον ἀειθαλὲς ὀρθρινὰ δώσω | |
καὶ δροσερὰς στόματι σχιζομένας ψακάδας. | 118 in vol. 2 | |
AG.7.196(p1) | ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἀχήεις τέττιξ, δροσεραῖς σταγόνεσσι μεθυσθεὶς ἀγρονόμαν μέλπεις μοῦσαν ἐρημολάλον· ἄκρα δ’ ἐφεζόμενος πετάλοις πριονώδεσι κώλοις αἰθίοπι κλάζεις χρωτὶ μέλισμα λύρας. | |
5 | ἀλλά, φίλος, φθέγγου τι νέον δενδρώδεσι Νύμφαις παίγνιον, ἀντῳδὸν Πανὶ κρέκων κέλαδον, ὄφρα φυγὼν τὸν Ἔρωτα μεσημβρινὸν ὕπνον ἀγρεύσω ἐνθάδ’ ὑπὸ σκιερῇ κεκλιμένος πλατάνῳ. | |
AG.7.197(p1) | ΦΑΕΝΝΟΥ | |
1 | Δαμοκρίτῳ μὲν ἐγώ, λιγυρὰν ὅκα μοῦσαν ἐνείην ἀκρὶς ἀπὸ πτερύγων, τὸν βαθὺν ἆγον ὕπνον· Δαμόκριτος δ’ ἐπ’ ἐμοὶ τὸν ἐοικότα τύμβον, ὁδῖτα, ἐγγύθεν Ὠρωποῦ χεῦεν ἀποφθιμένᾳ. | |
AG.7.198(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Εἰ καὶ μικρὸς ἰδεῖν καὶ ἐπ’ οὔδεος, ὦ παροδῖτα, λᾶας ὁ τυμβίτης ἄμμιν ἐπικρέμαται, αἰνοίης, ὤνθρωπε, Φιλαινίδα· τὴν γὰρ ἀοιδὸν ἀκρίδα, τὴν εὖσαν τὸ πρὶν ἀκανθοβάτιν, | |
5 | διπλοῦς ἐς λυκάβαντας ἐφίλατο, τὴν καλαμῖτιν, καὶ θρέψ’ ὑμνιδίῳ χηραμένην πατάγῳ· καί μ’ οὐδὲ φθιμένην ἀπανήνατο, τοῦτο δ’ ἐφ’ ἡμῖν | |
τὠλίγον ὤρθωσεν σᾶμα πολυστροφίης. | 120 in vol. 2 | |
AG.7.199(p1) | ΤΥΜΝΕΩ | |
1 | Ὄρνεον ὦ Χάρισιν μεμελημένον, ὦ παρόμοιον ἀλκυόσιν τὸν σὸν φθόγγον ἰσωσάμενον, ἡρπάσθης, φίλε λαιέ· σὰ δ’ ἤθεα καὶ τὸ σὸν ἡδὺ πνεῦμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί. | |
AG.7.200(p1) | ΝΙΚΙΟΥ | |
1 | Οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸς ἑλιχθεὶς τέρψομ’ ἀπὸ ῥαδινῶν φθόγγον ἱεὶς πτερύγων· χεῖρα γὰρ εἰς ἀρεὰν παιδὸς πέσον, ὅς με λαθραίως μάρψεν ἐπὶ χλωρῶν ἑζόμενον πετάλων. | |
AG.7.201(p1) | ΠΑΜΦΙΛΟΥ | |
1 | Οὐκέτι δὴ χλωροῖσιν ἐφεζόμενος πετάλοισιν ἁδεῖαν μέλπων ἐκπροχέεις ἰαχάν, ἀλλά σε γαρύοντα κατήναρεν, ἠχέτα τέττιξ, παιδὸς † ἀπηιθέου χεὶρ ἀναπεπταμένα. | |
AG.7.202(p1) | ΑΝΥΤΗΣ | |
1 | Οὐκέτι μ’ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος· ἦ γάρ ς’ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν | |
ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα. | 122 in vol. 2 | |
AG.7.203(p1) | ΣΙΜΙΟΥ | |
1 | Οὐκέτ’ ἀν’ ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ, ἠχήεσσαν ἱεῖς γῆρυν ἀπὸ στομάτων, θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης· ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν. | |
AG.7.204(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Οὐκέτι που, τλῆμον σκοπέλων μετανάστρια πέρδιξ, πλεκτὸς λεπταλέοις οἶκος ἔχει σε λύγοις, οὐδ’ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων. | |
5 | σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἆλλα δὲ πάντα ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν. νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα, μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσῃ. | |
AG.7.205(p1) | ΤΟΥ ΑΥΤΟΥ ΑΓΑΘΙΟΥ | |
1 | Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις; οὔ σε, φίλη πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω, ἀλλ’ ἐπὶ σοὶ κτείνω τὴν σέθεν ἀντιβίην. | |
5 | ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω, | |
ὅσς’ ἐπ’ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ. | 124 in vol. 2 | |
AG.7.206(p1) | ΔΑΜΟΧΑΡΙΔΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἀνδροβόρων ὁμότεχνε κυνῶν, αἴλουρε κακίστη, τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων. κτήτορος Ἀγαθίαο τεοῦ πέρδικα φαγοῦσα λυπεῖς, ὡς αὐτὸν κτήτορα δασσαμένη. | |
5 | καὶ σὺ μὲν ἐν πέρδιξιν ἔχεις νόον, οἱ δὲ μύες νῦν ὀρχοῦνται τῆς σῆς δραξάμενοι σπατάλης. | |
AG.7.207(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Τὸν ταχύπουν, ἔτι παῖδα συναρπασθέντα τεκούσης ἄρτι μ’ ἀπὸ στέρνων, οὐατόεντα λαγὼν ἐν κόλποις στέργουσα διέτρεφεν ἁ γλυκερόχρως Φανίον, εἰαρινοῖς ἄνθεσι βοσκόμενον. | |
5 | οὐδέ με μητρὸς ἔτ’ εἶχε πόθος, θνῄσκω δ’ ὑπὸ θοίνης ἀπλήστου πολλῇ δαιτὶ παχυνόμενος. καί μου πρὸς κλισίαις κρύψεν νέκυν, ὡς ἐν ὀνείροις αἰὲν ὁρᾶν κοίτης γειτονέοντα τάφον. | |
AG.7.208(p1) | ΑΝΥΤΗΣ ΛΥΡΙΚΗΣ | |
1 | Μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης τύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς | |
ζέσς’, ἐπὶ δ’ ἀργαλέᾳ βῶλον ἔδευσε φονᾷ. | 126 in vol. 2 | |
AG.7.209(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Αὐτοῦ σοὶ παρ’ ἅλωνι, δυηπαθὲς ἐργάτα μύρμηξ, ἠρίον ἐκ βώλου διψάδος ἐκτισάμαν, ὄφρα σε καὶ φθίμενον Δηοῦς σταχυητρόφος αὖλαξ θέλγῃ ἀροτραίῃ κείμενον ἐν θαλάμῃ. | |
AG.7.210(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄρτι νεηγενέων σε, χελιδονί, μητέρα τέκνων, ἄρτι σε θάλπουσαν παῖδας ὑπὸ πτέρυγι, ἀίξας ἔντοσθε νεοσσοκόμοιο καλιῆς νόσφισεν ὠδίνων τετραέλικτος ὄφις· | |
5 | καὶ σὲ κινυρομέναν ὁπότ’ ἀθρόος ἦλθε δαΐζων, ἤριπεν ἐσχαρίου λάβρον ἐπ’ ἄσθμα πυρός. ὣς θάνεν ἠλιτοεργός· ἴδ’, ὡς Ἥφαιστος ἀμύντωρ τὰν ἀπ’ Ἐριχθονίου παιδὸς ἔσωσε γονάν. | |
AG.7.211(p1) | ΤΥΜΝΕΩ | |
1 | Τῇδε τὸν ἐκ Μελίτης ἀργὸν κύνα φησὶν ὁ πέτρος ἴσχειν, Εὐμήλου πιστότατον φύλακα. Ταῦρόν μιν καλέεσκον, ὅτ’ ἦν ἔτι· νῦν δὲ τὸ κείνου φθέγμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί. | |
AG.7.212(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Αἰθυίας, ξένε, τόνδε ποδηνέμου ἔννεπε τύμβον, τᾶς ποτ’ ἐλαφρότατον χέρσος ἔθρεψε γόνυ· πολλαῖς γὰρ νάεσσιν ἰσόδρομον ἄνυσε μᾶκος, | |
ὄρνις ὅπως δολιχὰν ἐκπονέουσα τρίβον. | 128 in vol. 2 | |
AG.7.213(p1) | ΑΡΧΙΟΥ | |
1 | Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριθηλέος ἔρνεσι πεύκας ἥμενος ἢ σκιερᾶς ἀκροκόμου πίτυος ἔκρεκες εὐτάρσοιο δι’ ἰξύος, ἀχέτα, μολπάν, τέττιξ, οἰονόμοις τερπνότερον χέλυος. | |
5 | νῦν δέ σε μυρμάκεσσιν ὑπ’ εἰνοδίοισι δαμέντα Ἄϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός. εἰ δ’ ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων Μαιονίδας γρίφοις ἰχθυβόλων ἔθανεν. | |
AG.7.214(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκέτι παφλάζοντα διαΐσσων βυθὸν ἅλμης, δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας, οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν· | |
5 | οὐδὲ σύ γ’, ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα. ἦ γὰρ ἴσον πρηῶνι Μαλείης ὡς ἐκυκήθη κῦμα, πολυψήφους ὦσέ ς’ ἐπὶ ψαμάθους. | |
AG.7.215(p1) | ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ | |
1 | Οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν αὐχέν’ ἀναρρίψω βυσσόθεν ὀρνύμενος, οὐδὲ παρ’ εὐσκάλμοιο νεὼς περικαλλέα χείλη ποιφυξῶ τἀμᾷ τερπόμενος προτομᾷ· | |
5 | ἀλλά με πορφυρέα πόντου νοτὶς ὦς’ ἐπὶ χέρσον, | |
κεῖμαι δὲ † ῥαδινὰν τάνδε παρ’ ἠιόνα. | 130 in vol. 2 | |
AG.7.216(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Κύματα καὶ τρηχύς με κλύδων ἐπὶ χέρσον ἔσυρεν δελφῖνα, ξείνοις καινὸν ὅραμα τύχης. ἀλλ’ ἐπὶ μὲν γαίης ἐλέῳ τόπος· οἱ γὰρ ἰδόντες εὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες· | |
5 | νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳ πίστις, ὃς οὐδ’ ἰδίης φείσατο συντροφίης; | |
AG.7.217(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ἀρχεάνασσαν ἔχω, τὰν ἐκ Κολοφῶνος ἑταίραν, ἇς καὶ ἐπὶ ῥυτίδων ὁ γλυκὺς ἕζετ’ Ἔρως. ἆ νέον ἥβης ἄνθος ἀποδρέψαντες ἐρασταὶ πρωτοβόλου, δι’ ὅσης ἤλθετε πυρκαϊῆς. | |
AG.7.218(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι θρυπτομένην, ἁπαλῆς Κύπριδος ἁβροτέραν Λαΐδ’ ἔχω, πολιῆτιν ἁλιζώνοιο Κορίνθου, Πειρήνης λευκῶν φαιδροτέρην λιβάδων, | |
5 | τὴν θνητὴν Κυθέρειαν, ἐφ’ ᾗ μνηστῆρες ἀγαυοὶ πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος, δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην· | |
ἧς καὶ ὑπ’ εὐώδει τύμβος ὄδωδε κρόκῳ, ἧς ἔτι κηώεντι μύρῳ τὸ διάβροχον ὀστεῦν | 132 in vol. 2 | |
10 | καὶ λιπαραὶ θυόεν ἄσθμα πνέουσι κόμαι· ἧς ἔπι καλὸν ἄμυξε κάτα ῥέθος Ἀφρογένεια καὶ γοερὸν λύζων ἐστονάχησεν Ἔρως. εἰ δ’ οὐ πάγκοινον δούλην θέτο κέρδεος εὐνήν, Ἑλλὰς ἂν ὡς Ἑλένης τῆσδ’ ὕπερ ἔσχε πόνον. | |
AG.7.219(p1) | ΠΟΜΠΗΙΟΥ ΝΕΩΤΕΡΟΥ | |
1 | Ἡ τὸ καλὸν καὶ πᾶσιν ἐράσμιον ἀνθήσασα, ἡ μούνη Χαρίτων λείρια δρεψαμένη οὐκέτι χρυσοχάλινον ὁρᾷ δρόμον Ἠελίοιο Λαΐς, ἐκοιμήθη δ’ ὕπνον ὀφειλόμενον, | |
5 | κώμους καὶ τὰ νέων ζηλώματα καὶ τὰ ποθεύντων κνίσματα καὶ μύστην λύχνον ἀπειπαμένη. | |
AG.7.220(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀγχικέλευθον Λαΐδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει. δάκρυ δ’ ἐπισπείσας· „Χαίροις, γύναι· ἐκ γὰρ ἀκουῆς οἰκτείρω σε,“ ἔφην, „ἣν πάρος οὐκ ἰδόμην. | |
5 | ἆ πόσον ἠιθέων νόον ἤκαχες· ἀλλ’ ἴδε, Λήθην | |
ναίεις, ἀγλαΐην ἐν χθονὶ κατθεμένη.“ | 134 in vol. 2 | |
AG.7.221(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἀκμαίη πρὸς ἔρωτα καὶ ἡδέα Κύπριδος ἔργα, Πατροφίλα, κανθοὺς τοὺς γλυκεροὺς ἔμυσας· ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα χὠ μετ’ ἀοιδῆς ψαλμὸς καὶ κυλίκων αἱ λαμυραὶ προπόσεις. | |
5 | Ἅιδη δυσκίνητε, τί τὴν ἐπέραστον ἑταίρην ἥρπασας; ἢ καὶ σὴν Κύπρις ἔμηνε φρένα; | |
AG.7.222(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ἐνθάδε τῆς τρυφερῆς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται Τρυγόνιον, σαβακῶν ἄνθεμα Σαλμακίδων, ᾗ καλύβη καὶ δοῦμος ἐνέπρεπεν, ᾗ φιλοπαίγμων στωμυλίη, Μήτηρ ἣν ἐφίλησε θεῶν, | |
5 | ἡ μούνη στέρξασα τὰ Κύπριδος ἀμφὶ γυναικῶν ὄργια καὶ φίλτρων Λαΐδος ἁψαμένη. φῦε κατὰ στήλης, ἱερὴ κόνι, τῇ φιλοβάκχῳ μὴ βάτον, ἀλλ’ ἁπαλὰς λευκοΐων κάλυκας. | |
AG.7.223(p1) | ΘΥΙΛΛΟΥ | |
1 | Ἡ κροτάλοις ὀρχηστρὶς Ἀρίστιον, ἡ περὶ πεύκαις καὶ Κυβέλῃ πλοκάμους ῥῖψαι ἐπισταμένη, ἡ λωτῷ κερόεντι φορουμένη, ἡ τρὶς ἐφεξῆς εἰδυῖ’ ἀκρήτου χειλοποτεῖν κύλικας | |
5 | ἐνθάδ’ ὑπὸ πτελέαις ἀναπαύεται, οὐκέτ’ ἔρωτι, οὐκέτι παννυχίδων τερπομένη καμάτοις. κῶμοι καὶ μανίαι, μέγα χαίρετε· κεῖθ’ 〈ὑπὸ τύμβῳ〉 | |
ἡ τὸ πρὶν στεφάνων ἄνθεσι κρυπτομένη. | 136 in vol. 2 | |
AG.7.224 | Εἴκοσι Καλλικράτεια καὶ ἐννέα τέκνα τεκοῦσα οὐδ’ ἑνὸς οὐδὲ μιῆς ἐδρακόμην θάνατον· ἀλλ’ ἑκατὸν καὶ πέντε διηνυσάμην ἐνιαυτοὺς σκίπωνι τρομερὰν οὐκ ἐπιθεῖσα χέρα. | |
AG.7.225 | Ψήχει καὶ πέτρην ὁ πολὺς χρόνος οὐδὲ σιδήρου φείδεται, ἀλλὰ μιῇ πάντ’ ὀλέκει δρεπάνῃ· ὣς καὶ Λαέρταο τόδ’ ἠρίον, ὃ σχεδὸν ἀκτᾶς βαιὸν ἄπο, ψυχρῶν λείβεται ἐξ ὑετῶν. | |
5 | οὔνομα μὴν ἥρωος ἀεὶ νέον· οὐ γὰρ ἀοιδὰς ἀμβλύνειν αἰών, κἢν ἐθέλῃ, δύναται. | |
AG.7.226(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ | |
1 | Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα πᾶς’ ἐπὶ πυρκαϊῆς ἥδ’ ἐβόησε πόλις. οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης ἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης. | |
AG.7.227(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Οὐδὲ λέων ὣς δεινὸς ἐν οὔρεσιν ὡς ὁ Μίκωνος υἱὸς Κριναγόρης ἐν σακέων πατάγῳ. εἰ δὲ κάλυμμ’ ὀλίγον, μὴ μέμφεο· μικρὸς ὁ χῶρος, | |
ἀλλ’ ἄνδρας πολέμου τλήμονας οἶδε φέρειν. | 138 in vol. 2 | |
AG.7.228 | Αὑτῷ καὶ τεκέεσσι γυναικί τε τύμβον ἔδειμεν Ἀνδροτίων· οὔπω δ’ οὐδενός εἰμι τάφος. οὕτω καὶ μείναιμι πολὺν χρόνον· εἰ δ’ ἄρα καὶ δεῖ, δεξαίμην ἐν ἐμοὶ τοὺς προτέρους προτέρους. | |
AG.7.229(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Τᾷ Πιτάνᾳ Θρασύβουλος ἐπ’ ἀσπίδος ἤλυθεν ἄπνους, ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δ’ ὁ πρέσβυς παῖδ’ ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τιθείς· | |
5 | „Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δὲ σέ, τέκνον, ἄδακρυς θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.“ | |
AG.7.230(p1) | ΕΡΥΚΙΟΥ ΚΥΖΙΚΗΝΟΥ | |
1 | Ἁνίκ’ ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ, πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα, αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχαν εἶπε διὰ πλατέων ὠσαμένα λαγόνων· | |
5 | „Κάτθανε, μηδ’ ἐχέτω Σπάρτα ψόγον· οὐ γὰρ ἐκείνα | |
ἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.“ | 140 in vol. 2 | |
AG.7.231(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Ὧδ’ ὑπὲρ Ἀμβρακίας ὁ βοαδρόμος ἀσπίδ’ ἀείρας τεθνάμεν ἢ φεύγειν εἵλετ’ Ἀρισταγόρας, υἱὸς ὁ Θευπόμπου. μὴ θαῦμ’ ἔχε· Δωρικὸς ἀνὴρ πατρίδος, οὐχ ἥβας ὀλλυμένας ἀλέγει. | |
AG.7.232(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Λύδιον οὖδας ἔχει τόδ’ Ἀμύντορα, παῖδα Φιλίππου, πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης· οὐδέ μιν ἀλγινόεσσα νόσος δόμον ἄγαγε Νυκτός, ἀλλ’ ὄλετ’ ἀμφ’ ἑτάρῳ σχὼν κυκλόεσσαν ἴτυν· | |
AG.7.233(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Αἴλιος, Αὐσονίης στρατιῆς πρόμος, ὁ χρυσέοισι στέμμασι σωρεύσας αὐχένας ὁπλοφόρους, νοῦσον ὅτ’ εἰς ὑπάτην ὠλίσθανε τέρμα τ’ ἄφυκτον εἶδεν, ἀριστείην ἐμφανίσας ἰδίην | |
5 | πήξαθ’ ὑπὸ σπλάγχνοισιν ἑὸν ξίφος εἶπέ τε θνῄσκων· | |
„Αὐτὸς ἑκὼν ἐδάμην, μὴ νόσος εὖχος ἔχῃ.“ | 142 in vol. 2 | |
AG.7.234(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Αἴλιος, ὁ θρασύχειρ Ἄργους πρόμος, ὁ ψελιώσας αὐχένα χρυσοδέτοις ἐκ πολέμου στεφάνοις, τηξιμελεῖ νούσῳ κεκολουμένος ἔδρακε θυμῷ ἐς προτέρην ἔργων ἄρσενα μαρτυρίην, | |
5 | ὦσε δ’ ὑπὸ σπλάγχνοις πλατὺ φάσγανον ἓν μόνον εἰπών· „Ἄνδρας Ἄρης κτείνει, δειλοτέρους δὲ νόσος.“ | |
AG.7.235(p1) | ΔΙΟΔΩΡΟΥ ΤΑΡΣΕΩΣ | |
1 | Μὴ μέτρει Μάγνητι τὸ πηλίκον οὔνομα τύμβῳ μηδὲ Θεμιστοκλέους ἔργα σε λανθανέτω· τεκμαίρου Σαλαμῖνι καὶ ὁλκάσι τὸν φιλόπατριν, γνώσῃ δ’ ἐκ τούτων μείζονα Κεκροπίης. | |
AG.7.236(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος, ἀλλὰ κέχωσμαι Ἑλλήνων φθονερῆς σῆμα κακοκρισίης. | |
AG.7.237(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Οὔρεά μευ καὶ πόντον ὑπὲρ τύμβοιο χάρασσε καὶ μέσον ἀμφοτέρων μάρτυρα Λητοΐδην ἀενάων τε βαθὺν ποταμῶν ῥόον, οἵ ποτε ῥείθροις Ξέρξου μυριόναυν οὐχ ὑπέμειναν Ἄρην· | |
5 | ἔγγραφε καὶ Σαλαμῖνα, Θεμιστοκλέους ἵνα σῆμα | |
κηρύσσει Μάγνης δῆμος ἀποφθιμένου. | 144 in vol. 2 | |
AG.7.238(p1) | ΑΔΑΙΟΥ | |
1 | Ἠμαθίην ὃς πρῶτος ἐς Ἄρεα βῆσα Φίλιππος, Αἰγαίην κεῖμαι βῶλον ἐφεσσάμενος, ῥέξας οἷ’ οὔπω βασιλεὺς τὸ πρίν· εἰ δέ τις αὐχεῖ μεῖζον ἐμεῦ, καὶ τοῦθ’ αἵματος ἡμετέρου. | |
AG.7.239(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Φθίσθαι Ἀλέξανδρον ψευδὴς φάτις, εἴπερ ἀληθὴς Φοῖβος· ἀνικήτων ἅπτεται οὐδ’ Ἀίδης. | |
AG.7.240(p1) | ΑΔΑΙΟΥ | |
1 | Τύμβον Ἀλεξάνδροιο Μακηδόνος ἤν τις ἀείδῃ, ἠπείρους κείνου σῆμα λέγ’ ἀμφοτέρας. | |
AG.7.241(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Μυρία τοι, Πτολεμαῖε, πατήρ, ἔπι, μυρία μάτηρ τειρομένα θαλεροὺς ᾐκίσατο πλοκάμους· πολλὰ τιθηνητὴρ ὀλοφύρατο, χερσὶν ἀμήσας ἀνδρομάχοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν· | |
5 | ἁ μεγάλα δ’ Αἴγυπτος ἑὰν ὠλόψατο χαίταν, καὶ πλατὺς Εὐρώπας ἐστονάχησε δόμος· καὶ δ’ αὐτὰ διὰ πένθος ἀμαυρωθεῖσα Σελάνα ἄστρα καὶ οὐρανίας ἀτραπιτοὺς ἔλιπεν. ὤλεο γὰρ διὰ λοιμόν, ὅλας θοινήτορα χέρσου, | |
10 | πρὶν πατέρων νεαρᾷ σκᾶπτρον ἑλεῖν παλάμᾳ· οὐδέ σε νὺξ ἐκ νυκτὸς ἐδέξατο· δὴ γὰρ ἄνακτας | |
τοίους οὐκ Ἀίδας, Ζεὺς δ’ ἐς Ὄλυμπον ἄγει. | 146 in vol. 2 | |
AG.7.242(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Οἵδε πάτραν πολύδακρυν ἐπ’ αὐχένι δεσμὸν ἔχουσαν ῥυόμενοι δνοφερὰν ἀμφεβάλοντο κόνιν· ἄρνυνται δ’ ἀρετᾶς αἶνον μέγαν. ἀλλά τις ἀστῶν τούσδ’ ἐσιδὼν θνᾴσκειν τλάτω ὑπὲρ πατρίδος· | |
AG.7.243(p1) | ΛΟΛΛΙΟΥ ΒΑΣΣΟΥ | |
1 | Φωκίδι πὰρ πέτρῃ δέρκευ τάφον· εἰμὶ δ’ ἐκείνων τῶν ποτε μηδοφόνων μνᾶμα τριηκοσίων, οἳ Σπάρτας ἀπὸ γᾶς τηλοῦ πέσον ἀμβλύναντες Ἄρεα καὶ Μῆδον καὶ Λακεδαιμόνιον. | |
5 | ἣν δ’ ἐσορῇς ἐπ’ ἐμεῖ’ εὐβόστρυχον εἰκόνα θηρός, ἔννεπε τοῦ ταγοῦ μνᾶμα Λεωνίδεω. | |
AG.7.244(p1) | ΓΑΙΤΟΥΛΙΚΟΥ | |
1 | Δισσὰ τριηκοσίων τάδε φάσγανα θούριος Ἄρης ἔσπασεν Ἀργείων καὶ Λακεδαιμονίων, ἔνθα μάχην ἔτλημεν ἀνάγγελον, ἄλλος ἐπ’ ἄλλον πίπτοντες· Θυρέα δ’ ἦσαν ἄεθλα δορός. | |
AG.7.245(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Ὦ Χρόνε, παντοίων θνητοῖς πανεπίσκοπε δαῖμον, ἄγγελος ἡμετέρων πᾶσι γενοῦ παθέων· ὡς ἱερὰν σῴζειν πειρώμενοι Ἑλλάδα χώραν | |
Βοιωτῶν κλεινοῖς θνῄσκομεν ἐν δαπέδοις. | 148 in vol. 2 | |
AG.7.246(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Ἰσσοῦ ἐπὶ προμολῇσιν ἁλὸς παρὰ κῦμα Κιλίσσης ἄγριον αἱ Περσῶν κείμεθα μυριάδες, ἔργον Ἀλεξάνδροιο Μακηδόνος, οἵ ποτ’ ἄνακτι Δαρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα. | |
AG.7.247(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδ’ ἐπὶ τύμβῳ Θεσσαλίας τρισσαὶ κείμεθα μυριάδες, Ἠμαθίῃ μέγα πῆμα· τὸ δὲ θρασὺ κεῖνο Φιλίππου πνεῦμα θοῶν ἐλάφων ᾤχετ’ ἐλαφρότερον. | |
AG.7.248(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο ἐκ Πελοποννάσου χιλιάδες τέτορες. | |
AG.7.249(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ὦ ξεῖν’, ἀγγέλλειν Λακεδαιμονίοις, ὅτι τῇδε | |
κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι. | 150 in vol. 2 | |
AG.7.250(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι [δουλοσύνης· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα ἥψαμεν ἀργαλέης μνήματα ναυμαχίης. | |
5 | ὀστέα δ’ ἧμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος ἀντ’ εὐεργεσίης μνῆμ’ ἐπέθηκε τόδε]. | |
AG.7.251(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες κυάνεον θανάτου ἀμφεβάλοντο νέφος· οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφ’ ἀρετὴ καθύπερθε κυδαίνους’ ἀνάγει δώματος ἐξ Ἀίδεω. | |
AG.7.252(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Οἵδ’ Ἀίδαν στέρξαντες ἐνώπιον οὐχ, ἅπερ ἄλλος, στάλαν, ἀλλ’ Ἀρετὰν ἀντ’ ἀρετᾶς ἔλαχον. | |
AG.7.253(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον, ἡμῖν ἐκ πάντων τοῦτ’ ἀπένειμε τύχη· Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι | |
κείμεθ’ ἀγηράτῳ χρώμενοι εὐλογίῃ. | 152 in vol. 2 | |
AG.7.254(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Χαίρετ’, ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες, κοῦροι Ἀθηναίων ἔξοχοι ἱπποσύνᾳ, οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθ’ ἥβην πλείστοις Ἑλλάνων ἀντία μαρνάμενοι. | |
AG.7254b(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι οὐ κατὰ τοῦτ’ ἐλθών, ἀλλὰ κατ’ ἐμπορίαν. | |
AG.7.255(p1) | ΑΙΣΧΥΛΟΥ | |
1 | Κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδρας Μοῖρα πολύρρηνον πατρίδα ῥυομένους. ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοις τλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν. | |
AG.7.256(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Οἵδε ποτ’ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες Ἐκβατάνων πεδίῳ κείμεθ’ ἐνὶ μεσάτῳ. χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια· χαίρετ’, Ἀθῆναι, γείτονες Εὐβοίης· χαῖρε, θάλασσα φίλη. | |
AG.7.257(p1) | ΑΔΗΛΟΝ | |
1 | Παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντες | |
ἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύνην. | 154 in vol. 2 | |
AG.7.258(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Οἵδε παρ’ Εὐρυμέδοντά ποτ’ ἀγλαὸν ὤλεσαν ἥβην μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις αἰχμηταί, πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν· κάλλιστον δ’ ἀρετῆς μνῆμ’ ἔλιπον φθίμενοι. | |
AG.7.259(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων κείμεθα· θεῦ, γαίης ὅσσον ἀφ’ ἡμετέρης. | |
AG.7.260(p1) | ΚΑΡΦΥΛΛΙΔΟΥ | |
1 | Μὴ μέμψῃ παριὼν τὰ μνήματά μου, παροδῖτα· οὐδὲν ἔχω θρήνων ἄξιον οὐδὲ θανών. τέκνων τέκνα λέλοιπα· μιῆς ἀπέλαυσα γυναικὸς συγγήρου· τρισσοῖς παισὶν ἔδωκα γάμους, | |
5 | ἐξ ὧν πολλάκι παῖδας ἐμοῖς ἐνεκοίμισα κόλποις, οὐδενὸς οἰμώξας οὐ νόσον, οὐ θάνατον· οἵ με κατασπείσαντες ἀπήμονα τὸν γλυκὺν ὕπνον κοιμᾶσθαι χώρην πέμψαν ἐπ’ εὐσεβέων. | |
AG.7.261(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Τί πλέον εἰς ὠδῖνα πονεῖν, τί δὲ τέκνα τεκέσθαι, ἣ τέκοι εἰ μέλλει παιδὸς ὁρᾶν θάνατον; ἠιθέῳ γὰρ σῆμα Βιάνορι χεύατο μήτηρ· | |
ἔπρεπε δ’ ἐκ παιδὸς μητέρα τοῦδε τυχεῖν. | 156 in vol. 2 | |
AG.7.262(p1) | [ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΚΟΥ] | |
1 | Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ’ αὐτῷ· „Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.“ | |
AG.7.263(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ | |
1 | Καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ. ὥρη γάρ σε πέδησεν ἀνέγγυος, ὑγρὰ δὲ τὴν σὴν κύματ’ ἀφ’ ἱμερτὴν ἔκλυσεν ἡλικίην. | |
AG.7.264(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Εἴη ποντοπόρῳ πλόος οὔριος· ἢν δ’ ἄρ’ ἀήτης, ὡς ἐμέ, τοῖς Ἀίδεω προσπελάσῃ λιμέσι, μεμφέσθω μὴ λαῖτμα κακόξενον, ἀλλ’ ἕο τόλμαν, ὅστις ἀφ’ ἡμετέρου πείσματ’ ἔλυσε τάφου. | |
AG.7.265(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ναυηγοῦ τάφος εἰμί, ὁ δ’ ἀντίον ἐστὶ γεωργοῦ· ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστ’ Ἀίδης. | |
AG.7.266(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ναυηγοῦ τάφος εἰμὶ Διοκλέος· οἱ δ’ ἀνάγονται, | |
φεῦ τόλμης, ἀπ’ ἐμεῦ πείσματα λυσάμενοι. | 158 in vol. 2 | |
AG.7.267(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει. φρίσσω κύματος ἦχον, ἐμὸν μόρον. ἀλλὰ καὶ οὕτως χαίρετε, Νικήτην οἵτινες οἰκτίσατε. | |
AG.7.268(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ναυηγόν με δέδορκας· ὃν ἡ κτείνασα θάλασσα γυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο, ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μ’ ἀπέδυσε, τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος. | |
5 | κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰς Ἀίδαο φέροιτο, καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος. | |
AG.7.269(p1) | ΤΟΥ ΑΥΤΟΥ ΠΛΑΤΩΝΟΣ | |
1 | Πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν· ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι. | |
AG.7.270(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Τούσδε ποτ’ ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας | |
ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν. | 160 in vol. 2 | |
AG.7.271(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν· νῦν δ’ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ’ ἐκείνου οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα. | |
AG.7.272(p1) | ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ’ ἐνὶ πόντῳ ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην, ἔμπορος Αἰγίνηθεν ὅτ’ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ νεκρός, ἐγὼ δ’ ἄλλως οὔνομα τύμβος ἔχων | |
5 | κηρύσσω πανάληθες ἔπος τόδε· „Φεῦγε θαλάσσῃ συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.“ | |
AG.7.273(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Εὔρου με τρηχεῖα καὶ αἰπήεσσα καταιγὶς καὶ νὺξ καὶ δνοφερῆς κύματα πανδυσίης ἔβλαψ’ Ὠρίωνος· ἀπώλισθον δὲ βίοιο Κάλλαισχρος, Λιβυκοῦ μέσσα θέων πελάγευς. | |
5 | κἀγὼ μὲν πόντῳ δινεύμενος ἰχθύσι κύρμα οἴχημαι· ψεύστης δ’ οὗτος ἔπεστι λίθος. | |
AG.7.274(p1) | ΟΝΕΣΤΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Οὔνομα κηρύσσω Τιμοκλέος εἰς ἅλα πικρὴν πάντῃ σκεπτομένη, ποῦ ποτ’ ἄρ’ ἐστὶ νέκυς. αἰαῖ, τὸν δ’ ἤδη φάγον ἰχθύες, ἡ δὲ περισσὴ | |
πέτρος ἐγὼ τὸ μάτην γράμμα τυπωθὲν ἔχω. | 162 in vol. 2 | |
AG.7.275(p1) | ΓΑΙΤΟΥΛΙΚΟΥ | |
1 | Ἁ Πέλοπος νᾶσος καὶ δύσπλοος ὤλεσε Κρήτα καὶ Μαλέου τυφλαὶ καμπτομένου σπιλάδες Δάμιδος Ἀστυδάμαντα Κυδώνιον. ἀλλ’ ὁ μὲν ἤδη ἔπλησεν θηρῶν νηδύας εἰναλίων, | |
5 | τὸν ψεύσταν δέ με τύμβον ἐπὶ χθονὶ θέντο. τί θαῦμα, Κρῆτες ὅπου ψεῦσται καὶ Διὸς ἔστι τάφος; | |
AG.7.276(p1) | ΗΓΗΣΙΠΠΟΥ | |
1 | Ἐξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς ἄνδρα, πολύκλαυτον ναυτιλίης σκύβαλον· κέρδεα δ’ οὐκ ἐδίωξαν, ἃ μὴ θέμις, ἀλλὰ σὺν αὐτοῖς ἰχθύσι τῇδ’ ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ. | |
5 | ὦ χθών, τὸν ναυηγὸν ἔχεις ὅλον· ἀντὶ δὲ λοιπῆς σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις. | |
AG.7.277(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν εὗρεν ἐπ’ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς | |
ἥσυχος, αἰθυίῃ δ’ ἶσα θαλασσοπορεῖ. | 164 in vol. 2 | |
AG.7.278(p1) | ΑΡΧΙΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασθεὶς κύμασιν ἀγρύπνων λήσομαι ἠιόνων. ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόθι πόντου δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου· | |
5 | αἰεὶ δὲ βρομέοντα, καὶ ἐν νεκύεσσι, θαλάσσης ὁ τλήμων ἀίω δοῦπον ἀπεχθόμενον. μόχθων οὐδ’ Ἀίδης με κατεύνασεν, ἡνίκα μοῦνος οὐδὲ θανὼν λείῃ κέκλιμαι ἡσυχίῃ. | |
AG.7.279(p1) | ΑΔΗΛΟΝ | |
1 | Παῦσαι νηὸς ἐρετμὰ καὶ ἔμβολα τῷδ’ ἐπὶ τύμβῳ αἰὲν ἔτι ψυχρῇ ζωγραφέων σποδιῇ. ναυηγοῦ τὸ μνῆμα. τί τῆς ἐν κύμασι λώβης αὖθις ἀναμνῆσαι τὸν κατὰ γῆς ἐθέλεις; | |
AG.7.280(p1) | ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ | |
1 | Τὸ χῶμα τύμβος ἐστίν. ἀλλὰ τὼ βόε ἐπίσχες, οὗτος, τὰν ὕνιν τ’ ἀνάσπασον· κινεῖς σποδὸν γάρ· ἐς δὲ τοιαύταν κόνιν μὴ σπέρμα πυρῶν, ἀλλὰ χεῦε δάκρυα. | |
AG.7.281(p1) | ΗΡΑΚΛΕΙΔΟΥ | |
1 | Ἄπισχ’, ἄπισχε χεῖρας, ὦ γεωπόνε, μηδ’ ἀμφίταμνε τὰν ἐν ἠρίῳ κόνιν. αὐτὰ κέκλαυται βῶλος· ἐκ κεκλαυσμένας δ’ | |
οὔτοι κοματὸς ἀναθαλήσεται στάχυς. | 166 in vol. 2 | |
AG.7.282(p1) | ΘΕΟΔΩΡΙΔΟΥ | |
1 | Ναυηγοῦ τάφος εἰμί· σὺ δὲ πλέε· καὶ γὰρ ὅθ’ ἡμεῖς ὠλλύμεθ’, αἱ λοιπαὶ νῆες ἐποντοπόρουν. | |
AG.7.283(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Τετρηχυῖα θάλασσα, τί μ’ οὐκ οἰζυρὰ παθόντα τηλός’ ἀπὸ ψιλῆς ἔπτυσας ἠιόνος, ὡς σεῦ μηδ’ Ἀίδαο κακὴν ἐπιειμένος ἀχλὺν Φυλεὺς Ἀμφιμένευς ἆσσον ἐγειτόνεον; | |
AG.7.284(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ὀκτώ μευ πήχεις ἄπεχε, τρηχεῖα θάλασσα, καὶ κύμαινε βόα θ’, ἡλίκα σοι δύναμις· ἢν δὲ τὸν Εὐμάρεω καθέλῃς τάφον, ἄλλο μὲν οὐδὲν κρήγυον, εὑρήσεις δ’ ὀστέα καὶ σποδιήν. | |
AG.7.285(p1) | ΓΛΑΥΚΟΥ ΝΙΚΟΠΟΛΙΤΟΥ | |
1 | Οὐ κόνις οὐδ’ ὀλίγον πέτρης βάρος, ἀλλ’ Ἐρασίππου, ἣν ἐσορᾷς, αὕτη πᾶσα θάλασσα τάφος· ὤλετο γὰρ σὺν νηί· τὰ δ’ ὀστέα ποῦ ποτ’ ἐκείνου | |
πύθεται, αἰθυίαις γνωστὰ μόναις ἐνέπειν. | 168 in vol. 2 | |
AG.7.286(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Δύσμορε Νικάνωρ, πολιῷ μεμαραμμένε πόντῳ, κεῖσαι δὴ ξείνῃ γυμνὸς ἐπ’ ἠιόνι ἢ σύ γε πρὸς πέτρῃσι· τὰ δ’ ὄλβια κεῖνα μέλαθρα φροῦδ’, ἀπὸ καὶ πάτρης ἐλπὶς ὄλωλε Τύρου. | |
5 | οὐδὲ τί σε κτεάνων ἐρρύσατο· φεῦ, ἐλεεινέ, ὤλεο μοχθήσας ἰχθύσι καὶ πελάγει. | |
AG.7.287(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Καὶ νέκυν ἀπρήυντος ἀνιήσει με θάλασσα, Λῦσιν ἐρημαίῃ κρυπτὸν ὑπὸ σπιλάδι, στρηνὲς ἀεὶ φωνεῦσα παρ’ οὔατι καὶ παρὰ κωφὸν σῆμα. τί μ’, ὤνθρωποι, τῇδε παρῳκίσατε, | |
5 | ἣ πνοιῆς χήρωσε τὸν οὐκ ἐπὶ φορτίδι νηὶ ἔμπορον, ἀλλ’ ὀλίγης ναυτίλον εἰρεσίης θηκαμένη ναυηγόν; ὁ δ’ ἐκ πόντοιο ματεύων ζωὴν ἐκ πόντου καὶ μόρον εἱλκυσάμην. | |
AG.7.288(p1) | ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Οὐδετέρης ὅλος εἰμὶ θανὼν νέκυς, ἀλλὰ θάλασσα καὶ χθὼν τὴν ἀπ’ ἐμεῦ μοῖραν ἔχουσιν ἴσην. σάρκα γὰρ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ’ αὖτε | |
βέβρασται ψυχρῇ τῇδε παρ’ ἠιόνι. | 170 in vol. 2 | |
AG.7.289(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Ἀνθέα τὸν ναυηγὸν ἐπὶ στόμα Πηνειοῖο νυκτὸς ὑπὲρ βαιῆς νηξάμενον σανίδος μούνιος ἐκ θάμνοιο θορὼν λύκος, ἄσκοπον ἄνδρα, ἔκτανεν. ὦ γαίης κύματα πιστότερα. | |
AG.7.290(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ | |
1 | Λαίλαπα καὶ μανίην ὀλοῆς προφυγόντα θαλάσσης ναυηγὸν Λιβυκαῖς κείμενον ἐν ψαμάθοις οὐχ ἑκὰς ἠιόνων, πυμάτῳ βεβαρημένον ὕπνῳ, γυμνόν, ἀπὸ στυγερῆς ὡς κάμε ναυφθορίης, | |
5 | ἔκτανε λυγρὸς ἔχις. τί μάτην πρὸς κύματ’ ἐμόχθει, τὴν ἐπὶ γῆς σπεύδων μοῖραν ὀφειλομένην; | |
AG.7.291(p1) | ΞΕΝΟΚΡΙΤΟΥ ΡΟΔΙΟΥ | |
1 | Χαῖταί σου στάζουσιν ἔθ’ ἁλμυρά, δύσμορε κούρη ναυηγέ, φθιμένης εἰν ἁλί, Λυσιδίκη. ἦ γὰρ ὀρινομένου πόντου δείσασα θαλάσσης ὕβριν ὑπὲρ κοίλου δούρατος ἐξέπεσες. | |
5 | καὶ σὸν μὲν φωνεῖ τάφος οὔνομα καὶ χθόνα Κύμην, ὀστέα δὲ ψυχρῷ κλύζετ’ ἐπ’ αἰγιαλῷ, πικρὸν Ἀριστομάχῳ γενέτῃ κακόν, ὅς σε κομίζων | |
ἐς γάμον οὔτε κόρην ἤγαγεν οὔτε νέκυν. | 172 in vol. 2 | |
AG.7.292(p1) | ΘΕΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Ἀλκυόσιν, Ληναῖε, μέλεις τάχα· κωφὰ δὲ μήτηρ μύρεθ’ ὑπὲρ κρυεροῦ δυρομένη σε τάφου. | |
AG.7.293(p1) | ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ | |
1 | Οὐ χεῖμα Νικόφημον, οὐκ ἄστρων δύσις, ἁλὸς Λιβύσσης κύματ’ οὐ κατέκλυσεν, ἀλλ’ ἐν γαλήνῃ, φεῦ τάλας, ἀνηνέμῳ πλόῳ πεδηθεὶς ἐφρύγη δίψευς ὕπο. | |
5 | καὶ τοῦτ’ ἀητέων ἔργον· ἆ πόσον κακὸν ναύταισιν ἢ πνέοντες ἢ μεμυκότες. | |
AG.7.294(p1) | ΤΥΛΛΙΟΥ ΛΑΥΡΕΑ | |
1 | Γρυνέα τὸν πρέσβυν, τὸν ἁλιτρύτου ἀπὸ κύμβης ζῶντα, τὸν ἀγκίστροις καὶ μογέοντα λίνοις, ἐκ δεινοῦ τρηχεῖα Νότου κατέδυσε θάλασσα, ἔβρασε δ’ ἐς κροκάλην πρώιον ἠιόνος, | |
5 | χεῖρας ἀποβρωθέντα. τίς οὐ νόον ἰχθύσιν εἴποι ἔμμεναι, οἳ μούνας, αἷς ὀλέκοντο, φάγον; | |
AG.7.295(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Θῆριν τὸν τριγέροντα, τὸν εὐάγρων ἀπὸ κύρτων ζῶντα, τὸν αἰθυίης πλείονα νηξάμενον, ἰχθυοληιστῆρα, σαγηνέα, χηραμοδύτην, οὐχὶ πολυσκάλμου πλώτορα ναυτιλίης, | |
5 | ἔμπης οὔτ’ Ἀρκτοῦρος ἀπώλεσεν, οὔτε καταιγὶς | |
ἤλασε τὰς πολλὰς τῶν ἐτέων δεκάδας· ἀλλ’ ἔθαν’ ἐν καλύβῃ σχοινίτιδι, λύχνος ὁποῖα, τῷ μακρῷ σβεσθεὶς ἐν χρόνῳ αὐτόματος. σῆμα δὲ τοῦτ’ οὐ παῖδες ἐφήρμοσαν οὐδ’ ὁμόλεκτρος, | 174 in vol. 2 | |
10 | ἀλλὰ συνεργατίνης ἰχθυβόλων θίασος. | |
AG.7.296(p1) | [ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ] | |
1 | Ἐξ οὗ γ’ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει, οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ’ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα. | |
5 | οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει ἀνδρῶν πληθούσας· μέγα δ’ ἔστεν〈εν Ἀσὶς ὑπ’ αὐτῶν〉 πληγεῖς’ ἀμφοτέραις χερσὶ κράτει πολέμου. | |
AG.7.297(p1) | ΠΟΛΥΣΤΡΑΤΟΥ | |
1 | Τὸν μέγαν Ἀκροκόρινθον, Ἀχαιικὸν Ἑλλάδος ἄστρον καὶ διπλῆν Ἰσθμοῦ σύνδρομον ἠιόνα, Λεύκιος ἐστυφέλιξε· δοριπτοίητα δὲ νεκρῶν ὀστέα σωρευθεὶς εἷς ἐπέχει σκόπελος. | |
5 | τοὺς δὲ δόμον Πριάμοιο πυρὶ πρήσαντας Ἀχαιοὺς | |
ἀκλαύστους κτερέων νόσφισαν Αἰνεάδαι. | 176 in vol. 2 | |
AG.7.298(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Αἰαῖ, τοῦτο κάκιστον, ὅταν κλαίωσι θανόντα νυμφίον ἢ νύμφην· ἡνίκα δ’ ἀμφοτέρους, Εὔπολιν ὡς ἀγαθήν τε Λυκαίνιον, ὧν ὑμέναιον ἔσβεσεν ἐν πρώτῃ νυκτὶ πεσὼν θάλαμος, | |
5 | οὐκ ἄλλῳ τόδε κῆδος ἰσόρροπον· ὡς σὺ μὲν υἱόν, Νῖκι, σὺ δ’ ἔκλαυσας, Εὔδικε, θυγατέρα. | |
AG.7.299(p1) | ΝΙΚΟΜΑΧΟΥ | |
1 | Ἅδ’ ἔσθ’, ἅδε Πλάταια (τί τοι λέγω;), ἅν ποτε σεισμὸς ἐλθὼν ἐξαπίνας κάββαλε πανσυδίῃ· λείφθη δ’ αὖ μοῦνον τυτθὸν γένος· οἱ δὲ θανόντες σᾶμ’ ἐρατὰν πάτραν κείμεθ’ ἐφεσσάμενοι. | |
AG.7.300(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε γαῖ’, ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν. μνῆμα δ’ ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος. | |
AG.7.301(p1) | [ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο τῇδ’ ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ, πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων | |
Μηδείων τ’ ἀνδρῶν δεξάμενοι πολέμῳ. | 178 in vol. 2 | |
AG.7.302(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται· Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε ποθεῖ. | |
AG.7.303(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Τὸν μικρὸν Κλεόδημον ἔτι ζώοντα γάλακτι, ἴχνος ὑπὲρ τοίχων νηὸς ἐρεισάμενον, ὁ Θρήιξ ἐτύμως Βορέης βάλεν εἰς ἁλὸς οἶδμα, κῦμα δ’ ἀπὸ ψυχὴν ἔσβεσε νηπιάχου. | |
5 | Ἰνοῖ, ἀνοικτίρμων τις ἔφυς θεός, ἣ Μελικέρτεω ἥλικος οὐκ Ἀίδην πικρὸν ἀπηλάσαο. | |
AG.7.304(p1) | ΠΕΙΣΑΝΔΡΟΥ ΡΟΔΙΟΥ | |
1 | Ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ’ ἦν, ἵππῳ δὲ Πόδαργος καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης· Θεσσαλός, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός· ὤλετο δ’ ἐν προμάχοις ὀξὺν Ἄρη συνάγων. | |
AG.7.305(p1) | ΑΔΑΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Ὁ γριπεὺς Διότιμος, ὁ κύμασιν ὁλκάδα πιστὴν κἠν χθονὶ τὴν αὐτὴν οἶκον ἔχων πενίης, νήγρετον ὑπνώσας τὸν ἀμείλιχον ἷκτο πρὸς Ἅιδην αὐτερέτης ἰδίῃ νηὶ κομιζόμενος. | |
5 | ἣν γὰρ ἔχε ζωῆς παραμύθιον, ἔσχεν ὁ πρέσβυς | |
καὶ φθίμενος πύματον πυρκαϊῆς ὄφελος. | 180 in vol. 2 | |
AG.7.306(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἀβρότονον Θρήισσα γυνὴ πέλον, ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα. | |
AG.7.307(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Οὔνομά μοι ... —„Τί δὲ τοῦτο;“ —Πατρὶς δέ μοι ... —„Ἐς τί δὲ τοῦτο;“ — Κλεινοῦ δ’ εἰμὶ γένους. —„Εἰ γὰρ ἀφαυροτάτου;“ — Ζήσας δ’ ἐνδόξως ἔλιπον βίον. —„Εἰ γὰρ ἀδόξως;“ — Κεῖμαι δ’ ἐνθάδε νῦν. —„Τίς τίνι ταῦτα λέγεις;“ | |
AG.7.308(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Παῖδά με πενταέτηρον, ἀκηδέα θυμὸν ἔχοντα, νηλειὴς Ἀίδης ἥρπασε Καλλίμαχον. ἀλλά με μὴ κλαίοις· καὶ γὰρ βιότοιο μετέσχον παύρου καὶ παύρων τῶν βιότοιο κακῶν. | |
AG.7.309(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἑξηκοντούτης Διονύσιος ἐνθάδε κεῖμαι, Ταρσεύς, μὴ γήμας. αἴθε δὲ μηδ’ ὁ πατήρ. | |
AG.7.310 | Θάψεν ὅ με κτείνας κρυπτὸν φόνον· εἰ δέ με τύμβῳ | |
δωρεῖται, τοίης ἀντιτύχοι χάριτος. | 182 in vol. 2 | |
AG.7.311(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νεκρόν· ὁ νεκρὸς οὗτος ἐκτὸς οὐκ ἔχει τάφον, ἀλλ’ αὐτὸς αὑτοῦ νεκρός ἐστι καὶ τάφος. | |
AG.7.312(p1) | ΑΣΙΝΙΟΥ ΚΟΥΑΔΡΑΤΟΥ | |
1 | Οἱ πρὸς Ῥωμαίους δεινὸν στήσαντες Ἄρηα κεῖνται ἀριστείης σύμβολα δεικνύμενοι· οὐ γάρ τις μετὰ νῶτα τυπεὶς θάνεν, ἀλλ’ ἅμα πάντες ὤλοντο κρυφίῳ καὶ δολερῷ θανάτῳ. | |
AG.7.313 | Ἐνθάδ’ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι· οὔνομα δ’ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε. | |
AG.7.314(p1) | ΠΤΟΛΕΜΑΙΟΥ | |
1 | Μὴ πόθεν εἰμὶ μάθῃς μηδ’ οὔνομα· πλὴν ὅτι θνῄσκειν | |
τοὺς παρ’ ἐμὴν στήλην ἐρχομένους ἐθέλω. | 184 in vol. 2 | |
AG.7.315(p1) | ΖΗΝΟΔΟΤΟΥ, οἱ δὲ ΡΙΑΝΟΥ | |
1 | Τρηχείην κατ’ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις πάντοθεν ἢ σκολιῆς ἄγρια κῶλα βάτου, ὡς ἐπ’ ἐμοὶ μηδ’ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι ἴχνος, ἐρημάζω δ’ ἥσυχα κεκλιμένος. | |
5 | ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ’ ἀστοῖσι φιληθεὶς Τίμων οὐδ’ Ἀίδῃ γνήσιός εἰμι νέκυς. | |
AG.7.316(p1) | ΛΕΩΝΙΔΑ ἢ ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τὴν ἐπ’ ἐμεῦ στήλην παραμείβεο μήτε με χαίρειν εἰπὼν μήθ’ ὅστις, μὴ τίνος ἐξετάσας· ἢ μή, τὴν ἀνύεις, τελέσαις ὁδόν. ἢν δὲ παρέλθῃς σιγῇ, μηδ’ οὕτως, ἣν ἀνύεις, τελέσαις. | |
AG.7.317(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τίμων (οὐ γὰρ ἔτ’ ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; — „Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.“ | |
AG.7.318(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε· ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν. | |
AG.7.319 | Καὶ νέκυς ὢν Τίμων ἄγριος· σὺ δέ γ’, ὦ πυλαωρὲ | |
Πλούτωνος, τάρβει, Κέρβερε, μή σε δάκῃ. | 186 in vol. 2 | |
AG.7.320(p1) | ΗΓΗΣΙΠΠΟΥ | |
1 | Ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς· Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον. | |
AG.7.321(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Γαῖα φίλη, τὸν πρέσβυν Ἀμύντιχον ἔνθεο κόλποις, πολλῶν μνησαμένη τῶν ἐπὶ σοὶ καμάτων. καὶ γὰρ ἀεὶ πρέμνον σοι ἀνεστήριξεν ἐλαίης, πολλάκι καὶ Βρομίου κλήμασί ς’ ἠγλάισεν | |
5 | καὶ Δηοῦς ἔπλησε, καὶ ὕδατος αὔλακας ἕλκων θῆκε μὲν εὐλάχανον, θῆκε δ’ ὀπωροφόρον. ἀνθ’ ὧν σὺ πρηεῖα κατὰ κροτάφου πολιοῖο κεῖσο καὶ εἰαρινὰς ἀνθοκόμει βοτάνας. | |
AG.7.322(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Κνωσίου Ἰδομενῆος ὅρα τάφον· αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. | |
AG.7.323(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἷς δύ’ ἀδελφειοὺς ἐπέχει τάφος· ἓν γὰρ ἐπέσχον | |
ἦμαρ καὶ γενεῆς οἱ δύο καὶ θανάτου. | 188 in vol. 2 | |
AG.7.324 | Ἅδ’ ἐγὼ ἁ περίβωτος ὑπὸ πλακὶ τῇδε τέθαμμαι, μούνῳ ἑνὶ ζώναν ἀνέρι λυσαμένα. | |
AG.7.325 | Τόσς’ ἔχω, ὅσς’ ἔφαγον τε καὶ ἔκπιον καὶ μετ’ ἐρώτων τέρπν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται. | |
AG.7.326(p1) | ΚΡΑΤΗΤΟΣ ΘΗΒΑΙΟΥ | |
1 | Ταῦτ’ ἔχω, ὅσς’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν. | |
AG.7.327 | Μὴ σύ γε θνητὸς ἐὼν ὡς ἀθάνατός τι λογίζου· οὐδὲν γὰρ βιότου πιστὸν ἐφημερίοις, εἰ καὶ τόνδε Κάσανδρον ἔχει σορὸς ἥδε θανόντα, | |
ἄνθρωπον φύσεως ἄξιον ἀθανάτου. | 190 in vol. 2 | |
AG.7.328 | Τίς λίθος οὐκ ἐδάκρυσε σέθεν φθιμένοιο, Κάσανδρε; τίς πέτρος, ὃς τῆς σῆς λήσεται ἀγλαΐης; ἀλλά σε νηλειὴς καὶ βάσκανος ὤλεσε δαίμων ἡλικίην ὀλίγην εἴκοσιν ἓξ ἐτέων, | |
5 | ὃς χήρην ἄλοχον θῆκεν μογερούς τε τοκῆας γηραλέους στυγερῷ πένθεϊ τειρομένους. | |
AG.7.329(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Μυρτάδα τὴν ἱεραῖς με Διωνύσου παρὰ ληνοῖς ἄφθονον ἀκρήτου σπασσαμένην κύλικα οὐ κεύθει φθιμένην βαιὴ κόνις· ἀλλὰ πίθος μοι, σύμβολον εὐφροσύνης, τερπνὸς ἔπεστι τάφος. | |
AG.7.330 | Τὴν σορόν, ἣν ἐσορᾷς, ζῶν Μάξιμος αὐτὸς ἑαυτῷ θῆκεν, ὅπως ναίῃ παυσάμενος βιότου· σύν τε γυναικὶ Καληποδίῃ τεῦξεν τόδε σῆμα, ὡς ἵνα τὴν στοργὴν κἠν φθιμένοισιν ἔχοι. | |
AG.7.331 | Τύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φροῦρις, ἄξιον ἡμετέρης εὐσεβίης στέφανον. λείπω δ’ ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων, πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης. | |
5 | μουνόγαμος θνῄσκω, δέκα δ’ ἐν ζωοῖσιν ἔτι ζῶ | |
Νυμφικὴ εὐτεκνίης καρπὸν ἀειραμένη. | 192 in vol. 2 | |
AG.7.332 | Αἰνόμορον βάκχη με κατέκτανε θηροτρόφον πρὶν οὐ κρίσει ἐν σταδίοις, γυμνασίαις δὲ κλυταῖς. | |
AG.7.333 | Μηδὲ καταχθονίοις μετὰ δαίμοσιν ἄμμορος εἴης ἡμετέρων δώρων, ὧν ς’ ἐπέοικε τυχεῖν, Ἀμμία, οὕνεκα Νικόμαχος θυγάτηρ τε Διώνη τύμβον καὶ στήλην σὴν ἐθέμεσθα χάριν. | |
AG.7.334 | Νηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια; ἢ ἵνα λυπήσῃς δι’ ἐμὴν βιότοιο τελευτὴν μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς, | |
5 | ἥ μ’ ἔτεχ’, ἥ μ’ ἀτίτηλε καὶ ἣ πολὺ μείζονα πατρὸς φροντίδα παιδείης ἤνυσεν ἡμετέρης; ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι κάλλιπεν, ἡ δ’ ἐπ’ ἐμοὶ πάντας ἔτλη καμάτους. ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφ’ ἁγνῶν ἡγεμονήων | |
10 | ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίαις· ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας· οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε | |
δυσπότμου, ἐκ γενεῆς λείψανον ἡμετέρης | 194 in vol. 2 | |
15 | τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶτα μητρὸς Πωλίττης πένθος ἀεξόμενον Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος. | |
AG.7.335 | Πώλιττα, τλῆθι πένθος, εὔνασον δάκρυ· πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες. — „Ἀλλ’ οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον, οὐ μητέρων σέβοντας ἡδίστην θέαν.“ — | |
5 | Τί περισσὰ θρηνεῖς; τί δὲ μάτην ὀδύρεαι; εἰς κοινὸν Ἅιδην πάντες ἥξουσι βροτοί. | |
AG.7.336 | Γήραϊ καὶ πενίῃ τετρυμένος, οὐδ’ ὀρέγοντος οὐδενὸς ἀνθρώπου δυστυχίης ἔρανον, τοῖς τρομεροῖς κώλοισιν ὑπήλυθον ἠρέμα τύμβον. εὗρον οἰζυροῦ τέρμα μόλις βιότου, | |
5 | ἠλλάχθη δ’ ἐπ’ ἐμοὶ νεκύων νόμος· οὐ γὰρ ἔθνῃσκον | |
πρῶτον, ἔπειτ’ ἐτάφην, ἀλλὰ ταφεὶς ἔθανον. | 196 in vol. 2 | |
AG.7.337 | Μή με θοῶς, κύδιστε, παρέρχεο τύμβον, ὁδῖτα, σοῖσιν ἀκοιμήτοις ποσσί, κελευθοπόρε· δερκόμενος δ’ ἐρέεινε, τίς ἢ πόθεν; Ἁρμονίαν γὰρ γνώσεαι, ἧς γενεὴ λάμπεται ἐν Μεγάροις· | |
5 | πάντα γάρ, ὅσσα βροτοῖσι φέρει κλέος, ἦεν ἰδέσθαι, εὐγενίην, ἀρετήν, ἤθεα, σωφροσύνην. τοίης τύμβον ἄθρησον· ἐς οὐρανίας γὰρ ἀταρποὺς ψυχὴ παπταίνει σῶμ’ ἀποδυσαμένη. | |
AG.7.338(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἅδε τοι, Ἀρχίου υἱὲ Περίκλεες, ἁ λιθίνα ’γὼ ἕστακα στάλα μνᾶμα κυναγεσίας, πάντα δέ τοι περίσαμα τετεύχαται, ἵπποι, ἄκοντες, αἱ κύνες, αἱ στάλικες, δίκτυ’ ὑπὲρ σταλίκων, | |
5 | αἰαῖ, λάινα πάντα· περιτροχάουσι δὲ θῆρες· αὐτὸς δ’ εἰκοσέτας νήγρετον ὕπνον ἔχεις. | |
AG.7.339 | Οὐδὲν ἁμαρτήσας γενόμην παρὰ τῶν με τεκόντων, γεννηθεὶς δ’ ὁ τάλας ἔρχομαι εἰς Ἀίδην. ὦ μίξις γονέων θανατηφόρος· ὤ μοι ἀνάγκης, ἥ με προσπελάσει τῷ στυγερῷ θανάτῳ. | |
5 | οὐδὲν ἐὼν γενόμην· πάλιν ἔσσομαι, ὡς πάρος, οὐδέν· οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος· λοιπόν μοι τὸ κύπελλον ἀποστίλβωσον, ἑταῖρε, | |
καὶ λύπης λήθην τὸν Βρόμιον πάρεχε. | 198 in vol. 2 | |
AG.7.340 | Νικόπολιν Μαράθωνις ἐθήκατο τῇδ’ ἐνὶ πέτρῃ, ὀμβρήσας δακρύοις λάρνακα μαρμαρέην. ἀλλ’ οὐδὲν πλέον ἔσχε. τί γὰρ πλέον ἀνέρι κήδευς μούνῳ ὑπὲρ γαίης οἰχομένης ἀλόχου; | |
AG.7.341(p1) | [ΠΡΟΚΛΟΥ] | |
1 | Πρόκλος ἐγὼ γενόμην Λύκιος γένος, ὃν Συριανὸς ἐνθάδ’ ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης. ξυνὸς δ’ ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος· αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι. | |
AG.7.342 | Κάτθανον, ἀλλὰ μένω σε· μενεῖς δέ τε καὶ σύ τιν’ ἄλλον· πάντας ὁμῶς θνητοὺς εἷς Ἀίδης δέχεται. | |
AG.7.343 | Πατέριον λιγύμυθον, ἐπήρατον ἔλλαχε τύμβος, Μιλτιάδου φίλον υἷα καὶ Ἀττικίης βαρυτλήτου, Κεκροπίης βλάστημα, κλυτὸν γένος Αἰακιδάων, ἔμπλεον Αὐσονίων θεσμῶν σοφίης τ’ ἀναπάσης, | |
5 | τῶν πισύρων ἀρετῶν ἀμαρύγματα πάντα φέροντα, ἠίθεον χαρίεντα, τὸν ἥρπασε μόρσιμος αἶσα, οἷά τε ἀγλαόμορφον ἀπὸ χθονὸς ἔρνος ἀήτης, εἴκοσι καὶ τέτρατον βιότου λυκάβαντα περῶντα· | |
λεῖψε φίλοις δὲ τοκεῦσι γόον καὶ πένθος ἄλαστον. | 200 in vol. 2 | |
AG.7.344(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δ’ ὃν ἐγὼ νῦν φρουρῶ τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς. | |
AG.7344b(p1) | [ΚΑΛΛΙΜΑΧΟΥ] | |
1 | Ἀλλ’ εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομά τ’ εἶχεν, οὐκ ἂν ἐγὼ τύμβῳ τῷδ’ ἐπέθηκα πόδας. | |
AG.7.345(p1) | 〈ΑΙΣΧΡΙΩΝΟΣ〉 | |
1 | Ἐγὼ Φιλαινὶς ἡ ’πίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μή μ’, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην. | |
5 | οὐ γάρ, μὰ τὸν Ζῆν’, οὐ μὰ τοὺς κάτω κούρους, οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης· Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος, λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα, | |
ἔγραψεν, οἷ’ ἔγραψ’· ἐγὼ γὰρ οὐκ οἶδα. | 202 in vol. 2 | |
AG.7.346 | Τοῦτό τοι ἡμετέρης μνημήιον, ἐσθλὲ Σαβῖνε, ἡ λίθος ἡ μικρὴ τῆς μεγάλης φιλίης. αἰεὶ ζητήσω σε· σὺ δ’, εἰ θέμις, ἐν φθιμένοισι τοῦ Λήθης ἐπ’ ἐμοὶ μή τι πίῃς ὕδατος. | |
AG.7.347 | Οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς Ἑλλὰς ἐλευθερίης ἀμφέθετο στέφανον. | |
AG.7.348(p1) | ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ | |
1 | Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος. | |
AG.7.349(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας ὀψὲ μέν, ἀλλ’ ἔθανον. ἔρρετε πάντες ὁμοῦ. | |
AG.7.350 | Ναυτίλε, μὴ πεύθου, τίνος ἐνθάδε τύμβος ὅδ’ εἰμί, | |
ἀλλ’ αὐτὸς πόντου τύγχανε χρηστοτέρου. | 204 in vol. 2 | |
AG.7.351(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Οὐ μὰ τόδε φθιμένων σέβας ὅρκιον, αἵδε Λυκάμβεω, αἳ λάχομεν στυγερὴν κλῃδόνα, θυγατέρες, οὔτε τι παρθενίην ᾐσχύναμεν οὔτε τοκῆας οὔτε Πάρον, νήσων αἰπυτάτην ἱερῶν· | |
5 | ἀλλὰ καθ’ ἡμετέρης γενεῆς ῥιγηλὸν ὄνειδος φήμην τε στυγερὴν ἔφλυσεν Ἀρχίλοχος. Ἀρχίλοχον, μὰ θεοὺς καὶ δαίμονας, οὔτ’ ἐν ἀγυιαῖς εἴδομεν οὔθ’ Ἥρης ἐν μεγάλῳ τεμένει. εἰ δ’ ἦμεν μάχλοι καὶ ἀτάσθαλοι, οὐκ ἂν ἐκεῖνος | |
10 | ἤθελεν ἐξ ἡμέων γνήσια τέκνα τεκεῖν. | |
AG.7.352(p1) | ΑΔΕΣΠΟΤΟΝ, οἱ δὲ ΜΕΛΕΑΓΡΟΥ | |
1 | Δεξιτερὴν Ἀίδαο θεοῦ χέρα καὶ τὰ κελαινὰ ὄμνυμεν ἀρρήτου δέμνια Περσεφόνης, παρθένοι ὡς ἔτυμον καὶ ὑπὸ χθονί· πολλὰ δ’ ὁ πικρὸς αἰσχρὰ καθ’ ἡμετέρης ἔβλυσε παρθενίης | |
5 | Ἀρχίλοχος· ἐπέων δὲ καλὴν φάτιν οὐκ ἐπὶ καλὰ ἔργα, γυναικεῖον δ’ ἔτραπεν ἐς πόλεμον. Πιερίδες, τί κόρῃσιν ἐφ’ ὑβριστῆρας ἰάμβους ἐτράπετ’, οὐχ ὁσίῳ φωτὶ χαριζόμεναι; | |
AG.7.353(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Τῆς πολιῆς τόδε σῆμα Μαρωνίδος, ἧς ἐπὶ τύμβῳ γλυπτὴν ἐκ πέτρης αὐτὸς ὁρῇς κύλικα. ἡ δὲ φιλάκρητος καὶ ἀείλαλος οὐκ ἐπὶ τέκνοις μύρεται, οὐ τεκέων ἀκτεάνῳ πατέρι· | |
5 | ἓν δὲ τόδ’ αἰάζει καὶ ὑπ’ ἠρίον, ὅττι τὸ Βάκχου | |
ἄρμενον οὐ Βάκχου πλῆρες ἔπεστι τάφῳ. | 206 in vol. 2 | |
AG.7.354(p1) | ΓΑΙΤΟΥΛΙΚΟΥ | |
1 | Παίδων Μηδείης οὗτος τάφος, οὓς ὁ πυρίπνους ζᾶλος τῶν Γλαύκης θῦμ’ ἐποίησε γάμων, οἷς αἰεὶ πέμπει μειλίγματα Σισυφὶς αἶα, μητρὸς ἀμείλικτον θυμὸν ἱλασκομένα. | |
AG.7.355(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Τὴν ἱλαρὰν φωνὴν καὶ τίμιον, ὦ παριόντες, τῷ χρηστῷ „χαίρειν“ εἴπατε Πραξιτέλει· ἦν δ’ ὡνὴρ Μουσῶν ἱκανὴ μερὶς ἠδὲ παρ’ οἴνῳ κρήγυος. —„Ὦ χαίροις, Ἄνδριε Πραξίτελες.“ | |
AG.7.356 | Ζωὴν συλήσας δωρῇ τάφον· ἀλλά με κρύπτεις, οὐ θάπτεις. τοίου καὐτὸς ὄναιο τάφου. | |
AG.7.357 | Κἄν με κατακρύπτῃς ὡς οὐδενὸς ἀνδρὸς ὁρῶντος, ὄμμα Δίκης καθορᾷ πάντα τὰ γινόμενα. | |
AG.7.358 | Ἔκτανες, εἶτά μ’ ἔθαπτες, ἀτάσθαλε, χερσὶν ἐκείναις, | |
αἷς με διεχρήσω· μή σε λάθοι Νέμεσις. | 208 in vol. 2 | |
AG.7.359 | Εἴ με νέκυν κατέθαπτες ἰδὼν οἰκτίρμονι θυμῷ, εἶχες ἂν ἐκ μακάρων μισθὸν ἐπ’ εὐσεβίῃ· νῦν δ’ ὅτε δὴ τύμβῳ με κατακρύπτεις ὁ φονεύσας, τῶν αὐτῶν μετέχοις, ὧνπερ ἐμοὶ παρέχεις. | |
AG.7.360 | Χερσὶ κατακτείνας τάφον ἔκτισας, οὐχ ἵνα θάψῃς, ἀλλ’ ἵνα με κρύψῃς· ταὐτὸ δὲ καὶ σὺ πάθοις. | |
AG.7.361(p1) | ΑΔΗΛΟΝ | |
1 | Υἷι πατὴρ τόδε σῆμα· τὸ δ’ ἔμπαλιν ἦν τὸ δίκαιον· ἦν δὲ δικαιοσύνης ὁ φθόνος ὀξύτερος. | |
AG.7.362(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν σορὸς ἥδε κέκευθεν Ἀετίου χρηστοῦ, ῥήτορος εὐπρεπέος. ἦλθεν δ’ εἰς Ἀίδαο δέμας, ψυχὴ δ’ ἐς Ὄλυμπον· [τέρπεθ’ ἅμα Ζηνὶ καὶ ἄλλοισιν μακάρεσσιν.] | |
5 | . . . . . . . . . . . . . . . . . . . ἀθάνατον δὲ | |
οὔτε λόγος ποιεῖν οὔτε θεὸς δύναται. | 210 in vol. 2 | |
AG.7.363(p1) | ΑΔΗΛΟΝ | |
1 | † Τετμενάνης ὅδε τύμβος ἐυγλύπτοιο μετάλλου ἥρωος μεγάλου νέκυος κατὰ σῶμα καλύπτει, Ζηνοδότου· ψυχὴ δὲ κατ’ οὐρανόν, ᾗχί περ Ὀρφεύς, ᾗχι Πλάτων, ἱερὸν θεοδέγμονα θῶκον ἐφεῦρεν. | |
5 | ἱππεὺς μὲν γὰρ ἔην βασιλήιος ἄλκιμος οὗτος, κύδιμος, ἀρτιεπής, θεοείκελος· ἐν δ’ ἄρα μύθοις Σωκράτεος μίμημα παρ’ Αὐσονίοισιν ἐτύχθη. παισὶ δὲ καλλείψας πατρώιον αἴσιον ὄλβον, ὠμογέρων τέθνηκε, λιπὼν ἀπερείσιον ἄλγος | |
10 | εὐγενέεσσι φίλοισι καὶ ἄστεϊ καὶ πολιήταις. | |
AG.7.364(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἀκρίδι καὶ τέττιγι Μυρὼ τόδε θήκατο σῆμα, λιτὴν ἀμφοτέροις χερσὶ βαλοῦσα κόνιν, ἵμερα δακρύσασα πυρῆς ἔπι· τὸν γὰρ ἀοιδὸν Ἅιδης, τὴν δ’ ἑτέρην ἥρπασε Περσεφόνη. | |
AG.7.365(p1) | ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ, τοῦ καὶ ΔΙΟΔΩΡΟΥ | |
1 | Ἀίδῃ ὃς ταύτης καλαμώδεος ὕδατι λίμνης κωπεύεις νεκύων βᾶριν ἐλαυνόδυνον, τῷ Κινύρου τὴν χεῖρα βατηρίδος ἐκβαίνοντι κλίμακος ἐκτείνας δέξο, κελαινὲ Χάρον· | |
5 | πλάζει γὰρ τὸν παῖδα τὰ σάνδαλα, γυμνὰ δὲ θεῖναι | |
ἴχνια δειμαίνει ψάμμον ἐπ’ ᾐονίην. | 212 in vol. 2 | |
AG.7.366(p1) | ΑΝΤΙΣΤΙΟΥ | |
1 | Ἀώου προχοαὶ σέ, Μενέστρατε, καὶ σέ, Μένανδρε, λαῖλαψ Καρπαθίη καὶ σὲ πόρος Σικελὸς ὤλεσεν ἐν πόντῳ, Διονύσιε, —φεῦ πόσον ἄλγος Ἑλλάδι—τοὺς πάντων κρέσσονας ἀθλοφόρων. | |
AG.7.367(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Αὔσονος Ἠγερίου μ’ ἐλέει νέκυν, ᾧ μετιόντι νύμφην ὀφθαλμοὺς ἀμβλὺ κατέσχε νέφος· ὄμμασι δὲ πνοιὴν συναπέσβεσε μοῦνον ἰδόντος κούρην· φεῦ καινῆς, Ἥλιε, θευμορίης. | |
5 | ἔρροι δὴ κεῖνο φθονερὸν σέλας εἴθ’ Ὑμέναιος ἧψέ μιν οὐκ ἐθέλων, εἴτ’ Ἀίδης ἐθέλων· | |
AG.7.368(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Ἀτθὶς ἐγώ· κείνη γὰρ ἐμὴ πόλις, ἐκ δέ μ’ Ἀθηνῶν λοιγὸς Ἄρης Ἰταλῶν πρίν ποτ’ ἐληίσατο καὶ θέτο Ῥωμαίων πολιήτιδα· νῦν δὲ θανούσης ὀστέα νησαίη Κύζικος ἠμφίασε. | |
5 | χαίροις ἡ θρέψασα καὶ ἡ μετέπειτα λαχοῦσα | |
χθών με καὶ ἡ κόλποις ὕστατα δεξαμένη. | 214 in vol. 2 | |
AG.7.369(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἀντιπάτρου ῥητῆρος ἐγὼ τάφος· ἡλίκα δ’ ἔπνει ἔργα, Πανελλήνων πεύθεο μαρτυρίης. κεῖται δ’ ἀμφήριστος, Ἀθηνόθεν εἴτ’ ἀπὸ Νείλου ἦν γένος· ἠπείρων δ’ ἄξιος ἀμφοτέρων. | |
5 | ἄστεα καὶ δἄλλως ἑνὸς αἵματος, ὡς λόγος Ἕλλην· κλήρῳ δ’ ἡ μὲν ἀεὶ Παλλάδος, ἡ δὲ Διός. | |
AG.7.370(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Βάκχῳ καὶ Μούσῃσι μεμηλότα, τὸν Διοπείθους Κεκροπίδην ὑπ’ ἐμοί, ξεῖνε, Μένανδρον ἔχω, ἐν πυρὶ τὴν ὀλίγην ὃς ἔχει κόνιν· εἰ δὲ Μένανδρον δίζηαι, δήεις ἐν Διὸς ἢ μακάρων. | |
AG.7.371(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Γῆ μευ καὶ μήτηρ κικλήσκετο, γῆ με καλύπτει καὶ νέκυν· οὐ κείνης ἥδε χερειοτέρη. ἔσσομαι ἐν ταύτῃ δηρὸν χρόνον· ἐκ δέ με μητρὸς ἥρπασεν ἠελίου καῦμα τὸ θερμότατον. | |
5 | κεῖμαι δ’ ἐν ξείνῃ ὑπὸ χερμάδι, μακρὰ γοηθεὶς Ἴναχος, εὐπειθὴς Κριναγόρου θεράπων. | |
AG.7.372(p1) | ΛΟΛΛΙΟΥ ΒΑΣΣΟΥ | |
1 | Γαῖα Ταραντίνων, ἔχε μείλιχος ἀνέρος ἐσθλοῦ τόνδε νέκυν. ψεῦσται δαίμονες ἁμερίων· ἦ γὰρ ἰὼν Θήβηθεν Ἀτύμνιος οὐκέτι πρόσσω ἤνυσεν, ἀλλὰ τεὴν βῶλον ὑπῳκίσατο· | |
5 | ὀρφανικῷ δ’ ἐπὶ παιδὶ λιπὼν βίον εὖνιν ἔθηκεν | |
ὀφθαλμῶν. κείνῳ μὴ βαρὺς ἔσσο τάφος. | 216 in vol. 2 | |
AG.7.373(p1) | ΘΑΛΛΟΥ ΜΙΛΗΣΙΟΥ | |
1 | Δισσὰ φάη, Μίλητε, τεῆς βλαστήματα γαίης, Ἰταλὶς ὠκυμόρους ἀμφεκάλυψε κόνις, πένθεα δὲ στεφάνων ἠλλάξαο· λείψανα δ’, αἰαῖ, ἔδρακες ἐν βαιῇ κάλπιδι κευθόμενα. | |
5 | φεῦ, πάτρα τριτάλαινα. πόθεν πάλιν ἢ πότε τοίους ἀστέρας αὐχήσεις Ἑλλάδι λαμπομένους; | |
AG.7.374(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Δύσμορος ἐκρύφθην πόντῳ νέκυς, ὃν παρὰ κῦμα ἔκλαυσεν μήτηρ μυρία Λυσιδίκη, ψεύστην αὐγάζουσα κενὸν τάφον· ἀλλά με δαίμων ἄπνουν αἰθυίαις θῆκεν ὁμορρόθιον | |
5 | Πνυταγόρην. ἔσχον δὲ κατ’ Αἰγαίην ἅλα πότμον, πρυμνούχους στέλλων ἐκ Βορέαο κάλους· ἀλλ’ οὐδ’ ὣς ναύτην ἔλιπον δρόμον, ἀλλ’ ἀπὸ νηὸς ἄλλην πὰρ φθιμένοις εἰσανέβην ἄκατον. | |
AG.7.375(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Δώματά μοι σεισθέντα κατήριπεν, ἀλλ’ ἐμὸς ἀπτὼς ἦν θάλαμος τοίχων ὀρθὰ τιναξαμένων, οἷς ὑποφωλεύουσαν ὑπήλυθον αἱ κακόμοιροι ὠδῖνες, σεισμῷ δ’ ἄλλον ἔμιξα φόβον. | |
5 | μαῖα δέ μοι λοχίων αὐτὴ φύσις· ἀμφότεροι δὲ | |
κοινὸν ὑπὲρ γαίης εἴδομεν ἠέλιον. | 218 in vol. 2 | |
AG.7.376(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Δείλαιοι, τί κεναῖσιν ἀλώμεθα θαρσήσαντες ἐλπίσιν, ἀτηροῦ ληθόμενοι θανάτου; ἦν ὅδε καὶ μύθοισι καὶ ἤθεσι πάντα Σέλευκος ἄρτιος, ἀλλ’ ἥβης βαιὸν ἐπαυρόμενος | |
5 | ὑστατίοις ἐν Ἴβηρσι, τόσον δίχα τηλόθι Λέσβου κεῖται ἀμετρήτων ξεῖνος ἐπ’ αἰγιαλῶν. | |
AG.7.377(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Εἰ καὶ ὑπὸ χθονὶ κεῖται, ὅμως ἔτι καὶ κατὰ πίσσαν τοῦ μιαρογλώσσου χεύατε Παρθενίου, οὕνεκα Πιερίδεσσιν ἐνήμεσε μυρία κεῖνα φλέγματα καὶ μυσαρῶν ἀπλυσίην ἐλέγων. | |
5 | ἤλασε καὶ μανίης ἐπὶ δὴ τόσον, ὥστ’ ἀγορεῦσαι πηλὸν Ὀδυσσείην καὶ πάτον Ἰλιάδα. τοιγὰρ ὑπὸ ζοφίαισιν Ἐρινύσιν ἀμμέσον ἧπται Κωκυτοῦ κλοιῷ λαιμὸν ἀπαγχόμενος. | |
AG.7.378(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ἔφθανεν Ἡλιόδωρος, ἐφέσπετο δ’, οὐδ’ ὅσον ὥρῃ ὕστερον, ἀνδρὶ φίλῳ Διογένεια δάμαρ. ἄμφω δ’, ὡς συνέναιον, ὑπὸ πλακὶ τυμβεύονται, | |
ξυνὸν ἀγαλλόμενοι καὶ τάφον ὡς θάλαμον. | 220 in vol. 2 | |
AG.7.379(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Εἰπέ, Δικαιάρχεια, τί σοι τόσον εἰς ἅλα χῶμα βέβληται μέσσου γευόμενον πελάγους; Κυκλώπων τάδε χεῖρες ἐνιδρύσαντο θαλάσσῃ τείχεα· μέχρι πόσου, Γαῖα, βιαζόμεθα; — | |
5 | „Κόσμου νηίτην δέχομαι στόλον· εἴσιδε Ῥώμην ἐγγύθεν, εἰ ταύτης μέτρον ἔχω λιμένα.“ | |
AG.7.380(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Εἰ καὶ τὸ σῆμα λυγδίνης ἀπὸ πλακὸς καὶ ξεστὸν ὀρθῇ λαοτέκτονος στάθμῃ, οὐκ ἀνδρὸς ἐσθλοῦ. μὴ λίθῳ τεκμαίρεο, ὦ λῷστε, τὸν θανόντα. κωφὸν ἡ λίθος, | |
5 | τῇ καὶ ζοφώδης ἀμφιέννυται νέκυς. κεῖται δὲ τῇδε τὠλιγηπελὲς ῥάκος Εὐνικίδαο, σήπεται δ’ ὑπὸ σποδῷ. | |
AG.7.381(p1) | ΕΤΡΟΥΣΚΟΥ ΑΠΟ ΜΕΣΣΗΝΗΣ | |
1 | Ἡ μία καὶ βιότοιο καὶ Ἄϊδος ἤγαγεν εἴσω ναῦς Ἱεροκλείδην, κοινὰ λαχοῦσα τέλη. ἔτρεφεν ἰχθυβολεῦντα, κατέφλεγε τεθνηῶτα, σύμπλοος εἰς ἄγρην, σύμπλοος εἰς Ἀίδην. | |
5 | ὄλβιος ὁ γριπεύς· ἰδίῃ καὶ πόντον ἐπέπλει | |
νηὶ καὶ ἐξ ἰδίης ἔδραμεν εἰς Ἀίδην. | 222 in vol. 2 | |
AG.7.382(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἠπείρῳ μ’ ἀποδοῦσα νέκυν, τρηχεῖα θάλασσα, σύρεις καὶ τέφρης λοιπὸν ἔτι σκύβαλον. κἠν Ἀίδῃ ναυηγὸς ἐγὼ μόνος οὐδ’ ἐπὶ χέρσου εἰρήνην ἕξω φρικαλέης σπιλάδος. | |
5 | ἢ τύμβευέ μ’ ἑλοῦσα καθ’ ὕδατος ἢ παραδοῦσα γαίῃ τὸν κείνης μηκέτι κλέπτε νέκυν. | |
AG.7.383(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἠιόνιον τόδε σῶμα βροτοῦ παντλήμονος ἄθρει σπαρτόν, ἁλιρραγέων ἐκχύμενον σκοπέλων· τῇ μὲν ἐρημοκόμης κεῖται καὶ χῆρος ὀδόντων κόρση, τῇ δὲ χερῶν πενταφυεῖς ὄνυχες | |
5 | πλευρά τε σαρκολιπῆ, ταρσοὶ δ’ ἑτέρωθεν ἄμοιροι νεύρων καὶ κώλων ἔκλυτος ἁρμονίη. οὗτος ὁ πουλυμερὴς εἷς ἦν ποτε. φεῦ μακαριστοί, ὅσσοι ἀπ’ ὠδίνων οὐκ ἴδον ἠέλιον. | |
AG.7.384(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἡ Βρόμιον στέρξασα πολὺ πλέον ἢ τροφὸς Ἰνώ, ἡ λάλος ἀμπελίνη γρῆυς Ἀριστομάχη, ἡνίκα τὴν ἱερὴν ὑπέδυ χθόνα πᾶν τ’ ἐμαράνθη πνεῦμα πάρος κυλίκων πλεῖστον ἐπαυρομένῃ, | |
5 | εἶπε ταδί· „Μινοῖ, πῆλαι, φέρε, κάλπιν ἐλαφρήν· οἴσω κυάνεον τοὐξ Ἀχέροντος ὕδωρ· καὐτὴ παρθένιον γὰρ ἀπώλεσα.“ τοῦτο δ’ ἔλεξε | |
ψευδές, ἵν’ αὐγάζῃ κἠν φθιμένοισι πίθον. | 224 in vol. 2 | |
AG.7.385(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἥρως Πρωτεσίλαε, σὺ γὰρ πρώτην ἐμύησας Ἴλιον Ἑλλαδικοῦ θυμὸν ἰδεῖν δόρατος, καὶ περὶ σοῖς τύμβοις ὅσα δένδρεα μακρὰ τέθηλε, πάντα τὸν εἰς Τροίην ἐγκεκύηκε χόλον· | |
5 | Ἴλιον ἢν ἐσίδῃ γὰρ ἀπ’ ἀκρεμόνων κορυφαίων, καρφοῦται πετάλων κόσμον ἀναινόμενα. θυμὸν ἐπὶ Τροίῃ πόσον ἔζεσας, ἡνίκα τὴν σὴν σῴζει καὶ στελέχη μῆνιν ἐπ’ ἀντιπάλους. | |
AG.7.386(p1) | ΒΑΣΣΟΥ ΛΟΛΛΙΟΥ | |
1 | Ἥδ’ ἐγὼ ἡ τοσάκις Νιόβη λίθος, ὁσσάκι μήτηρ· δύσμορος, ἣ μαστῶν 〈ὑγρὸν〉 ἔπηξα γάλα, Ἀίδεω πολὺς ὄλβος ἐμῆς ὠδῖνος ἀριθμός, ἣ τέκον, ὦ, μεγάλης λείψανα πυρκαϊῆς. | |
AG.7.387(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Θειονόης ἔκλαιον ἐμῆς μόρον, ἀλλ’ ἐπὶ παιδὸς ἐλπίσι κουφοτέρας ἔστενον εἰς ὀδύνας. νῦν δέ με καὶ παιδὸς φθονερὴ κατενόσφισε Μοῖρα· φεῦ, βρέφος, ἐψεύσθην καὶ σὲ τὸ λειπόμενον. | |
5 | Περσεφόνη, τόδε πατρὸς ἐπὶ θρήνοισιν ἄκουσον· | |
θὲς βρέφος ἐς κόλπους μητρὸς ἀποιχομένης. | 226 in vol. 2 | |
AG.7.388(p1) | ΤΟΥ ΑΥΤΟΥ ΒΙΑΝΟΡΟΣ | |
1 | Ἰχθύσι καὶ ποταμῷ Κλειτώνυμον ἐχθρὸς ὅμιλος ὦσεν, ὅτ’ εἰς ἄκρην ἦλθε τυραννοφόνος. ἀλλὰ Δίκα μιν ἔθαψεν· ἀποσπασθεῖσα γὰρ ὄχθη πᾶν δέμας ἐς κορυφὴν ἐκ ποδὸς ἐκτέρισεν· | |
5 | κεῖται δ’ οὐχ ὑδάτεσσι διάβροχος· αἰδομένα δὲ Γᾶ κεύθει τὸν ἑᾶς ὅρμον ἐλευθερίης. | |
AG.7.389(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Καὶ τίς, ὃς οὐκ ἔτλη κακὸν ἔσχατον υἱέα κλαύσας; ἀλλ’ ὁ Ποσειδίππου πάντας ἔθαψε δόμος τέσσαρας, οὓς Ἀίδαο συνήριθμον ἥρπασεν ἦμαρ, τὴν πολλὴν παίδων ἐλπίδα κειραμένου. | |
5 | πατρὸς δ’ ὄμματα λυγρὰ κατομβρηθέντα γόοισιν ὤλετο· κοινή που νὺξ μία πάντας ἔχει. | |
AG.7.390(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Κυλλήνην ὄρος Ἀρκάδων ἀκούεις· αὕτη σῆμ’ ἐπίκειτ’ Ἀπολλοδώρῳ. Πίσηθέν μιν ἰόντα νυκτὸς ὥρῃ ἔκτεινεν Διόθεν πεσὼν κεραυνός. | |
5 | τηλοῦ δ’ Αἰγανέης τε καὶ Βεροίης | |
νικηθεὶς Διὸς ὁ δρομεὺς καθεύδει. | 228 in vol. 2 | |
AG.7.391(p1) | ΒΑΣΣΟΥ ΛΟΛΛΙΟΥ | |
1 | Κλειδοῦχοι νεκύων, πάσας Ἀίδαο κελεύθους φράγνυτε, καὶ στομίοις κλεῖθρα δέχοισθε, πύλαι. αὐτὸς ἐγὼν Ἀίδας ἐνέπω· Γερμανικὸς ἄστρων, οὐκ ἐμός· οὐ χωρεῖ νῆα τόσην Ἀχέρων. | |
AG.7.392(p1) | ΗΡΑΚΛΕΙΔΟΥ ΣΙΝΩΠΕΩΣ | |
1 | Λαῖλαψ καὶ πολὺ κῦμα καὶ ἀντολαὶ Ἀρκτούροιο καὶ σκότος Αἰγαίου τ’ οἶδμα κακὸν πελάγευς, ταῦθ’ ἅμα πάντ’ ἐκύκησεν ἐμὴν νέα· τριχθὰ δὲ κλασθεὶς ἱστὸς ὁμοῦ φόρτῳ κἀμὲ κάλυψε βυθῷ. | |
5 | ναυηγὸν κλαίοιτε παρ’ αἰγιαλοῖσι, γονῆες, Τλησιμένη κωφὴν στησάμενοι λίθακα. | |
AG.7.393(p1) | ΔΙΟΚΛΕΟΥΣ ΚΑΡΥΣΤΙΟΥ | |
1 | Μή με κόνι κρύψητε· τί γὰρ πάλι; μηδ’ ἐπὶ ταύτης ᾐόνος οὐκ ὀνοτὴν γαῖαν ἐμοὶ τίθετε. μαίνεται εἴς με θάλασσα καὶ ἐν χέρσοισί με δειλὸν εὑρίσκει ῥαχίαις, οἶδέ με κἠν Ἀίδῃ. | |
5 | χέρσον ἐπεκβαίνειν 〈εἰ〉 ἐμεῦ χάριν ὕδατι θυμός, | |
ἀρκεῖ μοι σταθερῇ μιμνέμεν ὡς ἄταφος. | 230 in vol. 2 | |
AG.7.394(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Μυλεργάτας ἀνήρ με κἠν ζωᾶς χρόνοις βαρυβρομήταν εἶχε δινητὸν πέτρον, πυρηφάτον Δάματρος εὐκάρπου λάτριν, καὶ κατθανὼν στάλωσε τῷδ’ ἐπ’ ἠρίῳ, | |
5 | σύνθημα τέχνας· ὣς ἔχει μ’ αἰεὶ βαρύν, καὶ ζῶν ἐν ἔργοις καὶ θανὼν ἐπ’ ὀστέοις. | |
AG.7.395(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Οὗτος ὁ Καλλαίσχρου κενεὸς τάφος, ὃν βαθὺ χεῦμα ἔσφηλεν Λιβυκῶν ἐνδρομέοντα πόρων, συρμὸς ὅτ’ Ὠρίωνος ἀνεστρώφησε θαλάσσης βένθος ὑπὸ στυγερῆς οἴδματα πανδυσίης. | |
5 | καὶ τὸν μὲν δαίσαντο κυκώμενον εἰν ἁλὶ θῆρες, κωφὸν δὲ στήλη γράμμα λέλογχε τόδε. | |
AG.7.396(p1) | ΒΙΑΝΟΡΟΣ ΒΙΘΥΝΟΥ | |
1 | Οἰδίποδος παίδων Θήβη τάφος· ἀλλ’ ὁ πανώλης τύμβος ἔτι ζώντων αἰσθάνεται πολέμων. κείνους οὐδ’ Ἀίδης ἐδαμάσσατο κἠν Ἀχέροντι μάρνανται· κείνων χὠ τάφος ἀντίπαλος, | |
5 | καὶ πυρὶ πῦρ ἤλεγξαν ἐναντίον. ὦ ἐλεεινοὶ | |
παῖδες, ἀκοιμήτων ἁψάμενοι δοράτων. | 232 in vol. 2 | |
AG.7.397(p1) | ΕΡΥΚΙΟΥ [ΘΕΤΤΑΛΟΥ] | |
1 | Οὐχ ὅδε δείλαιος Σατύρου τάφος, οὐδ’ ὑπὸ ταύτῃ, ὡς λόγος, εὔνηται πυρκαϊῇ Σάτυρος· ἀλλ’ εἴ πού τινα πόντον ἀκούετε, πικρὸν ἐκεῖνον, τὸν πέλας αἰγονόμου κλυζόμενον Μυκάλης, | |
5 | κείνῳ δινήεντι καὶ ἀτρυγέτῳ ἔτι κεῖμαι ὕδατι, μαινομένῳ μεμφόμενος Βορέῃ. | |
AG.7.398(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Οὐκ οἶδ’, εἰ Διόνυσον ὀνόσσομαι ἢ Διὸς ὄμβρον μέμψομ’· ὀλισθηροὶ δ’ εἰς πόδας ἀμφότεροι. ἀγρόθε γὰρ κατιόντα Πολύξενον ἔκ ποτε δαιτὸς τύμβος ἔχει γλίσχρων ἐξεριπόντα λόφων· | |
5 | κεῖται δ’ Αἰολίδος Σμύρνης ἑκάς. ἀλλά τις ὄρφνης δειμαίνοι μεθύων ἀτραπὸν ὑετίην. | |
AG.7.399(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Τηλοτάτω χεύασθαι ἔδει τάφον Οἰδιπόδαο παισὶν ἀπ’ ἀλλήλων, οἷς πέρας οὐδ’ Ἀίδας, ἀλλὰ καὶ εἰς Ἀχέροντος ἕνα πλόον ἠρνήσαντο χὠ στυγερὸς ζώει κἠν φθιμένοισιν Ἄρης. | |
5 | ἠνίδε πυρκαϊῆς ἄνισον φλόγα· δαιομένα γὰρ | |
ἐξ ἑνὸς εἰς δισσὰν δῆριν ἀποστρέφεται. | 234 in vol. 2 | |
AG.7.400(p1) | ΣΕΡΑΠΙΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Τοῦτ’ ὀστεῦν φωτὸς πολυεργέος. ἦ ῥά τις ἦσθα ἔμπορος ἢ τυφλοῦ κύματος ἰχθυβόλος; — „Ἄγγειλον θνητοῖσιν, ὅτι σπεύδοντες ἐς ἄλλας ἐλπίδας εἰς τοίην ἐλπίδα λυόμεθα.“ | |
AG.7.401(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Τήνδ’ ὑπὸ δύσβωλον θλίβει χθόνα φωτὸς ἀλιτροῦ ὀστέα μισητῆς τύμβος ὑπὲρ κεφαλῆς στέρνα τ’ ἐποκριόεντα καὶ οὐκ εὔοδμον ὀδόντων πρίονα καὶ κώλων δούλιον οἰοπέδην, | |
5 | ἄτριχα καὶ κόρσην, Εὐνικίδου ἡμιπύρωτα λείψαν’, ἔτι χλωρῆς ἔμπλεα τηκεδόνος. χθὼν ὦ δυσνύμφευτε, κακοσκήνευς ἐπὶ τέφρης ἀνδρὸς μὴ κούφη κέκλισο μηδ’ ὀλίγη. | |
AG.7.402(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Χειμερίου νιφετοῖο περὶ θριγκοῖσι τακέντος δῶμα πεσὸν τὴν γραῦν ἔκτανε Λυσιδίκην· σῆμα δέ οἱ κωμῆται ὁμώλακες οὐκ ἀπ’ ὀρυκτῆς | |
γαίης, ἀλλ’ αὐτὸν πύργον ἔθεντο τάφον. | 236 in vol. 2 | |
AG.7.403(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ψύλλος, ὁ τὰς ποθινὰς ἐπιμισθίδας αἰὲν ἑταίρας πέμπων ἐς τὰ νέων ἡδέα συμπόσια, οὗτος ὁ θηρεύων ἁπαλόφρονας ἐνθάδε κεῖται, αἰσχρὸν ἀπ’ ἀνθρώπων μισθὸν ἐνεγκάμενος. | |
5 | ἀλλὰ λίθους ἐπὶ τύμβον, ὁδοιπόρε, μήτε σὺ βάλλε μήτ’ ἄλλον πείσῃς. σῆμα λέλογχε νέκυς. φεῖσαι δ’, οὐχ ὅτι κέρδος ἐπῄνεσεν, ἀλλ’ ὅτι κοινὰς θρέψας μοιχεύειν οὐκ ἐδίδαξε νέους. | |
AG.7.404(p1) | ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ | |
1 | Ψυχράν σευ κεφαλᾶς ἐπαμήσομαι αἰγιαλῖτιν θῖνα κατὰ κρυεροῦ χευάμενος νέκυος· οὐ γάρ σευ μήτηρ ἐπιτύμβια κωκύουσα εἶδεν ἁλίξαντον σὸν μόρον εἰνάλιον, | |
5 | ἀλλά ς’ ἐρημαῖοί τε καὶ ἄξεινοι πλαταμῶνες δέξαντ’ Αἰγαίης γείτονες ἠιόνος. ὥστ’ ἔχε μὲν ψαμάθου μόριον βραχύ, πουλὺ δὲ δάκρυ, ξεῖν’, ἐπεὶ εἰς ὀλοὴν ἔδραμες ἐμπορίην. | |
AG.7.405(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ὦ ξεῖνε, φεῦγε τὸν χαλαζεπῆ τάφον τὸν φρικτὸν Ἱππώνακτος, οὗ τε χἀ τέφρα ἰαμβιάζει Βουπάλειον ἐς στύγος, μή πως ἐγείρῃς σφῆκα τὸν κοιμώμενον, | |
5 | ὃς οὐδ’ ἐν Ἅιδῃ νῦν κεκοίμικεν χόλον | |
σκάζουσι μέτροις ὀρθὰ τοξεύσας ἔπη. | 238 in vol. 2 | |
AG.7.406(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Εὐφορίων, ὁ περισσὸν ἐπιστάμενός τι ποῆσαι, Πειραϊκοῖς κεῖται τοῖσδε παρὰ σκέλεσιν. ἀλλὰ σὺ τῷ μύστῃ ῥοιὴν ἢ μῆλον ἄπαρξαι ἢ μύρτον· καὶ γὰρ ζωὸς ἐὼν ἐφίλει. | |
AG.7.407(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Ἥδιστον φιλέουσι νέοις προσανάκλιμ’ ἐρώτων, Σαπφώ, σὺν Μούσαις, ἦ ῥά σε Πιερίη ἢ Ἑλικὼν εὔκισσος ἴσα πνείουσαν ἐκείναις κοσμεῖ, τὴν Ἐρέσῳ Μοῦσαν ἐν Αἰολίδι· | |
5 | ἢ καὶ Ὑμὴν Ὑμέναιος ἔχων εὐφεγγέα πεύκην σὺν σοὶ νυμφιδίων ἵσταθ’ ὑπὲρ θαλάμων. ἢ Κινύρεω νέον ἔρνος ὀδυρομένῃ Ἀφροδίτῃ σύνθρηνος μακάρων ἱερὸν ἄλσος ὁρῇς. πάντῃ, πότνια, χαῖρε θεοῖς ἴσα· σὰς γὰρ ἀοιδὰς | |
10 | ἀθανάτας ἔχομεν νῦν ἔτι θυγατέρας. | |
AG.7.408(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Ἀτρέμα τὸν τύμβον παραμείβετε, μὴ τὸν ἐν ὕπνῳ πικρὸν ἐγείρητε σφῆκ’ ἀναπαυόμενον. ἄρτι γὰρ Ἱππώνακτος ὁ καὶ τοκεῶνε βαΰξας ἄρτι κεκοίμηται θυμὸς ἐν ἡσυχίῃ. | |
5 | ἀλλὰ προμηθήσασθε· τὰ γὰρ πεπυρωμένα κείνου | |
ῥήματα πημαίνειν οἶδε καὶ εἰν Ἀίδῃ. | 240 in vol. 2 | |
AG.7.409(p1) | ΑΝΤΙΠΑΤΡΟΥ [ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ] | |
1 | Ὄβριμον ἀκαμάτου στίχον αἴνεσον Ἀντιμάχοιο, ἄξιον ἀρχαίων ὀφρύος ἡμιθέων, Πιερίδων χαλκευτὸν ἐπ’ ἄκμοσιν, εἰ τορὸν οὖας ἔλλαχες, εἰ ζαλοῖς τὰν ἀγέλαστον ὄπα, | |
5 | εἰ τὰν ἄτριπτον καὶ ἀνέμβατον ἀτραπὸν ἄλλοις μαίεαι· εἰ δ’ ὕμνων σκᾶπτρον Ὅμηρος ἔχει, καὶ Ζεύς τοι κρέσσων Ἐνοσίχθονος, ἀλλ’ Ἐνοσίχθων τοῦ μὲν ἔφυ μείων, ἀθανάτων δ’ ὕπατος· καὶ ναετὴρ Κολοφῶνος ὑπέζευκται μὲν Ὁμήρῳ, | |
10 | ἁγεῖται δ’ ἄλλων πλάθεος ὑμνοπόλων. | |
AG.7.410(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Θέσπις ὅδε, τραγικὴν ὃς ἀνέπλασα πρῶτος ἀοιδὴν κωμήταις νεαρὰς καινοτομῶν χάριτας, Βάκχος ὅτε βριθὺν κατάγοι χορόν, ᾧ τράγος ἄθλων χὠττικὸς ἦν σύκων ἄρριχος ἆθλον ἔτι. | |
5 | εἰ δὲ μεταπλάσσουσι νέοι τάδε, μυρίος αἰὼν πολλὰ προσευρήσει χἄτερα· τἀμὰ δ’ ἐμά. | |
AG.7.411(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θέσπιδος εὕρεμα τοῦτο· τὰ δ’ ἀγροιῶτιν ἀν’ ὕλαν παίγνια καὶ κώμους τούσδε τελειοτέρους Αἰσχύλος ἐξύψωσεν, ὁ μὴ σμιλευτὰ χαράξας γράμματα, χειμάρρῳ δ’ οἷα καταρδόμενα, | |
5 | καὶ τὰ κατὰ σκηνὴν μετεκαίνισεν. ὦ στόμα πάντων | |
δεξιὸν ἀρχαίων ἦσθά τοι ἡμιθέων. | 242 in vol. 2 | |
AG.7.412(p1) | ΑΛΚΑΙΟΥ ΜΕΣΣΗΝΙΟΥ | |
1 | Πᾶσά τοι οἰχομένῳ, Πυλάδη, κωκύεται Ἑλλὰς ἄπλεκτον χαίταν ἐν χροῒ κειραμένα· αὐτὸς δ’ ἀτμήτοιο κόμας ἀπεθήκατο δάφνας Φοῖβος, ἑὸν τιμῶν ᾗ θέμις ὑμνοπόλον· | |
5 | Μοῦσαι δ’ ἐκλαύσαντο, ῥόον δ’ ἔστησεν ἀκούων Ἀσωπὸς γοερῶν ἦχον ἀπὸ στομάτων· ἔλληξεν δὲ μέλαθρα Διωνύσοιο χορείης, εὖτε σιδηρείην οἶμον ἔβης Ἀίδεω. | |
AG.7.413(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Οὐχὶ βαθυστόλμων Ἱππαρχία ἔργα γυναικῶν, τῶν δὲ Κυνῶν ἑλόμαν ῥωμαλέον βίοτον· οὐδέ μοι ἀμπεχόναι περονήτιδες, οὐ βαθύπελμος εὔμαρις, οὐ λιπόων εὔαδε κεκρύφαλος, | |
5 | οὐλὰς δὲ σκίπωνι συνέμπορος ἅ τε συνῳδὸς δίπλαξ καὶ κοίτας βλῆμα χαμαιλεχέος. ἀμὶ δὲ Μαιναλίας κάρρων εἴμειν Ἀταλάντας τόσσον, ὅσον σοφία κρέσσον ὀρειδρομίας. | |
AG.7.414(p1) | ΝΟΣΣΙΔΟΣ ΤΗΣ ΜΕΛΟΠΟΙΟΥ | |
1 | Καὶ καπυρὸν γελάσας παραμείβεο καὶ φίλον εἰπὼν ῥῆμ’ ἐπ’ ἐμοί. Ῥίνθων εἴμ’ ὁ Συρακόσιος, Μουσάων ὀλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκων | |
ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδρεψάμεθα. | 244 in vol. 2 | |
AG.7.415(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδὴν εἰδότος, εὖ δ’ οἴνῳ καίρια συγγελάσαι. | |
AG.7.416 | Εὐκράτεω Μελέαγρον ἔχω, ξένε, τὸν σὺν Ἔρωτι καὶ Μούσαις κεράσανθ’ ἡδυλόγους Χάριτας. | |
AG.7.417(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Νᾶσος ἐμὰ θρέπτειρα Τύρος· πάτρα δέ με τεκνοῖ Ἀτθὶς ἐν Ἀσσυρίοις ναιομένα Γαδάροις· Εὐκράτεω δ’ ἔβλαστον ὁ σὺν Μούσαις Μελέαγρος πρῶτα Μενιππείοις συντροχάσας Χάρισιν. | |
5 | εἰ δὲ Σύρος, τί τὸ θαῦμα; μίαν, ξένε, πατρίδα κόσμον ναίομεν, ἓν θνατοὺς πάντας ἔτικτε Χάος. πουλυετὴς δ’ ἐχάραξα τάδ’ ἐν δέλτοισι πρὸ τύμβου· γήρως γὰρ γείτων ἐγγύθεν Ἀίδεω. ἀλλά με τὸν λαλιὸν καὶ πρεσβύτην σὺ προσειπὼν | |
10 | χαίρειν εἰς γῆρας καὐτὸς ἵκοιο λάλον. | |
AG.7.418(p1) | ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ | |
1 | Πρώτα μοι Γαδάρων κλεινὰ πόλις ἔπλετο πάτρα, ἤνδρωσεν δ’ ἱερὰ δεξαμένα με Τύρος· εἰς γῆρας δ’ ὅτ’ ἔβην, ἁ καὶ Δία θρεψαμένα Κῶς κἀμὲ θετὸν Μερόπων ἀστὸν ἐγηροτρόφει. | |
5 | Μοῦσαι δ’ εἰν ὀλίγοις με, τὸν Εὐκράτεω Μελέαγρον | |
παῖδα, Μενιππείοις ἠγλάισαν Χάρισιν. | 246 in vol. 2 | |
AG.7.419(p1) | ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἀτρέμας, ὦ ξένε, βαῖνε· παρ’ εὐσεβέσιν γὰρ ὁ πρέσβυς εὕδει κοιμηθεὶς ὕπνον ὀφειλόμενον, Εὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισιν· | |
5 | ὃν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θ’ ἱερὰ χθών· Κῶς δ’ ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει. ἀλλ’ εἰ μὲν Σύρος ἐσσί, „Σαλάμ“, εἰ δ’ οὖν σύ γε Φοῖνιξ, „Αὐδονίσ“, εἰ δ’ Ἕλλην, „Χαῖρε“, τὸ δ’ αὐτὸ φράσον. | |
AG.7.420(p1) | ΔΙΟΤΙΜΟΥ ΑΘΗΝΑΙΟΥ ΤΟΥ ΔΙΟΠΕΙΘΟΥΣ | |
1 | Ἐλπίδες ἀνθρώπων, ἐλαφραὶ θεαί—οὐ γὰρ ἂν ὧδε Λέσβον’ ὁ λυσιμελὴς ἀμφεκάλυψ’ Ἀίδης, ὅς ποτε καὶ βασιλῆι συνέδραμε καὶ μετ’ Ἐρώτων—, χαίρετε, κουφόταται δαίμονες ἀθανάτων. | |
5 | αὐλοὶ δ’ ἄφθεγκτοι καὶ ἀπευθέες, οἷς ἐνέπνευσε, κεῖσθ’, ἐπεὶ οὐ θιάσους, οὐ χορὸν οἶδ’ Ἀχέρων. | |
AG.7.421(p1) | [ΤΟΥ ΑΥΤΟΥ] ΜΕΛΕΑΓΡΟΥ | |
1 | Πτανέ, τί σοι σιβύνας, τί δὲ καὶ συὸς εὔαδε δέρμα; καὶ τίς ἐὼν στάλας σύμβολον ἐσσὶ τίνος; οὐ γὰρ Ἔρωτ’ ἐνέπω σε—τί γὰρ νεκύεσσι πάροικος Ἵμερος; αἰάζειν ὁ θρασὺς οὐκ ἔμαθεν— | |
5 | οὐδὲ μὲν οὐδ’ αὐτὸν ταχύπουν Χρόνον· ἔμπαλι γὰρ δὴ κεῖνος μὲν τριγέρων, σοὶ δὲ τέθηλε μέλη. ἀλλ’ ἄρα, ναί, δοκέω γάρ, ὁ γᾶς ὑπένερθε σοφιστὰς | |
ἐστί, σὺ δ’ ὁ πτερόεις τοὔνομα τοῦδε λόγος. Λατῴας δ’ ἄμφηκες ἔχεις γέρας ἔς τε γέλωτα | 248 in vol. 2 | |
10 | καὶ σπουδὰν καί που μέτρον ἐρωτογράφον. ναὶ μὲν δὴ Μελέαγρον ὁμώνυμον Οἰνέος υἱῷ σύμβολα σημαίνει ταῦτα συοκτασίας. χαῖρε καὶ ἐν φθιμένοισιν, ἐπεὶ καὶ Μοῦσαν Ἔρωτι καὶ Χάριτας σοφίαν εἰς μίαν ἡρμόσαο. | |
AG.7.422(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Τί στοχασώμεθά σου, Πεισίστρατε, χῖον ὁρῶντες γλυπτὸν ὑπὲρ τύμβου κείμενον ἀστράγαλον; ἦ ῥὰ γενὴν ὅτι Χῖος; ἔοικε γάρ. ἤ ῥ’ ὅτι παίκτας ἦσθά τις, οὐ λίην δ’, ὠγαθέ, πλειστοβόλος; | |
5 | ἢ τὰ μὲν οὐδὲ σύνεγγυς, ἐν ἀκρήτῳ δὲ κατέσβης Χίῳ; ναὶ δοκέω, τῷδε προσηγγίσαμεν. | |
AG.7.423(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Τὰν μὲν ἀεὶ πολύμυθον, ἀεὶ λάλον, ὦ ξένε, κίσσα φάσει, τὰν δὲ μέθας σύντροφον ἅδε κύλιξ, τὰν Κρῆσσαν δὲ τὰ τόξα, τὰ δ’ εἴρια τὰν φιλοεργόν, ἄνδεμα δ’ αὖ μίτρας τὰν πολιοκρόταφον· | |
5 | τοιάνδε σταλοῦχος ὅδ’ ἔκρυφε Βιττίδα τύμβος Τιμέα ἄχραντον νυμφιδίαν ἄλοχον. ἀλλ’, ὦνερ, καὶ χαῖρε καὶ οἰχομένοισιν ἐς Ἅιδαν | |
τὰν αὐτὰν μύθων αὖθις ὄπαζε χάριν. | 250 in vol. 2 | |
AG.7.424(p1) | ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Μαστεύω, τί σευ Ἆγις ἐπὶ σταλίτιδι πέτρᾳ, Λυσιδίκα, γλυπτὸν τόνδ’ ἐχάραξε νόον· ἁνία γὰρ καὶ κημὸς ὅ τ’ εὐόρνιθι Τανάγρᾳ οἰωνὸς βλαστῶν, θοῦρος ἐγερσιμάχας, | |
5 | οὐχ ἅδεν οὐδ’ ἐπέοικεν ὑπωροφίαισι γυναιξίν, ἀλλὰ τά τ’ ἠλακάτας ἔργα τά θ’ ἱστοπόδων. — „Τὰν μὲν ἀνεγρομέναν μέ ποτ’ εἴρια νύκτερος ὄρνις, ἁνία δ’ αὐδάσει δώματος ἁνίοχον· ἱππαστὴρ δ’ ὅδε κημὸς ἀείσεται οὐ πολύμυθον, | |
10 | οὐ λάλον, ἀλλὰ καλᾶς ἔμπλεον ἁσυχίας.“ | |
AG.7.425(p1) | ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Μὴ θάμβει, μάστιγα Μυροῦς ἐπὶ σάματι λεύσσων, γλαῦκα, βιόν, χαροπὰν χᾶνα, θοὰν σκύλακα. τόξα μὲν αὐδάσει με πανεύτονον ἁγέτιν οἴκου, ἁ δὲ κύων τέκνων γνήσια καδομέναν· | |
5 | μάστιξ δ’ οὐκ ὀλοάν, ξένε, δεσπότιν, ἀλλ’ ἀγέρωχον δμωσί, κολάστειραν δ’ ἔνδικον ἀμπλακίας· χὰν δὲ δόμων φυλακὰν μελεδήμονα· τὰν δ’ ἅ〈μα κεδνὰν〉 γλαῦξ ἅδε γλαυκᾶς Παλλάδος ἀμφίπολον. τοιοῖσδ’ ἀμφ’ ἔργοισιν ἐγάθεον· ἔνθεν ὅμευνος | |
10 | τοιάδ’ ἐμᾷ στάλᾳ σύμβολα τεῦξε Βίτων. | |
AG.7.426(p1) | ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Εἰπέ, λέον, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας, βουφάγε; τίς τᾶς σᾶς ἄξιος ἦν ἀρετᾶς; — „Υἱὸς Θευδώροιο Τελευτίας, ὃς μέγα πάντων | |
φέρτερος ἦν, θηρῶν ὅσσον ἐγὼ κέκριμαι. | 252 in vol. 2 | |
5 | οὐχὶ μάταν ἕστακα, φέρω δέ τι σύμβολον ἀλκᾶς ἀνέρος· ἦν γὰρ δὴ δυσμενέεσσι λέων.“ | |
AG.7.427(p1) | ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἁ στάλα, φέρ’ ἴδω, τίν’ ἔχει νέκυν. ἀλλὰ δέδορκα γράμμα μὲν οὐδέν που τμαθὲν ὕπερθε λίθου, ἐννέα δ’ ἀστραγάλους πεπτηότας· ὧν πίσυρες μὲν πρᾶτοι Ἀλεξάνδρου μαρτυρέουσι βόλον, | |
5 | οἱ δὲ τὸ τᾶς νεότατος ἐφάλικος ἄνθος, ἔφηβον, εἷς δ’ ὅ γε μανύει Χῖος ἀφαυρότερον. ἦ ῥα τόδ’ ἀγγέλλοντι· „Καὶ ὁ σκάπτροισι μεγαυχὴς χὠ θάλλων ἥβᾳ τέρμα τὸ μηδὲν ἔχει“; ἢ τὸ μὲν οὔ; δοκέω δὲ ποτὶ σκοπὸν ἰθὺν ἐλάσσειν | |
10 | ἰόν, Κρηταιεὺς ὥς τις ὀιστοβόλος· ἦς ὁ θανὼν Χῖος μέν, Ἀλεξάνδρου δὲ λελογχὼς οὔνομ’, ἐφηβείῃ δ’ ὤλετ’ ἐν ἁλικίᾳ. ὡς εὖ τὸν φθίμενον νέον ἄκριτα καὶ τὸ κυβευθὲν πνεῦμα δι’ ἀφθέγκτων εἶπέ τις ἀστραγάλων. | |
AG.7.428(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἁ στάλα, σύνθημα τί σοι γοργωπὸς ἀλέκτωρ ἔστα, καλλαΐνᾳ σκαπτοφόρος πτέρυγι, ποσσὶν ὑφαρπάζων νίκας κλάδον; ἄκρα δ’ ἐπ’ αὐτᾶς βαθμῖδος προπεσὼν κέκλιται ἀστράγαλος. | |
5 | ἦ ῥά γε νικάεντα μάχᾳ σκαπτοῦχον ἄνακτα | |
κρύπτεις; ἀλλὰ τί σοι παίγνιον ἀστράγαλος; πρὸς δέ, τί λιτὸς ὁ τύμβος; ἐπιπρέπει ἀνδρὶ πενιχρῷ ὄρνιθος κλαγγαῖς νυκτὸς ἀνεγρομένῳ. οὐ δοκέω· σκᾶπτρον γὰρ ἀναίνεται. ἀλλὰ σὺ κεύθεις | 254 in vol. 2 | |
10 | ἀθλοφόρον νίκαν ποσσὶν ἀειράμενον. οὐ ψαύω καὶ τᾷδε. τί γὰρ ταχὺς εἴκελος ἀνὴρ ἀστραγάλῳ; νῦν δὴ τὠτρεκὲς ἐφρασάμαν· φοῖνιξ μὲν νίκαν ἐνέπει πάτραν τε μεγαυχῆ ματέρα Φοινίκων, τὰν πολύπαιδα Τύρον· | |
15 | ὄρνις δ’, ὅττι γεγωνὸς ἀνὴρ καί που περὶ Κύπριν πρᾶτος κἠν Μούσαις ποικίλος ὑμνοθέτας· σκᾶπτρα δ’ ἔχει σύνθημα λόγου· θνᾴσκειν δὲ πεσόντα οἰνοβρεχῆ προπετὴς ἐννέπει ἀστράγαλος. καὶ δὴ σύμβολα ταῦτα, τὸ δ’ οὔνομα πέτρος ἀείδει, | |
20 | Ἀντίπατρον, προγόνων φύντ’ ἀπ’ ἐρισθενέων. | |
AG.7.429(p1) | ΑΛΚΑΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] | |
1 | Δίζημαι κατὰ θυμόν, ὅτου χάριν ἁ παροδῖτις δισσάκι φεῖ μοῦνον γράμμα λέλογχε πέτρος λαοτύποις σμίλαις κεκολαμμένον. ἆρα γυναικὶ τᾷ χθονὶ κευθομένᾳ Χιλιὰς ἦν ὄνομα; | |
5 | τοῦτο γὰρ ἀγγέλλει κορυφούμενος εἰς ἓν ἀριθμός. ἢ τὸ μὲν εἰς ὀρθὰν ἀτραπὸν οὐκ ἔμολεν, ἁ δ’ οἰκτρὸν ναίουσα τόδ’ ἠρίον ἔπλετο Φειδίς; νῦν Σφιγγὸς γρίφους Οἰδίπος ἐφρασάμαν. αἰνετὸς οὑκ δισσοῖο καμὼν αἴνιγμα τύποιο, | |
10 | φέγγος μὲν ξυνετοῖς, ἀξυνέτοις δ’ ἔρεβος. | 256 in vol. 2 |
AG.7.430(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Τίς τὰ νεοσκύλευτα ποτὶ δρυῒ τᾷδε καθᾶψεν ἔντεα; τῶ πέλτα Δωρὶς ἀναγράφεται; πλάθει γὰρ Θυρεᾶτις ὑφ’ αἵματος ἅδε λοχιτᾶν, χἀμὲς ἀπ’ Ἀργείων τοὶ δύο λειπόμεθα. | |
5 | πάντα νέκυν μάστευε δεδουπότα, μή τις ἔτ’ ἔμπνους λειπόμενος Σπάρτᾳ κῦδος ἔλαμψε νόθον. ἴσχε βάσιν. νίκα γὰρ ἐπ’ ἀσπίδος ὧδε Λακώνων φωνεῖται θρόμβοις αἵματος Ὀθρυάδα, χὠ τόδε μοχθήσας σπαίρει πέλας. ἆ πρόπατορ Ζεῦ, | |
10 | στύξον ἀνικάτω σύμβολα φυλόπιδος. | |
AG.7.431(p1) | ΑΔΗΛΟΝ [οἱ δὲ ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι, αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν. | |
5 | ἄρσενι δ’ Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον καρύσσει· „Θυρέα, Ζεῦ, Λακεδαιμονίων.“ αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπ’ Ἀδράστου· Σπάρτᾳ δ’ οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος. | |
AG.7.432(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Ὦ Λακεδαιμόνιοι, τὸν ἀρήιον ὔμμιν ὁ τύμβος Γύλλιν ὑπὲρ Θυρέας οὗτος ἔχει φθίμενον, ἄνδρας ὃς Ἀργείων τρεῖς ἔκτανε καὶ τόδ’ ἐπεῖπεν· | |
„Τεθναίην Σπάρτας ἄξια μησάμενος.“ | 258 in vol. 2 | |
AG.7.433(p1) | ΤΥΜΝΕΩ | |
1 | Τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον. θηκτὸν δ’ ἐν προβολᾷ θεμένα ξίφος εἶπεν, ὀδόντα ὀξὺν ἐπιβρύκους’, οἷα Λάκαινα γυνά· | |
5 | „Ἔρρε, κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθ’ Ἅιδαν, ἔρρε· τὸν οὐ Σπάρτας ἄξιον οὐδ’ ἔτεκον.“ | |
AG.7.434(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Εἰς δῄων πέμψασα λόχους Δημαινέτη ὀκτὼ παῖδας ὑπὸ στήλῃ πάντας ἔθαπτε μιᾷ. δάκρυα δ’ οὐκ ἔρρηξ’ ἐπὶ πένθεσιν, ἀλλὰ τόδ’ εἶπεν μοῦνον· „Ἰὼ Σπάρτα, σοὶ τέκνα ταῦτ’ ἔτεκον.“ | |
AG.7.435(p1) | ΝΙΚΑΝΔΡΟΥ | |
1 | Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων, ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα Μεσσάνας ὑπὸ τεῖχος· ὁ δ’ ἕβδομος ἄμμε Γύλιππος ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν, | |
5 | Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ’ ἄχθος | |
ματρί· τὸ δ’ ἓν πάντων καὶ καλὸν ἐντάφιον. | 260 in vol. 2 | |
AG.7.436(p1) | ΗΓΗΜΟΝΟΣ | |
1 | Εἴποι τις παρὰ τύμβον ἰὼν ἀγέλαστος ὁδίτας τοῦτ’ ἔπος· „Ὀγδώκοντ’ ἐνθάδε μυριάδας Σπάρτας χίλιοι ἄνδρες ἐπέσχον λήματι Περσῶν καὶ θάνον ἀστρεπτεί· Δώριος ἁ μελέτα.“ | |
AG.7.437(p1) | ΦΑΕΝΝΟΥ | |
1 | Οὐκ ἔτλας, ὤριστε Λεωνίδα, αὖτις ἱκέσθαι Εὐρώταν χαλεπῷ σπερχόμενος πολέμῳ· ἀλλ’ ἐπὶ Θερμοπύλαισι τὸ Περσικὸν ἔθνος ἀμύνων ἐδμάθης, πατέρων ἁζόμενος νόμιμα. | |
AG.7.438(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Ὤλεο δὴ Πατρέων περὶ ληίδα καὶ σύ, Μαχάτα, δριμὺν ἐπ’ Αἰτωλοῖς ἀντιφέρων πόλεμον, πρωθήβας· χαλεπὸν γὰρ Ἀχαιικὸν ἄνδρα νοῆσαι ἄλκιμον, εἰς πολιὰν ὅστις ἔμεινε τρίχα. | |
AG.7.439(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Οὕτω δὴ Πύλιον τὸν Ἀγήνορος, ἄκριτε Μοῖρα, πρώιον ἐξ ἥβας ἔθρισας Αἰολέων, Κῆρας ἐπισσεύασα βίου κύνας. ὦ πόποι, ἀνὴρ | |
οἷος ἀμειδήτῳ κεῖται ἕλωρ Ἀίδῃ. | 262 in vol. 2 | |
AG.7.440(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ἠρίον, οἷον νυκτὶ καταφθιμένοιο καλύπτεις ὀστέον, οἵην, γαῖ’, ἀμφέχανες κεφαλήν, πολλὸν μὲν ξανθαῖσιν ἀρεσκομένου Χαρίτεσσι, πολλοῦ δ’ ἐν μνήμῃ πᾶσιν Ἀριστοκράτευς. | |
5 | ᾔδει Ἀριστοκράτης καὶ μείλιχα δημολογῆσαι, 〈στρεβλὴν οὐκ ὀφρὺν ἐσθλὸς ἐφελκόμενος· ᾔδει καὶ Βάκχοιο παρὰ κρητῆρος ἄδηριν〉 ἰθῦναι κείνην εὐκύλικα λαλιήν· ᾔδει καὶ ξείνοισι καὶ ἐνδήμοισι προσηνέα | |
10 | ἔρδειν. γαῖ’ ἐρατή, τοῖον ἔχεις φθίμενον. | |
AG.7.441(p1) | ΑΡΧΙΛΟΧΟΥ | |
1 | Ὑψηλοὺς Μεγάτιμον Ἀριστοφόωντά τε Νάξου κίονας, ὦ μεγάλη γαῖ’, ὑπένερθεν ἔχεις. | |
AG.7.442(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος, οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται | |
Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν. | 264 in vol. 2 | |
AG.7.443(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Τῶνδέ ποτ’ ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι. ἀντὶ δ’ ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων ἄψυχ’ ἐμψύχων ἅδε κέκευθε κόνις. | |
AG.7.444(p1) | ΘΕΑΙΤΗΤΟΥ | |
1 | Χείματος οἰνωθέντα τὸν Ἀνταγόρεω μέγαν οἶκον ἐκ νυκτῶν ἔλαθεν πῦρ ὑπονειμάμενον· ὀγδώκοντα δ’ ἀριθμὸν ἐλεύθεροι ἄμμιγα δούλοις τῆς ἐχθρῆς ταύτης πυρκαϊῆς ἔτυχον. | |
5 | οὐκ εἶχον διελεῖν προσκηδέες ὀστέα χωρίς· ξυνὴ δ’ ἦν κάλπις, ξυνὰ δὲ τὰ κτέρεα· εἷς καὶ τύμβος ἀνέστη· ἀτὰρ τὸν ἕκαστον ἐκείνων οἶδε καὶ ἐν τέφρῃ ῥηιδίως Ἀίδης. | |
AG.7.445(p1) | ΠΕΡΣΟΥ ΘΗΒΑΙΟΥ | |
1 | Μαντιάδας, ὦ ξεῖνε, καὶ Εὔστρατος, υἷες Ἐχέλλου, Δυμαῖοι, κραναῇ κείμεθ’ ἐνὶ ξυλόχῳ, ἄγραυλοι γενεῆθεν ὀροιτύποι. οἱ δ’ ἐπὶ τύμβῳ μανυταὶ τέχνας δουροτόμοι πελέκεις. | |
AG.7.446(p1) | ΗΓΗΣΙΠΠΟΥ | |
1 | Ἑρμιονεὺς ὁ ξεῖνος, ἐν ἀλλοδαπῶν δὲ τέθαπται, Ζωίλος, Ἀργείαν γαῖαν ἐφεσσάμενος, ἃν ἐπί οἱ βαθύκολπος ἀμάσατο δάκρυσι νύμφα | |
λειβομένα παῖδές τ’ εἰς χρόα κειράμενοι. | 266 in vol. 2 | |
AG.7.447(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων „Θῆρις Ἀρισταίου Κρὴσ“ ἐπ’ ἐμοὶ δολιχός. | |
AG.7.448(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Πραταλίδα τὸ μνᾶμα Λυκαστίω, ἄκρον ἐρώτων εἰδότος, ἄκρα μάχας, ἄκρα λινοστασίας, ἄκρα χοροιτυπίας. χθόνιοι ... τοῦτον Κρηταιεῖ Κρῆτα παρῳκίσατε; | |
AG.7.449 | Πραταλίδᾳ παιδεῖον Ἔρως πόθον, Ἄρτεμις ἄγραν, Μοῦσα χορούς, Ἄρης ἐγγυάλιξε μάχαν. πῶς οὐκ εὐαίων ὁ Λυκάστιος, ὃς καὶ ἔρωτι ἆρχε καὶ ἐν μολπᾷ καὶ δορὶ καὶ στάλικι; | |
AG.7.450(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Τῆς Σαμίης τὸ μνῆμα Φιλαινίδος· ἀλλὰ προσειπεῖν τλῆθί με καὶ στήλης πλησίον, ὦνερ, ἴθι. οὐκ εἴμ’ ἡ τὰ γυναιξὶν ἀναγράψασα προσάντη ἔργα καὶ Αἰσχύνην οὐ νομίσασα θεόν, | |
5 | ἀλλὰ φιλαιδήμων, ναὶ ἐμὸν τάφον. εἰ δέ τις ἡμέας αἰσχύνων λαμυρὴν ἔπλασεν ἱστορίην, τοῦ μὲν ἀναπτύξαι χρόνος οὔνομα, τἀμὰ δὲ λυγρὴν | |
ὀστέα τερφθείη κληδόν’ ἀπωσαμένης. | 268 in vol. 2 | |
AG.7.451(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς. | |
AG.7.452(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Μνήμης Εὐβούλοιο σαόφρονος, ὦ παριόντες, πίνωμεν· κοινὸς πᾶσι λιμὴν Ἀίδης. | |
AG.7.453(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην. | |
AG.7.454(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς ἀκρήτου προποθεῖς’ ᾤχετ’ ἔχουσα κύλιξ. | |
AG.7.455(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Μαρωνὶς ἡ φίλοινος, ἡ πίθων σποδός, ἐνταῦθα κεῖται γρηΰς, ἧς ὑπὲρ τάφου γνωστὸν πρόκειται πᾶσιν Ἀττικὴ κύλιξ. στένει δὲ καὶ γᾶς νέρθεν, οὐχ ὑπὲρ τέκνων | |
5 | οὐδ’ ἀνδρός, οὓς λέλοιπεν ἐνδεεῖς βίου, | |
ἓν δ’ ἀντὶ πάντων, οὕνεχ’ ἡ κύλιξ κενή. | 270 in vol. 2 | |
AG.7.456(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Τὴν τίτθην Ἱέρων Σειληνίδα, τήν, ὅτε πίνοι ζωρόν, ὑπ’ οὐδεμιῆς θλιβομένην κύλικος, ἀγρῶν ἐντὸς ἔθηκεν, ἵν’ ἡ φιλάκρητος ἐκείνη καὶ φθιμένη ληνῶν γείτονα τύμβον ἔχοι. | |
AG.7.457(p1) | ΑΡΙΣΤΩΝΟΣ | |
1 | Ἀμπελὶς ἡ φιλάκρητος, ἐπὶ σκίπωνος ὁδηγοῦ ἤδη τὸ σφαλερὸν γῆρας ἐρειδομένη, λαθριδίη Βάκχοιο νεοθλιβὲς ἧκ’ ἀπὸ ληνοῦ πῶμα Κυκλωπείην πλησομένη κύλικα· | |
5 | πρὶν δ’ ἀρύσαι μογερὰν ἔκαμεν χέρα· γραῦς δὲ παλαιὴ νηῢς ὑποβρύχιος ζωρὸν ἔδυ πέλαγος. Εὐτέρπη δ’ ἐπὶ τύμβον ἀποφθιμένης θέτο σῆμα λάινον οἰνηρῶν γείτονα θειλοπέδων. | |
AG.7.458(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι ἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας. | |
AG.7.459(p1) | ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν, δίζηνται Σαμίων πολλάκι θυγατέρες, ἡδίστην συνέριθον ἀείλαλον· ἡ δ’ ἀποβρίζει | |
ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον. | 272 in vol. 2 | |
AG.7.460(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸν ῥέζων οὔτ’ ἀδικῶν οὐδένα. Γαῖα φίλη, Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη γίνεο μήτ’ ἄλλοι δαίμονες, οἵ μ’ ἔχετε. | |
AG.7.461(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Παμμῆτορ γῆ, χαῖρε· σὺ τὸν πάρος οὐ βαρὺν εἰς σὲ Αἰσιγένην καὐτὴ νῦν ἐπέχοις ἀβαρής. | |
AG.7.462(p1) | ΔΙΟΝΥΣΙΟΥ | |
1 | Ἀγχιτόκον Σατύραν Ἀίδας λάχε, Σιδονία δὲ κρύψε κόνις, πάτρα δ’ ἐστονάχησε Τύρος. | |
AG.7.463(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Αὕτα Τιμόκλει’, αὕτα Φιλώ, αὕτα Ἀριστώ, αὕτα Τιμαιθώ, παῖδες Ἀριστοδίκου, πᾶσαι ὑπ’ ὠδῖνος πεφονευμέναι· αἷς ἔπι τοῦτο | |
σᾶμα πατὴρ στάσας κάτθαν’ Ἀριστόδικος. | 274 in vol. 2 | |
AG.7.464(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἦ πού σε χθονίας, Ἀρετημιάς, ἐξ ἀκάτοιο Κωκυτοῦ θεμέναν ἴχνος ἐπ’ ἀιόνι, οἰχόμενον βρέφος ἄρτι νέῳ φορέουσαν ἀγοστῷ ᾤκτειραν θαλεραὶ Δωρίδες εἰν Ἀίδᾳ | |
5 | πευθόμεναι τέο κῆρα· σὺ δὲ ξαίνουσα παρειὰς δάκρυσιν ἄγγειλας κεῖν’ ἀνιαρὸν ἔπος· „Διπλόον ὠδίνασα, φίλαι, τέκος ἄλλο μὲν ἀνδρὶ Εὔφρονι καλλιπόμαν, ἄλλο δ’ ἄγω φθιμένοις.“ | |
AG.7.465(p1) | ΗΡΑΚΛΕΙΤΟΥ | |
1 | Ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπων σείονται φύλλων ἡμιθαλεῖς στέφανοι· γράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν, λυγρὰ περιστέλλειν ὀστέα φατὶ τίνος. | |
5 | „Ξεῖν’, Ἀρετημιάς εἰμι· πάτρα Κνίδος· Εὔφρονος ἦλθον εἰς λέχος· ὠδίνων οὐκ ἄμορος γενόμαν· δισσὰ δ’ ὁμοῦ τίκτουσα τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸν γήρως, ἓν δ’ ἀπάγω μναμόσυνον πόσιος.“ | |
AG.7.466(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Ἆ δείλ’ Ἀντίκλεις, δειλὴ δ’ ἐγὼ ἡ τὸν ἐν ἥβης ἀκμῇ καὶ μοῦνον παῖδα πυρωσαμένη, ὀκτωκαιδεκέτης ὃς ἀπώλεο, τέκνον· ἐγὼ δὲ | |
ὀρφάνιον κλαίω γῆρας ὀδυρομένη. | 276 in vol. 2 | |
5 | βαίην εἰς Ἄϊδος σκιερὸν δόμον· οὔτε μοι ἠὼς ἡδεῖ’ οὔτ’ ἀκτὶς ὠκέος ἠελίου. ἆ δείλ’ Ἀντίκλεις μεμορημένε, πένθεος εἴης ἰητὴρ ζωῆς ἔκ με κομισσάμενος. | |
AG.7.467(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τοῦτό τοι, Ἀρτεμίδωρε, τεῷ ἐπὶ σάματι μάτηρ ἴαχε δωδεκέτη σὸν γοόωσα μόρον· „Ὤλετ’ ἐμᾶς ὠδῖνος ὁ πᾶς πόνος εἰς σποδόν, εἰς πῦρ ὤλεθ’ ὁ παμμέλεος γειναμένου κάματος· | |
5 | ὤλετ’ ἀπευθεῖ μοι τέρψις σέθεν· ἐς γὰρ ἄκαμπτον, ἐς τὸν ἀνόστητον χῶρον ἔβης ἐνέρων, οὐδ’ ἐς ἐφηβείαν ἐλθών, τέκος· ἀντὶ δὲ σεῖο στάλα καὶ κωφὰ λείπεται ἄμμι κόνις.“ | |
AG.7.468(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οἰκτρότατον μάτηρ σε, Χαρίξενε, δῶρον ἐς Ἅιδαν ὀκτωκαιδεκέταν ἐστόλισεν χλαμύδι. ἦ γὰρ δὴ καὶ πέτρος ἀνέστενεν, ἁνίκ’ ἀπ’ οἴκων ἅλικες οἰμωγᾷ σὸν νέκυν ἠχθοφόρευν. | |
5 | πένθος δ’, οὐχ ὑμέναιον ἀνωρύοντο γονῆες· αἰαῖ τὰς μαστῶν ψευδομένας χάριτας καὶ κενεὰς ὠδῖνας. ἰὼ κακοπάρθενε Μοῖρα, στεῖρα γονᾶς στοργὰν ἔπτυσας εἰς ἀνέμους. τοῖς μὲν ὁμιλήσασι ποθεῖν πάρα, τοῖς δὲ τοκεῦσι | |
10 | πενθεῖν, οἷς δ’ ἀγνώς, πευθομένοις ἐλεεῖν. | 278 in vol. 2 |
AG.7.469(p1) | ΧΑΙΡΗΜΟΝΟΣ | |
1 | Εὔβουλόν μ’ ἐτέκνωσεν Ἀθηναγόρης περὶ πάντων ἥσσονα μὲν μοίρᾳ, κρέσσονα δ’ εὐλογίᾳ. | |
AG.7.470(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Εἶπον ἀνειρομένῳ, τίς καὶ τίνος ἐσσί. —„Φίλαυλος Εὐκρατίδεω.“ —Ποδαπὸς δ’ εὔχε’ 〈ἔμεν; —„Θριασεύσ〉.“ — Ἔζησας δὲ τίνα στέργων βίον; —„Οὐ τὸν ἀρότρου, οὐδὲ τὸν ἐκ νηῶν, τὸν δὲ σοφοῖς ἕταρον.“ — | |
5 | Γήραϊ δ’ ἢ νούσῳ βίον ἔλλιπες; —„Ἤλυθον Ἅιδαν αὐτοθελεί, Κείων γευσάμενος κυλίκων.“ — Ἦ πρέσβυς; —„Καὶ κάρτα.“ —Λάβοι νύ σε βῶλος ἐλαφρὴ σύμφωνον πινυτῷ σχόντα λόγῳ βίοτον. | |
AG.7.471(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Εἴπας „Ἥλιε, χαῖρε“ Κλεόμβροτος Ὡμβρακιώτης ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην, ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος | |
ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. | 280 in vol. 2 | |
AG.7.472(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Μυρίος ἦν, ὤνθρωπε, χρόνος πρὸ τοῦ, ἄχρι πρὸς ἠῶ ἦλθες, χὠ λοιπὸς μυρίος εἰς Ἀίδην. τίς μοῖρα ζωῆς ὑπολείπεται, ἢ ὅσον ὅσσον στιγμὴ καὶ στιγμῆς εἴ τι χαμηλότερον; | |
5 | μικρή σευ ζωὴ τεθλιμμένη· οὐδὲ γὰρ αὐτὴ ἡδεῖ’, ἀλλ’ ἐχθροῦ στυγνοτέρη θανάτου. ἐκ τοίης ὥνθρωποι ἀπηκριβωμένοι ὀστῶν ἁρμονίης ὑψοῦντ’ ἠέρα καὶ νεφέλας· ὦνερ, ἴδ’, ὡς ἀχρεῖον, ἐπεὶ περὶ νήματος ἄκρον | |
10 | εὐλὴ ἀκέρκιστον λῶπος ἐφεζομένη· τοῖον τὸ ψαλάθρειον ἀπεψιλωμένον οἷον πολλῷ ἀραχναίου στυγνότερον σκελετοῦ. ἠοῦν ἐξ ἠοῦς ὅσσον σθένος, ὦνερ, ἐρευνῶν εἴης ἐν λειτῇ κεκλιμένος βιοτῇ· | |
15 | αἰὲν τοῦτο νόῳ μεμνημένος, ἄχρις ὁμιλῇς ζωοῖς, ἐξ οἵης ἡρμόνισαι καλάμης. | |
AG.7472b(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΑ | |
1 | Χειμέριον ζωὴν ὑπαλεύεο, νεῖο δ’ ἐς ὅρμον, ὡς κἠγὼ Φείδων ὁ Κρίτου, εἰς Ἀίδην. | |
AG.7.473(p1) | ΑΡΙΣΤΟΔΙΚΟΥ | |
1 | Δαμὼ καὶ Μάθυμνα τὸν ἐν τριετηρίσιν ὥραις Εὔφρονα λυσσατὰν ὡς ἐπύθοντο νέκυν, ζωὰν ἀρνήσαντο, τανυπλέκτων δ’ ἀπὸ μιτρᾶν | |
χερσὶ δεραιούχους ἐκρεμάσαντο βρόχους. | 282 in vol. 2 | |
AG.7.474(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἷς ὅδε Νικάνδρου τέκνων τάφος· ἓν φάος ἀοῦς ἄνυσε τὰν ἱερὰν Λυσιδίκας γενεάν. | |
AG.7.475(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Νυμφίον Εὐαγόρην πολὺ πενθεροῦ ἡ Πολυαίνου Σκυλλὶς ἀν’ εὐρείας ἦλθε βοῶσα πύλας, παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον. οὐδ’ ἄρ’ ἐκείνη χήρη πατρῴους αὖθις ἐσῆλθε δόμους, | |
5 | δαιμονίη, τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίων οὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι. τοῦτο δ’ ἐπ’ ἀμφοτέροισι πολύκλαυτον φιλότητος ἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ. | |
AG.7.476(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Δάκρυά σοι καὶ νέρθε διὰ χθονός, Ἡλιοδώρα, δωροῦμαι, στοργᾶς λείψανον, εἰς Ἀίδαν, δάκρυα δυσδάκρυτα· πολυκλαύτῳ δ’ ἐπὶ τύμβῳ σπένδω μνᾶμα πόθων, μνᾶμα φιλοφροσύνας. | |
5 | οἰκτρὰ γάρ, οἰκτρὰ φίλαν σε καὶ ἐν φθιμένοις Μελέαγρος αἰάζω, κενεὰν εἰς Ἀχέροντα χάριν. αἰαῖ, ποῦ τὸ ποθεινὸν ἐμοὶ θάλος; ἅρπασεν Ἅιδας, ἅρπασεν· ἀκμαῖον δ’ ἄνθος ἔφυρε κόνις. ἀλλά σε γουνοῦμαι, Γᾶ παντρόφε, τὰν πανόδυρτον | |
10 | ἠρέμα σοῖς κόλποις, μᾶτερ, ἐναγκάλισαι. | 284 in vol. 2 |
AG.7.477(p1) | ΤΥΜΝΕΩ | |
1 | Μή σοι τοῦτο, Φιλαινί, λίην ἐπικάρδιον ἔστω, εἰ μὴ πρὸς Νείλῳ γῆς μορίης ἔτυχες, ἀλλά ς’ Ἐλευθέρνης ὅδ’ ἔχει τάφος· ἔστι γὰρ ἴση πάντοθεν εἰς Ἀίδην ἐρχομένοισιν ὁδός. | |
AG.7.478(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Τίς ποτ’ ἄρ’ εἶ; τίνος ἆρα παρὰ τρίβον ὀστέα ταῦτα τλήμον’ ἐν ἡμιφαεῖ λάρνακι γυμνὰ μένει; μνῆμα δὲ καὶ τάφος αἰὲν ἀμαξεύοντος ὁδίτεω ἄξονι καὶ τροχιῇ λειτὰ παραξέεται. | |
5 | ἤδη σευ καὶ πλευρὰ παρατρίψουσιν ἄμαξαι, σχέτλιε, σοὶ δ’ οὐδεὶς οὐδ’ ἐπὶ δάκρυ βαλεῖ. | |
AG.7.479(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴς τὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλήν· αἰών μ’ ἔτριψεν κροκάλαις ἴσον· ἐν γὰρ ἀμάξῃ παμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι. | |
5 | ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα, θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα. | |
AG.7.480(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Ἤδη μευ τέτριπται ὑπεκκεκαλυμμένον ὀστεῦν ἁρμονίῃ τ’, ὦνερ, πλὰξ ἐπικεκλιμένη· ἤδη καὶ σκώληκες ὑπὲκ σοροῦ αὐγάζονται | |
ἡμετέρης. τί πλέον γῆν ἐπιεννύμεθα; | 286 in vol. 2 | |
5 | ἦ γὰρ τὴν οὔπω πρὶν ἰτὴν ὁδὸν ἐτμήξαντο ἄνθρωποι κατ’ ἐμῆς νισσόμενοι κεφαλῆς. ἀλλά, πρὸς ἐγγαίων Ἀϊδωνέος Ἑρμεία τε καὶ Νυκτός, ταύτης ἐκτὸς ἴτ’ ἀτραπιτοῦ. | |
AG.7.481(p1) | ΦΙΛΙΤΑ ΣΑΜΙΟΥ | |
1 | Ἁ στάλα βαρύθουσα λέγει τάδε· „Τὰν μινύωρον, τὰν μικκὰν Ἀίδας ἅρπασε Θειοδόταν.“ χἀ μικκὰ τάδε πατρὶ λέγει πάλιν· „Ἴσχεο λύπας, Θειόδοτε· θνατοὶ πολλάκι δυστυχέες.“ | |
AG.7.482(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὔπω τοι πλόκαμοι τετμημένοι οὐδὲ σελάνας τοὶ τριετεῖς μηνῶν ἁνιοχεῦντο δρόμοι, Κλεύδικε, Νικασὶς ὅτε σὰν περὶ λάρνακα μάτηρ, τλῆμον, ἐπ’ αἰακτᾷ πόλλ’ ἐβόα στεφάνᾳ | |
5 | καὶ γενέτας Περί〈κλειτοσ〉· ἐπ’ ἀγνώτῳ δ’ Ἀχέροντι ἡβάσεις ἥβαν, Κλεύδικ’, ἀνοστοτάταν. | |
AG.7.483(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἀίδη ἀλλιτάνευτε καὶ ἄτροπε, τίπτε τοι οὕτω Κάλλαισχρον ζωᾶς νήπιον ὠρφάνισας; ἔσται μὰν ὅ γε παῖς ἐν δώμασι Φερσεφονείοις | |
παίγνιον, ἀλλ’ οἴκοι λυγρὰ λέλοιπε πάθη. | 288 in vol. 2 | |
AG.7.484(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Πέντε κόρας καὶ πέντε Βιὼ Διδύμωνι τεκοῦσα ἄρσενας οὐδὲ μιᾶς οὐδ’ ἑνὸς ὠνάσατο, ἣ μέγ’ ἀρίστη ἐοῦσα καὶ εὔτεκνος οὐχ ὑπὸ παίδων, ὀθνείαις δ’ ἐτάφη χερσὶ θανοῦσα Βιώ. | |
AG.7.485(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Βάλλεθ’ ὑπὲρ τύμβου πολιὰ κρίνα καὶ τὰ συνήθη τύμπαν’ ἐπὶ στήλῃ ῥήσσετ’ Ἀλεξιμένευς καὶ περιδινήσασθε μακρῆς ἀνελίγματα χαίτης Στρυμονίην, ἄφετοι θυιάδες, ἀμφὶ πόλιν, | |
5 | ἣ γλυκερὰ πνεύσαντος ἐφ’ ὑμετέραισιν ἀυταῖς πολλάκι πρὸς μαλακοὺς τοῦδ’ ἐχόρευε νόμους. | |
AG.7.486(p1) | ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ | |
1 | Πολλάκι τῷδ’ ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλεινὼ μάτηρ ὠκύμορον παῖδ’ ἐβόασε φίλαν, ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ’ Ἀχέροντος ἔβα. | |
AG.7.487(p1) | ΠΕΡΣΟΥ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Ὤλεο δὴ πρὸ γάμοιο, Φιλαίνιον, οὐδέ σε μάτηρ Πυθιὰς ὡραίους ἤγαγεν εἰς θαλάμους νυμφίου· ἀλλ’ ἐλεεινὰ καταδρύψασα παρειὰς | |
τεσσαρακαιδεκέτιν τῷδ’ ἐκάλυψε τάφῳ. | 290 in vol. 2 | |
AG.7.488(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Αἰαῖ, Ἀριστοκράτεια, σὺ μὲν βαθὺν εἰς Ἀχέροντα οἴχεαι ὡραίου κεκλιμένα πρὸ γάμου, ματρὶ δὲ δάκρυα σᾷ καταλείπεται, ἅ ς’ ἐπὶ τύμβῳ πολλάκι κεκλιμένας κωκύει ἐκ κεφαλᾶς. | |
AG.7.489(p1) | ΣΑΠΦΟΥΣ | |
1 | Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν δέξατο Φερσεφόνας κυάνεος θάλαμος, ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν. | |
AG.7.490(p1) | ΑΝΥΤΗΣ | |
1 | Παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον, κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλ’ ἐπιπάντων ἐλπίδας οὐλομένα Μοῖρ’ ἐκύλισε πρόσω. | |
AG.7.491(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Αἰαῖ παρθενίας ὀλοόφρονος, ἇς ἄπο φαιδρὰν ἔκλασας ἁλικίαν, ἱμερόεσσα Κλεοῖ· κὰδ δέ ς’ ἀμυξάμεναι περὶ δάκρυσιν αἵδ’ ἐπὶ τύμβῳ | |
λᾶες Σειρήνων ἕσταμες εἰδάλιμοι. | 292 in vol. 2 | |
AG.7.492(p1) | ΑΝΥΤΗΣ [ΜΙΤΥΛΗΝΑΙΑΣ] | |
1 | Οἰχόμεθ’, ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων τὰν ἄνομον Γαλατᾶν ὕβριν ἀναινόμεναι, παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης. | |
5 | οὐ γὰρ ἐμείναμεν αἷμα τὸ δυσσεβὲς οὐδ’ Ὑμέναιον, νυμφίον ἀλλ’ Ἀίδην κηδεμόν’ εὑρόμεθα. | |
AG.7.493(p1) | ΑΝΤΙΠΑΤΡΟΥ [ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ] | |
1 | Οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκα οὐδ’ ὑπὸ δυσμενέων δούρατι κεκλίμεθα, ἀλλ’ αὐταί, πάτρας ὁπότ’ ἔφλεγεν ἄστυ Κορίνθου γοργὸς Ἄρης, Ἀίδαν ἄλκιμον εἱλόμεθα. | |
5 | ἔκτανε γὰρ μάτηρ με διασφακτῆρι σιδάρῳ, οὐδ’ ἰδίου φειδὼ δύσμορος ἔσχε βίου, ἇψε δ’ ἐναυχένιον δειρᾷ βρόχον· ἦς γὰρ ἀμείνων δουλοσύνας ἁμῖν πότμος ἐλευθέριος. | |
AG.7.494(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἐν πόντῳ Σώδαμος ὁ Κρὴς θάνεν, ᾧ φίλα, Νηρεῦ, δίκτυα καὶ τὸ σὸν ἦν κεῖνο σύνηθες ὕδωρ, ἰχθυβολεὺς ὁ περισσὸς ἐν ἀνδράσιν, ἀλλὰ θάλασσα | |
οὔ τι διακρίνει χείματος οὐδ’ ἁλιεῖς. | 294 in vol. 2 | |
AG.7.495(p1) | ΑΛΚΑΙΟΥ ΜΕΣΣΗΝΙΟΥ | |
1 | Στυγνὸς ἐπ’ Ἀρκτούρῳ ναύταις πλόος, ἐκ δὲ Βορείης λαίλαπος Ἀσπασίῳ πικρὸν ἔτευξε μόρον, οὗ στείχεις παρὰ τύμβον, ὁδοιπόρε· σῶμα δὲ πόντος ἔκρυψ’ Αἰγαίῳ ῥαινόμενον πελάγει. | |
5 | ἠιθέων δακρυτὸς ἅπας μόρος· ἐν δὲ θαλάσσῃ πλεῖστα πολυκλαύτου κήδεα ναυτιλίης. | |
AG.7.496(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος. | |
5 | νῦν δ’ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι. | |
AG.7.497(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Καί ποτε Θυμώδης, τὰ παρ’ ἐλπίδα κήδεα κλαίων, παιδὶ Λύκῳ κενεὸν τοῦτον ἔχευε τάφον· οὐδὲ γὰρ ὀθνείην ἔλαχεν κόνιν, ἀλλά τις ἀκτὴ θινιὰς ἢ νήσων ποντιάδων τις ἔχει· | |
5 | ἔνθ’ ὅ γέ που πάντων κτερέων ἄτερ ὀστέα φαίνει | |
γυμνὸς ἐπ’ ἀξείνου κείμενος αἰγιαλοῦ. | 296 in vol. 2 | |
AG.7.498(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Δᾶμις ὁ Νυσαεύς, ἐλαχὺ σκάφος ἔκ ποτε πόντου Ἰονίου ποτὶ γᾶν ναυστολέων Πέλοπος φορτίδα μὲν καὶ πάντα νεὼς ἐπιβήτορα λαὸν κύματι καὶ συρμῷ πλαζομένους ἀνέμων | |
5 | ἀσκηθεῖς ἐσάωσε· καθιεμένης δ’ ἐπὶ πέτραις ἀγκύρης ψυχρῶν κάτθανεν ἐκ νιφάδων ἠμύσας ὁ πρέσβυς. ἴδ’, ὡς λιμένα γλυκὺν ἄλλοις δούς, ξένε, τὸν Λήθης αὐτὸς ἔδυ λιμένα. | |
AG.7.499(p1) | ΘΕΑΙΤΗΤΟΥ | |
1 | Ναυτίλοι ὦ πλώοντες, ὁ Κυρηναῖος Ἀρίστων πάντας ὑπὲρ Ξενίου λίσσεται ὔμμε Διός, εἰπεῖν πατρὶ Μένωνι, παρ’ Ἰκαρίαις ὅτι πέτραις κεῖται ἐν Αἰγαίῳ θυμὸν ἀφεὶς πελάγει. | |
AG.7.500(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ὦ παρ’ ἐμὸν στείχων κενὸν ἠρίον, εἶπον, ὁδῖτα, εἰς Χίον εὖτ’ ἂν ἵκῃ, πατρὶ Μελησαγόρῃ, ὡς ἐμὲ μὲν καὶ νῆα καὶ ἐμπορίην κακὸς Εὖρος ὤλεσεν, Εὐίππου δ’ αὐτὸ λέλειπτ’ ὄνομα. | |
AG.7.501(p1) | ΠΕΡΣΟΥ | |
1 | Εὔρου χειμέριαί σε καταιγίδες ἐξεκύλισαν, Φίλλι, πολυκλύστῳ γυμνὸν ἐπ’ ἠιόνι, οἰνηρῆς Λέσβοιο παρὰ σφυρόν· αἰγίλιπος δὲ | |
πέτρου ἁλιβρέκτῳ κεῖσαι ὑπὸ πρόποδι. | 298 in vol. 2 | |
AG.7.502(p1) | ΝΙΚΑΙΝΕΤΟΥ | |
1 | Ἠρίον εἰμὶ Βίτωνος, ὁδοιπόρε· εἰ δὲ Τορώνην λείπων εἰς αὐτὴν ἔρχεαι Ἀμφίπολιν, εἰπεῖν Νικαγόρᾳ, παίδων ὅτι τὸν μόνον αὐτῷ Στρυμονίης Ἐρίφων ὤλεσε πανδυσίῃ. | |
AG.7.503(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Ἀρχαίης ὦ θινὸς ἐπεστηλωμένον ἄχθος, εἴποις, ὅντιν’ ἔχεις ἢ τίνος ἢ ποδαπόν. — „Φίντων’ Ἑρμιονῆα Βαθυκλέος, ὃν πολὺ κῦμα ὤλεσεν, Ἀρκτούρου λαίλαπι χρησάμενον.“ | |
AG.7.504(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πάρμις ὁ Καλλιγνώτου ἐπακταῖος καλαμευτής, ἄκρος καὶ κίχλης καὶ σκάρου ἰχθυβολεὺς καὶ λάβρου πέρκης δελεάρπαγος ὅσσα τε κοίλας σήραγγας πέτρας τ’ ἐμβυθίους νέμεται, | |
5 | ἄγρης ἐκ πλωτῆς ποτ’ ἰουλίδα πετρήεσσαν δακνάζων ὀλοὴν ἐξ ἁλὸς ἀράμενος ἔφθιτ’· ὀλισθηρὴ γὰρ ὑπὲκ χερὸς ἀίξασα ᾤχετ’ ἐπὶ στεινὸν παλλομένη φάρυγα. χὠ μὲν μηρίνθων καὶ δούνακος ἀγκίστρων τε | |
10 | ἐγγὺς ἀπὸ πνοιὴν ἧκε κυλινδόμενος, νήματ’ ἀναπλήσας ἐπιμοίρια· τοῦ δὲ θανόντος | |
Γρίπων ὁ γριπεὺς τοῦτον ἔχωσε τάφον. | 300 in vol. 2 | |
AG.7.505(p1) | ΣΑΠΦΟΥΣ | |
1 | Τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας. | |
AG.7.506(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα· τοῦτο περισσὸν ἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο. ἦ γὰρ ἐπ’ ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων Ἰόνιόν θ’ ὑγρὸν κῦμα κατερχόμενος | |
5 | τὴν μὲν ἔσως’, αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρων, ἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος, ἐβρώθην· τοῖόν μοι ἐπ’ ἄγριον εὖ μέγα κῆτος ἦλθεν, ἀπέβροξεν δ’ ἄχρις ἐπ’ ὀμφαλίου. χἤμισυ μὲν ναῦται, ψυχρὸν βάρος, ἐξ ἁλὸς ἡμῶν | |
10 | ἤρανθ’, ἥμισυ δὲ πρίστις ἀπεκλάσατο· ᾐόνι δ’ ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος, ὦνερ, ἔκρυψαν· πάτρην δ’ οὐ πάλιν ἱκόμεθα. | |
AG.7.507(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ἄνθρωπ’, οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς χερνήτεω· μικρὸς τύμβος, ἐμοὶ δ’ ἱκανός. | |
AG.7507b | Οὐκ ἐπιδὼν νύμφεια λέχη κατέβην τὸν ἄφυκτον | |
Γόργιππος ξανθῆς Φερσεφόνης θάλαμον. | 302 in vol. 2 | |
AG.7.508(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν, τόνδ’ Ἀσκληπιάδην πατρὶς ἔθαψε Γέλα, ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων. | |
AG.7.509(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μ’ ἐπέθηκεν Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου. | |
AG.7.510(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ, Κλείσθενες, Εὐξείνῳ μοῖρ’ ἔκιχεν θανάτου πλαζόμενον· γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου ἤμπλακες οὐδ’ ἵκευ Χῖον ἐπ’ ἀμφιρύτην. | |
AG.7.511(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ’ ἂν ἴδωμαι, οἰκτείρω σε, τάλαν Καλλία, οἷ’ ἔπαθες. | |
AG.7.512(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῶνδε δι’ ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς αἰθέρα δαιομένας εὐρυχόρου Τεγέας, οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν | |
παισὶ λιπεῖν, αὐτοὶ δ’ ἐν προμάχοισι θανεῖν. | 304 in vol. 2 | |
AG.7.513(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος, ἡνίκ’ ἀφ’ ἱμερτὴν ἔπνεεν ἡλικίην· „Ὦ Τιμηνορίδη, παιδὸς φίλου οὔποτε λήσῃ οὔτ’ ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.“ | |
AG.7.514(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου ἀενάου στονόεντ’ ἤγαγεν εἰς θάνατον Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν Διφίλου αἰχμητὴς υἱὸς ἔθηκ’ ὄνομα. | |
AG.7.515(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν; ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον. | |
AG.7.516(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν, Ζεῦ Ξένι’· οἱ δ’ ὑπὸ γᾶν θέντες ὄναιντο βίου. | |
AG.7.517(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ δυομένου Βασιλὼ κάτθανε παρθενικὴ αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα οὐκ ἔτλη. δίδυμον δ’ οἶκος ἐσεῖδε κακὸν | |
5 | πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη | |
πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον. | 306 in vol. 2 | |
AG.7.518(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης. οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν ποιμένες, Ἀστακίδην δ’ αἰὲν ἀεισόμεθα. | |
AG.7.519(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Δαίμονα τίς δ’ εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ, Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις, τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου εἶδε πατὴρ Διοφῶν χρῆμ’ ἀνιαρότερον. | |
AG.7.520(p1) | ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι ἤ τι περὶ ψυχῆς ἢ πάλι, πῶς ἔσεαι, δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρὸς Παυσανίου· δήεις δ’ αὐτὸν ἐν εὐσεβέων. | |
AG.7.521(p1) | ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή· καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι | |
τοῦθ’, ὅτι τὸν κείνων ὧδ’ ἐπέχω Κριτίην. | 308 in vol. 2 | |
AG.7.522(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | „Τιμονόη.“ τίς δ’ ἐσσί; μὰ δαίμονας, οὔ ς’ ἂν ἐπέγνων, εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα στήλῃ καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη. | |
AG.7.523(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος, ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι. | |
AG.7.524(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἦ ῥ’ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; —„Εἰ τὸν Ἀρίμμα τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ’ ἐμοί.“ — Ὦ Χαρίδα, τί τὰ νέρθε; —„Πολὺς σκότος.“ —Αἱ δ’ ἄνοδοι τί; — „Ψεῦδος.“ —Ὁ δὲ Πλούτων; —„Μῦθος.“ —Ἀπωλόμεθα. — | |
5 | „Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.“ | |
AG.7.525(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην. εἰδείης δ’ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων ἦρξεν, ὁ δ’ ἤεισεν κρέσσονα βασκανίης. | |
5 | οὐ νέμεσις· Μοῦσαι γάρ, ὅσους ἴδον ὄμματι παῖδας | |
μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους. | 310 in vol. 2 | |
AG.7.526(p1) | ΝΙΚΑΝΔΡΟΥ ΚΟΛΟΦΩΝΙΟΥ | |
1 | Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον, ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν πατρίδ’ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν δοῦλα καταγράψας σκῦλα κατ’ Ἰναχιδᾶν; | |
AG.7.527(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντα κώκυσαν μέλεον πυρσὸν ἀναψάμενοι, αἰνόλινε, τρισάωρε, σὺ δ’ ἀντὶ γάμου τε καὶ ἥβης κάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη. | |
AG.7.528(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραι κέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφην· Λάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας. | |
AG.7.529(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τόλμα καὶ εἰς Ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει, ἃ καὶ Σωσάνδρου παῖδ’ ἐπέβασε πυρᾶς Δωρόθεον· Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλων | |
ἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας. | 312 in vol. 2 | |
AG.7.530(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Μούναν σὺν τέκνοις, νεκυοστόλε, δέξο με, πορθμεῦ, τὰν λάλον· ἀρκεῖ σοι φόρτος ὁ Τανταλίδης· πληρώσει γαστὴρ μία σὸν σκάφος· εἴσιδε κούρους καὶ κούρας, Φοίβου σκῦλα καὶ Ἀρτέμιδος. | |
AG.7.531(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Αὐτά τοι τρέσσαντι παρὰ χρέος ὤπασεν ᾅδαν βαψαμένα κοίλων ἐντὸς ἄρη λαγόνων μάτηρ, ἅ ς’ ἔτεκεν, Δαμάτριε· φᾶ δὲ σίδαρον παιδὸς ἑοῦ φύρδαν μεστὸν ἔχουσα φόνου, | |
5 | ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον, δερκομένα λοξαῖς οἷα Λάκαινα κόραις· „Λεῖπε τὸν Εὐρώταν, ἴθι Τάρταρον· ἁνίκα δειλὰν οἶσθα φυγάν, τελέθεις οὔτ’ ἐμὸς οὔτε Λάκων.“ | |
AG.7.532(p1) | ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ | |
1 | Ἔκ με γεωμορίης Ἐτεοκλέα πόντιος ἐλπὶς εἵλκυσεν, ὀθνείης ἔμπορον ἐργασίης. νῶτα δὲ Τυρσηνῆς ἐπάτευν ἁλός· ἀλλ’ ἅμα νηὶ πρηνιχθεὶς κείνης ὕδασιν ἐγκατέδυν | |
5 | ἀθρόον ἐμβρίσαντος ἀήματος. οὐκ ἄρ’ ἀλωὰς αὑτὸς ἐπιπνείει κεἰς ὀθόνας ἄνεμος. | |
AG.7.533(p1) | ΔΙΟΝΥΣΙΟΥ ΑΝΔΡΙΟΥ | |
1 | Καὶ Διὶ καὶ Βρομίῳ με διάβροχον οὐ μέγ’ ὀλισθεῖν, | |
καὶ μόνον ἐκ δοιῶν καὶ βροτὸν ἐκ μακάρων. | 314 in vol. 2 | |
AG.7.534(p1) | 〈ΑΛΕΞΑΝΔΡΟΥ〉 ΑΙΤΩΛΟΥ, 〈οἱ δὲ〉 ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ’ ὥρην ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος. δείλαιε Κλεόνικε, σὺ δ’ εἰς λιπαρὴν Θάσον ἐλθεῖν ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης, | |
5 | ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ’ ὑπὸ Πλειάδος αὐτὴν ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς. | |
AG.7.535(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οὐκέθ’ ὁμοῦ χιμάροισιν ἔχειν βίον, οὐκέτι ναίειν ὁ τραγόπους ὀρέων Πὰν ἐθέλω κορυφάς. τί γλυκύ μοι, τί ποθεινὸν ἐν οὔρεσιν; ὤλετο Δάφνις, Δάφνις, ὃς ἡμετέρῃ πῦρ ἔτεκε κραδίῃ. | |
5 | ἄστυ τόδ’ οἰκήσω, θηρῶν δέ τις ἄλλος ἐπ’ ἄγρην στελλέσθω· τὰ πάροιθ’ οὐκέτι Πανὶ φίλα. | |
AG.7.536(p1) | ΑΛΚΑΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] | |
1 | Οὐδὲ θανὼν ὁ πρέσβυς ἑῷ ἐπιτέτροφε τύμβῳ βότρυν ἀπ’ οἰνάνθης ἥμερον, ἀλλὰ βάτον καὶ πνιγόεσσαν ἄχερδον ἀποστύφουσαν ὁδιτῶν χείλεα καὶ δίψει καρφαλέον φάρυγα. | |
5 | ἀλλά τις Ἱππώνακτος ἐπὴν παρὰ σῆμα νέηται, | |
εὐχέσθω κνώσσειν εὐμενέοντα νέκυν. | 316 in vol. 2 | |
AG.7.537(p1) | ΦΑΝΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἠρίον οὐκ ἐπὶ πατρί, πολυκλαύτου δ’ ἐπὶ παιδὸς Λῦσις ἄχει κενεὴν τήνδ’ ἀνέχωσε κόνιν, οὔνομα ταρχύσας, ἐπεὶ οὐχ ὑπὸ χεῖρα τοκήων ἤλυθε δυστήνου λείψανα Μαντιθέου. | |
AG.7.538(p1) | ΑΝΥΤΗΣ | |
1 | Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼς ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται. | |
AG.7.539(p1) | ΠΕΡΣΟΥ ΠΟΙΗΤΟΥ | |
1 | Οὐ προϊδών, Θεότιμε, κακὴν δύσιν ὑετίοιο Ἀρκτούρου κρυερῆς ἥψαο ναυτιλίης, ἥ σε, δι’ Αἰγαίοιο πολυκλήιδι θέοντα νηί, σὺν οἷς ἑτάροις ἤγαγεν εἰς Ἀίδην. | |
5 | αἰαῖ, Ἀριστοδίκη δὲ καὶ Εὔπολις, οἵ ς’ ἐτέκοντο, μύρονται κενεὸν σῆμα περισχόμενοι. | |
AG.7.540(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Πρός σε Διὸς Ξενίου γουνούμεθα, πατρὶ Χαρίνῳ ἄγγειλον Θήβην, ὦνερ, ἐπ’ Αἰολίδα Μῆνιν καὶ Πολύνικον ὀλωλότε, καὶ τόδε φαίης, ὡς οὐ τὸν δόλιον κλαίομεν ἄμμι μόρον, | |
5 | καίπερ ὑπὸ Θρῃκῶν φθίμενοι χερός, ἀλλὰ τὸ κείνου | |
γῆρας ἐν ἀργαλέῃ κείμενον ὀρφανίῃ. | 318 in vol. 2 | |
AG.7.541(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἔστης ἐν προμάχοις, Χαιρωνίδη, ὧδ’ ἀγορεύσας· „Ἢ μόρον ἢ νίκαν, Ζεῦ, πολέμοιο δίδου“, ἡνίκα τοι περὶ Τάφρον Ἀχαιίδα τῇ τότε νυκτὶ δυσμενέες θρασέος δῆριν ἔθεντο πόνου. | |
5 | ναὶ μὴν ἀλλ’ ἐρατή σε διακριδὸν Ἆλις ἀείδει, θερμὸν ἀνὰ ξείνην αἷμα χέαντα κόνιν. | |
AG.7.542(p1) | ΦΛΑΚΚΟΥ | |
1 | Ἕβρου χειμερίοις ἀταλὸς κρυμοῖσι δεθέντος κοῦρος ὀλισθηροῖς ποσσὶν ἔθραυσε πάγον, τοῦ παρασυρομένοιο περιρραγὲς αὐχέν’ ἔκοψεν θηγαλέον ποταμοῦ Βιστονίοιο τρύφος. | |
5 | καὶ τὸ μὲν ἡρπάσθη δίναις μέρος, ἡ δὲ τεκοῦσα λειφθὲν ὕπερθε τάφῳ μοῦνον ἔθηκε κάρα· μυρομένη δὲ τάλαινα· „Τέκος, τέκος,“ εἶπε, „τὸ μέν σου πυρκαϊή, τὸ δέ σου πικρὸν ἔδαψεν ὕδωρ.“ | |
AG.7.543(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Πάντα τις ἀρήσαιτο φυγεῖν πλόον, ὁππότε καὶ σύ, Θεύγενες, ἐν Λιβυκῷ τύμβον ἔθευ πελάγει, ἡνίκα σοι κεκμηὸς ἐπέπτατο φορτίδι νηὶ | |
οὖλον ἀνηρίθμων κεῖνο νέφος γεράνων. | 320 in vol. 2 | |
AG.7.544(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἰπέ, ποτὶ Φθίαν εὐάμπελον ἤν ποθ’ ἵκηαι καὶ πόλιν ἀρχαίαν, ὦ ξένε, Θαυμακίαν, ὡς δρυμὸν Μαλεαῖον ἀναστείβων ποτ’ ἔρημον εἶδες Λάμπωνος τόνδ’ ἐπὶ παιδὶ τάφον | |
5 | Δερξίᾳ, ὅν ποτε μοῦνον ἕλον δόλῳ οὐδ’ ἀναφανδὸν κλῶπες ἐπὶ Σπάρταν δῖαν ἐπειγόμενον. | |
AG.7.545(p1) | ΗΓΗΣΙΠΠΟΥ | |
1 | Τὴν ἐπὶ πυρκαϊῆς ἐνδέξιά φασι κέλευθον Ἑρμῆν τοὺς ἀγαθοὺς εἰς Ῥαδάμανθυν ἄγειν· ᾗ καὶ Ἀριστόνοος, Χαιρεστράτου οὐκ ἀδάκρυτος παῖς, ἡγησίλεω δῶμ’ Ἄϊδος κατέβη. | |
AG.7.546(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἶχε κορωνοβόλον πενίης λιμηρὸν Ἀρίστων ὄργανον, ᾧ πτηνὰς ἠκροβόλιζε χένας ἦκα παραστείχων δολίην ὁδόν, οἷος ἐκείνας ψεύσασθαι λοξοῖς ὄμμασι φερβομένας. | |
5 | νῦν δ’ ὁ μὲν εἰν Ἀίδῃ· τὸ δέ οἱ βέλος ὀρφανὸν ἤχου καὶ χερός· ἡ δ’ ἄγρη τύμβον ὑπερπέταται. | |
AG.7.547(p1) | ΛΕΩΝΙΔΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Τὰν στάλαν ἐχάραξε Βιάνωρ οὐκ ἐπὶ ματρὶ οὐδ’ ἐπὶ τῷ γενέτᾳ, πότμον ὀφειλόμενον, παρθενικᾷ δ’ ἐπὶ παιδί· κατέστενε δ’ οὐχ Ὑμεναίῳ, | |
ἀλλ’ Ἀίδᾳ νύμφαν δωδεκέτιν κατάγων. | 322 in vol. 2 | |
AG.7.548(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Τίς Δάμων Ἀργεῖος ἐπ’ ἠρίῳ; ἆρα σύναιμος ἐστὶ Δικαιοτέλους; —„Ἐστὶ Δικαιοτέλους.“ — Ἠχὼ τοῦτ’ ἐλάλησε πανύστατον, ἢ τόδ’ ἀληθές, κεῖνος ὅδ’ ἐστὶν ἀνήρ; —„Κεῖνος ὅδ’ ἐστὶν ἀνήρ.“ | |
AG.7.549(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πέτρος ἔτ’ ἐν Σιπύλῳ Νιόβη θρήνοισιν ἐάζει ἑπτὰ δὶς ὠδίνων μυρομένη θάνατον· λήξει δ’ οὐδ’ αἰῶνι γόον. τί δ’ ἀλαζόνα μῦθον φθέγξατο, τὸν ζωῆς ἅρπαγα καὶ τεκέων; | |
AG.7.550(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Ναυηγὸς γλαυκοῖο φυγὼν Τρίτωνος ἀπειλὰς Ἀνθεὺς Φθειώτην οὐ φύγεν αἰνόλυκον· Πηνειοῦ παρὰ χεῦμα γὰρ ὤλετο. φεῦ τάλαν, ὅστις Νηρεΐδων Νύμφας ἔσχες ἀπιστοτέρας. | |
AG.7.551(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Λητόιος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην, ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα καὶ παρὰ θῖνα Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν. | |
5 | οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην, ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην. χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δ’ ὑμέων | |
ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης. | 324 in vol. 2 | |
AG.7.552(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ὦ ξένε, τί κλαίεις; —„Διὰ σὸν μόρον.“ —Οἶσθα, τίς εἰμι; — „Οὐ μὰ τόν, ἀλλ’ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος. ἐσσὶ δὲ τίς;“ —Περίκλεια. —„Γυνὴ τίνος;“ —Ἀνδρὸς ἀρίστου, ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου. — | |
5 | „Πῶς δέ σε Βοσπορίη κατέχει κόνις;“ —Εἴρεο Μοῖραν, ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον. — „Παῖδα λίπες;“ —Τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα. — „Αἴθε καλῶς ζώοι.“ —Ναί, ναί, φίλος, εὔχεο κείνῳ, | |
10 | ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι. | |
AG.7.553(p1) | ΔΑΜΑΣΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Ζωσίμη, ἡ πρὶν ἐοῦσα μόνῳ τῷ σώματι δούλη, καὶ τῷ σώματι νῦν ηὗρον ἐλευθερίην. | |
AG.7.554(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Λατύπος Ἀρχιτέλης Ἀγαθάνορι παιδὶ θανόντι χερσὶν ὀιζυραῖς ἡρμολόγησε τάφον· αἰαῖ πέτρον ἐκεῖνον, ὃν οὐκ ἐκόλαψε σίδηρος, ἀλλ’ ἐτάκη πυκινοῖς δάκρυσι τεγγόμενος. | |
5 | φεῦ, στήλη, φθιμένῳ κούφη μένε, κεῖνος ἵν’ εἴπῃ· „Ὄντως πατρῴη χεὶρ ἐπέθηκε λίθον.“ | |
AG.7.555(p1) | ΙΩΑΝΝΟΥ ΠΟΙΗΤΟΥ | |
1 | Ἐς πόσιν ἀθρήσασα παρ’ ἐσχατίης λίνα μοίρης ᾔνεσα καὶ χθονίους, ᾔνεσα καὶ ζυγίους, τοὺς μέν, ὅτι ζωὸν λίπον ἀνέρα, τοὺς δ’, ὅτι τοῖον. | |
ἀλλὰ πατὴρ μίμνοι παισὶν ἐφ’ ἡμετέροις. | 326 in vol. 2 | |
AG.7555b(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοῦτο σαοφροσύνας ἀντάξιον εὕρεο, Νοστώ· δάκρυά σοι γαμέτας σπεῖσε καταφθιμένᾳ. | |
AG.7.556(p1) | ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΑΝΘΥΠΑΤΟΥ | |
1 | Νηλειὴς Ἀίδης· ἐπὶ σοὶ δ’ ἐγέλασσε θανόντι, Τίτυρε, καὶ νεκύων θῆκέ σε μιμολόγον. | |
AG.7.557(p1) | ΚΥΡΟΥ ΠΟΙΗΤΟΥ | |
1 | Τρεῖς ἐτέων δεκάδες Μαίης χρόνος, ἐς τρία δ’ ἄλλα ἔτρεχεν· ἀλλ’ Ἀίδης πικρὸν ἔπεμψε βέλος, θηλυτέρην δ’ ἥρπαξε ῥόδων καλύκεσσιν ὁμοίην, πάντ’ ἀπομαξαμένην ἔργα τὰ Πηνελόπης. | |
AG.7.558(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἅιδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην, κρύψε δὲ παππῴῳ μνήματι τῷδε λίθος. οὔνομα Ῥουφῖνος γενόμην, παῖς Αἰθερίοιο, μητρὸς δ’ ἐξ Ἀγάθης, ἀλλὰ μάτην γενόμην. | |
5 | ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας, φεῦ, σοφὸς εἰς Ἀίδην καὶ νέος εἰς ἔρεβος. κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρόν, ὁδῖτα· | |
δὴ γὰρ ἔφυς ζῳῶν ἢ πάις ἠὲ πατήρ. | 328 in vol. 2 | |
AG.7.559(p1) | ΘΕΟΣΕΒΕΙΑΣ | |
1 | Εἶδεν Ἀκεστορίη τρία πένθεα· κείρατο χαίτην πρῶτον ἐφ’ Ἱπποκράτει καὶ δεύτερον ἀμφὶ Γαληνῷ· καὶ νῦν Ἀβλαβίου γοερῷ περὶ σήματι κεῖται αἰδομένη μετὰ κεῖνον ἐν ἀνθρώποισι φανῆναι. | |
AG.7.560(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Εἰ καὶ ἐπὶ ξείνης σε, Λεόντιε, γαῖα καλύπτει, εἰ καὶ ἐρικλαύτων τῆλε θάνες γονέων, πολλά σοι ἐκ βλεφάρων ἐχύθη περιτύμβια φωτῶν δάκρυα δυστλήτῳ πένθεϊ δαπτομένων. | |
5 | πᾶσι γὰρ ἦσθα λίην πεφιλημένος οἷά τε πάντων ξυνὸς ἐὼν κοῦρος, ξυνὸς ἐὼν ἕταρος. αἰαῖ, λευγαλέη καὶ ἀμείλιχος ἔπλετο Μοῖρα, μηδὲ τεῆς ἥβης, δύσμορε, φεισαμένη. | |
AG.7.561(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ἡ Φύσις ὠδίνασα πολὺν χρόνον ἀνέρα τίκτεν ἄξιον εἰς ἀρετὴν τῶν προτέρων ἐτέων, τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα, τὸν καὶ ἀνιγροῖς κινήσαντα γόῳ δάκρυον ἀντιπάλοις. | |
5 | εἰ δὲ νέος τέθνηκεν, ὑπέρτερα νήματα Μοίρης | |
μέμφεο βουλομένης κόσμον ἄκοσμον ἔχειν. | 330 in vol. 2 | |
AG.7.562(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ὦ φθέγμα Κρατεροῖο, τί σοι πλέον, εἴ γε καὶ αὐδῆς ἔπλεο καὶ σιγῆς αἴτιον ἀντιπάλοις; ζῶντος μὲν γὰρ ἅπαντες ἐφώνεον· ἐκ δὲ τελευτῆς ὑμετέρης ἰδίην αὖθις ἔδησαν ὄπα. | |
5 | οὔτις γὰρ μετὰ σεῖο μόρον τέτληκε τανύσσαι ὦτα λόγοις, Κρατερῷ δ’ ἓν τέλος ἠδὲ λόγοις. | |
AG.7.563(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Σιγᾷς, Χρυσεόμαλλε, τὸ χάλκεον, οὐκέτι δ’ ἡμῖν εἰκόνας ἀρχεγόνων ἐκτελέεις μερόπων νεύμασιν ἀφθόγγοισι· τεὴ δ’, ὄλβιστε, σιωπὴ νῦν στυγερὴ τελέθει, τῇ πρὶν ἐθελγόμεθα. | |
AG.7.564(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τῇδέ ποτ’ ἀκτερέιστον ἐδέξατο γαῖα χανοῦσα Λαοδίκην δῄων ὕβριν ἀλευομένην. σῆμα δ’ ἀμαλδύναντος ἀνωίστοιο χρόνοιο Μάξιμος ἔκδηλον θῆκ’ Ἀσίης ὕπατος, | |
5 | καὶ κούρης χάλκειον ἐπεὶ τύπον ἐφράσατ’ ἄλλῃ κείμενον ἀκλειῶς, τῷδ’ ἐπέθηκε κύκλῳ. | |
AG.7.565(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ | |
1 | Αὐτὴν Θειοδότην ὁ ζωγράφος. αἴθε δὲ τέχνης | |
ἤμβροτε καὶ λήθην δῶκεν ὀδυρομένοις. | 332 in vol. 2 | |
AG.7.566(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Γαῖα καὶ Εἰλήθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις· χαίρετον· ἀμφοτέραις ἤνυσα τὸ στάδιον. εἶμι δὲ μὴ νοέων, πόθι νίσομαι· οὐδὲ γὰρ ὑμέας ἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην. | |
AG.7.567(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Κανδαύλου τόδε σῆμα· Δίκη δ’ ἐμὸν οἶτον ἰδοῦσα οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη. ἤθελε γὰρ δισσοῖσιν ὑπ’ ἀνδράσι μηδὲ φανῆναι, ἀλλ’ ἢ τὸν πρὶν ἔχειν ἢ τὸν ἐπιστάμενον. | |
5 | ἦν ἄρα Κανδαύλην παθέειν κακόν· οὐ γὰρ ἂν ἔτλη δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις. | |
AG.7.568(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν. ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες οὐδ’ ἐπὶ παστοὺς ἠγάγετ’ οὐδ’ ἐρατῆς ἔργα τεκνοσπορίης; | |
5 | οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον μέλλον ἄγειν, στυγεροῦ δ’ εἰς Ἀχέροντος ἔβην. ἀλλά, θεοί, λίτομαι, μητρός γε γόους πατέρος τε | |
παύσατε τηκομένων εἵνεκ’ ἐμεῦ φθιμένης. | 334 in vol. 2 | |
AG.7.569(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ, εὖτ’ ἂν ἐμὴν λεύσσῃς πατρίδα Θεσσαλίην· „Κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος, αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠιόνος· | |
5 | ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο, ὄφρ’ ἀναμιμνῄσκῃ τῆς ποτε κουριδίης.“ | |
AG.7.570(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Δουλκίτιον μὲν ἄνακτες ἄκρον βιότοιο πρὸς ὄλβον ἤγαγον ἐξ ἀρετῆς καὶ κλέος ἀνθυπάτων· ὡς δὲ Φύσις μιν ἔλυσεν ἀπὸ χθονός, ἀθάνατοι μὲν αὐτὸν ἔχουσι θεοί, σῶμα δὲ σηκὸς ὅδε. | |
AG.7.571(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ὀρφέος οἰχομένου τάχα τις τότε λείπετο Μοῦσα· σεῦ δέ, Πλάτων, φθιμένου παύσατο καὶ κιθάρη· ἦν γὰρ ἔτι προτέρων μελέων ὀλίγη τις ἀπορρὼξ ἐν σαῖς σῳζομένη καὶ φρεσὶ καὶ παλάμαις. | |
AG.7.572(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνὴρ λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου· ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους ἔσκεπεν ἀλλήλοις εἰσέτι μισγομένους. | |
5 | ξυνὴ δ’ ἀμφοτέρους κατέχει παγίς, εἰν ἑνὶ δ’ ἄμφω | |
κεῖνται συζυγίης οὐκέτι παυόμενοι. | 336 in vol. 2 | |
AG.7.573(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Χειρεδίου τόδε σῆμα, τὸν ἔτρεφεν Ἀτθὶς ἄρουρα εἰκόνα ῥητήρων τῆς προτέρης δεκάδος, ῥηιδίως πείθοντα δικασπόλον· ἀλλὰ δικάζων οὔποτε τῆς ὀρθῆς οὐδ’ ὅσον ἐτράπετο. | |
AG.7.574(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ, Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους· ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης. | |
5 | οἰκτρὰ δ’ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι κείμενον οὗ θιάσου κόσμον ὀδυρόμενοι· ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ, αἰαῖ, τὸν λαγόνων μόχθον ἐπισταμένη. ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς | |
10 | ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην. | |
AG.7.575(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Σῆμα Ῥόδης· Τυρίη δὲ γυνὴ πέλεν, ἀντὶ δὲ πάτρης ἵκετο τήνδε πόλιν κηδομένη τεκέων. αὕτη ἀειμνήστοιο λέχος κόσμησε Γεμέλλου, ὃς πάρος εὐνομίης ἴδμονα θῆκε πόλιν. | |
5 | γρηῢς μὲν μόρον εὗρεν, ὄφελλε δὲ μυρία κύκλα | |
ζώειν· τῶν ἀγαθῶν οὐ δεχόμεσθα κόρον. | 338 in vol. 2 | |
AG.7.576(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ | |
1 | Κάτθανες, ὦ Πύρρων; —„Ἐπέχω.“ —Πυμάτην μετὰ μοῖραν φὴς ἐπέχειν; —„Ἐπέχω· σκέψιν ἔπαυσε τάφος.“ | |
AG.7.577(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὅστις με τριόδοισι μέσαις τάρχυσε θανόντα, λυγρὰ παθὼν τύμβου μηδ’ ὀλίγοιο τύχοι, πάντες ἐπεὶ Τίμωνα νέκυν καλέουσιν ὁδῖται καὶ μόρος ἄμμι μόνοις ἄμμορος ἡσυχίης. | |
AG.7.578(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Τὸν κρατερὸν Πανοπῆα τὸν ἀγρευτῆρα λεόντων, τὸν λασιοστέρνων κέντορα παρδαλίων, τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε δεινὸς σκορπίος οὐτήσας ταρσὸν ὀρεσσιβάτην. | |
5 | αἰγανέη δὲ τάλαινα σίγυνά τε πὰρ χθονὶ κεῖται, αἰαῖ, θαρσαλέων παίγνια δορκαλίδων. | |
AG.7.579(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Πέτρου ὁρᾷς ῥητῆρος ἀεὶ γελόωσαν ὀπωπήν, ἐξόχου εἰν ἀγοραῖς, ἐξόχου ἐν φιλίῃ. ἐν δὲ Διωνύσου θηεύμενος ὤλετο μοῦνος, ὑψόθεν ἐκ τέγεος σὺν πλεόνεσσι πεσών, | |
5 | βαιὸν ἐπιζήσας, ὅσον ἤρκεσε. τοῦτον ἔγωγε | |
ἄγριον οὐ καλέω, τὸν δὲ φύσει θάνατον. | 340 in vol. 2 | |
AG.7.580(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Οὔποτέ με κρύψεις ὑπὸ πυθμένα νείατον αἴης τόσσον, ὅσον κρύψαι πάνσκοπον ὄμμα Δίκης. | |
AG.7.581(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ἀντὶ φόνου τάφον ἄμμι χαρίζεαι· ἀλλὰ καὶ αὐτὸς ἴσων ἀντιτύχοις οὐρανόθεν χαρίτων. | |
AG.7.582(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Χαῖρέ μοι, ὦ ναυηγέ, καὶ εἰς Ἀίδαο περήσας μέμφεο μὴ πόντου κύμασιν, ἀλλ’ ἀνέμοις. κεῖνοι μέν ς’ ἐδάμασσαν, ἁλὸς δέ σε μείλιχον ὕδωρ ἐς χθόνα καὶ πατέρων ἐξεκύλισε τάφους. | |
AG.7.583(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἀβάλε μηδ’ ἐγένοντο γάμοι, μὴ νύμφια λέκτρα· οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις. νῦν δ’ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται, γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος· | |
5 | τρισσὴ δ’ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον. κούφη σοὶ τελέθει γαστήρ, τέκος, ἀντὶ κονίης· | |
αὕτη γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις. | 342 in vol. 2 | |
AG.7.584(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Πλώεις ναυηγόν με λαβὼν καὶ σήματι χώσας; πλῶε Μαλειάων ἄκρα φυλασσόμενος, αἰεὶ δ’ εὐπλοΐην μεθέποις, φίλος· ἢν δέ τι ῥέξῃ ἄλλο Τύχη, τούτων ἀντιάσαις χαρίτων. | |
AG.7.585(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Μύγδων τέρμα βίοιο λαχὼν αὐτόστολος ἦλθεν εἰς Ἀίδην, νεκύων πορθμίδος οὐ χατέων. ἣν γὰρ ἔχε ζώων βιοδώτορα, μάρτυρα μόχθων, ἄγραις εἰναλίαις πολλάκι βριθομένην, | |
5 | τήνδε καὶ ἐν θανάτῳ λάχε σύνδρομον, εὖτε τελευτὴν εὕρετο συλλήξας ὁλκάδι καιομένῃ. οὕτω πιστὸν ἄνακτι πέλεν σκάφος, οἶκον ἀέξον Μύγδονι καὶ σύμπλουν ἐς βίον, ἐς θάνατον. | |
AG.7.586(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Οὔτι σε πόντος ὄλεσσε καὶ οὐ πνείοντες ἀῆται, ἀλλ’ ἀκόρητος ἔρως φοιτάδος ἐμπορίης. εἴη μοι γαίης ὀλίγος βίος· ἐκ δὲ θαλάσσης ἄλλοισιν μελέτω κέρδος ἀελλομάχον. | |
AG.7.587(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Χθών σε τέκεν, πόντος δὲ διώλεσε, δέκτο δὲ θῶκος Πλουτῆος· κεῖθεν δ’ οὐρανὸν εἰσανέβης. οὐχ ὡς ναυηγὸς δὲ βυθῷ θάνες, ἀλλ’ ἵνα πάντων | |
κλήροις ἀθανάτων, Πάμφιλε, κόσμον ἄγῃς. | 344 in vol. 2 | |
AG.7.588(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Δαμόχαρις Μοίρης πυμάτην ὑπεδύσατο σιγήν. φεῦ, τὸ καλὸν Μούσης βάρβιτον ἠρεμέει, ὤλετο γραμματικῆς ἱερὴ βάσις. ἀμφιρύτη Κῶς, καὶ πάλι πένθος ἔχεις οἷον ἐφ’ Ἱπποκράτει. | |
AG.7.589(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα, μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης, οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν θεσμῶν τ’ Αὐσονίων ἐλπίδα μαψιδίην, | |
5 | ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη. καὶ τὸν μὲν κατέχει χθόνιος τάφος, ἀντὶ δ’ ἐκείνου οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα. | |
AG.7.590(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Κλεινὸς Ἰωάννης. —„Θνητὸς λέγε.“ —Γαμβρὸς ἀνάσσης. „Θνητὸς ὅμως.“ —Γενεῆς ἄνθος Ἀναστασίου. — „Θνητοῦ κἀκείνου.“ —Βίον ἔνδικος. οὐκέτι τοῦτο | |
θνητὸν ἔφης· ἀρεταὶ κρείσσονές εἰσι μόρου. | 346 in vol. 2 | |
AG.7.591(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Ὑπατίου τάφος εἰμί· νέκυν δ’ οὔ φημι καλύπτειν τόσσου τόσσος ἐὼν Αὐσονίων προμάχου· γαῖα γὰρ αἰδομένη λιτῷ μέγαν ἀνέρα χῶσαι σήματι τῷ πόντῳ μᾶλλον ἔδωκεν ἔχειν. | |
AG.7.592(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Αὐτὸς ἄναξ νεμέσησε πολυφλοίσβοιο θαλάσσης κύμασιν Ὑπατίου σῶμα καλυψαμένοις· ἤθελε γάρ μιν ἔχειν γέρας ὕστατον οἷα θανόντα, καὶ μεγαλοφροσύνης κρύψε θάλασσα χάριν. | |
5 | ἔνθεν, πρηϋνόου κραδίης μέγα δεῖγμα, φαεινὸν τίμησεν κενεῷ σήματι τῷδε νέκυν. | |
AG.7.593(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαΐᾳ καὶ ἀοιδᾷ, τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας, Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δ’ ἐπὶ τύμβῳ κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη. | |
AG.7.594(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Μνῆμα σόν, ὦ Θεόδωρε, πανατρεκὲς οὐκ ἐπὶ τύμβῳ, ἀλλ’ ἐνὶ βιβλιακῶν μυριάσιν σελίδων, αἷσιν ἀνεζώγρησας ἀπολλυμένων ἀπὸ λήθης | |
ἁρπάξας νοερῶν μόχθον ἀοιδοπόλων. | 348 in vol. 2 | |
AG.7.595(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Κάτθανε μὲν Θεόδωρος· ἀοιδοπόλων δὲ παλαιῶν πληθὺς οἰχομένη νῦν θάνεν ἀτρεκέως. πᾶσα γὰρ ἀμπνείοντι συνέπνεε, πᾶσα δ’ ἀπέσβη σβεννυμένου· κρύφθη δ’ εἰν ἑνὶ πάντα τάφῳ. | |
AG.7.596(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ναὶ μὰ τὸν ἐν γαίῃ πύματον δρόμον, οὔτε μ’ ἄκοιτις ἔστυγεν οὔτ’ αὐτὸς Θεύδοτος Εὐγενίης ἐχθρὸς ἑκὼν γενόμην· ἀλλὰ φθόνος ἠέ τις ἄτη ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην. | |
5 | νῦν δ’ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα. | |
AG.7.597(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ἡ γλυκερὸν μέλψασα καὶ ἄλκιμον, ἡ θρόον αὐδῆς μούνη θηλυτέρης στήθεσι ῥηξαμένη κεῖται σιγαλέη· τόσον ἔσθενε νήματα Μοίρης, ὡς λιγυρὰ κλεῖσαι χείλεα Καλλιόπης. | |
AG.7.598(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Οὔτι φύσις θήλεια καὶ οὐ πολιοῖο καρήνου ἀδρανίη φωνῆς σῆς κατέλυσε βίην· ἀλλὰ μόλις ξυνοῖσι νόμοις εἴξασα τελευτῆς, | |
φεῦ φεῦ, Καλλιόπη, σὴν κατέλυσας ὄπα. | 350 in vol. 2 | |
AG.7.599(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Οὔνομα μὲν Κάλη, φρεσὶ δὲ πλέον ἠὲ προσώπῳ, κάτθανε· φεῦ, Χαρίτων ἐξαπόλωλεν ἔαρ. καὶ γὰρ ἔην Παφίῃ πανομοίιος, ἀλλὰ συνεύνῳ μούνῳ, τοῖς δ’ ἑτέροις Παλλὰς ἐρυμνοτάτη. | |
5 | τίς λίθος οὐκ ἐγόησεν, ὅτ’ ἐξήρπαξεν ἐκείνην εὐρυβίης Ἀίδης ἀνδρὸς ἀπ’ ἀγκαλίδων; | |
AG.7.600(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Ὥριος εἷλέ σε παστάς, ἀώριος εἷλέ σε τύμβος, εὐθαλέων Χαρίτων ἄνθος, Ἀναστασίη. σοὶ γενέτης, σοὶ πικρὰ πόσις κατὰ δάκρυα λείβει, σοὶ τάχα καὶ πορθμεὺς δάκρυ χέει νεκύων· | |
5 | οὐ γὰρ ὅλον λυκάβαντα διήνυσας ἄγχι συνεύνου, ἀλλ’ ἑκκαιδεκέτιν, φεῦ, κατέχει σε τάφος. | |
AG.7.601(p1) | ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Φεῦ φεῦ, ἀμετρήτων χαρίτων ἔαρ ἡδὺ μαραίνει ἀμφὶ σοὶ ὠμοφάγων χεῖμα τὸ νερτερίων. καὶ σὲ μὲν ἥρπασε τύμβος ἀπ’ ἠελιώτιδος αἴγλης πέμπτον ἐφ’ ἑνδεκάτῳ πικρὸν ἄγουσαν ἔτος, | |
5 | σὸν δὲ πόσιν γενέτην τε κακαῖς ἀλάωσεν ἀνίαις, | |
οἷς πλέον ἠελίου λάμπες, Ἀναστασίη. | 352 in vol. 2 | |
AG.7.602(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον, ἀλλά σε κηρὸν δέρκομαι, οὐδ’ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος ἕζεται ἐν στομάτεσσι· τεὴ δ’ εὐάνθεμος ἥβη, αἰαῖ, μαψιδίη νῦν χθονός ἐστι κόνις. | |
5 | πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ τετράκις ἓξ μούνους ἔδρακες ἠελίους· οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος ὄλβος. πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην, | |
10 | ἆ μέγα νηλειής, ἔσβεσεν ἀγλαΐην. | |
AG.7.603(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ἄγριός ἐστι Χάρων. —„Πλέον ἤπιος.“ —Ἥρπασεν ἤδη τὸν νέον. —„Ἀλλὰ νόῳ τοῖς πολιοῖσιν ἴσον.“ — Τερπωλῆς δ’ ἀπέπαυσεν. —„Ἀπεστυφέλιξε δὲ μόχθων.“ — Οὐκ ἐνόησε γάμους. —„Οὐδὲ γάμων ὀδύνας.“ | |
AG.7.604(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Λέκτρα σοι ἀντὶ γάμων ἐπιτύμβια, παρθένε κούρη, ἐστόρεσαν παλάμαις πενθαλέαις γενέται. καὶ σὺ μὲν ἀμπλακίας βιότου καὶ μόχθον Ἐλευθοῦς ἔκφυγες, οἱ δὲ γόων πικρὸν ἔχουσι νέφος. | |
5 | δωδεκέτιν γὰρ μοῖρα, Μακηδονίη, σε καλύπτει, | |
κάλλεσιν ὁπλοτέρην, ἤθεσι γηραλέην. | 354 in vol. 2 | |
AG.7.605(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Σοὶ σορὸν εὐλάιγγα, Ῥοδοῖ, καὶ τύμβον ἐγείρει ῥύσιά τε ψυχῆς δῶρα πένησι νέμει ἀντ’ εὐεργεσίης γλυκερὸς πόσις, ὅττι θανοῦσα ὠκύμορος κείνῳ δῶκας ἐλευθερίην. | |
AG.7.606(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Πρηΰς, ἐλευθερίην ἐπιειμένος, ἡδὺς ἰδέσθαι, ἐν βιότῳ προλιπὼν υἱέα γηροκόμον, τύμβον ἔχει Θεόδωρος ἐπ’ ἐλπίδι κρέσσονι μοίρης, ὄλβιος ἐν καμάτοις, ὄλβιος ἐν θανάτῳ. | |
AG.7.607(p1) | ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Ψυλλὼ πρεσβυγενὴς τοῖς κληρονόμοις φθονέσασα αὐτὴ κληρονόμος τῶν ἰδίων γέγονεν· ἁλλομένη δὲ τάχος κατέβη δόμον εἰς Ἀίδαο, ταῖς δαπάναις τὸ ζῆν σύμμετρον εὑρομένη. | |
5 | πάντα φαγοῦσα βίον συναπώλετο ταῖς δαπάναισιν· ἥλατο δ’ εἰς Ἀίδην, ὡς ἀπεκερμάτισεν. | |
AG.7.608(p1) | ΕΥΤΟΛΜΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ | |
1 | Υἱέος ὠκυμόρου θάνατον πενθοῦσα Μενίππη κωκυτῷ μεγάλῳ πνεῦμα συνεξέχεεν· οὐδ’ ἔσχεν παλίνορσον ἀναπνεύσασα γοῆσαι, | |
ἀλλ’ ἅμα καὶ θρήνου παύσατο καὶ βιότου. | 356 in vol. 2 | |
AG.7.609(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἀττικὸς ἐς ξυνήν με παναγρέος ἐλπίδα Μοίρης θυμῷ θαρσαλέῳ ζῶν ἐλάχηνε τάφον παίζων ἐξ ἀρετῆς θανάτου φόβον. ἀλλ’ ἐπὶ δηρὸν ἠέλιος σοφίης μιμνέτω ἠελίῳ. | |
AG.7.610(p1) | ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Ἥρπασέ τις νύμφην, καὶ τὸν γάμον ἥρπασε δαίμων ψυχῶν συλήσας τερπομένην ἀγέλην. εἷς γάμος εἰκοσιπέντε τάφους ἔπλησε θανόντων, πάνδημος δὲ νεκρὼν εἷς γέγονεν θάλαμος. | |
5 | νύμφη Πενθεσίλεια πολύστονε, νυμφίε Πενθεῦ, ἀμφοτέρων ὁ γάμος πλούσιος ἐν θανάτοις. | |
AG.7.611(p1) | ΕΥΤΟΛΜΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ | |
1 | Παρθενικὴν Ἑλένην μετ’ ἀδελφεὸν ἄρτι θανόντα δειλαίη μήτηρ κόψατο διπλασίως. μνηστῆρες δ’ ἐγόησαν ἴσον γόον· ἦν γὰρ ἑκάστῳ θρηνεῖν τὴν μήπω μηδενὸς ὡς ἰδίην. | |
AG.7.612(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Φεῦ φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις. ὤλετο φορμίγγων τερετίσματα, λῆξαν ἀοιδαί, ὥσπερ Ἰωάννῃ πάντα συνολλύμενα. | |
5 | καὶ τάχα θεσμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι, | |
τύμβον Ἰωάννης ἀνθ’ Ἑλικῶνος ἔχειν. | 358 in vol. 2 | |
AG.7.613(p1) | ΔΙΟΓΕΝΟΥΣ ΕΠΙΣΚΟΠΟΥ ΑΜΙΣΟΥ | |
1 | Σοὶ τόδε, Διόγενες, θαλερῆς μνημήιον ἥβης Πόντῳ ἐν Εὐξείνῳ θήκατο Φρὺξ γενέτης, φεῦ, πάτρης ἑκὰς ὅσσον· ἄγεν δέ σε νεῦμα Θεοῖο πατρὸς ἀδελφειῷ πένθος ὀφειλόμενον, | |
5 | ὅς σε περιστείλας ἱερῇ παλάμῃ τε καὶ εὐχῇ γείτονα τῆς μακάρων θῆκε χοροστασίης. | |
AG.7.614(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος· ὅκκα δ’ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε κέλσας τὰν Μυτιληναίαν γᾶν ἀλάπαξε Πάχης, | |
5 | τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως ἔκτανεν ὡς τήνας τῇδε βιησόμενος. ταὶ δὲ κατ’ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην· δάμῳ δ’ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος, | |
10 | μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην. τοῖα μέν, ὦ κούρα, πεπονήκατον· ἂψ δ’ ἐπὶ πάτραν ἥκετον, ἐν δ’ αὐτᾷ κεῖσθον ἀποφθιμένα· εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων εὕδετον ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας· | |
15 | ὑμνεῦσιν δ’ ἔτι πάντες ὁμόφρονας ἡρωίνας, πάτρας καὶ ποσίων πήματα τισαμένας. | |
AG.7.615(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδας | |
Μουσαῖον, φθίμενον σῶμ’ ὑπὸ τῷδε τάφῳ. | 360 in vol. 2 | |
AG.7.616 | Ὧδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα, Μούσης Οὐρανίης υἱὸν ἐυστεφάνου. | |
AG.7.617 | Θρήικα χρυσολύρην τῇδ’ Ὀρφέα Μοῦσαι ἔθαψαν, ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει. | |
AG.7.618 | Ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη. | |
AG.7.619 | Πλούτου καὶ σοφίας πρύτανιν πατρὶς ἥδε Κόρινθος κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει. | |
AG.7.620(p1) | ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ | |
1 | Μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός· καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη, | |
οὕνεκεν οὐκ ἔτυχεν πρήξιος, ἧς ἔθελεν. | 362 in vol. 2 | |
AG.7.621(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἐνθάδ’ ἐγὼ Σοφοκλῆς στυγερὸν δόμον Ἄϊδος ἔσβην κάμμορος, εἴδατι Σαρδῴῳ σελίνοιο γελάσκων. ὣς μὲν ἐγών, ἕτεροι δ’ ἄλλως, πάντες δέ τε πάντως. | |
AG.7.622(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Βόρχος ὁ βουποίμην ὅτ’ ἐπὶ γλυκὺ κηρίον εἷρπεν αἰγίλιπα σχοίνῳ πέτρον ἐπερχόμενος, εἵπετό οἱ σκυλάκων τις ὁ καὶ βοσίν, ὃς φάγε λεπτὴν σχοῖνον ἀνελκομένῳ χραινομένην μέλιτι· | |
5 | κάππεσε δ’ εἰς Ἀίδαο· τὸ δ’ ἀτρυγὲς ἀνδράσιν ἄλλοις κεῖνο μέλι ψυχῆς ὤνιον εἰρύσατο. | |
AG.7.623(p1) | ΑΙΜΙΛΙΑΝΟΥ | |
1 | Ἕλκε, τάλαν, παρὰ μητρὸς ὃν οὐκέτι μαστὸν ἀμέλξεις, ἕλκυσον ὑστάτιον νᾶμα καταφθιμένης· ἤδη γὰρ ξιφέεσσι λιπόπνοος· ἀλλὰ τὰ μητρὸς φίλτρα καὶ εἰν Ἀίδῃ παιδοκομεῖν ἔμαθεν. | |
AG.7.624(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Ἔρροις, Ἰονίοιο πολυπτοίητε θάλασσα, νηλὴς Ἀίδεω πορθμὲ κελαινοτάτου, ἣ τόσσους κατέδεξο. τίς ἂν τεά, κάμμορε, λέξαι αἴσυλα δυστήνων αἶσαν ὀπιζόμενος; | |
5 | Αἰγέα καὶ Λαβέωνα σὺν ὠκυμόροισιν ἑταίροις | |
νηί τε σὺν πάσῃ βρύξας ἁλὶ ῥοθίῃ. | 364 in vol. 2 | |
AG.7.625(p1) | ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ] | |
1 | Εἰδότα κἠπ’ Ἄτλαντα τεμεῖν πόρον εἰδότα Κρήτης κύματα καὶ Πόντου ναυτιλίην Μέλανος, Καλλιγένευς Διόδωρον Ὀλύνθιον ἴσθι θανόντα ἐν λιμένι πρῴρης νύκτερον ἐκχύμενον, | |
5 | δαιτὸς ἐκεῖ τὸ περισσὸν ὅτ’ ἤμεεν. ἆ πόσον ὕδωρ ὤλεσε τὸν τόσσῳ κεκριμένον πελάγει. | |
AG.7.626(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἐσχατιαὶ Λιβύων Νασαμωνίδες, οὐκέτι θηρῶν ἔθνεσιν ἠπείρου νῶτα βαρυνόμεναι ἦχος ἐρημαίαισιν ἔπι πτύρεσθε λεόντων ὠρυγαῖς ψαμάθους ἄχρις ὑπὲρ Νομάδων, | |
5 | φῦλον ἐπεὶ νήριθμον ἐν ἰχνοπέδαισιν ἀγρευθὲν ἐς μίαν αἰχμηταῖς Καῖσαρ ἔθηκεν ὁ παῖς· αἱ δὲ πρὶν ἀγραύλων ἐγκοιτάδες ἀκρώρειαι θηρῶν νῦν ἀνδρῶν εἰσὶ βοηλασίαι. | |
AG.7.627(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Ἡμιτελῆ θάλαμόν τε καὶ ἐγγύθι νυμφικὰ λέκτρα, κοῦρε, λιπὼν ὀλοὴν οἶμον ἔβης Ἀίδου· Θύνιον Ἀστακίην δὲ μάλ’ ἤκαχες, ἥ σε μάλιστα οἰκτρὰ τὸν ἡβητὴν κώκυεν ἠίθεον | |
5 | Ἱππάρχου κλαίουσα κακὸν μόρον, εἴκοσι ποίας | |
μοῦνον ἐπεὶ βιότου πλήσαο καὶ πίσυρας. | 366 in vol. 2 | |
AG.7.628(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ἠρνήσαντο καὶ ἄλλαι ἑὸν πάρος οὔνομα νῆσοι ἀκλεές, ἐς δ’ ἀνδρῶν ἦλθον ὁμωνυμίην· κληθείητε καὶ ὔμμες Ἐρωτίδες· οὐ νέμεσίς τοι Ὀξείαις ταύτην κλῆσιν ἀμειψαμέναις. | |
5 | παιδὶ γάρ, ὃν τύμβῳ Δίης ὑπεθήκατο βώλου, οὔνομα καὶ μορφὴν αὐτὸς ἔδωκεν Ἔρως. ὦ χθὼν σηματόεσσα καὶ ἡ παρὰ θινὶ θάλασσα, παιδὶ σὺ μὲν κούφη κεῖσο, σὺ δ’ ἡσυχίη. | |
AG.7.629(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἦ χθαμαλὴν ὑπέδυς ὁ τόσος κόνιν; εἰς σέ τις ἀθρῶν, Σώκρατες, Ἑλλήνων μέμψεται ἀκρισίην· νηλέες, οἳ τὸν ἄριστον ἀπώλεσαν, οὐδὲ ἓν αἰδοῖ δόντες. τοιοῦτοι πολλάκι Κεκροπίδαι. | |
AG.7.630(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Ἤδη που πάτρης πελάσας σχεδὸν „Αὔριον“, εἶπον, „ἡ μακρὴ κατ’ ἐμοῦ δυσπλοΐη κοπάσει.“ οὔπω χεῖλος ἔμυσε, καὶ ἦν ἴσος Ἄϊδι πόντος, καί με κατέτρυχεν κεῖνο τὸ κοῦφον ἔπος. | |
5 | πάντα λόγον πεφύλαξο τὸν αὔριον· οὐδὲ τὰ μικρὰ | |
λήθει τὴν γλώσσης ἀντίπαλον Νέμεσιν. | 368 in vol. 2 | |
AG.7.631(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ἢν ἄρα Μιλήτου Φοιβήιον 〈ᾐόν’〉 ἵκησθε, λέξατε Διογένει πένθιμον ἀγγελίην, παῖς ὅτι οἱ ναυηγὸς ὑπὸ χθονὶ κεύθεται Ἄνδρου Δίφιλος Αἰγαίου κῦμα πιὼν πελάγευς. | |
AG.7.632(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Κλίμακος ἐξ ὀλίγης ὀλίγον βρέφος ἐν Διοδώρου κάππεσεν, ἐκ δ’ ἐάγη καίριον ἀστράγαλον δινηθεὶς προκάρηνος· ἐπεὶ δ’ ἴδε θεῖον ἄνακτα ἀντόμενον, παιδνὰς αὐτίκ’ ἔτεινε χέρας. | |
5 | ἀλλὰ σὺ νηπιάχου δμωός, κόνι, μήποτε βρίθειν ὀστέα, τοῦ διετοῦς φειδομένη Κόρακος. | |
AG.7.633(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Καὶ αὐτὴ ἤχλυσεν ἀκρέσπερος ἀντέλλουσα Μήνη πένθος ἑὸν νυκτὶ καλυψαμένη, οὕνεκα τὴν χαρίεσσαν ὁμώνυμον εἶδε Σελήνην ἄπνουν εἰς ζοφερὸν δυομένην Ἀίδην. | |
5 | κείνῃ γὰρ καὶ κάλλος ἑοῦ κοινώσατο φωτὸς καὶ θάνατον κείνης μίξεν ἑῷ κνέφεϊ. | |
AG.7.634(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Νεκροδόκον κλιντῆρα Φίλων ὁ πρέσβυς ἀείρων ἐγκλιδόν, ὄφρα λάβοι μισθὸν ἐφημέριον, σφάλματος ἐξ ὀλίγοιο πεσὼν θάνεν· ἦν γὰρ ἕτοιμος εἰς Ἀίδην, ἐκάλει δ’ ἡ πολιὴ πρόφασιν· | |
5 | ὃν δ’ ἄλλοις ἐφόρει νεκυοστόλον, αὐτὸς ἐφ’ αὑτῷ | |
ἀσκάντην ὁ γέρων ἀχθοφορῶν ἔλαθεν. | 370 in vol. 2 | |
AG.7.635(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ναῦν Ἱεροκλείδης ἔσχεν σύγγηρον, ὁμόπλουν τὴν αὐτὴν ζωῆς καὶ θανάτου σύνοδον, πιστὴν ἰχθυβολεῦντι συνέμπορον· οὔτις ἐκείνης πώποτ’ ἐπέπλωσεν κῦμα δικαιοτέρη. | |
5 | γήραος ἄχρις ἔβοσκε πονευμένη, εἶτα θανόντα ἐκτέρισεν, συνέπλω δ’ ἄχρι καὶ Ἀίδεω. | |
AG.7.636(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ποιμὴν ὦ μάκαρ, εἴθε κατ’ οὔρεος ἐπροβάτευον κἠγὼ ποιηρὸν τοῦτ’ ἀνὰ λευκόλοφον, κριοῖς ἁγητῆρσι ποτ’ ἐβληχημένα βάζων, ἢ πικρῇ βάψαι νήοχα πηδάλια | |
5 | ἅλμῃ. τοιγὰρ ἔδυν ὑποβένθιος· ἀμφὶ δὲ ταύτην θῖνά με ῥοιβδήσας Εὖρος ἐφωρμίσατο. | |
AG.7.637(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Πύρρος ὁ μουνερέτης ὀλίγῃ νεῒ λεπτὰ ματεύων φυκία καὶ τριχίνης μαινίδας ἐκ καθέτου, ἠιόνων ἀποτῆλε τυπεὶς κατέδουπε κεραυνῷ· νηῦς δὲ πρὸς αἰγιαλοὺς ἔδραμεν αὐτομάτη | |
5 | ἀγγελίην θείῳ καὶ λιγνύϊ μηνύουσα | |
καὶ φράσαι Ἀργῴην οὐκ ἐπόθησε τρόπιν. | 372 in vol. 2 | |
AG.7.638(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Παίδων ἀλλαχθέντι μόρῳ ἔπι τοῦτ’ ἐλεεινὴ μήτηρ ἀμφοτέρους εἶπε περισχομένη· „Καὶ νέκυν οὐ σέο, τέκνον, ἐπ’ ἤματι τῷδε γοήσειν ἤλπισα καὶ ζωοῖς οὐ σὲ μετεσσόμενον | |
5 | ὄψεσθαι· νῦν δ’ οἱ μὲν ἐς ὑμέας ἠμείφθησαν δαίμονες, ἄψευστον δ’ ἵκετο πένθος ἐμοί.“ | |
AG.7.639(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Πᾶσα θάλασσα θάλασσα. τί Κυκλάδας ἢ στενὸν Ἕλλης κῦμα καὶ Ὀξείας ἠλεὰ μεμφόμεθα; ἄλλως τοὔνομ’ ἔχουσιν. ἐπεὶ τί με, τὸν προφυγόντα κεῖνα, Σκαρφαιεὺς ἀμφεκάλυψε λιμήν; | |
5 | νόστιμον εὐπλοΐην ἀρῷτό τις· ὡς τά γε πόντου πόντος, ὁ τυμβευθεὶς οἶδεν Ἀρισταγόρης. | |
AG.7.640(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ῥιγηλὴ ναύταις Ἐρίφων δύσις, ἀλλὰ Πύρωνι πουλὺ γαληναίη χείματος ἐχθροτέρη· νῆα γὰρ ἀπλοΐῃ πεπεδημένου ἔφθασε ναύταις ληιστέων ταχινὴ δίκροτος ἐσσυμένη, | |
5 | χεῖμα δέ μιν προφυγόντα γαληναίῳ ὑπ’ ὀλέθρῳ | |
ἔκτανον· ἆ λυγρῆς δειλὲ καχορμισίης. | 374 in vol. 2 | |
AG.7.641(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Σῆμα δυωδεκάμοιρον ἀφεγγέος ἠελίοιο, τοσσάκις ἀγλώσσῳ φθεγγόμενον στόματι, εὖτ’ ἂν θλιβομένοιο ποτὶ στενὸν ὕδατος ἀὴρ αὐλὸν ἀποστείλῃ πνεῦμα διωλύγιον, | |
5 | θῆκεν Ἀθήναιος δήμῳ χάριν, ὡς ἂν ἐναργὴς εἴη κἠν φθονεραῖς ἠέλιος νεφέλαις. | |
AG.7.642(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Σύρου καὶ Δήλοιο κλύδων μέσος υἷα Μενοίτην σὺν φόρτῳ Σαμίου κρύψε Διαφανέος εἰς ὅσιον σπεύδοντα πλόου τάχος· ἀλλὰ θάλασσα ἐχθρὴ καὶ νούσῳ πατρὸς ἐπειγομένοις. | |
AG.7.643(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ὑμνίδα τὴν Εὐάνδρου ἐράσμιον αἰὲν ἄθυρμα οἰκογενὲς κούρην αἱμύλον εἰναέτιν, ἥρπασας, ὦ ἄλλιστ’ Ἀίδη, τί πρόωρον ἐφιεὶς μοῖραν τῇ πάντως σεῖό ποτ’ ἐσσομένῃ; | |
AG.7.644(p1) | ΒΙΑΝΟΡΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ὕστατον ἐθρήνησε τὸν ὠκύμορον Κλεαρίστη παῖδα καὶ ἀμφὶ τάφῳ πικρὸν ἔπαυσε βίον· κωκύσασα γὰρ ὅσσον ἐχάνδανε μητρὸς ἀνίη, οὐκέτ’ ἐπιστρέψαι πνεύματος ἔσχε τόνους. | |
5 | θηλύτεραι, τί τοσοῦτον ἐμετρήσασθε τάλαιναι | |
θρῆνον, ἵνα κλαύσητ’ ἄχρι καὶ Ἀίδεω; | 376 in vol. 2 | |
AG.7.645(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ὦ δύστην’ ὄλβοιο Φιλόστρατε, ποῦ σοι ἐκεῖνα σκῆπτρα καὶ αἱ βασιλέων ἄφθονοι εὐτυχίαι, αἷσιν ἐπῃώρησας ἀεὶ βίον ἢ ἐπὶ Νείλῳ 〈ἢ ἐν Ἰου〉δαίοις ὢν περίοπτος ὅροις; | |
5 | ὀθνεῖοι καμάτους τοὺς σοὺς διεμοιρήσαντο, σὸς δὲ νέκυς ψαφαρῇ κείσετ’ ἐν Ὀστρακίνῃ. | |
AG.7.646(p1) | ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ | |
1 | Λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα εἶπ’ Ἐρατὼ χλωροῖς δάκρυσι λειβομένα· „Ὦ πάτερ, οὔ τοι ἔτ’ εἰμί, μέλας δ’ ἐμὸν ὄμμα καλύπτει ἤδη ἀποφθιμένης κυάνεον θάνατος.“ | |
AG.7.647(p1) | [ΣΙΜΩΝΙΔΟΥ, οἱ δὲ] ΣΙΜΙΟΥ | |
1 | Ὕστατα δὴ τάδ’ ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα· „Αὖθι μένοις παρὰ πατρί, τέκοις δ’ ἐπὶ λῴονι μοίρᾳ ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.“ | |
AG.7.648(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ἐσθλὸς Ἀριστοκράτης, ὅτ’ ἀπέπλεεν εἰς Ἀχέροντα, εἶπ’ ὀλιγοχρονίης ἁψάμενος κεφαλῆς· „Παίδων τις μνήσαιτο καὶ ἑδνώσαιτο γυναῖκα, | |
εἰ καί μιν δάκνοι δυσβίοτος πενίη· | 378 in vol. 2 | |
5 | ζωὴν στυλώσαιτο· κακὸς δ’ ἄστυλος ἰδέσθαι οἶκος. ὁ δ’ ἂν λῷστος τἀνέρος ἐσχαρεὼν εὐκίων φαίνοιτο καὶ ἐν πολυκαέι ὄγκῳ ἐνστῇ αὐγάζων δαλὸν ἐπεσχάριον.“ ᾔδει Ἀριστοκράτης τὸ κρήγυον· ἀλλὰ γυναικῶν, | |
10 | ὤνθρωπ’, ἤχθαιρεν τὴν ἀλιτοφροσύνην. | |
AG.7.649(p1) | ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ | |
1 | Ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θ’ ὑμεναίων μάτηρ στῆσε τάφῳ τῷδ’ ἐπὶ μαρμαρίνῳ παρθενικὰν μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν, Θερσί· ποτιφθεγκτὰ δ’ ἔπλεο καὶ φθιμένα. | |
AG.7.650(p1) | [ΦΛΑΚΚΟΥ ἢ] ΦΑΛΑΙΚΟΥ | |
1 | Φεῦγε θαλάσσια ἔργα, βοῶν δ’ ἐπιβάλλευ ἐχέτλῃ, εἴ τί τοι ἡδὺ μακρῆς πείρατ’ ἰδεῖν βιοτῆς· ἠπείρῳ γὰρ ἔνεστι μακρὸς βίος· εἰν ἁλὶ δ’ οὔ πως εὐμαρὲς εἰς πολιὴν ἀνδρὸς ἰδεῖν κεφαλήν. | |
AG.7650b(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Τούσδ’ ἀπὸ Τυρρηνῶν ἀκροθίνια Φοίβῳ ἄγοντας | |
ἓν πέλαγος, μία ναῦς, εἷς τάφος ἐκτέρισεν. | 380 in vol. 2 | |
AG.7.651(p1) | ΕΥΦΟΡΙΩΝΟΣ | |
1 | Οὐχ ὁ τρηχὺς ἔλαιος ἐπ’ ὀστέα κεῖνα καλύπτει οὐδ’ ἡ κυάνεον γράμμα λαβοῦσα πέτρη· ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις· | |
5 | ἀντὶ δ’ ἐγὼ ξενίης Πολυμήδεος ἡ κεινὴ χθὼν ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις. | |
AG.7.652(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ἠχήεσσα θάλασσα, τί τὸν Τιμάρεος οὕτως πλώοντ’ οὐ πολλῇ νηὶ Τελευταγόρην ἄγρια χειμήνασα καταπρηνώσαο πόντῳ σὺν φόρτῳ, λάβρον κῦμ’ ἐπιχευαμένη; | |
5 | χὠ μέν που καύηξιν ἢ ἰχθυβόροις λαρίδεσσιν τεθρήνητ’ ἄπνους εὐρεῖ ἐν αἰγιαλῷ· Τιμάρης δὲ κενὸν τέκνου κεκλαυμένον ἀθρῶν τύμβον δακρύει παῖδα Τελευταγόρην. | |
AG.7.653(p1) | ΠΑΓΚΡΑΤΟΥΣ | |
1 | Ὤλεσεν Αἰγαίου διὰ κύματος ἄγριος ἀρθεὶς Λὶψ Ἐπιηρείδην Ὑάσι δυομέναις αὐτὸν ἑῇ σὺν νηὶ καὶ ἀνδράσιν· ᾧ τόδε σῆμα | |
δακρύσας κενεὸν παιδὶ πατὴρ ἔκαμεν. | 382 in vol. 2 | |
AG.7.654(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Αἰεὶ ληισταὶ καὶ ἁλιφθόροι οὐδὲ δίκαιοι Κρῆτες. τίς Κρητῶν οἶδε δικαιοσύνην; ὡς καὶ ἐμὲ πλώοντα σὺν οὐκ εὐπίονι φόρτῳ Κρηταιεῖς ὦσαν Τιμόλυτον καθ’ ἁλὸς | |
5 | δείλαιον. κἠγὼ μὲν ἁλιζώοις λαρίδεσσι κέκλαυμαι, τύμβῳ δ’ οὐχ ὕπο Τιμόλυτος. | |
AG.7.655(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀρκεῖ μοι γαίης μικρὴ κόνις· ἡ δὲ περισσὴ ἄλλον ἐπιθλίβοι πλούσια κεκλιμένον στήλη, τὸ σκληρὸν νεκρῶν βάρος. εἴ με θανόντα γνώσοντ’, Ἀλκάνδρῳ τοῦτο τί Καλλιτέλευς; | |
AG.7.656(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Τὴν ὀλίγην βῶλον καὶ τοῦτ’ ὀλιγήριον, ὦνερ, σῆμα ποτίφθεγξαι τλάμονος Ἀλκιμένευς, εἰ καὶ πᾶν κέκρυπται ὑπ’ ὀξείης παλιούρου. καὶ βάτου ἦν ποτ’ ἐγὼ δήιος Ἀλκιμένης. | |
AG.7.657(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Ποιμένες, οἳ ταύτην ὄρεος ῥάχιν οἰοπολεῖτε αἶγας κεὐείρους ἐμβοτέοντες ὄις, Κλειταγόρῃ, πρὸς Γῆς, ὀλίγην χάριν, ἀλλὰ προσηνῆ τίνοιτε χθονίης εἵνεκα Φερσεφόνης. | |
5 | βληχήσαιντ’ ὄιές μοι, ἐπ’ ἀξέστοιο δὲ ποιμὴν | |
πέτρης συρίζοι πρηέα βοσκομέναις· εἴαρι δὲ πρώτῳ λειμώνιον ἄνθος ἀμέρξας χωρίτης στεφέτω τύμβον ἐμὸν στεφάνῳ, καί τις ἀπ’ εὐάρνοιο καταχραίνοιτο γάλακτι | 384 in vol. 2 | |
10 | οἰός, ἀμολγαῖον μαστὸν ἀνασχόμενος, κρηπῖδ’ ὑγραίνων ἐπιτύμβιον. εἰσὶ θανόντων, εἰσὶν ἀμοιβαῖαι κἀν φθιμένοις χάριτες. | |
AG.7.658(p1) | ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλὸς ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρ’, ἔχει. „Χαιρέτω οὗτος ὁ τύμβοσ“, ἐρεῖς, „ἐπεὶ Εὐρυμέδοντος κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.“ | |
AG.7.659(p1) | 〈ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ〉 | |
1 | Νήπιον υἱὸν ἔλειπες, ἐν ἡλικίῃ δὲ καὶ αὐτός, Εὐρύμεδον, τύμβου τοῦδε θανὼν ἔτυχες. σοὶ μὲν ἕδρη θείοισι παρ’ ἀνδράσι, τὸν δὲ πολῖται τιμησεῦντι πατρὸς μνώμενοι ὡς ἀγαθοῦ. | |
AG.7.660(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ’ ἐφίεται Ὄρθων· „Χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις· καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω μόρον, ἀντὶ δὲ πολλῆς | |
πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.“ | 386 in vol. 2 | |
AG.7.661(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής, δεινὸς ἀπ’ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν. εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα, χὐμνοθέτης αὐτῷ δαιμονίως φίλος ἦν. | |
5 | πάντων, ὧν ἐπέοικεν, ἔχει τεθνεὼς ὁ σοφιστής· καίπερ ἄκικυς ἐὼν εἶχ’ ἄρα κηδεμόνας. | |
AG.7.662(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἡ παῖς ᾤχετ’ ἄωρος ἐν ἑβδόμῳ ἥδ’ ἐνιαυτῷ εἰς Ἀίδην πολλῆς ἡλικίης προτέρη, δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφὸν νήπιον ἀστόργου γευσάμενον θανάτου. | |
5 | αἰαῖ, λυγρὰ παθοῦσα Περιστέρη, ὡς ἐν ἑτοίμῳ ἀνθρώποις δαίμων θῆκε τὰ δεινότατα. | |
AG.7.663(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Ὁ μικκὸς τόδ’ ἔτευξε τᾷ Θραΐσσᾳ Μήδειος τὸ μνᾶμ’ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε „Κλείτασ“. ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντ’ ἐκείνων | |
ὧν τὸν κῶρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα τελευτᾷ. | 388 in vol. 2 | |
AG.7.664(p1) | 〈ΛΕΩΝΙΔΟΥ〉 | |
1 | Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος διῆλθε κἠπὶ νύκτα καὶ ποτ’ ἀῶ. ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων, | |
5 | ὡς ἐμμελής τ’ ἐγένετο κἠπιδέξιος ἔπεά τε ποιεῖν πρὸς λύραν τ’ ἀείδειν. | |
AG.7.665(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ νηί· κρατεῖ παντὸς δούρατος εἷς ἄνεμος. ὤλεσε καὶ Πρόμαχον πνοιὴ μία, κῦμα δὲ ναύτας ἀθρόον ἐς κοίλην ἐστυφέλιξεν ἅλα. | |
5 | οὐ μήν οἱ δαίμων πάντῃ κακός· ἀλλ’ ἐνὶ γαίῃ πατρίδι καὶ τύμβου καὶ κτερέων ἔλαχεν κηδεμόνων ἐν χερσίν, ἐπεὶ τρηχεῖα θάλασσα νεκρὸν πεπταμένους θῆκεν ἐπ’ αἰγιαλούς. | |
AG.7.666(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Οὗτος ὁ Λειάνδροιο διάπλοος, οὗτος ὁ πόντου πορθμὸς ὁ μὴ μούνῳ τῷ φιλέοντι βαρύς· ταῦθ’ Ἡροῦς τὰ πάροιθεν ἐπαύλια, τοῦτο τὸ πύργου λείψανον· ὁ προδότης ὧδ’ ἐπέκειτο λύχνος. | |
5 | κοινὸς δ’ ἀμφοτέρους ὅδ’ ἔχει τάφος, εἰσέτι καὶ νῦν | |
κείνῳ τῷ φθονερῷ μεμφομένους ἀνέμῳ. | 390 in vol. 2 | |
AG.7.667(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τίπτε μάτην γοόωντες ἐμῷ παραμίμνετε τύμβῳ; οὐδὲν ἔχω θρήνων ἄξιον ἐν φθιμένοις. λῆγε γόων καὶ παῦε, πόσις, καί, παῖδες ἐμεῖο, χαίρετε καὶ μνήμην σῴζετ’ Ἀμαζονίης. | |
AG.7.668(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Οὐδ’ εἴ μοι γελόωσα καταστορέσειε Γαλήνη κύματα καὶ μαλακὴν φρῖκα φέροι Ζέφυρος, νηοβάτην ὄψεσθε· δέδοικα γὰρ οὓς πάρος ἔτλην κινδύνους ἀνέμοις ἀντικορυσσόμενος. | |
AG.7.669(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω. | |
AG.7.670(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος· νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις. | |
AG.7.671(p1) | ΑΔΗΛΟΝ, οἱ δὲ ΒΙΑΝΟΡΟΣ | |
1 | Πάντα Χάρων ἄπληστε, τί τὸν νέον ἥρπασας αὔτως | |
Ἄτταλον; οὐ σὸς ἔην, κἂν θάνε γηραλέος; | 392 in vol. 2 | |
AG.7.672(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Χθὼν μὲν ἔχει δέμας ἐσθλόν, ἔχει κλυτὸν οὐρανὸς ἦτορ Ἀνδρέω, ὃς Δαναοῖσι καὶ Ἰλλυριοῖσι δικάσσας οὐχ ὁσίων κτεάνων καθαρὰς ἐφυλάξατο χεῖρας. | |
AG.7.673(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἰ γένος εὐσεβέων ζώει μετὰ τέρμα βίοιο ναιετάον κατὰ θεσμὸν ἀνὰ στόμα φωτὸς ἑκάστου, Ἀνδρέα, σὺ ζώεις, οὐ κάτθανες, ἀλλά σε χῶρος ἄμβροτος ἀθανάτων ἁγίων ὑπέδεκτο καμόντα. | |
AG.7.674(p1) | ΑΔΡΙΑΝΟΥ | |
1 | Ἀρχιλόχου τόδε σῆμα, τὸν ἐς λυσσῶντας ἰάμβους ἤγαγε Μαιονίδῃ Μοῦσα χαριζομένη. | |
AG.7.675(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἄτρομος ἐκ τύμβου λύε πείσματα ναυηγοῖο· χἠμῶν ὀλλυμένων ἄλλος ἐνηοπόρει. | |
AG.7.676(p1) | ΑΔΗΛΟΝ | |
1 | Δοῦλος Ἐπίκτητος γενόμην καὶ σῶμ’ ἀνάπηρος | |
καὶ πενίην Ἶρος καὶ φίλος ἀθανάτοις. | 394 in vol. 2 | |
AG.7.677(p1) | 〈ΣΙΜΩΝΙΔΟΥ〉 | |
1 | Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι, μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν. | |
AG.7.678(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Πληρώσας στρατιὴν Σωτήριχος ἐνθάδε κεῖμαι, ὄλβον ἐμῶν καμάτων γλυκεροῖς τεκέεσσιν ἐάσας. ἦρξα δ’ ἐν ἱππήεσσι, Γερήνιος οἷά τε Νέστωρ, ἐξ ἀδίκων τε πόνων κειμήλιον οὐδὲν ἔτευξα. | |
5 | τοὔνεκα καὶ μετὰ πότμον ὁρῶ φάος Οὐλύμποιο. | |
AG.7.679(p1) | ΤΟΥ ΑΓΙΟΥ ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ | |
1 | Τύμβε, τίς ἢ πόθεν, ἦν δ’ ἔτι παῖς τίνος; ἔργα καὶ ὄλβον νεκροῦ, ὃν ἔνδον ἔχεις, ἔννεπε, κευθόμενον. — „Οὗτος Ἰωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθη εὐγενέος Στεφάνου· ἦν δὲ νομεὺς Φαρίης. | |
5 | κτήμασι μὲν πολύολβος ὅλων πλέον, ὧν τρέφε Κύπρος, ἐκ πατέρος πατέρων ἐξ ὁσίων τε πόνων· ἔργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονὶ τεῦξεν, οὐδ’ ἐμοῦ ἐστι νόου οὐδ’ ἑτέρων στομάτων· πάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάταις ἀρετῇσι | |
10 | δόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων. τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη, | |
εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτης.“ | 396 in vol. 2 | |
AG.7.680(p1) | ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ | |
1 | Ἀρχὸς Ἰωάννης Φαρίης ἀρετῶν ἱερήων ἐνθάδε νῦν μετὰ τέρμα φίλῃ παρὰ πατρίδι κεῖται· θνητὸν γὰρ λάχε σῶμα, καὶ εἰ βίον ἄφθιτον ἕξει ἀθανάτους πρήξεις τε κατὰ χθόνα ῥέξεν ἀπείρους. | |
AG.7.681(p1) | ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Οὐκ ἀπεδήμησας τιμῆς χάριν, ἀλλὰ τελευτῆς, καὶ χωλός περ ἐὼν ἔδραμες εἰς Ἀίδην, Γέσσιε Μοιράων τροχαλώτερε· ἐκ προκοπῆς γάρ, ἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου. | |
AG.7.682(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γέσσιος οὐ τέθνηκεν ἐπειγόμενος παρὰ Μοίρης· αὐτὸς τὴν Μοῖραν προὔλαβεν εἰς Ἀίδην. | |
AG.7.683(p1) | ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | „Μηδὲν ἄγαν“ τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπεν· ἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτ’ ἔπαθες· καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου. | |
5 | οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας· ἀλλ’ ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης, | |
Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων. | 398 in vol. 2 | |
AG.7.684(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μηδεὶς ζητήσῃ μερόπων ποτὲ καὶ θεὸς εἶναι μηδ’ ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον. Γέσσιος αὐτὸς ἔδειξε· κατηνέχθη γὰρ ἐπαρθεὶς θνητῆς εὐτυχίης μηκέτ’ ἀνασχόμενος. | |
AG.7.685(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ζητῶν ἐξεῦρες βιότου τέλος εὐτυχίης τε ἀρχὴν ζητήσας πρὸς τέλος ἐρχομένην. ἀλλ’ ἔτυχες τιμῆς, ὦ Γέσσιε, καὶ μετὰ μοῖραν σύμβολα τῆς ἀρχῆς ὕστατα δεξάμενος. | |
AG.7.686(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γέσσιον ὡς ἐνόησεν ὁ Βαύκαλος ἄρτι θανόντα χωλεύοντα πλέον, τοῖον ἔλεξεν ἔπος· „Γέσσιε, πῶς, τί παθὼν κατέβης δόμον Ἄϊδος εἴσω γυμνός, ἀκήδεστος, σχήματι καινοτάφῳ;“ | |
5 | τὸν δὲ μέγ’ ὀχθήσας προσέφη καὶ Γέσσιος εὐθύς· „Βαύκαλε, τὸ στρῆνος καὶ θάνατον παρέχει.“ | |
AG.7.687(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὴν Ἀμμωνιακὴν ἀπάτην ὅτε Γέσσιος ἔγνω τοῦ ξενικοῦ θανάτου ἐγγύθεν ἐρχόμενος, τὴν ἰδίην γνώμην κατεμέμψατο καὶ τὸ μάθημα | |
καὶ τοὺς πειθομένους ἀστρολόγοις ἀλόγοις. | 400 in vol. 2 | |
AG.7.688(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οἱ δύο Κάλχαντες τὸν Γέσσιον ὤλεσαν ὅρκοις τῶν μεγάλων ὑπάτων θῶκον ὑποσχόμενοι. ὦ γένος ἀνθρώπων ἀνεμώλιον, αὐτοχόλωτον, ἄχρι τέλους βιότου μηδὲν ἐπιστάμενον. | |
AG.7.689(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἐνθάδε σῶμα λέλοιπεν Ἀπελλιανὸς μέγ’ ἄριστος· ψυχὴν δ’ ἐν χείρεσσιν ἑὴν παρακάτθετο Χριστῷ. | |
AG.7.690(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὐδὲ θανὼν κλέος ἐσθλὸν ἀπώλεσας ἐς χθόνα πᾶσαν, ἀλλ’ ἔτι σῆς ψυχῆς ἀγλαὰ πάντα μένει, ὅσς’ ἔλαχές τ’ ἔμαθές τε φύσει, μῆτιν πανάριστε· τῷ ῥα καὶ ἐς μακάρων νῆσον ἔβης, Πυθέα. | |
AG.7.691(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἄλκηστις νέη εἰμί· θάνον δ’ ὑπὲρ ἀνέρος ἐσθλοῦ Ζήνωνος, τὸν μοῦνον ἐνὶ στέρνοισιν ἐδέγμην, ὃν φωτὸς γλυκερῶν τε τέκνων προὔκριν’ ἐμὸν ἦτορ, | |
οὔνομα Καλλικράτεια, βροτοῖς πάντεσσιν ἀγαστή. | 402 in vol. 2 | |
AG.7.692(p1) | ΑΝΤΙΠΑΤΡΟΥ [οἱ δὲ ΦΙΛΙΠΠΟΥ] ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Γλύκων, τὸ Περγαμηνὸν Ἀσίδι κλέος, ὁ παμμάχων κεραυνός, ὁ πλατὺς πόδας, ὁ καινὸς Ἄτλας αἵ τ’ ἀνίκατοι χέρες ἔρροντι· τὸν δὲ πρόσθεν οὔτ’ ἐν Ἰταλοῖς | |
5 | οὔθ’ Ἑλλάδι τροπωτὸν οὔτ’ ἐν Ἀσίδι ὁ πάντα νικῶν Ἀίδης ἀνέτραπεν. | |
AG.7.693(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Γλῆνιν παρῃονῖτις ἀμφέχω χερμὰς πικρῇ κατασπασθέντα κύματος δίνῃ, ὅτ’ ἰχθυάζετ’ ἐξ ἄκρης ἀπορρῶγος· χῶσαν δέ μ’, ὅσσος λαὸς ἦν συνεργήτης· | |
5 | Πόσειδον, οὓς σὺ σῷζε καὶ γαληναίην αἰὲν διδοίης ὁρμιηβόλοις θῖνα. | |
AG.7.694(p1) | ΑΔΑΙΟΥ | |
1 | Ἢν παρίῃς ἥρωα—Φιλοπρήγμων δὲ καλεῖται— πρόσθε Ποτειδαίης κείμενον ἐν τριόδῳ, εἰπεῖν, οἷον ἐπ’ ἔργον ἄγεις πόδας· εὐθὺς ἐκεῖνος εὑρήσει σὺν σοὶ πρήξιος εὐκολίην. | |
AG.7.695(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὁρᾷς πρόσωπον Κασσίας τῆς σώφρονος. εἰ καὶ τέθνηκε, ταῖς ἀρεταῖς γνωρίζεται | |
ψυχῆς τὸ κάλλος μᾶλλον ἢ τοῦ σώματος. | 404 in vol. 2 | |
AG.7.696(p1) | ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] | |
1 | Αἰωρῇ θήρειον ἱμασσόμενος δέμας αὔραις, τλᾶμον, ἀορτηθεὶς ἐκ λασίας πίτυος, αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε. | |
5 | σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι, ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεθα. | |
AG.7.697(p1) | ΧΡΙΣΤΟΔΩΡΟΥ | |
1 | Οὗτος Ἰωάννην κρύπτει τάφος, ὅς ῥ’ Ἐπιδάμνου ἄστρον ἔην, ἣν πρὶν παῖδες ἀριπρεπέες ἔκτισαν Ἡρακλῆος· ὅθεν καὶ μέρμερος ἥρως αἰεὶ τῶν ἀδίκων σκληρὸν ἔκοπτε μένος. | |
5 | εἶχε δ’ ἀπ’ εὐσεβέων προγόνων ἐρικυδέα πάτρην Λυχνιδόν, ἣν Φοῖνιξ Κάδμος ἔδειμε πόλιν· ἔνθεν λύχνος ἔην Ἑλικώνιος, οὕνεκα Κάδμος στοιχείων Δαναοῖς πρῶτος ἔδειξε τύπον. εἰς ὑπάτους δ’ ἀνέλαμψε καὶ Ἰλλυριοῖσι δικάζων | |
10 | Μούσας καὶ καθαρὴν ἐστεφάνωσε Δίκην. | |
AG.7.698(p1) | ΤΟΥ ΑΥΤΟΥ ΧΡΙΣΤΟΔΩΡΟΥ | |
1 | Αὐτὸς Ἰωάννης Ἐπιδάμνιος ἐνθάδε κεῖται, τηλεφανὴς ὑπάτων κόσμος ἀειφανέων, ὁ γλυκύ μοι Μουσέων πετάσας φάος, ὁ πλέον ἄλλων εὐρύνας ξενίου δαίμονος ἐργασίην | |
5 | παμφόρβην παλάμην κεκτημένος, ἥντινα μούνην | |
οὐκ ἴδε δωτίνῃς μέτρον ὁριζόμενον. αἰπυτάτην δ’ ηὔξησε 〈νόμοις πα〉τρίοισιν ἀπήνην φαιδρύνας καθαρῆς ἔργα Δικαιοσύνης. ὦ πόποι, οὐκ ἔζησε πολὺν χρόνον, ἀλλ’ ἐνιαυτοὺς | 406 in vol. 2 | |
10 | μοῦνον ἀναπλήσας τεσσαράκοντα δύο ᾤχετο μουσοπόλοισι ποθὴν πάντεσσιν ἐάσας, οὓς ἐπόθει πατέρων φέρτερα γειναμένων. | |
AG.7.699(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἰκάρου ὦ νεόφοιτον ἐς ἠέρα πωτηθέντος Ἰκαρίη πικρῆς τύμβε κακοδρομίης, ἀβάλε μήτε σε κεῖνος ἰδεῖν μήτ’ αὐτὸς ἀνεῖναι Τρίτων Αἰγαίου νῶτον ὑπὲρ πελάγευς. | |
5 | οὐ γάρ σοι σκεπανή τις ὑφόρμισις οὔτε βόρειον ἐς κλίτος οὔτ’ ἀγὴν κύματος ἐς νοτίην. ἔρροις, ὦ δύσπλωτε, κακόξενε· σεῖο δὲ τηλοῦ πλώοιμι, στυγεροῦ ὅσσον ἀπ’ Ἀίδεω. | |
AG.7.700(p1) | ΔΙΟΔΩΡΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἴστω νυκτὸς ἐμῆς, ἥ μ’ ἔκρυφεν, οἰκία ταῦτα λάινα Κωκυτοῦ τ’ ἀμφιγόητον ὕδωρ, οὔτι μ’ ἀνήρ, ὃ λέγουσι, κατέκτανεν ἐς γάμον ἄλλης παπταίνων. τί μάτην οὔνομα Ῥουφιανός; | |
5 | ἀλλά με Κῆρες ἄγουσι μεμορμέναι. οὐ μία δήπου | |
Παῦλα Ταραντίνη κάτθανεν ὠκύμορος. | 408 in vol. 2 | |
AG.7.701(p1) | ΤΟΥ ΑΥΤΟΥ ΔΙΟΔΩΡΟΥ | |
1 | Ἰφθίμῳ τόδ’ ἐπ’ ἀνδρὶ φίλη πόλις ἤνες’ Ἀχαιῷ γράμμα παρ’ εὐύδρου νάμασιν Ἀσκανίης· κλαῦσε δέ μιν Νίκαια· πατὴρ δ’ ἐπί οἱ Διομήδης λάινον ὑψιφαῆ τόνδ’ ἀνέτεινε τάφον, | |
5 | δύσμορος, αἰάζων ὀλοὸν κακόν. ἦ γὰρ ἐῴκει υἱέα οἱ τίνειν ταῦτα κατοιχομένῳ. | |
AG.7.702(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ἰχθυοθηρητῆρα Μενέστρατον ὤλεσεν ἄγρη δούνακος ἑξαμίτης ἐκ τριχὸς ἑλκομένη, εἶδαρ ὅτ’ ἀγκίστρου φόνιον πλάνον ἀμφιχανοῦσα ὀξείην ἐρυθρὴ φυκὶς ἔφριξε πάγην, | |
5 | ἀγνυμένη δ’ ὑπ’ ὀδόντι κατέκτανεν ἅλματι λάβρῳ ἐντὸς ὀλισθηρῶν δυσαμένη φαρύγων. | |
AG.7.703(p1) | ΜΥΡΙΝΟΥ | |
1 | Θύρσις ὁ κωμήτης, ὁ τὰ νυμφικὰ μῆλα νομεύων, Θύρσις ὁ συρίζων Πανὸς ἴσον δόνακι, ἔνδιος οἰνοπότης σκιερὰν ὑπὸ τὰν πίτυν εὕδει· φρουρεῖ δ’ αὐτὸς ἑλὼν ποίμνια βάκτρον Ἔρως. | |
5 | ἆ Νύμφαι, Νύμφαι, διεγείρατε τὸν λυκοθαρσῆ | |
βοσκόν, μὴ θηρῶν κύρμα γένηται Ἔρως. | 410 in vol. 2 | |
AG.7.704 | Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει. | |
AG.7.705(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Στρυμόνι καὶ μεγάλῳ πεπολισμένον Ἑλλησπόντῳ ἠρίον Ἠδωνῆς Φυλλίδος, Ἀμφίπολι, λοιπά τοι Αἰθοπίης Βραυρωνίδος ἴχνια νηοῦ μίμνει καὶ ποταμοῦ τἀμφιμάχητον ὕδωρ· | |
5 | τὴν δέ ποτ’ Αἰγείδαις μεγάλην ἔριν ὡς ἁλιανθὲς τρῦχος ἐπ’ ἀμφοτέραις δερκόμεθ’ ἠιόσιν. | |
AG.7.706(p1) | ΔΙΟΓΕΝΟΥΣ | |
1 | Ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν Χρύσιππος, οὐδ’ ἐφείσατο οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρας, οὐ τῆς ψυχῆς, ἀλλ’ ἦλθε δῶμ’ ἐς Ἀίδεω. | |
AG.7.707(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Κἠγὼ Σωσιθέου κομέω νέκυν, ὅσσον ἐν ἄστει ἄλλος ἀπ’ αὐθαίμων ἡμετέρων Σοφοκλῆν, Σκίρτος ὁ πυρρογένειος. ἐκισσοφόρησε γὰρ ὡνὴρ ἄξια Φλιασίων, ναὶ μὰ χορούς, Σατύρων | |
5 | κἠμὲ τὸν ἐν καινοῖς τεθραμμένον ἤθεσιν ἤδη | |
ἤγαγεν εἰς μνήμην πατρίδ’ ἀναρχαΐσας, καὶ πάλιν εἰσώρμησα τὸν ἄρσενα Δωρίδι Μούσῃ ῥυθμόν, πρός τ’ αὐδὴν ἑλκόμενος μεγάλην εὔαδέ μοι θύρσων τύπος αὖ χερὶ καινοτομηθεὶς | 412 in vol. 2 | |
10 | τῇ φιλοκινδύνῳ φροντίδι Σωσιθέου. | |
AG.7.708(p1) | ΤΟΥ ΑΥΤΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις· οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλά τι τέχνης ἄξιον ἀρχαίης λείψανον ἠμφίεσας. | |
5 | τοῦτο δ’ ὁ πρέσβυς ἐρεῖ· „Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ ἔστιν ὅτ’ ἐν Μούσαις δριμὺ πέφυκε θύμον.“ | |
AG.7.709(p1) | ΑΛΕΞΑΝΔΡΟΥ | |
1 | Σάρδιες ἀρχαῖαι, πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ μακελᾶς χρυσοφόρος ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν οὔνομα καὶ Σπάρτας εἰμὶ πολυτρίποδος | |
5 | καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων | |
θῆκαν Δασκύλεω μείζονα καὶ Γύγεω. | 414 in vol. 2 | |
AG.7.710(p1) | ΗΡΙΝΝΗΣ [ΜΙΤΥΛΗΝΑΙΑΣ] | |
1 | Στᾶλαι καὶ Σειρῆνες ἐμαὶ καὶ πένθιμε κρωσσέ, ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν, τοῖς ἐμὸν ἐρχομένοισι παρ’ ἠρίον εἴπατε χαίρειν, αἴτ’ ἀστοὶ τελέθωντ’ αἴθ’ ἑτεροπτόλιες· | |
5 | χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό· χὤτι πατήρ μ’ ἐκάλει Βαυκίδα, χὤτι γένος Τηλία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς Ἤρινν’ ἐν τύμβῳ γράμμ’ ἐχάραξε τόδε. | |
AG.7.711(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἤδη μὲν κροκόεις Πιτανάτιδι πίτνατο νύμφᾳ Κλειναρέτᾳ χρυσέων παστὸς ἔσω θαλάμων, καδεμόνες δ’ ἤλποντο διωλένιον φλόγα πεύκας ἅψειν ἀμφοτέραις ἀνσχόμενοι παλάμαις, | |
5 | Δημὼ καὶ Νίκιππος· ἀφαρπάξασα δὲ νοῦσος παρθενικὰν Λάθας ἄγαγεν ἐς πέλαγος· ἀλγειναὶ δ’ ἐκάμοντο συνάλικες, οὐχὶ θυρέτρων ἀλλὰ τὸν Ἀίδεω στερνοτυπῆ πάταγον. | |
AG.7.712(p1) | ΗΡΙΝΝΗΣ | |
1 | Νύμφας Βαυκίδος εἰμί· πολυκλαύταν δὲ παρέρπων στάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ· „Βάσκανός ἐσς’, Ἀίδα.“ τὰ δέ τοι καλὰ σάμαθ’ ὁρῶντι | |
ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν, | 416 in vol. 2 | |
5 | ὡς τὰν παῖδ’, ὑμέναιος ἐφ’ αἷς ἀείδετο πεύκαις, ταῖσδ’ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷ· καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν ἐς θρήνων γοερὸν φθέγμα μεθαρμόσαο. | |
AG.7.713(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Παυροεπὴς Ἤριννα καὶ οὐ πολύμυθος ἀοιδαῖς, ἀλλ’ ἔλαχεν Μούσας τοῦτο τὸ βαιὸν ἔπος. τοιγάρτοι μνήμης οὐκ ἤμβροτεν οὐδὲ μελαίνης Νυκτὸς ὑπὸ σκιερῇ κωλύεται πτέρυγι, | |
5 | αἱ δ’ ἀναρίθμητοι νεαρῶν σωρηδὸν ἀοιδῶν μυριάδες λήθῃ, ξεῖνε, μαραινόμεθα. λωίτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶν κρωγμὸς ἐν εἰαριναῖς κιδνάμενος νεφέλαις. | |
AG.7.714(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ῥήγιον, Ἰταλίης τεναγώδεος ἄκρον, ἀείδω αἰεὶ Θρινακίου γευομένην ὕδατος, οὕνεκα τὸν φιλέοντα λύρην, φιλέοντα δὲ παῖδας Ἴβυκον εὐφύλλῳ θῆκεν ὑπὸ πτελέῃ, | |
5 | ἡδέα πολλὰ παθόντα· πολὺν δ’ ἐπὶ σήματι κισσὸν | |
χεύατο καὶ λευκοῦ φυταλιὴν καλάμου. | 418 in vol. 2 | |
AG.7.715(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Πολλὸν ἀπ’ Ἰταλίης κεῖμαι χθονὸς ἔκ τε Τάραντος πάτρης· τοῦτο δέ μοι πικρότερον θανάτου. τοιοῦτος πλανίων ἄβιος βίος· ἀλλά με Μοῦσαι ἔστερξαν, λυγρῶν δ’ ἀντὶ μελιχρὸν ἔχω. | |
5 | οὔνομα δ’ οὐκ ἤμυσε Λεωνίδου· αὐτά με δῶρα κηρύσσει Μουσέων πάντας ἐπ’ ἠελίους. | |
AG.7.716(p1) | ΔΙΟΝΥΣΙΟΥ ΡΟΔΙΟΥ | |
1 | Πρώιος, ἀλλὰ ποθεινός, ὅσοι πόλιν Ἰαλύσοιο ναίομεν, εἰς Λήθης πικρὸν ἔδυς πέλαγος δρεψάμενος σοφίην ὀλίγον χρόνον· ἀμφὶ δὲ τύμβῳ σεῖο καὶ ἄκλαυτοι γλαῦκες ἔθεντο γόον, | |
5 | Φαινόκριτ’· οὐδὲν ὅμοιον ἐπεσσομένοισιν ἀοιδὸς φθέγξεται, ἀνθρώπους ἄχρι φέρωσι πόδες. | |
AG.7.717(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Νηιάδες καὶ ψυχρὰ βοαύλια, ταῦτα μελίσσαις οἶμον ἐπ’ εἰαρινὴν λέξατε νισσομέναις, ὡς ὁ γέρων Λεύκιππος ἐπ’ ἀρσιπόδεσσι λαγωοῖς ἔφθιτο χειμερίῃ νυκτὶ λοχησάμενος, | |
5 | σμήνεα δ’ οὐκέτι οἱ κομέειν φίλον· αἱ δὲ τὸν ἄκρης | |
γείτονα ποιμένιαι πολλὰ ποθοῦσι νάπαι. | 420 in vol. 2 | |
AG.7.718(p1) | ΝΟΣΣΙΔΟΣ | |
1 | Ὦ ξεῖν’, εἰ τύ γε πλεῖς ποτὶ καλλίχορον Μιτυλάναν τᾶν Σαπφοῦς χαρίτων ἄνθος ἐναυσόμενος, εἰπεῖν, ὡς Μούσαισι φίλαν τήνᾳ τε Λοκρὶς γᾶ τίκτε μ’ ἴσαν χὤς μοι τοὔνομα Νοσσίς, ἴθι. | |
AG.7.719(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Τέλληνος ὅδε τύμβος· ἔχω δ’ ὑπὸ βώλακι πρέσβυν τῆνον τὸν πρᾶτον γνόντα γελοιομελεῖν. | |
AG.7.720(p1) | ΧΑΙΡΗΜΟΝΟΣ | |
1 | Κλεύας Οὑτυμοκλεῖος ὑπὲρ Θυρεᾶν δόρυ τείνας κάτθανες ἀμφίλογον γᾶν ἀποτεμνόμενος. | |
AG.7.721(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοῖς Ἄργει Σπάρτῃ τ’ ἶσαι χέρες, ἶσα δὲ τεύχη συμβάλομεν· Θυρέαι δ’ ἦσαν ἄεθλα δορός. ἄμφω δ’ ἀπροφάσιστα τὸν οἴκαδε νόστον ἀφέντες | |
οἰωνοῖς θανάτου λείπομεν ἀγγελίαν. | 422 in vol. 2 | |
AG.7.722(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Δηρίφατον κλαίω Τιμοσθένη, υἷα Μολοσσοῦ, ξεῖνον ἐπὶ ξείνῃ Κεκροπίᾳ φθίμενον. | |
AG.7.723(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἁ πάρος ἄδμητος καὶ ἀνέμβατος, ὦ Λακεδαῖμον, καπνὸν ἐπ’ Εὐρώτᾳ δέρκεαι Ὠλένιον ἄσκιος· οἰωνοὶ δὲ κατὰ χθονὸς οἰκία θέντες μύρονται· μήλων δ’ οὐκ ἀίουσι λύκοι. | |
AG.7.724(p1) | ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ | |
1 | Ἥβᾳ μέν σε, Πρόαρχ’, ἔνεσαν, πάι, δῶμά τε πατρὸς Φειδία ἐν δνοφερῷ πένθει ἔθου φθίμενος· ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει, ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος. | |
AG.7.725(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκέτι πουλὺς ἦσθα. τί σε, ξείνων λῷστε, κατειργάσατο; ἦ ῥα τὸ καὶ Κένταυρον; —„Ὅ μοι πεπρωμένος ὕπνος | |
ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.“ | 424 in vol. 2 | |
AG.7.726(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Ἑσπέριον κἠῷον ἀπώσατο πολλάκις ὕπνον ἡ γρηῢς πενίην Πλατθὶς ἀμυνομένη· καί τι πρὸς ἠλακάτην καὶ τὸν συνέριθον ἄτρακτον ἤεισεν πολιοῦ γήραος ἀγχίθυρος | |
5 | καί τι παριστίδιος δινευμένη ἄχρις ἐπ’ ἠοῦς κεῖνον Ἀθηναίης σὺν Χάρισιν δόλιχον, ἢ ῥικνῇ ῥικνοῦ περὶ γούνατος ἄρκιον ἱστῷ χειρὶ στρογγύλλους’ ἱμερόεσσα κρόκην. ὀγδωκονταέτις δ’ Ἀχερούσιον ηὔγασεν ὕδωρ | |
10 | ἡ καλὴ καλῶς Πλατθὶς ὑφηναμένη. | |
AG.7.727(p1) | ΘΕΑΙΤΗΤΟΥ | |
1 | Τὰν γνώμαν ἐδόκει Φιλέας οὐ δεύτερος ἄλλου εἶμεν, ὁ δὲ φθονερὸς κλαιέτω, ἔστε θάνῃ. ἀλλ’ ἔμπας δόξας κενεὰ χάρις· εἰν Ἀίδᾳ γὰρ Μίνω Θερσίτας οὐδὲν ἀτιμότερος. | |
AG.7.728(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων, ὦνερ, καὶ μετέπειτα Δινδυμήνης ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡ νο... πολλῶν προστασίη νέων γυναικῶν. | |
5 | καί μοι τέκν’ ἐγένοντο δύ’ ἄρσενα, κἠπέμυσα κείνων | |
εὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων. | 426 in vol. 2 | |
AG.7.729(p1) | ΤΥΜΝΕΩ | |
1 | Εὐήθη Τρύτωνος ἐπ’ οὐκ ἀγαθαῖς ἐλοχεύθη κλῃδόσιν· οὐ γὰρ ἂν ὧδ’ ὤλετο δαιμονίη ἀρτιτόκος· τὰ δὲ πολλὰ κατήγαγεν ἓν βρέφος Ἅιδην σὺν κείνῃ· δεκάτην δ’ οὐχ ὑπερῆρεν ἕω. | |
AG.7.730(p1) | ΠΕΡΣΟΥ | |
1 | Δειλαία Μνάσυλλα, τί τοι καὶ ἐπ’ ἠρίῳ οὗτος μυρομένᾳ κούραν γραπτὸς ἔπεστι τύπος Νευτίμας, ἇς δή ποκ’ ἀπὸ ψυχὰν ἐρύσαντο ὠδῖνες; κεῖται δ’ οἷα κατὰ βλεφάρων | |
5 | ἀχλύι πλημύρουσα φίλας ὑπὸ ματρὸς ἀγοστῷ, αἰαῖ, Ἀριστοτέλης δ’ οὐκ ἀπάνευθε πατὴρ δεξιτερᾷ κεφαλὰν ἐπεμάσσατο. κὦ μέγα δειλοί, οὐδὲ θανόντες ἑῶν ἐξελάθεσθ’ ἀχέων. | |
AG.7.731(p1) | ΛΕΩΝΙΔΑ | |
1 | „Ἄμπελος ὣς ἤδη κάμακι στηρίζομαι αὐτῷ σκηπανίῳ· καλέει μ’ εἰς Ἀίδην Θάνατος. δυσκώφει μή, Γόργε. τί τοι χαριέστερον ἢ τρεῖς ἢ πίσυρας ποίας θάλψαι ὑπ’ ἠελίῳ;“ | |
5 | ὧδ’ εἴπας οὐ κόμπῳ ἀπὸ ζωὴν ὁ παλαιὸς | |
ὤσατο κἠς πλεόνων ἦλθε μετοικεσίην. | 428 in vol. 2 | |
AG.7.732(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Ὤιχευ ἔτ’ ἀσκίπων, Κινησία, Ἑρμόλα υἱέ, ἐκτίσων Ἀίδῃ χρεῖος ὀφειλόμενον γήρᾳ ἔτ’ ἄρτια πάντα φέρων· χρήστην δὲ δίκαιον εὑρών σε στέργει παντοβίης Ἀχέρων. | |
AG.7.733(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Αἱ νόμιμοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼ καὶ Κληνώ, δίδυμοι παῖδες Ἐπικράτεος, Κληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δ’ Ἀναξὼ ἐν ζωῇ προπολεῦς’· ἐννέα δ’ ἠελίων | |
5 | ὀγδωκονταέτεις ἐπιλείπομεν ἐς τόδ’ ἱκέσθαι τῆς μοίρης· ἐτέων δ’ οὐ φθόνος, οἷς ὁσίη. καὶ πόσιας καὶ τέκνα φιλήσαμεν· αἱ δὲ παλαιαὶ πρῶθ’ ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα. | |
AG.7.734(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἆ ξέν’, ὅρα, τεῖδ’ ἐστί ... —„Τί γάρ;“ —Νέκυς, ᾧ ποτὶ παίδων τῶν ἀγαθῶν ... —„Τὺ τίς;“ —Ἦν Ἀρχιγέρων ὁ γέρων. — „Ἀλλά, φίλος γ’ ὦ πρέσβυ, γένοιτό τευ ὄλβια τέκνα | |
ἐλθεῖν καὶ λευκᾶς ἐς δρόμον ἁλικίας.“ | 430 in vol. 2 | |
AG.7.735(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Ὑστάτιον, Φώκαια, κλυτὴ πόλι, τοῦτο Θεανὼ εἶπεν ἐς ἀτρύγετον νύκτα κατερχομένη· „Οἴμοι ἐγὼ δύστηνος· Ἀπέλλιχε, ποῖον, ὅμευνε, ποῖον ἐπ’ ὠκείῃ νηὶ περᾷς πέλαγος; | |
5 | αὐτὰρ ἐμεῦ σχεδόθεν μόρος ἵσταται. ὡς ὄφελόν γε χειρὶ φίλην τὴν σὴν χεῖρα λαβοῦσα θανεῖν.“ | |
AG.7.736(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Μὴ φθείρευ, ὤνθρωπε, περιπλάνιον βίον ἕλκων, ἄλλην ἐξ ἄλλης εἰς χθόν’ ἀλινδόμενος, μὴ φθείρευ· κενεή σε περιστέψαιτο καλιή, ἣν θάλποι μικκὸν πῦρ ἀνακαιόμενον, | |
5 | εἰ καί σοι λειτή γε καὶ οὐκ εὐάλφιτος εἴη φυστὴ ἐνὶ γρώνῃ μασσομένη παλάμαις, ἢ καί σοι γλήχων ἢ καὶ θύμον ἢ καὶ ὁ πικρὸς ἁδυμιγὴς εἴη χόνδρος ἐποψίδιος. | |
AG.7.737(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἐνθάδ’ ἐγὼ λῃστῆρος ὁ τρισδείλαιος ἄρηι ἐδμήθην· κεῖμαι δ’ οὐδενὶ κλαιόμενος. | |
AG.7.738(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Κληῖδες πόντου σε καὶ ἐσχατιαὶ Σαλαμῖνος, Τίμαρχ’, ὑβριστής τ’ ὤλεσε Λὶψ ἄνεμος νηί τε σὺν φόρτῳ τε· κόνιν δέ σου ἀμφιμέλαιναν | |
δέξαντ’ οἰζυροί, σχέτλιε, κηδεμόνες. | 432 in vol. 2 | |
AG.7.739(p1) | ΦΑΙΔΙΜΟΥ | |
1 | Αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων, νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη δεξαμένη σποδιήν τε καὶ ὀστέα—τὸν δὲ δυσαὲς ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθον—, | |
5 | δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες, ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα. | |
AG.7.740(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Αὐτὰ ἐπὶ Κρήθωνος ἐγὼ λίθος, οὔνομα κείνου δηλοῦσα· Κρήθων δ’ ἐγχθόνιος σποδιά. ὁ πρὶν καὶ Γύγῃ παρισεύμενος ὄλβον, ὁ τὸ πρὶν βουπάμων, ὁ πρὶν πλούσιος αἰπολίοις, | |
5 | ὁ πρίν—τί πλείω μυθεῦμ’ ἔτι; πᾶσι μακαρτός, φεῦ, γαίης ὅσσης ὅσσον ἔχει μόριον. | |
AG.7.741(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ὀθρυάδην, Σπάρτης τὸ μέγα κλέος, ἢ Κυνέγειρον ναύμαχον ἢ πάντων ἔργα κάλει πολέμων· Ἄρεος αἰχμητὴς Ἰταλὸς παρὰ χεύμασι Ῥήνου κλινθεὶς ἐκ πολλῶν ἡμιθανὴς βελέων | |
5 | αἰετὸν ἁρπασθέντα φίλου στρατοῦ ὡς ἴδ’ ὑπ’ ἐχθροῖς, αὖτις ἀρηιφάτων ἄνθορεν ἐκ νεκύων· κτείνας δ’, ὅς σφ’ ἐκόμιζεν, ἑοῖς ἀνεσώσατο ταγοῖς, | |
μοῦνος ἀήττητον δεξάμενος θάνατον. | 434 in vol. 2 | |
AG.7.742(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Οὐκέτι, Τιμόκλεια, τεῶν φάος ὤλεσας ὄσσων κούρους δοιοτόκῳ νηδύι γειναμένη· ὄμμασι δ’ ἐν πλεόνεσσιν ἀθρεῖς πυριθαλπὲς ὄχημα ἠελίου προτέρης οὖσα τελειοτέρη. | |
AG.7.743(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Εἴκοσιν Ἑρμοκράτεια καὶ ἐννέα τέκνα τεκοῦσα οὔθ’ ἑνὸς οὔτε μιῆς αὐγασάμην θάνατον. οὐ γὰρ ἀπωίστευσεν ἐμοὺς υἱῆας Ἀπόλλων, οὐ βαρυπενθήτους Ἄρτεμις εἷλε κόρας· | |
5 | ἔμπαλι δ’ ἁ μὲν ἔλυσεν ἐμῶν ὠδῖνα μολοῦσα, Φοῖβος δ’ εἰς ἥβαν ἄρσενας ἀγάγετο ἀβλαβέας νούσοισιν. ἴδ’, ὡς νίκημι δικαίως παισί τε καὶ γλώσσῃ σώφρονι Τανταλίδα. | |
AG.7.744(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ〉 | |
1 | Ἐν Μέμφει λόγος ἐστὶ προμαθεῖν τὴν ἰδίην Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλίκερω ταύρου· κοὐδὲν ἔλεξεν. βοῒ γὰρ πόθεν λόγος; φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα. | |
5 | παρὰ δ’ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολὴν προφανῶς τοῦτο διδάσκων· „Ἀποδύσῃ βιοτὴν ὅσον οὔπω.“ διὸ καί οἱ ταχέως ἦλθε μόρος | |
δεκάκις πέντε τε καὶ τρεῖς ἐσιδόντι Πλειάδας. | 436 in vol. 2 | |
AG.7.745(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Ἴβυκε, ληισταί σε κατέκτανον ἔκ ποτε νήσου βάντ’ ἐς ἐρημαίην ἄστιβον ἠιόνα, ἀλλ’ ἐπιβωσάμενον γεράνων νέφος, αἵ τοι ἵκοντο μάρτυρες ἄλγιστον ὀλλυμένῳ θάνατον· | |
5 | οὐδὲ μάτην ἰάχησας, ἐπεὶ ποινῆτις Ἐρινὺς τῶνδε διὰ κλαγγὴν τίσατο σεῖο φόνον Σισυφίην κατὰ γαῖαν. ἰὼ φιλοκερδέα φῦλα ληιστέων, τί θεῶν οὐ πεφόβησθε χόλον; οὐδὲ γὰρ ὁ προπάροιθε κανὼν Αἴγισθος ἀοιδὸν | |
10 | ὄμμα μελαμπέπλων ἔκφυγεν Εὐμενίδων. | |
AG.7.746(p1) | [ΠΥΘΑΓΟΡΟΥ] | |
1 | Ὧδε μέγας κεῖται Ζάν, ὃν Δία κικλήσκουσιν. | |
AG.7.747(p1) | ΛΙΒΑΝΙΟΥ | |
1 | Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται, ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. | |
AG.7.748(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Τίς τόδε μουνόγληνος ἅπαν δωμήσατο Κύκλωψ λάινον Ἀσσυρίης χῶμα Σεμιράμιος; ἢ ποῖοι χθονὸς υἷες ἀνυψώσαντο Γίγαντες κείμενον ἑπταπόρων ἀγχόθι Πληιάδων | |
5 | ἀκλινές, ἀστυφέλικτον Ἀθωέος ἶσον ἐρίπνᾳ φυρηθὲν γαίης εὐρυπέδοιο βάρος; δᾶμος ἀεὶ μακαριστός, ὃς ἄνστασιν Ἡρακλείης | |
οὐρανίων νεφέων τεῦξεν ἐπ’ εὐρυάλων. | 438 in vol. 2 | |
AG.8p | ΕΚ ΤΩΝ ΕΠΩΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ | |
AG.8.1 | Ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς, θεῖον Ἰωάννην, τὸν πάνυ Θευδόσιον, ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου. | |
AG.8.2 | Σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο, Βασίλιε, Χριστοῦ λάτρι φίλ’, ὠιόμην· ἀλλ’ ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὔ μ’ ἀναείρας θήσεις ἐς μακάρων σήν τε χοροστασίην; | |
5 | μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι· οὔποτε σεῖο λήσομαι, οὐδ’ ἐθέλων. Γρηγορίοιο λόγος. | |
AG.8.3 | Ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμα ἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου, πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι, πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλις· | |
5 | οὐκ οἶον, κόσμος δὲ μέγ’ ἴαχεν· „Ὤλετο κῆρυξ, | |
ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος.“ | 448 in vol. 2 | |
AG.8.4 | Κόσμος ὅλος μύθοισιν ὑπ’ ἀντιπάλοισιν ἀεικῶς σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος· αἰαῖ, Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ. ἔγρεο· καὶ στήτω σοῖσι λόγοισι σάλος | |
5 | σαῖς τε θυηπολίῃσι· σὺ γὰρ μόνος ἶσον ἔφηνας καὶ βίοτον μύθῳ καὶ βιότητι λόγον. | |
AG.8.5 | Εἷς θεὸς ὑψιμέδων· ἕνα δ’ ἄξιον ἀρχιερῆα ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε, ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον, | |
5 | Πόντου Καππαδοκῶν τε μέγα κλέος· εἰσέτι καὶ νῦν, λίσσομ’, ὑπὲρ κόσμου ἵστασο δῶρ’ ἀνάγων. | |
AG.8.6 | Ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα θέντο με Καισαρέες, Γρηγορίοιο φίλον, ὃν περὶ κῆρι φίλησα· Θεὸς δέ οἱ ὄλβια δοίη ἄλλα τε καὶ ζωῆς ὡς τάχος ἀντιάσαι | |
5 | ἡμετέρης. τί δ’ ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα τήκεσθ’ οὐρανίης μνωόμενον φιλίης; | |
AG.8.7 | Τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας, Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμ’ ἱερήων, | |
ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης. | 450 in vol. 2 | |
AG.8.8 | Ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλ’ Ἀθῆναι, ὦ θείου βιότου τηλόθε συνθεσίαι, ἴστε τόδ’, ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν, Γρηγόριος δ’ ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων. | |
AG.8.9 | Καισαρέων μέγ’ ἄεισμα, φαάντατε ὦ Βασίλειε, βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος· ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες· ἤθελεν οὕτω Χριστός, ὅπως μίξῃ ὡς τάχος οὐρανίοις. | |
AG.8.10 | Βένθε’ ἅπαντ’ ἐδάης τὰ πνεύματος, ὅσσα τ’ ἔασιν τῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης. ὀκτάετες λαοῖο θεόφρονος ἡνία τείνας, τοῦτο πόνων τῶν σῶν, ὦ Βασίλει’, ὀλίγον. | |
AG.8.11 | Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης· Γρηγορίου τόδε σοι γράμμ’ ἐπιτυμβίδιον, μῦθος ὅδ’, ὃν φιλέεσκες· ἔχεις χρέος, ὦ Βασίλειε, | |
τῆς φιλίης καίτοι δῶρον ἀπευκτότατον. | 452 in vol. 2 | |
AG.811b | Γρηγόριος, Βασίλειε, τεῇ κόνι τήνδ’ ἀνέθηκα τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα. | |
AG.8.12 | Ἔνθ’ ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε, Πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης, μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης, νήδυμον ὕπνον ἔχω Γρηγορίοιο δέμας, | |
5 | ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλ’ ἱερῆες ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε. | |
AG.8.13 | Ἔκ με πικρῆς ἐκάλεσσε Θεὸς μέγας ἀγριελαίης· ποίμνης ἡγεμόνα θῆκε τὸν οὐδ’ ὀίων ἔσχατον, ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμεν. γῆρας δ’ ἐς λιπαρὸν ἱκόμεθ’ ἀμφότεροι· | |
5 | ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος· εἰ δὲ τελευτὴν ἔτλην Γρηγόριος, οὐ μέγα· θνητὸς ἔην. | |
AG.8.14 | Εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος, ὅν ποτε τηλόθ’ ἐόντα χάρις μέγαν ἀρχιερῆα | |
θήκατο· νῦν δ’ ἱερῆς ἐγγὺς ἔχει Τριάδος. | 454 in vol. 2 | |
AG.8.15 | Αὐτὸς νηὸν ἔρεψα Θεῷ καὶ δῶχ’ ἱερῆα Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι, ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν, ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν. | |
AG.8.16 | Τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης, τὴν δ’ ἀγανοφροσύνην ἄξιος· οὔ τι πλέον εὔξασθαι θέμις ἐστί· καὶ ἐς βαθὺ γῆρας ἵκοιο, τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας. | |
AG.8.17 | Οὐκ ὄις, εἶτ’ ὀίων προφερέστατος, αὐτὰρ ἔπειτα ποιμήν, εἶτα πατὴρ καὶ νομέων νομέας, θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων, κεῖμαι Γρηγόριος, Γρηγορίου γενέτης. | |
5 | ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος ἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον; | |
AG.8.18 | Οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον, ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην | |
Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις. | 456 in vol. 2 | |
AG.8.19 | Οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθον πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων. | |
AG.8.20 | Γρηγόριος, τὸ δὲ θαῦμα, χάριν καὶ πνεύματος αἴγλην ἔνθεν ἀειρόμενος ῥῖψ’ ἐπὶ παιδὶ φίλῳ. | |
AG.8.21 | Τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει· τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος. ὣς δ’ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομ’ ἄγοις. | |
AG.8.22 | Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα Γρηγόριος· σὺ δέ μοι, τέκνον, ἐπισταμένως σημαίνειν· ζωῆς δὲ θύρας πετάσειας ἅπασιν, ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις. | |
AG.8.23 | Στράψε μέν, οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη, στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ, τῆμος ὅτ’ εἰδώλων ἔφυγε ζόφον· ὡς δ’ ἐκαθάρθη, | |
ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτ’ ἄγει. | 458 in vol. 2 | |
AG.8.24 | Παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον ἦμαρ κυριακόν· πένθεϊ πένθος ἅπαν, μῆτερ ἐμή, τίουσα μόναις ὑπόεικες ἑορταῖς· εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις· | |
5 | χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ· μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα. | |
AG.8.25 | Οὔποτε σεῖο τράπεζα θυηδόχος ἔδρακε νῶτα, οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος, οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς. σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους. | |
5 | καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δ’ ἔκτοθι πᾶσι πέφανται· τοὔνεκα καὶ θείῳ σῶμ’ ἀπέλειπες ἕδει. | |
AG.8.26 | Πῶς ἐλύθη Νόννης καλὰ γούνατα, πῶς δὲ μέμυκεν χείλεα, πῶς ὄσσων οὐ προχέει λιβάδας; ἄλλοι δ’ αὖ βοόωσι παρ’ ἠρίον· ἡ δὲ τράπεζα οὐκέτ’ ἔχει καρποὺς τῆς μεγάλης παλάμης· | |
5 | χῶρος δ’ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δ’ ἱερῆες οὐκέτ’ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα. χῆραι δ’ ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ καὶ γάμος εὐζυγέων, κέρσατ’ ἄπο πλοκάμους, τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε, | |
10 | τῆμος ὅτ’ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας. | 460 in vol. 2 |
AG.8.27 | Σάρρα σοφὴ τίουσα φίλον πόσιν· ἀλλὰ σύ, μῆτερ, πρῶτα Χριστιανόν, εἶθ’ ἱερῆα μέγαν σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα. Ἄννα, σὺ δ’ υἷα φίλον καὶ τέκες εὐξαμένη | |
5 | καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ· ἡ δ’ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν· Νόννα δ’ ἀμφοτέρων ἔλαχε κλέος, ὑστάτιον δὲ νηῷ λισσομένη πάρθετο σῶμα φίλον. | |
AG.8.28 | Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ’ ἐτώσια φυσιόωντα καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν· Νόννα δ’ οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ τῇδέ ποτ’ εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη, | |
5 | καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι, Σουσάννῃ Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν. | |
AG.8.29 | Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων, καὶ σύ γ’, Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε· ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι· θυμῷ δ’ ἄρρενι Νόννα βίου τμήξασα κέλευθον, | |
5 | χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, ἥλατ’ ἐπουρανίην εἰς ἄντυγα, ὡς ποθέεσκεν, | |
τρὶς μάκαρ ἐν νηῷ σῶμ’ ἀποδυσαμένη. | 462 in vol. 2 | |
AG.8.30 | Γρηγόριον βοόωσα παρ’ ἀνθοκόμοισιν ἀλωαῖς ἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι, χεῖρας δ’ ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι, Γρηγόριον βοόωσα· τὸ δ’ ἔζεεν αἷμα τεκούσης | |
5 | ἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς· τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα. | |
AG.8.31 | Ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν, ἄλλη δ’ ἐκ χαρίτων ἠδὲ σαοφροσύνης, ἄλλη δ’ εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις, δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις· | |
5 | Νόννα δ’ ἐν πάντεσσιν ἀοίδιμος· εἰ δὲ τελευτὴν τοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη. | |
AG.8.32 | Τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὥς σε ποθοῦσα, οἴχομαι εἰς ζωήν, Γρηγόρι’, οὐρανίην· καὶ γὰρ πόλλ’ ἐμόγησας ἐμὸν κομέων πατέρος τε γῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη. | |
5 | ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχιστα | |
δεξόμεθ’ ἡμετέροις φάεσι προφρονέως. | 464 in vol. 2 | |
AG.8.33 | Ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης, σῶμα δ’ ἄρ’ ἐκ νηοῦ Μάρτυσι παρθέμεθα. Μάρτυρες, ἀλλ’ ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον σάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην, | |
5 | αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα. | |
AG.8.34 | Οὐ μόσχων θυσίην σκιοειδέα οὐδὲ χιμάρρων οὐδὲ πρωτοτόκων Νόνν’ ἀνέθηκε Θεῷ· ταῦτα νόμος προτέροισιν, ὅτ’ εἰκόνες· ἡ δ’ ἄρ’ ἑαυτὴν δῶκεν ὅλην· βιότῳ μάνθανε καὶ θανάτῳ. | |
AG.8.35 | Εὐχομένη βοόωσα παρ’ ἁγνοτάτῃσι τραπέζαις Νόννα λύθη, φωνὴ δ’ ἐδέθη καὶ χείλεα καλὰ γηραλέης. τί τὸ θαῦμα; Θεὸς θέλεν ὑμνήτειραν γλῶσσαν ἐπ’ εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι· | |
5 | καὶ νῦν οὐρανόθεν μέγ’ ἐπεύχεται ἡμερίοισιν. | |
AG.8.36 | Εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴς οἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρεν ἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας μητρὸς ἔρως· νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρὸς | |
5 | λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ. | 466 in vol. 2 |
AG.8.37 | Πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν σεισμῶν τε κρυερῶν καὶ ἄγρια κυμαίνοντος οἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες· ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι | |
5 | καὶ σύ, τεκοῦσα, μάκαιρα, ἐν εὐχωλῇσι θανοῦσα. | |
AG.8.38 | Νόνναν, ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα, Γρηγορίου ἱερῆος ὁμόζυγα καὶ πραπίδεσσιν εὐαγέων τεκέων μητέρα, τύμβος ἔχω. | |
AG.8.39 | Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι καὶ νηοῖο πέδον δάκρυσι δευόμενον σοί, Νόννα, ζαθέην τοίην βιότοιο τελευτὴν ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου. | |
AG.8.40 | Μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή, πάντ’ ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλῃς, ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος· ἀλλ’ ἄρα καὶ τὴν | |
ὑστατίην νηῷ λεῖπες ἀειρομένη. | 468 in vol. 2 | |
AG.8.41 | Οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα, φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξ λισσομένης· πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαι τόνδε βίον πάσης ἁγνότερον θυσίης. | |
AG.8.42 | Νόνν’ ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην· τῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα, μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ. | |
AG.8.43 | Τῆσδε πατὴρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης, μήτηρ δ’ εὐχομένη πὰρ ποσὶ λῆξε βίου, Γρηγόριος Νόννα τε μεγακλέες. εὔχομ’ ἄνακτι τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι. | |
AG.8.44 | „Πολλά, τράπεζα πίλη, Νόννης καὶ δάκρυ’ ἐδέξω· δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην,“ εἶπε, καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δ’ ἄρα μοῦνον, παῖδ’, ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον. | |
AG.8.45 | Ἔνθα ποτ’ εὐχομένης τόσσον νόος ἔπτατο Νόννης, μέσφ’ ὅτε καὶ ψυχὴ ἕσπετ’ ἀειρομένῳ, εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ, | |
γράψατ’ ἐπερχομένοις θαῦμα τόδ’, εὐσεβέες. | 470 in vol. 2 | |
AG.8.46 | Τίς θάνεν, ὡς θάνε Νόννα, παρ’ εὐαγέεσσι τραπέζαις τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη; τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων. | |
AG.8.47 | Ἔνθα ποτ’ εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν· „Ἔρχεο.“ ἡ δ’ ἐλύθη σώματος ἀσπασίως, χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν, τῇ δ’ ἔτι λισσομένη· „Ἵλαθι, Χριστὲ ἄναξ.“ | |
AG.8.48 | Ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα, πάντ’ ἐκένωσα φέρουσα· τὸ δ’ ἔσχατον, ἔνθεν ἀέρθην νηῷ γηραλέον Νόννα λιποῦσα δέμας. | |
AG.8.49 | Πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ μητέρ’ ἐμὴν πρώτην· οἶδε τράπεζα τόδε, ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη εἰσέτι λισσομένη σώματι Νόννα φίλη. | |
AG.8.50 | Οὐ νόσος οὐδέ σε γῆρας ὁμοίιον, οὔ σέ γ’ ἀνίη, καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν· ἀλλ’ ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης | |
εὐχομένη Χριστῷ, Νόνν’, ἀπέδωκας ὄπα. | 472 in vol. 2 | |
AG.8.51 | Δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην. μῆτερ ἐμή, σὺ δ’ ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον. | |
AG.8.52 | Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἡ ποθέουσα τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι, Νόννα Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων. | |
AG.852b | Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείων Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ. τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς, εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη. | |
AG.8.53 | Ἡ Τριάς, ἣν ποθέεσκες, ὁμὸν σέλας ἕν τε σέβασμα ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα, εὐχομένην· ζωῆς δὲ τέλος καθαρώτερον εὗρες. οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνὰ | |
5 | οὐδ’ ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς, | |
μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν. | 474 in vol. 2 | |
AG.8.54 | Ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα, ἔνθα ποτ’ εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε· καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δ’ ἐνθάδε κάλλιπε νηῷ. | |
AG.8.55 | Νηὸς ὅδ’—οὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαι— ψυχῆς οἰχομένης μοῦνον ἐπέσχε δέμας, ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ, σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη. | |
AG.8.56 | Ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι, εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστίν· τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος. | |
AG.8.57 | Ὢ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων· ὢ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισι, 〈ποῦ ποτ’ ἔην; νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον〉. | |
AG.8.58 | Νόννα Φιλτατίου. —„Καὶ ποῦ θάνε;“ —Τῷδ’ ἐνὶ νηῷ. — „Καὶ πῶς;“ —Εὐχομένη. —„Πηνίκα;“ —Γηραλέη. — | |
„Ὢ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο.“ | 476 in vol. 2 | |
AG.8.59 | Ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθεν· Νόνναν δ’ εὐχομένην Πνεῦμ’ ὑπέδεκτο μέγα. | |
AG.8.60 | Ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον, ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ. | |
AG.8.61 | Τάρβος ὁμοῦ καὶ χάρμα· πρὸς οὐρανὸν ἔνθεν ἀέρθη εὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον. | |
AG.8.62 | Εὐχῆς καὶ βιότου Νόννῃ τέλος· ἡ δὲ τράπεζα μάρτυς, ἀφ’ ἧς ἤρθη ἄπνοος ἐξαπίνης. | |
AG.8.63 | Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσιν ἔχριμψ’ οὐρανίαις, πρὶν βιότοιο λυθῇ. | |
AG.8.64 | Δακρύετε θνητούς, θνητῶν γένος· εἰ δέ τις οὕτως | |
ὡς Νόνν’ εὐχομένη κάτθανεν, οὐ δακρύω. | 478 in vol. 2 | |
AG.8.65 | Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλον καὶ τέλος· ἐν νηῷ κάτθανεν εὐχομένη. | |
AG.8.66 | Ἔνθα ποτ’ εὐχομένη πρηνὴς θάνε Νόννα φαεινή νῦν δ’ ἄρ’ ἐν εὐσεβέων λίσσεται ἱσταμένη. | |
AG.8.67 | Στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα, Νόννα, παρ’ ᾗ λύθης εὐχομένη πύματα. | |
AG.867b | Μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον· ἀλλ’ ἄρα καὶ τὸ Νόνν’ ἀπέδωκε Θεῷ ἔνθα ποτ’ εὐχομένη. | |
AG.8.68 | Πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες, πρέσβειραν μεγάλην πέμψατ’ ἀειρομένην. | |
AG.8.69 | Ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦ | |
Νόνναν ἐπειγομένην οὐρανίοις πελάσαι. | 480 in vol. 2 | |
AG.8.70 | Νόνν’ ἀπανισταμένη νηοῦ μεγάλου τόδ’ ἔειπε· „Τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω.“ | |
AG.8.71 | Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται· Νόννα ποτ’ εὐχομένη τῇδ’ ἐλύθη βιότου. | |
AG.8.72 | Ἔνθα ποτ’ εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννης· ἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας. | |
AG.8.73 | Ἐκ νηοῦ μεγάλοιο θύος μέγα Νόνν’ ἀπανέστη· νηῷ Νόνν’ ἐλύθη· χαίρετε, εὐσεβέες. | |
AG.8.74 | Ἥδε τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν. | |
AG.8.75 | Εἴη σοι βίος ἐσθλὸς ἐπ’ εὐλογίῃσιν ἁπάσαις ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς, οἵην ἡμετέρῳ γήραϊ δῶκεν Ἄναξ, | |
5 | ἠιθέων λογίων τὸ μέγα κράτος ἠδ’ ἱερήων | |
καὶ πολιῆς σκίπων, Γρηγόρι’, ἡμετέρης. | 482 in vol. 2 | |
AG.8.76 | Ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς ἑσσάμεθ’ εὐσεβέος Γρηγορίου τοκέες, ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν ἡμέτερον καὶ νῦν ἀμφιέπει θυσίαις. | |
5 | ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων Γρηγόρι’, εὐαγέας Μάρτυσι παρθέμενος σοὺς τοκέας· μισθὸς δὲ μέγαν Πατέρ’ ἵλαον εἶναι πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων. | |
AG.8.77 | Λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας κεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη, ἀμφοτέρους ἱερῆας. —Ὁ δ’ εὐπατέρειαν ἐδέγμην Νόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ. | |
5 | τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας· ἡ δὲ πορείη, πάντες ἄνω· ζωῆς εἷς πόθος οὐρανίης. | |
AG.8.78 | Πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα Γοργόνιον· μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα πικρά. | |
Γρηγορίου γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ. | 484 in vol. 2 | |
AG.8.79 | Πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ· δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον· τὸ τρίτον αὖ, θνῄσκοντά μ’ ἁγνὴ ἐσάωσε τράπεζα· τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος· | |
5 | πέμπτον, παρθενίη με φίλοις προσπτύξατ’ ὀνείροις· ἕκτον, Βασιλίῳ σύμπνοα ἦρα φέρον· ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων· ὄγδοον αὖ, ὁσίοις ἐξεκάθηρα χέρας· εἴνατον, ὁπλοτέρῃ Τριάδ’ ἤγαγον, ὦ Ἄνα, Ῥώμῃ· | |
10 | βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις. | |
AG.8.80 | Ἑλλὰς ἐμὴ νεότης τε φίλη καὶ ὅσσα πεπάμην καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως. εἰ δ’ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ, | |
5 | σοῖς με, Χριστέ, χοροῖσι δέχου καὶ κῦδος ὀπάζοις υἱέι Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ. | |
AG.8.81 | Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων καὶ σοφίῃ Σοφίης δεδραγμένος ἠίθεός τε | |
οἶον πλοῦτον ἔχων ἐλπίδ’ ἐπουρανίην. | 486 in vol. 2 | |
AG.8.82 | Τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον· νῦν δ’ ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε. | |
AG.8.83 | Ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις· ἤλυθον ἐς σοφίης πείρατα· σάρκα Λόγῳ ἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας ἔστην σὺν Ἀαρών, Γρηγορίῳ γενέτῃ. | |
AG.8.84 | Πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου, Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς φάσμασιν ἐννυχίοις, δῶκε δ’ ἔρον σοφίης. | |
AG.8.85 | Σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτ’ ἐώλπειν, ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους· αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα, τοκήων | |
τῶν προτέρων πρότερον δέξατο. ποῖα δίκη; | 488 in vol. 2 | |
AG.885b | Οὐκ ἔσθ’ ὁ τύμβος αἴτιος· μὴ λοιδόρει. Φθόνου τόδ’ ἐστὶν ἔργον. πῶς δ’ ἤνεγκεν ἂν νέον γερόντων εἰσορῶν σοφώτερον; | |
AG.8.86 | Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα κάλλεϊ καὶ σοφίῃ καὶ βασιλῆι φίλον, κρείσσονα δ’ οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο. ἦ μὴν ὠιόμην. ἀλλὰ τί φησὶ τάφος; | |
5 | „Τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο, ἀλλὰ μέγιστον υἱέος εὖχος ἔχεις υἱέος ἀντὶ φίλου.“ | |
AG.8.87 | Ὥριοι εἰς τάφον ἦμεν, ὅτ’ ἐνθάδε τοῦτον ἔθηκαν λᾶαν ἐφ’ ἡμετέρῳ γήραϊ λαοτόμοι· ἀλλ’ ἡμῖν μὲν ἔθηκαν, ἔχει δέ μιν οὐ κατὰ κόσμον Καισάριος, τεκέων ἡμετέρων πύματος. | |
5 | ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχιστα δέξαι ἐς ἡμέτερον τύμβον ἐπειγομένους. | |
AG.8.88 | Τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην· Καισαρίῳ δ’ υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες | |
δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου. | 490 in vol. 2 | |
AG.8.89 | Γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸς λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε. τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδ’ ἔνευσας; ὢ μακροῦ βιότου, ὢ ταχέος θανάτου. | |
AG.8.90 | Οὐκ ἄγαμ’, οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξω μοῦνον ἀφ’ ἡμετέρων, Καισάριε, κτεάνων, γηραλέων τοκέων πικρὸν λίθον· ὁ Φθόνος οὕτως ἤθελεν. ὢ ζωῆς πήμασι μακροτέρης. | |
AG.8.91 | Πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων καὶ λογικῆς τέχνης τὰ παλαίσματα γραμματικήν τε ἠδ’ ἰητορίην ῥητορικῆς τε μένος | |
5 | Καισάριος πτερόεντι νόῳ μοῦνος καταμάρψας, αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις ἐστ’ ὀλίγη. | |
AG.8.92 | Πάντα κασιγνήτοισιν ἑοῖς λίπες, ἀντὶ δὲ πάντων τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε· ἡ δὲ γεωμετρίη τε καὶ ἀστέρες, ὧν θέσιν ἔγνως, | |
ἥ τ’ ἰητορίη οὐδὲν ἄκος θανάτου. | 492 in vol. 2 | |
AG.8.93 | Κάλλιμον ἐκ πατρίης σέ, μεγακλέα τηλόθ’ ἐόντα, ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης πέμψαντες βασιλῆι, τὸν ἔξοχον ἰητήρων, φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθ’ αὖ σε πέδου. | |
AG.8.94 | Σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν, ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ· νούσῳ δ’ ἀργαλέῃ ζωὴν λίπες. ὢ νεότητος σώφρονος, ὢ σοφίης, κάλλιμε Καισάριε. | |
AG.8.95 | Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον τύμβος ὅδ’ εὐγενέτην Καισάριον κατέχω ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις, ἀστεροπὴν γαίης πείρασι λαμπομένην. | |
AG.8.96 | Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος αὐλαί, Καππαδόκαι δ’ ἤμυσαν ἐξαπίνης· καὶ καλὸν εἴ τι λέλειπτο μετ’ ἀνθρώποισιν, ὄλωλεν, | |
οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος. | 494 in vol. 2 | |
AG.8.97 | Εἴ τινα δένδρον ἔθηκε γόος καὶ εἴ τινα πέτρην, εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη, πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε, πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι· | |
5 | Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων, αἰαῖ τῶν ἀχέων, ἤλυθεν εἰς Ἀίδην. | |
AG.8.98 | Χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν. Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης; | |
5 | οὔτις ἐπιχθονίων· ἀλλ’ ἔπτατο ἐκ βιότοιο ὡς ῥόδον ἐξ ἀκανθῶν, ὡς δρόσος ἐκ πετάλων. | |
AG.8.99 | Γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε, Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου, Γρηγορίου Νόννης τε μεγακλέος εὐσεβίῃ τε καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους. | |
AG.8.100 | Κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴν τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην· Καισάριον δὲ νέον Φθόνος ἥρπασεν· οὔποτε τοῖα | |
πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις. | 496 in vol. 2 | |
AG.8.101 | Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης. | |
AG.8.102 | Οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα· πάντα δ’ ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι. | |
AG.8.103 | Κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντ’ ἀναθεῖσα Γοργόνιον Χριστῷ μοῦνον ἀφῆκε πόσιν· οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον, ἀλλ’ ἄρα καὶ τὸν ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον. | |
5 | ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖς λύματ’ ἀπωσάμενοι ζῆτε παλιγγενέες. | |
AG.8.104 | Εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις, εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων δαπτόμενόν τ’ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ καὶ πυρόεις ποταμὸς καὶ ζόφος ἀθάνατος | |
5 | ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι, ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο | |
τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι. | 498 in vol. 2 | |
AG.8.105 | Οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι τέρπῃ πυροφόροις τετραπόδων τ’ ἀγέλαις· καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος εὐγενέες τε λᾶες καὶ Σηρῶν νήματα λεπταλέα, | |
5 | πάντα βίος ζωοῖσι· λίθοι δ’ ὀλίγοι τε φίλοι τε τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις, οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει ἄλλος σοῖσι νόμοις χερσὶ δικαιοτέραις. | |
AG.8.106 | Ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων, πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις· πᾶσα δὲ Σικανίη τε καὶ εὐρέα πείρατα γαίης κείρατ’ ἀπ’ ἀνθρώπων οἰχομένης Θέμιδος. | |
5 | ἡμεῖς δ’ ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας. | |
AG.8.107 | Οἱ Χριστὸν φορέοντες ἀκούσατε οἵ τε θέμιστας εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην· πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων, αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμ’ ὀλίγη | |
5 | Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλ’ ἐπὶ τύμβῳ | |
βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας. | 500 in vol. 2 | |
AG.8.108 | Μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα, τύμβος ὅδ’ εὐγενέτην Μαρτινιανὸν ἔχω, ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν· ἀλλ’ ἀποτῆλε τάφου πρίν τι κακὸν παθέειν. | |
AG.8.109 | Μὴ πόλεμον φθιμένοισιν· ἅλις ζώοντες, ἀλιτροί· μὴ πόλεμον φθιμένοις. Μαρτινιανὸς ἐγὼ ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων. | |
AG.8.110 | Ὦ Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα· ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων· οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον· οὗτος ἐμοί. φεῦ φεῦ, ποῦ δὲ λίθος Σισύφου; | |
AG.8.111 | Ὄλβιος, εὐγήρως, ἄνοσος θάνον ἐν βασιλῆος πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης. εἴ τινα Μαρτινιανὸν ἀκούετε, ἀλλ’ ἀπὸ τύμβου, | |
μηδὲ φέρειν ἐπ’ ἐμοὶ δυσμενέας παλάμας. | 502 in vol. 2 | |
AG.8.112 | Χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον· χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ, καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω. | |
AG.8.113 | Καππαδοκῶν μέγ’ ἄεισμα, φαάντατε Μαρτινιανέ, σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα· ὅς ποτ’ ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων, δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην. | |
AG.8.114 | Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν μή ποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι στήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδ’ ἱεροῖς. | |
AG.8.115 | Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει· ἀλλ’ ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι, | |
τῷδε τάφῳ· πολλῶν οὐχ ὁσίαι παλάμαι. | 504 in vol. 2 | |
AG.8.116 | Μαρτινιανοῦ σῆμα μεγακλέος, εἴ τιν’ ἀκούεις Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων, παντοίαις ἀρετῇσι κεκασμένον· ἀλλὰ κόνιν περ ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν. | |
AG.8.117 | Οὔποτ’ ἐγὼ φθιμένοισιν ἐπέχραον οὐδ’ ἀπὸ τύμβων ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους· τοὔνεκα μηδ’ ἐπ’ ἐμοῖσι φέρειν λάεσσι σίδηρον· εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω. | |
5 | Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖο κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω. | |
AG.8.118 | Εἷς δόμος, ἀλλ’ ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός· τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις· καί ῥ’ οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο ὡς σύ, μάκαιρα δάμαρ Ἀμφιλόχου Λιβίη, | |
5 | κάλλιμέ θ’ υἱήων, Εὐφήμιε· τοὺς δ’ ὑπόδεχθε, μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους. | |
AG.8.119 | Ὤφελες, ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν· ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι. νῦν δέ σε μοῖρ’ ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν, εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην. | |
5 | αἰαῖ, Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος | |
ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει. | 506 in vol. 2 | |
AG.8.120 | Αἰαῖ, καὶ Λιβίαν κατέχει κόνις. οὔποτ’ ἔγωγε ὠισάμην θνητὴν ἔμμεναι εἰσορόων εἶδος μειλιχίην τε σαοφροσύνην τε γυναικός, τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων. | |
5 | τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος. | |
AG.8.121 | Ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά, πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην, υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε, πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες. | |
5 | δεινὸν δ’ ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσε ζωῆς, τὸν δ’ ἔλιπεν ἥμισυν Ἀμφίλοχον. | |
AG.8.122 | Ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δ’ ἐν ἀοιδοῖς, κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων, ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δ’ ἔρωτας ἐς θαλάμους καλέων ὤλετο, φεῦ παθέων· | |
5 | ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδ’ ὑμεναίων ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων. | |
AG.8.123 | Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις, Ἑλλάδα καὐσονίην μοῦσαν ἐφιπτάμενος, στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθ’ ὑπὸ γαῖαν. | |
αἰαῖ, τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος. | 508 in vol. 2 | |
AG.8.124 | Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας, μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος· τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη. | |
AG.8.125 | Στράψε μέγ’ ἀνθρώποις Εὐφήμιος, ἀλλ’ ἐπὶ τυτθόν· καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας· στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν· τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος. | |
AG.8.126 | Τίς τίνος; —„Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται, οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος, οὗτος, ὃν αἱ Χάριτες Μούσαις δόσαν· οἱ δ’ ὑμέναιοι ἀμφὶ θύρας· ἦλθεν δ’ ὁ Φθόνος ὠκύτερος.“ | |
AG.8.127 | Ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφάνων, ᾤχετο ἐκ μερόπων Εὐφήμιος, οὐδέ τ’ ἀνέσχεν, | |
αἰαῖ, σοῖς θαλάμοις πυρσός, ὃν ἧψεν Ἔρως. | 510 in vol. 2 | |
AG.8.128 | Αἱ Χάριτες Μούσαισι· „Τί ῥέξομεν; οὐκέτ’ ἄγαλμα χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.“ χαἰ Μοῦσαι Χαρίτεσσιν· „Ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός, τόσσον ἔχοι· ἡμῖν δὲ τόδ’ ὅρκιον ἔμπεδον ἔστω | |
5 | μηκέτ’ ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.“ | |
AG.8.129 | Κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα καὶ λαλαγεῦντες ὄρνιθες λιγυροὶ καλὸν ἐπ’ ἀκρεμόνων αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων, | |
5 | κλαύσατε· ὦ χαρίεσς’ Εὐφημιάς, ὥς σε θανών περ Εὐφήμιος κλεινὴν θήκατ’ ἐπωνυμίῃ. | |
AG.8.130 | Κάλλιμος ἠιθέων Εὐφήμιος, εἴ ποτ’ ἔην γε· κάλλιμος ἐν χώροις χῶρος ὅδ’ ἠλύσιος· τοὔνεκεν εἰς ἓν ἄγερθεν· ἐπεὶ ζωὴν μὲν ἔλειψε, οὔνομα δ’ ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ. | |
AG.8.131 | Ἤλυθε κἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα, ψυχὴ δ’ ἐς μακάρων ᾤχετ’ ἀποπταμένη. πηοῖς πάντα πέπασο, μακάρτατε· βίβλον ἔῳξας πᾶσαν, ὅση θνητῶν κεἴ τις ἐπουρανίη· | |
5 | γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπας | |
κρείσσονα καὶ τοκέων· τὸ πλέον οὐ μερόπων. | 512 in vol. 2 | |
AG.8.132 | Ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα Ἀμφίλοχος λιπαροῦ γήραος ἀντιάσας, ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων πηῶν, εὐσεβέων, εὐγενέων, λογίων | |
5 | καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδ’ ἑταίρων σῶν ἑνός, ὦ φιλότης, γράμμ’ ἐπιτυμβίδιον. | |
AG.8.133 | Ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες μῦθοι καὶ πηγὴ πᾶσιν ἀρυομένη, ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δ’ ἅμ’ ἕσπετο μοῦνον ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον. | |
5 | Γρηγόριος τάδ’ ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο, Ἀμφίλοχ’, ἐξεδάην ἀντιχαριζόμενος. | |
AG.8.134 | Ἀμφίλοχος τέθνηκεν· ἀπώλετο, εἴ τι λέλειπτο καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δ’ αὖ σε ἡ Διοκαισαρέων μύρατο πάτρα φίλη. | |
AG.8.135 | Τυτθὸν μὲν πτολίεθρον, ἀτὰρ πολὺν ἀνέρα δῶκα βήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων, Ἀμφίλοχον· φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα | |
ῥήτρη καὶ πάτρης εὖχος ἀριστοτόκου. | 514 in vol. 2 | |
AG.8.136 | Τὸν ῥήτρην πυρόεσσαν ἐπ’ ἀντιπάλοισι φέροντα, τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας Ἀμφίλοχον κατέχω τυτθὴ κόνις ἔκτοθι πάτρης, υἱέα Φιλτατίου Γοργονίας τε μέγαν. | |
AG.8.137 | Ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇ Ἀμφιλόχου μεγάλου τύμβος ὅδ’ ἀμφὶς ἔχω. | |
AG.8.138 | Ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν. | |
AG.8.139 | Οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος· ἡ δὲ συνωρὶς σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει; τίς δὲ τέλος νηῷ περικαλλέι χεὶρ ἐπιθήσει; τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην | |
5 | σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα; | |
ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων. | 516 in vol. 2 | |
AG.8.140 | Δέρκεο καὶ τύμβον Νικομήδεος, εἴ τιν’ ἀκούεις, ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων, | |
5 | φέρτερον οὐδὲν ἔχων ἱερεὺς γενέτης τε φέριστος. τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι. | |
AG.8.141 | Ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα ἔνθεν ἀνηέρθης. τίς τάδ’ ἔνευσε δίκη; Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν ἰθύνῃς τεκέων σὺν ἱερῇ δυάδι. | |
AG.8.142 | Πῇ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθ’ ἑταίρων, ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε; πῇ ποτ’ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν, ἦμος ἐπ’ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην, | |
5 | ὃς βιότῳ μ’ ἔζησας ἀσαρκέι; ἦ ῥ’ ἐτεόν σοι Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις. | |
AG.8.143 | Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον ἠιθέων, ζωῆς ἡνίοχ’ ἡμετέρης, μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς, | |
ἦν ὅτε ἦν, ἀρετῆς κοίρανε Καρτέριε. | 518 in vol. 2 | |
AG.8.144 | Ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσσιν ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι Καρτερίου, πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν; ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη. | |
AG.8.145 | Ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκα Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης. | |
AG.8.146 | Ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα σταυροφόρων κόλποις Καρτέριον κατέχεις. | |
AG.8.147 | Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων, τῆλε τεῆς πάτρης ληίστορι χειρὶ δαμάσθης, οὐδέ σε τύμβος ἔχει πατρώιος· ἀλλὰ καὶ ἔμπης πᾶσιν Καππαδόκεσσι μέγ’ οὔνομα σεῖο λέλειπται | |
5 | καὶ στῆλαι παγίων μέγ’ ἀμείνονες, αἷς ἐνιγράφθης, | |
Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες. | 520 in vol. 2 | |
AG.8.148 | Ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε, σὸν τέκος ἀτρεκέως πνεύματι Καρτέριον· αὐτὰρ ἐγών, εἰ καί με τάφος σὺν πατρὶ καλύπτοι, οὔποτ’ ἀφ’ ὑμετέρης στήσομ’ ὁμοζυγίης. | |
AG.8.149 | Ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας. | |
AG.8.150 | Εὐσέβιον, Βασίλισσα μεγακλέες ἐνθάδε κεῖνται, Ξώλων ἠγαθέων θρέμματα χριστοφόρων, καὶ Νόννης ζαθέης ἱερὸν δέμας. ὅστις ἀμείβεις τούσδε τάφους, ψυχῶν μνώεο τῶν μεγάλων. | |
AG.8.151 | Αἰεί σοι νόος ἦεν ἐς οὐρανὸν οὐδ’ ἐπὶ γαίης ἤρειδες χθαμαλῆς ἴχνιον οὐδ’ ὀλίγον· τοὔνεκεν ὡς τάχος ἦλθες ἀπὸ χθονός· Εὐλάλιος δὲ | |
σὴν κόνιν ἀμφιέπει σὸς κάσις, Ἑλλάδιε. | 522 in vol. 2 | |
AG.8.152 | Τὸν νεαρόν, Χριστῷ δὲ μέγαν πολιόν τε νόημα χῶρος ὅδ’ ἀθλοφόρων Ἑλλάδιον κατέχω· οὐ νέμεσις· κείνοις γὰρ ὁμοίιον ἄλγος ἀνέτλη σβεννὺς ἀντιπάλου τοῦ φθονεροῖο μόθον. | |
AG.8.153 | Μικρὸν μὲν πνείεσκες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ, πλείονα δὲ ζωῆς ὑψόθι μοῖραν ἔχεις, Ἑλλάδιε, Χριστοῖο μέγα κλέος· εἰ δὲ τάχιστα δεσμῶν ἐξελύθης, τοῦτο γέρας καμάτων. | |
AG.8.154 | Καὶ σύ, Γεωργίοιο φίλον δέμας, ἐνθάδε κεῖσαι, ὃς πολλὰς Χριστῷ πέμψας ἁγνὰς θυσίας· σὺν δὲ κασιγνήτη σῶμα, φρένας, ἡ Βασίλισσα, ξυνὸν ἔχει μεγάλη καὶ τάφον ὡς βίοτον. | |
AG.8.155 | Χώρης τῆσδ’ ἱερῆς Εὐπράξιον ἀρχιερῆα ἥδ’ Ἀριανζαίη χθὼν μεγάλη κατέχω, Γρηγορίοιο φίλον καὶ ἥλικα καὶ συνοδίτην· | |
τοὔνεκα καὶ τύμβου γείτονος ἠντίασεν. | 524 in vol. 2 | |
AG.8.156 | Ἰχθυβόλον ποτ’ ἔλυε λίνον βυθίης ἀπὸ πέτρης Ναυκράτιος δίναις ἐν ποταμοῦ βρυχίαις· καὶ τὸ μὲν οὐκ ἀνέλυσεν, ὁ δ’ ἔσχετο. πῶς ἁλιῆα εἴρυσεν ἀνθ’ ἁλίης δίκτυον; εἰπέ, Λόγε, | |
5 | Ναυκράτιον, καθαροῖο βίου νόμον, ὥσπερ ἐίσκω, καὶ χάριν ἐλθέμεναι καὶ μόρον ἐξ ὑδάτων. | |
AG.8.157 | Ναυκράτιος στροφάλιγγι θάνε φθονεροῦ ποταμοῖο, δεσμοῖσιν βυθίης ἄρκυος ἐνσχόμενος, ὥς κε μάθῃς σύ, θνητέ, τὰ παίγνια τοῦδε βίοιο, ἔνθεν ἀνηέρθη πῶλος ὅδ’ ἄκρα θέων. | |
AG.8.158 | Ναυκράτιος πλεκτοῖο λίνου δεσμοῖσιν ἐλυσθεὶς δεσμῶν τοῦδε βίου ἐξ ἁλίης ἐλύθη. | |
AG.8.159 | Αἵματος εὐγενέος γενόμην, βασιλῆος ἐν αὐλαῖς ἔστην, ὀφρὺν ἄειρα κενόφρονα. πάντα κεδάσσας, Χριστὸς ἐπεί με κάλεσσε, βίου πολλαῖσιν ἀταρποῖς ἴχνος ἔρεισα πόθοιο τινάγμασιν, ἄχρις ἀνεῦρον | |
5 | τὴν σταθερὴν Χριστῷ τήξας δέμας ἄλγεσι πολλοῖς· | |
καὶ νῦν κοῦφος ἄνω Μαξέντιος ἔνθεν ἀνέπτην. | 526 in vol. 2 | |
AG.8.160 | Πάλλετ’ ἐμοὶ κραδίη, Μαξέντιε, σεῖο γράφουσα οὔνομα, 〈ὃς στυφελὴν ἦλθες ὁδὸν βιότου,〉 ἄμβροτον, 〈αἰπήεσσαν, ἀτερπέα· σεῖο, φέριστε,〉 ἄτρομος οὐδὲ τάφῳ χριστιανὸς πελάει. | |
AG.8.161 | Ἐμμέλιον τέθνηκε. τίς ἔφρασεν; ἥ γε τοσούτων καὶ τοίων τεκέων δῶκε φάος βιότῳ, υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε, εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων. | |
5 | τρεῖς μὲν τῆσδ’ ἱερῆες ἀγακλέες, ἡ δ’ ἱερῆος σύζυγος, οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων. | |
AG.8.162 | Θάμβος ἔχεν μ’ ὁρόωντα τόσον γόνον Ἐμμελίοιο καὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλον· ὡς δ’ αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα, Ἐμμέλιον, τόδ’ ἔφην· „Οὐ μέγα· ῥίζα τόση. | |
5 | τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη, τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα.“ | |
AG.8.163 | Παρθένον αἰγλήεσσαν ἔχω κόνις, εἴ τιν’ ἀκούεις Μακρίναν, Ἐμμελίου πρωτότοκον μεγάλης· ἣ πάντων ἀνδρῶν λάθεν ὄμματα, νῦν δ’ ἐνὶ πάντων | |
γλώσσῃ καὶ πάντων φέρτερον εὖχος ἔχει. | 528 in vol. 2 | |
AG.8.164 | Καὶ σύ, Θεοσσέβιον, κλεινῆς τέκος Ἐμμελίοιο, Γρηγορίου μεγάλου σύζυγε, ἀτρεκέως ἐνθάδε τὴν ἱερὴν ὑπέδυς χθόνα, ἕρμα γυναικῶν εὐσεβέων· βιότου δ’ ὥριος ἐξελύθης. | |
AG.8.165 | Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδ’ ἔθηκε Γρηγόριος καθαροῖς Μάρτυσι παρθέμενος, ἠίθεον θαλέθοντα νεόχνοον· αἱ δὲ πάροιθεν τῆς γηροτροφίης ἐλπίδες οὐδὲ κόνις. | |
AG.8.166 | Εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω θρύψις ἀεθλοφόροις· ταῦτα γὰρ ἀντίθετα. εἰ δ’ οὐκ ὀρχησταῖς ἀθλήματα οὐδὲ ἀθληταῖς ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις | |
5 | ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος, ὃς πληροῖ θυλάκους, κἂν ἀδικώτατος ᾖ; | |
AG.8.167 | Μάρτυρες, εἴπατε ἡμὶν ἀληθῶς, εἰ φίλον ὑμῖν αἱ σύνοδοι. —„Τί μὲν οὖν ἥδιον;“ —Ἀντὶ τίνος; — „Τῆς ἀρετῆς· πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντ’ ἄν, εἰ τιμῷτ’ ἀρετή.“ —Τοῦτο μὲν εὖ λέγετε· | |
5 | ἡ δὲ μέθη τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰς | |
ἄλλοις· ἀθλοφόρων δ’ ἔκλυσις ἀλλοτρία. | 530 in vol. 2 | |
AG.8.168 | Μὴ ψεύδεσθ’, ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί· λαιμῶν οἵδε νόμοι, ὠγαθοί, ὑμετέρων· Μάρτυσι δ’ εἰς τιμὴν ἓν ἐπίσταμαι· ὕβριν ἐλαύνειν ψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν. | |
AG.8.169 | Μαρτύρομ’, ἀθλοφόροι καὶ μάρτυρες· ὕβριν ἔθηκαν τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι. οὐ ζητεῖτε τράπεζαν ἐύπνοον οὐδὲ μαγείρους· οἱ δ’ ἐρυγὰς παρέχους’ ἀντ’ ἀρετῆς τὸ γέρας. | |
AG.8.170 | Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματ’ ἀνάγνων ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι· δεύτερον αὖτε τάφους τοὺς μὲν διεπέρσατ’ ἀθέσμως αὐτοὶ σήματ’ ἔχοντες ὁμοίια, τοὺς δ’ ἀπέδοσθε, | |
5 | πολλάκι καὶ τρὶς ἕκαστον· ὃ δὲ τρίτον, ἱεροσυλεῖς Μάρτυρας, οἷς φιλέεις. Σοδομίτιδες ἵξατε πηγαί. | |
AG.8.171 | Παῖδες χριστιανῶν, τόδ’ ἀκούσατε. οὐδὲν ὁ τύμβος; πῶς οὖν ὑμετέρους χώννυτ’ ἀριπρεπέας; ἀλλ’ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας. | |
5 | εἰ δ’, ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτ’ ἀδίκαστον, | |
πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου. | 532 in vol. 2 | |
AG.8.172 | Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι, μέχρι τίνος τύμβοις Μάρτυρας ἀλλοτρίοις τιμᾶτ’, εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς, καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν. | |
AG.8.173 | Τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι αἵματος οὐρανίου μνωομένους μεγάλου· τύμβοι δὲ φθιμένοις. ὃς βήματα δ’ ἡμὶν ἐγείρει ἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι. | |
AG.8.174 | Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβὴν καὶ μέντοι θεόθεν ἄξια δῶρ’ ἔχετε, βήμαθ’, ὕμνους, λαούς, ψυχῶν σέβας. ἀλλ’ ἀπὸ τύμβων φεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι. | |
AG.8.175 | Δαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας. τούτου χριστιανοὶ λύσιν εὕρομεν· ἀθλοφόροισι στησάμεθ’ ἡμετέροις πνευματικὰς συνόδους. | |
5 | νῦν δέ τι τάρβος ἔχει με· ἀκούσατε, οἱ φιλόκωμοι· | |
πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους. | 534 in vol. 2 | |
AG.8.176 | Μηκέτι πηκτὸν ἄροτρον ἀνὴρ ἐπὶ γαῖαν ἐλαύνοι, μὴ πέλαγος πλώοι, μὴ δόρυ θοῦρον ἔχοι· ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμὸν ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέων, | |
5 | ὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβον σκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης. | |
AG.8.177 | Ἑπτὰ βίοιο πέλει τάδε θαύματα· τεῖχος, ἄγαλμα, κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος· ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος, ὑψιπαγής, σκοπέλων τῶνδ’ ἀποτῆλε θέων, | |
5 | πρῶτος δ’ ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστον τῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης. | |
AG.8.178 | Ἦν ὅτε ἦν ἀτίνακτος ἐγὼ τάφος, οὔρεος ἄκρην πουλὺς ὑπερτέλλων τηλεφανὴς σκόπελος· νῦν δέ με θὴρ ἐτίναξεν ἐφέστιος εἵνεκα χρυσοῦ· ὧδε δ’ ἐτινάχθην γείτονος ἐν παλάμαις. | |
AG.8.179 | Τὸν τύμβοιο τόσου ληίστορα, ὃν πέρι πάντῃ λάων τετραπέδων ἀμφιθέει στέφανος, ἄξιον αὐτίκ’ ἔην αὐτῷ ἐνὶ σήματι θέντας | |
αὖθις ἐπικλεῖσαι χάσματα δυσσεβέι. | 536 in vol. 2 | |
AG.8.180 | Ἔργον ἀλιτρὸν ὄπωπα, κεχηνότα τύμβον, ὁδεύων· χρυσοῦ ταῦτα πέλει ἔργματα τοῦ δολίου. εἰ μὲν χρυσὸν ἔχεις, εὗρες κακόν· εἰ δ’ ἄρα κεινὸς ἔνθεν ἔβης, κενεὴν μήσαο δυσσεβίην. | |
AG.8.181 | Ὁσσάτιον παράμειψα βροτῶν βίον, οὐδ’ ἄρ’ ἔμελλον ἐκφυγέειν παλάμας γείτονος οὐλομένας, ὅς με καὶ αἰπὺν ἐόντα χαμαὶ βάλε νηλέι θυμῷ οὔτε Θεὸν δείσας οὐθ’ ὁσίην φθιμένων. | |
AG.8.182 | Τὸν τύμβων κακοεργὸν ἀλάστορα φεύγετε πάντες· ἠνίδ’, ὅσην σκοπιὴν ῥήξατο ῥηιδίως. οὐ μὲν ῥηιδίως ἐρρήξατο. ἀλλ’ ἀποτῆλε χάζεσθε· φθιμένους ὧδ’ ἂν ἀρεσσάμεθα. | |
AG.8.183 | Αἰαῖ, ὥς τι κακὸν προτιόσσομαι ἐγγύθεν ἤδη τοῖσί τε τυμβορύχοις τοῖς τε περικτιόσιν σήματος ὑψιθέοντος ὀλωλότος. ἀλλὰ τὸν ἐχθρὸν | |
οἶδε δίκη· δακρύειν δ’ ἡμέτερον φθιμένους. | 538 in vol. 2 | |
AG.8.184 | Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσι τίμιος· οὔτις ἐκεῖ τυμβολέτις παλάμη· Καππαδόκεσσιν ἔγωγε μέγ’ ἔξοχος, ἀλλὰ δέδορκας, οἷα πάθον. στήλῃ γράψατε νεκροφόνον. | |
AG.8.185 | Τοῖχος ἐνὶ προπόδεσσι καὶ ὄρθιος· ἔνθεν ἔπειτα ὕπτιος ἐκ λαγόνων εἰς ἓν ἀγειρομένων τύμβος ἔην, καθύπερθε λόφου λόφος. ἀλλὰ τί ταῦτα; οὐδὲν χρυσοφίλαις, οἵ μ’ ἐτίναξαν ὅλον. | |
AG.8.186 | Νεκρῶν νεκρὰ πέλοι καὶ μνήματα· ὃς δ’ ἀνεγείρει τύμβον ἀριπρεπέα τῇ κόνι, τοῖα πάθοι· οὐ γὰρ ἂν οὗτος ἀνὴρ τὸν ἐμὸν τάφον ἐξαλάπαξεν, εἰ μὴ χρυσὸν ἔχειν ἤλπετο ἐκ νεκύων. | |
AG.8.187 | Τίς τίνος; οὐκ ἐρέει στήλη· πρὸ γὰρ ὤλετο τύμβου. τίς χρόνος; ἀρχαίης σῆμα τόδ’ ἐργασίης. τίς δέ ς’ ἐνήρατο; εἰπέ· φόνος τόδε. —„Χεῖρες ἀλιτραὶ | |
γείτονος.“ —Ὡς τί λάβῃ; —„Χρυσόν.“ —Ἔχοι σκοτίην. | 540 in vol. 2 | |
AG.8.188 | Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, ἴσθι με ταῦτα τοῦ νεοκληρονόμου χερσὶ παθόντ’ ἀδίκως· οὐ γὰρ ἔχον χρυσόν τε καὶ ἄργυρον, ἀλλ’ ἐδοκήθην, κάλλεϊ μαρμαίρων τοσσατίῳ λαγόνων. | |
AG.8.189 | Στῆθι πέλας καὶ κλαῦσον ἰδὼν τόδε σῆμα θανόντος, εἴ ποτ’ ἔην, νῦν αὖτε τάφον δηλήμονος ἀνδρός. σῆμα πέλω, μὴ τύμβον ἐγείρειε βροτὸς ἄλλος. τί πλέον, εἰ παλάμαισι φιλοχρύσοισιν ὀλεῖται; | |
AG.8.190 | Αἰὼν καὶ κληῖδες ἀμειδήτου θανάτοιο καὶ λήθης σκοτίης βένθεα καὶ νέκυες, πῶς ἔτλη τύμβον τις ἐμὸν ἔπι χεῖρας ἐνεγκεῖν; πῶς ἔτλη; φθιμένων 〈κήδεται οὐδ’ ὁσίη〉. | |
AG.8.191 | Τέτρωμαι πληγῇσιν ἀεικελίῃσιν ὁ τύμβος, τέτρωμ’, ὥς τις ἀνὴρ ἐν δαῒ λευγαλέῃ. ταῦτα φίλα θνητοῖσι, τὸ δ’ αἴτιον ὡς ἀθέμιστον. | |
τὸν νέκυν οἶον ἔχων χρυσὸν ἀποξέομαι. | 542 in vol. 2 | |
AG.8.192 | Πρός σε Θεοῦ ξενίου λιτάζομαι, ὅστις ἀμείβεις τύμβον ἐμόν, φράζειν· „Τοῖα πάθοις, ὁ δράσας.“ — „Οὐκ οἶδ’, ὅντινα τύμβος ἔχει νέκυν· ἀλλ’ ἐρέω γε δάκρυ’ ἐπισπένδων· Τοῖα πάθοις, ὁ δράσας.“ | |
AG.8.193 | Πάντα λιπών, γαίης τε μυχοὺς καὶ πείρατα πόντου, ἦλθες ἔχειν ποθέων χρυσὸν ἐμοῦ νέκυος. νεκρὸν ἔχω καὶ μῆνιν ὀλωλότος· ἤν τις ἐπέλθῃ, ταῦτ’, εἰ ληίζει, δώσομεν ἀσπασίως. | |
AG.8.194 | Εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος, οὐκ ἐφύλασσες τοῦθ’, ὅπερ εἰλήφεις, ἢ κακὸς ἦσθ’ ἂν ἄγαν; εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην, καὶ τόδ’ ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος; | |
AG.8.195 | Τοὺς ζῶντας κατόρυσσε. τί γὰρ νεκροὺς κατορύσσεις; Ἄξιοί εἰσι τάφων, οἵ σε ζῆν εἴασαν οὕτω | |
τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον. | 544 in vol. 2 | |
AG.8.196 | Καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴν δέξῃ θαρσαλέως ἢ Θεὸν ἀγκαλέσεις, χείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοι οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις. | |
AG.8.197 | Φησὶ Δίκη· „Τίς πίστις, ὅτ’ ὤλεσας, ὃν λαγόνεσσι σῇσιν ἔδωκα νέκυν, γαῖα φίλη, φθιμένῳ;“ — „Οὐ γαίη μ’ ἐτίναξεν· ἀτάσθαλος ὤλεσεν ἀνήρ, καὶ φιλοκερδείης εἵνεκα· τοῦτον ἔχω.“ | |
AG.8.198 | Πρόσθε τάδ’ ἦεν ἄσυλα· Θεός, νέκυς. ἀλλὰ Θεὸς μὲν ἵλαος· εἰ δὲ νέκυς, ὄψεθ’ ὁ τυμβολέτης. | |
AG.8.199 | Ἦ ῥά σε δινήσουσιν Ἐρινύες· αὐτὰρ ἔγωγε κλαύσομ’ ἀποφθιμένους, κλαύσομ’ ἄγος παλάμης. | |
AG.8.200 | Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίης κεύθειν τοὺς φθιμένους· εἴξατε τυμβολέταις. νεκρῶν καὶ τάδε γ’ ἐστὶ σοφίσματα, ὡς φιλόχρυσον | |
εὕρωσιν παλάμην, σήματα τοῖα χέειν. | 546 in vol. 2 | |
AG.8.201 | Τίς ς’ ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιο κέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος; | |
AG.8.202 | Στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶν· οὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους, ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων. γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους. | |
AG.8.203 | Στῆλαι καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων, τύμβοι καὶ φθιμένων ἄφθιτε μνημοσύνη, σεισμὸς πάντα βράσειεν ἐμοῖς νεκύεσσιν ἀρήγων, οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος. | |
AG.8.204 | Ἡνίκα τὸν περίβωτον ἐπ’ οὔρεος, ἄγριε Τιτάν, τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας, ὡς δ’ εἶδες, πῶς χεῖρες ἐπ’ ὀστέα; ἦ τάχα κέν σε | |
τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδ’ ἕνα τύμβον ἔχειν. | 548 in vol. 2 | |
AG.8.205 | Σήματα καὶ σποδιὴ καὶ ὀστέα οἵ τε πάρεδροι δαίμονες, οἳ φθιμένου ναίετε τόνδε λόφον, τόνδ’ ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν. τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον. | |
AG.8.206 | Τύμβοι καὶ σκοπιαὶ καὶ οὔρεα καὶ παροδῖται, κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτην· ἠχὼ δ’ ἐκ σκοπέλων πυματηγόρος ἀντιαχείτω τῶνδε περικτιόνων· „Κλαύσατε τυμβολέτην.“ | |
AG.8.207 | Κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες· οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην, εἰ τάδ’ ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ σήμασι σὴν ἐπέχειν ἁρπαλέην παλάμην. | |
AG.8.208 | Οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ, ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων· καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν, | |
ἐκ δ’ ὀλέσας τύμβου τῆλε βάλοι πατέρων. | 550 in vol. 2 | |
AG.8.209 | Τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον οὔρεος ἄκρης τῆσδ’ ἀναειρόμενον ἡλίκον ὁσσατίης; χρυσὸς ἔθηξε μάχαιραν ἐπ’ ἀνδράσι· χρυσὸς ἄπληστον κύμασι χειμερίοις ὤλεσε ναυσιβάτην· | |
5 | κἀμοὶ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβον ἐλπισθείς· χρυσοῦ δεύτερα πάντ’ ἀδίκοις. | |
AG.8.210 | Πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτης κύμασι πλαζόμενον, πολλάκι θηρολέτου, ἤδη καί, πολέμῳ τις ὃν ὤλεσεν· ἀλλ’ ἐμὲ γείτων χωσθέντ’ ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον. | |
AG.8.211 | Ὢ χρυσοῦ δολίοιο, πόσον κακὸν ἔπλεο θνητοῖς. ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶν· οἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν, τῶνδ’ ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις. | |
AG.8.212 | Πάντ’ ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτ’ αἰδὼς ἐκ ζώντων φθιμένοις. δέρκεο τόνδε τάφον, ὅν γ’ ἐλπὶς χρυσοῖο διώλεσε τόσσον ἐόντα | |
θαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν. | 552 in vol. 2 | |
AG.8.213 | Λίσσομαι· ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσιν ῥίψατε ἠὲ πυρὶ δάψατε παντοφάγῳ· λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι. δείδια τόνδε τάφον τοῖα παθόνθ’ ὁρόων. | |
AG.8.214 | Δή ποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεν τύμβον ἐπὶ χρυσῷ, γράμμα τόδ’ εὗρε μόνον· „Οἴγειν ἀπλήστοιο τάφους χερός.“ ὣς δὲ σὺ τόσσον σῆμα τόδ’ οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις. | |
AG.8.215 | Ὃς κακὸς οὐ φθιμένοισι, τάχ’ ἂν φθιμένοισιν ἀρήγοι· ὃς δ’ οὐδὲ φθιμένοις, οὔποτ’ ἂν οὐ φθιμένοις. ὣς δὲ σύ, τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας, οὔποτ’ ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην. | |
AG.8.216 | „Μαρτύρομ’, οὐδὲν ἔχω· πτωχὸς νέκυς ἐνθάδε κεῖμαι· μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις.“ — Οὐδὲ γὰρ οὗτος ἔχεν χρυσὸν τάφος, ἀλλ’ ἐδαΐχθη. | |
πάντα φιλοχρύσοις ἔμβατα· φεῦγε, Δίκη. | 554 in vol. 2 | |
AG.8.217 | Οἱ τύμβοι φθιμένοισιν „Ἀρήξατε“ εἶπον ἅπαντες, ἡνίχ’ ὁ λυσσήεις τόνδ’ ἐτίνασσε τάφον. οἱ νέκυες τύμβοισι· „Τί ῥέξομεν; αὖθις ἀέρθη ὡς ἐπὶ βουκτασίῃ γαῖαν ἀφεῖσα Δίκη.“ | |
AG.8.218 | Ἤλυθεν εἰς Ἀίδην τις, ὁ δ’ ἔπτατο, ἄλλος ὄλεσσε θῆρας, ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον· τούτων οὗτος ἀνὴρ οὐ δεύτερον ἔργον ἔρεξεν, τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις. | |
AG.8.219 | Εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα· εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισιν, καί σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς τύμβον ἀναρρήξανθ’, ὃν καὶ τρομέουσι φονῆες. | |
AG.8.220 | Χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε· σοὶ δ’ ἀπὸ τύμβων χρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει· ὄρυσς’, ὄρυσσε πάντας· ἦ τάχ’ ἄν σέ τις | |
τύμβος κ’ ἐξολέσειε πεσών, νεκύεσσι δ’ ἀρήγοι. | 556 in vol. 2 | |
AG.8.221 | Τύμβος ἔην· νῦν δ’ εἰμὶ λίθων χύσις, οὐκέτι τύμβος· ταῦτα φιλοχρύσοις εὔαδε. ποῖα δίκη; | |
AG.8.222 | Αἰαῖ, καὶ τέφρη γενόμην καὶ χεῖρας ἀλιτρῶν οὐκ ἔφυγον. χρυσοῦ τίπτε χερειότερον; | |
AG.8.223 | Ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σέ τις ἔτλη, τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις. | |
AG.8.224 | Τύμβος ἐγώ, σκοπιή τις ἀπ’ οὔρεος· ἀλλά με χεῖρες θῆκαν ἴσον δαπέδῳ. τίς τάδ’ ἄνωξε νόμος; | |
AG.8.225 | Οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος· ἀλλὰ σίδηρος ἦλθ’ ἐπ’ ἐμῷ τύμβῳ· σὸν δόμον ἄλλος ἔχοι. | |
AG.8.226 | Τὴν σκαπάνην ἐπ’ ἄρουραν, ἐμῷ δ’ ἐπὶ σήματι βάλλειν | |
δάκρυα, μὴ παλάμας· ἥδε δίκη φθιμένων. | 558 in vol. 2 | |
AG.8.227 | Τὴν σκαπάνην ἐπ’ ἄρουραν· ἐμοῦ δ’ ἀποχάζεο τύμβου, χάζεο· οὐδὲν ἔχω πλὴν ζακότων νεκύων. | |
AG.8.228 | Εἴ ς’, ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν, πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο. | |
AG.8.229 | Τίπτε μ’ ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνα κεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις. | |
AG.8.230 | Τύμβος ἐγώ, τύμβων πανυπέρτατος· ἀλλ’ ἔμ’ ἔῳξεν ὥς τινα τῶν πολλῶν ἀνδροφόνος παλάμη. | |
AG.8230b | Ἀνδροφόνος παλάμη με διώλεσε· λήξατε τύμβων, θνητοί, καὶ κτερέων· δεῦτ’ ἐπὶ νεκρά, κύνες. | |
AG.8230c | Δεῦτ’ ἐπὶ νεκρά, κύνες· χρυσοῦ διφήτορες ἄνδρες | |
ἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν. | 560 in vol. 2 | |
AG.8.231 | Ἄλλος τύμβον ἔγειρε, σὺ δ’ ὤλεσας· ἄλλος ἐγείροι σὸν τάφον, εἴ γε θέμις, ἄλλος ἔραζε βάλοι. | |
AG.8.232 | Ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ φιλόχρυσοι· φεύγετε ἐκ τύμβων, εἰ σθένος, οἱ φθίμενοι. | |
AG.8.233 | Τίπτε μ’ ἀνοχλίζεις; νεκύων ἀμενηνὰ κάρηνα μοῦνα φέρω· τύμβων ὀστέα πλοῦτος ἅπας. | |
AG.8.234 | Δαίμονας, οἵ με ἔχουσιν, ἀλεύεο· οὔτι γὰρ ἄλλο τύμβος ἔχω· τύμβων ὀστέα πλοῦτος ἅπας. | |
AG.8.235 | Εἰ χρυσοῦ δόμος ἦεν ὅλος τάφος, ὦ φιλόχρυσε, οὔποτ’ ἔδει τοίην χεῖρα φέρειν φθιμένοις. | |
AG.8.236 | Λήθη καὶ σιγὴ νεκύων γέρας· ὡς δ’ ἀλαπάξας | |
οὗτος ἐμὸν πολλοῖς θῆκεν ἄεισμα τάφον. | 562 in vol. 2 | |
AG.8.237 | Πάντ’ ἔχετε, ζώοντες, ἐμοὶ δ’ ὀλίγοι τε φίλοι τε λᾶες τῷ φθιμένῳ· φείδεο σοῦ νέκυος. | |
AG.8.238 | Οὐ χρυσοῦ δόμος εἰμί. τί τέμνομαι; αὐτὸς ἔγωγε τύμβος, ὃν ὀχλίζεις· πλοῦτος ἐμοῦ νέκυες. | |
AG.8.239 | Τύμβος ἐγὼ κλέος ἦα περικτιόνων ἀνθρώπων· νῦν δ’ εἰμὶ στήλη χειρὸς ἀλιτροτάτης. | |
AG.8.240 | Εἰ λίην φιλόχρυσον ἔχεις κέαρ, ἄλλον ὀρύσσειν χρυσόν· ἐμοὶ δ’ οὐδὲν πλὴν φθιμένων κτερέων. | |
AG.8.241 | Μὴ δείξῃς μερόπεσσι γυμνὸν νέκυν, ἤ σε γυμνώσει ἄλλος· ὁ δὲ χρυσὸς πολλάκις ἐστὶν ὄναρ. | |
AG.8.242 | Οὐχ ἅλις ἦε βροτοῖσι βροτοὺς ἐπὶ χεῖρας ἰάλλειν, | |
ἀλλὰ καὶ ἐκ νεκύων σπεύδετε χρυσὸν ἔχειν. | 564 in vol. 2 | |
AG.8.243 | Ὑμετέροις τύμβοισιν ἀρήξατε, οἱ τόδ’ ὁρῶντες σῆμα δαϊχθὲν ὅσον. λεύσατε τυμβολέτην. | |
AG.8.244 | Τίς με τὸν ἐξ αἰῶνος ἀκινήτοισι λίθοισι κευθόμενον θνητοῖς δεῖξε πένητα νέκυν; | |
AG.8.245 | Τίπτε τάφον διέκερσας ἐμόν, τάλαν; ὣς διακέρσαι σοί γε Θεὸς βιοτήν, ὦ φιλόχρυσον ἄγος. | |
AG.8.246 | Μῦθος Τάρταρος ἦεν, ἐπεὶ τάφον οὐκ ἂν ἔῳξεν οὗτος ἀνήρ. οἴμοι, ὡς βραδύπους σύ, Δίκη. | |
AG.8.247 | Ὡς βραδύπους σύ, Δίκη, καὶ Τάρταρος οὐκέτι δεινός. οὐ γὰρ ἂν οὗτος ἀνὴρ τόνδ’ ἀνέῳξε τάφον. | |
AG.8.248 | Ὤμοσα τοὺς φθιμένους καὶ ὤμοσα Τάρταρον αὐτὸν | |
μήποτε τυμβολέταις εὐμενὲς ὄμμα φέρειν. | 566 in vol. 2 | |
AG.8.249 | Οὔρεα καὶ πρῶνες, τὸν ἐμὸν τάφον ὥς τιν’ ἑταῖρον κλαύσατε, πᾶς δὲ πέσοι τῷ σφε τεμόντι λίθος. | |
AG.8.250 | Πλούσιός εἰμι πένης· τύμβῳ πολύς, ἔνδον ἄχρυσος· ἴσθι καθυβρίζων νεκρὸν ἀσυλότατον. | |
AG.8.251 | Κἂν στῇς πυθμένος ἄχρις ἐμοὺς κευθμῶνας ὀρύσσων, μόχθος σοὶ τὸ πέρας ὀστέα μοῦνον ἔχει. | |
AG.8.252 | Τέμνετε, τέμνετε ὧδε· πολύχρυσος γὰρ ὁ τύμβος τοῖς ποθέουσι λίθους· τἆλλα δὲ πάντα κόνις. | |
AG.8.253 | Γαῖα φίλη, μὴ σοῖσι θανόνθ’ ὑποδέχνυσο κόλποις τὸν τυμβωρυχίης κέρδεσι τερπόμενον. | |
AG.8.254 | Ὑβριστὴς ἐπ’ ἔμ’ ἦλθε τὸν οὐ ζώοντα σίδηρος | |
καὶ χρυσὸν ποθέων εὗρε πένητα νέκυν. | 568 in vol. 2 | |
AG.9p | Ἀρχὴ τῶν ΕΠΙΔΕΙΚΤΙΚΩΝ ΕΠΙΓΡΑΜΜΑΤΩΝ | |
AG.9.1(p1) | ΠΟΛΥΑΙΝΟΥ ΣΑΡΔΙΑΝΟΥ | |
1 | Δορκάδος ἀρτιτόκοιο τιθηνητήριον οὖθαρ ἔμπλεον οἰδούσης πικρὸς ἔτυψεν ἔχις· νεβρὸς δ’ ἰομιγῆ θηλὴν σπάσε καὶ τὸ δυσαλθὲς τραύματος ἐξ ὀλοοῦ πικρὸν ἔβροξε γάλα. | |
5 | ᾅδην δ’ ἠλλάξαντο, καὶ αὐτίκα νηλέι μοίρῃ, ἣν ἔπορεν γαστήρ, μαστὸς ἀφεῖλε χάριν. | |
AG.9.2(p1) | ΤΙΒΕΡΙΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ | |
1 | Κεμμάδος ἀρτιτόκου μαζοῖς βρίθουσι γάλακτος ἡ φονίη δακέτων ἰὸν ἐνῆκεν ἔχις· φαρμαχθὲν δ’ ἰῷ μητρὸς γάλα νεβρὸς ἀμέλξας χείλεσι τὸν κείνης ἐξέπιεν θάνατον. | |
AG.9.3(p1) | ΑΝΤΙΠΑΤΡΟΥ, [οἱ δὲ ΠΛΑΤΩΝΟΣ] | |
1 | Εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης· πάντας δ’ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη· | |
5 | δένδρεσιν εὐκάρποις οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε | |
δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν. | 12 in vol. 3 | |
AG.9.4(p1) | ΚΥΛΛΗΝΙΟΥ | |
1 | Ἡ πάρος ἐν δρυμοῖσι νόθης ζείδωρος ὀπώρης ἀχράς, θηροβότου πρέμνον ἐρημοσύνης, ὀθνείοις ὄζοισι μετέμφυτος ἥμερα θάλλω, οὐκ ἐμὸν ἡμετέροις κλωσὶ φέρουσα βάρος. | |
5 | πολλή σοι, φυτοεργέ, πόνου χάρις· εἵνεκα σεῖο ἀχρὰς ἐν εὐκάρποις δένδρεσιν ἐγγράφομαι. | |
AG.9.5(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ὄχνη, χειρὸς ἐμῆς γλυκερὸς πόνος, ᾗ μὲν ἐφ’ ὑγρῷ φλοιῷ φύλλον ἔδησα θέρει· πτόρθος δ’ ἐπὶ δένδρῳ ῥιζωθεὶς δένδροιο τομῇ καὶ καρπὸν ἀμείψας νέρθε μὲν ἀχρὰς ἔτ’ ἐστίν, ὕπερθε δ’ ἄρ’ εὔπνοος ὄχνη. | |
AG.9.6(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀχρὰς ἔην· θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην, δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω. | |
AG.9.7(p1) | ΙΟΥΛΙΟΥ ΠΟΛΥΑΙΝΟΥ | |
1 | Εἰ καί σευ πολύφωνος ἀεὶ πίμπλησιν ἀκουὰς ἢ φόβος εὐχομένων ἢ χάρις εὐξαμένων, Ζεῦ Σχερίης ἐφέπων ἱερὸν πέδον, ἀλλὰ καὶ ἡμέων κλῦθι καὶ ἀψευδεῖ νεῦσον ὑποσχεσίῃ, | |
5 | ἤδη μοι ξενίης εἶναι πέρας, ἐν δέ με πάτρῃ | |
ζώειν τῶν δολιχῶν παυσάμενον καμάτων. | 14 in vol. 3 | |
AG.9.8(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἐλπὶς ἀεὶ βιότου κλέπτει χρόνον· ἡ πυμάτη δὲ ἠὼς τὰς πολλὰς ἔφθασεν ἀσχολίας. | |
AG.9.9(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πολλάκις εὐξαμένῳ μοι ἀεὶ θυμῆρες ἔδωκας τέκμαρ ἀκυμάντου, Ζεῦ πάτερ, εὐπλοΐης· δοίης μοι καὶ τοῦτον ἔτι πλόον, ἠδὲ σαώσαις ἤδη καὶ καμάτων ὅρμισον εἰς λιμένας. | |
AG.99b(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Οἶκος καὶ πάτρη βιότου χάρις· αἱ δὲ περισσαὶ φροντίδες ἀνθρώποις οὐ βίος, ἀλλὰ πόνος. | |
AG.9.10(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Πούλυπος εἰναλίῃ ποτ’ ἐπὶ προβλῆτι τανυσθεὶς ἠελίῳ ψύχειν πολλὸν ἀνῆκε πόδα· οὔπω δ’ ἦν πέτρῃ ἴκελος χρόα, τοὔνεκα καί μιν αἰετὸς ἐκ νεφέων ὀξὺς ἔμαρψεν ἰδών· | |
5 | πλοχμοῖς δ’ εἰλιχθεὶς πέσεν εἰς ἅλα δύσμορος· ἦ ῥα | |
ἄμφω καὶ θήρης ἤμβροτε καὶ βιότου. | 16 in vol. 3 | |
AG.9.11(p1) | ΦΙΛΙΠΠΟΥ, οἱ δὲ ΙΣΙΔΩΡΟΥ | |
1 | Πηρὸς ὁ μὲν γυίοις, ὁ δ’ ἄρ’ ὄμμασιν· ἀμφότεροι δὲ εἰς αὑτοὺς τὸ τύχης ἐνδεὲς ἠράνισαν. τυφλὸς γὰρ λιπογυίου ἐπωμάδιον βάρος αἴρων ταῖς κείνου φωναῖς ἀτραπὸν ὀρθοβάτει· | |
5 | πάντα δὲ ταῦτ’ ἐδίδαξε πικρὴ πάντολμος ἀνάγκη ἀλλήλοις μερίσαι τοὐλλιπὲς εἰς τέλεον. | |
AG.9.12(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Τυφλὸς ἀλητεύων χωλὸν πόδας ἠέρταζεν ὄμμασιν ἀλλοτρίοις ἀντερανιζόμενος· ἄμφω δ’ ἡμιτελεῖς πρὸς ἑνὸς φύσιν ἡρμόσθησαν τοὐλλιπὲς ἀλλήλοις ἀντιπαρασχόμενοι. | |
AG.9.13(p1) | ΠΛΑΤΩΝΟΣ ΝΕΩΤΕΡΟΥ | |
1 | Ἀνέρα τις λιπόγυιον ὑπὲρ νώτοιο λιπαυγὴς ἦγε πόδας χρήσας, ὄμματα χρησάμενος. | |
AG.913b(p1) | 〈ΑΝΤΙΦΙΛΟΥ〉 | |
1 | Ἄμφω μὲν πηροὶ καὶ ἀλήμονες, ἀλλ’ ὁ μὲν ὄψεις, ὃς δὲ βάσεις· ἄλλου δ’ ἄλλος ὑπηρεσίη· τυφλὸς γὰρ χωλοῖο κατωμάδιον βάρος αἴρων ἀτραπὸν ὀθνείοις ὄμμασιν ἀκροβάτει. | |
5 | ἡ μία δ’ ἀμφοτέροις ἤρκει φύσις· ἐν γὰρ ἑκάστῳ | |
τοὐλλιπὲς ἀλλήλοις εἰς ὅλον ἠράνισαν. | 18 in vol. 3 | |
AG.9.14(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Αἰγιαλοῦ τενάγεσσιν ὑποπλώοντα λαθραίῃ εἰρεσίῃ Φαίδων εἴσιδε πουλυπόδην· μάρψας δ’ ὠκὺς ἔριψεν ἐπὶ χθόνα, πρὶν περὶ χεῖρας πλέξασθαι βρύγδην ὀκτατόνους ἕλικας· | |
5 | δισκευθεὶς δ’ ἐπὶ θάμνον ἐς οἰκία δειλὰ λαγωοῦ εἰληδὸν ταχινοῦ πτωκὸς ἔδησε πόδας· εἷλε δ’ ἁλούς· σὺ δ’ ἄελπτον ἔχεις γέρας ἀμφοτέρωθεν ἄγρης χερσαίης, πρέσβυ, καὶ εἰναλίης. | |
AG.9.15(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Οὗτος ὁ πῦρ καύσειν διζήμενος, οὗτος ὁ νύκτωρ τὸν καλὸν ἱμείρων λύχνον ἀναφλογίσαι, δεῦρ’ ἀπ’ ἐμῆς ψυχῆς ἅψον σέλας· ἔνδοθι γάρ μου καιόμενον πολλὴν ἐξανίησι φλόγα. | |
AG.9.16(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Τρισσαὶ μὲν Χάριτες, τρεῖς δὲ γλυκυπάρθενοι Ὧραι· τρεῖς δ’ ἐμὲ θηλυμανεῖς οἰστροβολοῦσι Πόθοι. ἦ γάρ τοι τρία τόξα κατείρυσεν, ὡς ἄρα μέλλων οὐχὶ μίαν τρώσειν, τρεῖς δ’ ἐν ἐμοὶ κραδίας; | |
AG.9.17(p1) | ΓΕΡΜΑΝΙΚΟΥ ΚΑΙΣΑΡΟΣ | |
1 | Οὔρεος ἐξ ὑπάτοιο λαγὼς πέσεν ἔς ποτε βένθος, ἐκπροφυγεῖν μεμαὼς τρηχὺν ὀδόντα κυνός· ἀλλ’ οὐδ’ ὣς ἤλυξε κακὸν μόρον· αὐτίκα γάρ μιν εἰνάλιος μάρψας πνεύματος ὀρφάνισεν. — | |
5 | ἐκ πυρός, ὡς αἶνος, πέσες ἐς φλόγα· ἦ ῥά σε δαίμων | |
κἠν ἁλὶ κἠν χέρσῳ θρέψε κύνεσσι βοράν. | 20 in vol. 3 | |
AG.9.18(p1) | ΓΕΡΜΑΝΙΚΟΥ ΚΑΙΣΑΡΟΣ | |
1 | Ἐκ κυνὸς εἷλε κύων με. τί τὸ ξένον; εἰς ἐμὲ θῆρες ὑγροὶ καὶ πεζοὶ θυμὸν ἔχουσιν ἕνα. — „Αἰθέρα λοιπὸν ἔχοιτε, λαγοί, βατόν.“ —Ἀλλὰ φοβοῦμαι, Οὐρανέ· καὶ σὺ φέρεις ἀστερόεντα κύνα. | |
AG.9.19(p1) | ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] | |
1 | Ὁ πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καθαψάμενος, ὃν Φοίβου χρησμῳδὸς ἀέθλιον ἔστεφε Πυθώ, ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον, | |
5 | καὶ Νεμέη, βλοσυροῖο τιθηνήτειρα λέοντος, Πῖσά τε καὶ δοιὰς ᾐόνας Ἰσθμὸς ἔχων, νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ, καρπὸν ἀλεῖ Δηοῦς ὀκριόεντι λίθῳ, ἴσαν μοῖραν ἔχων Ἡρακλέι· καὶ γὰρ ἐκεῖνος | |
10 | τόσς’ ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο. | |
AG.9.20 | Ὁ πρὶν ἐπ’ Ἀλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν δισσάκι κηρυχθεὶς Κασταλίης παρ’ ὕδωρ, ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπ’ Ἰσθμῷ πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις, | |
5 | νῦν ὅτε γηραιός, γυροδρόμον, ἠνίδε, πέτρον | |
δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος. | 22 in vol. 3 | |
AG.9.21(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Σοί, πατρὶ Θεσσαλίη πωλοτρόφε, μέμψιν ἀνάπτω Πήγασος, ὡς ἀδίκου τέρματος ἠντίασα, ὃς Πυθοῖ κἠν Ἰσθμῷ ἐκώμασα κἠπὶ Νέμειον Ζᾶνα καὶ Ἀρκαδικοὺς ἤλυθον ἀκρεμόνας· | |
5 | νῦν δὲ βάρος πέτρης Νισυρίτιδος ἔγκυκλον ἕλκω λεπτύνων Δηοῦς καρπὸν ἀπ’ ἀσταχύων. | |
AG.9.22(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Νηδύι βριθομένην δάμαλιν Λητωίδι κούρῃ στῆσαν νηοκόροι θῦμα χαριζόμενοι, ἧς Ἀίδην μέλλοντα προέφθασεν εὔστοχος ὠδίς, πέμφθη δ’ εἰς ἀγέλην τεκνογονεῖν ἄφετος. | |
5 | ἡ θεὸς ὠδίνων γὰρ ἐπίσκοπος, οὐδ’ ἐδίκαζεν τικτούσας κτείνειν, ἃς ἐλεεῖν ἔμαθεν. | |
AG.9.23(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Γειαρότης Ἄρχιππος, ὅτ’ ἐκ νούσοιο βαρείης ἄρτι λιποψυχέων ἔρρεεν εἰς Ἀίδην, εἶπε τάδ’ υἱήεσσιν· „Ἰὼ φίλα τέκνα, μάκελλαν καὶ τὸν ἀροτρίτην στέρξατέ μοι βίοτον· | |
5 | μὴ σφαλερῆς αἰνεῖτε πόνον στονόεντα θαλάσσης καὶ βαρὺν ἀτηρῆς ναυτιλίης κάματον. ὅσσον μητρυιῆς γλυκερωτέρη ἔπλετο μήτηρ, | |
τόσσον ἁλὸς πολιῆς γαῖα ποθεινοτέρη.“ | 24 in vol. 3 | |
AG.9.24(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ἄστρα μὲν ἠμαύρωσε καὶ ἱερὰ κύκλα σελήνης ἄξονα δινήσας ἔμπυρος ἠέλιος· ὑμνοπόλους δ’ ἀγεληδὸν ἀπημάλδυνεν Ὅμηρος λαμπρότατον Μουσῶν φέγγος ἀνασχόμενος. | |
AG.9.25(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γράμμα τόδ’ Ἀρήτοιο δαήμονος, ὅς ποτε λεπτῇ φροντίδι δηναιοὺς ἀστέρας ἐφράσατο, ἀπλανέας τ’ ἄμφω καὶ ἀλήμονας, οἷσιν ἐναργὴς ἰλλόμενος κύκλοις οὐρανὸς ἐνδέδεται. | |
5 | αἰνείσθω δὲ καμὼν ἔργον μέγα, καὶ Διὸς εἶναι δεύτερος, ὅστις ἔθηκ’ ἄστρα φαεινότερα. | |
AG.9.26(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Τάσδε θεογλώσσους Ἑλικὼν ἔθρεψε γυναῖκας ὕμνοις καὶ Μακεδὼν Πιερίας σκόπελος, Πρήξιλλαν, Μοιρώ, Ἀνύτης στόμα, θῆλυν Ὅμηρον, Λεσβιάδων Σαπφὼ κόσμον ἐυπλοκάμων, | |
5 | Ἤρινναν, Τελέσιλλαν ἀγακλέα καὶ σέ, Κόριννα, θοῦριν Ἀθηναίης ἀσπίδα μελψαμέναν, Νοσσίδα θηλύγλωσσον ἰδὲ γλυκυαχέα Μύρτιν, πάσας ἀενάων ἐργάτιδας σελίδων. ἐννέα μὲν Μούσας μέγας Οὐρανός, ἐννέα δ’ αὐτὰς | |
10 | Γαῖα τέκεν θνατοῖς ἄφθιτον εὐφροσύναν. | 26 in vol. 3 |
AG.9.27(p1) | ΑΡΧΙΟΥ, οἱ δὲ ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον Ἠχὼ κοὐ λάλον, ἤν τι κλύω, τοῦτ’ ἀπαμειβομέναν. εἰς σὲ γάρ, ὃν σὺ λέγεις, στρέψω λόγον· ἢν δὲ σιωπᾷς, σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη; | |
AG.9.28(p1) | ΠΟΜΠΗΙΟΥ ΜΑΚΡΟΥ ΝΕΩΤΕΡΟΥ | |
1 | Εἰ καὶ ἐρημαίη κέχυμαι κόνις ἔνθα Μυκήνη, εἰ καὶ ἀμαυροτέρη παντὸς ἰδεῖν σκοπέλου, Ἴλου τις καθορῶν κλεινὴν πόλιν, ἧς ἐπάτησα τείχεα καὶ Πριάμου πάντ’ ἐκένωσα δόμον, | |
5 | γνώσεται ἔνθεν, ὅσον πάρος ἔσθενον. εἰ δέ με γῆρας ὕβρισεν, ἀρκοῦμαι μάρτυρι Μαιονίδῃ. | |
AG.9.29(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Τόλμα, νεῶν ἀρχηγέ (σὺ γὰρ δρόμον ηὕραο πόντου καὶ ψυχὰς ἀνδρῶν κέρδεσιν ἠρέθισας), οἷον ἐτεκτήνω δόλιον ξύλον, οἷον ἔνεικας ἀνθρώποις θανάτῳ κέρδος ἐλεγχόμενον. | |
5 | ἦν ὄντως μερόπων χρύσεον γένος, εἴ γ’ ἀπὸ χέρσου τηλόθεν ὡς Ἀίδης πόντος ἀπεβλέπετο. | |
AG.9.30(p1) | ΖΗΛΩΤΟΥ, οἱ δὲ ΒΑΣΣΟΥ | |
1 | Ἐκλάσθην ἐπὶ γῆς ἀνέμῳ πίτυς· ἐς τί με πόντῳ | |
στέλλετε ναυηγὸν κλῶνα πρὸ ναυτιλίης; | 28 in vol. 3 | |
AG.9.31 | Ἐς τί πίτυν πελάγει πιστεύετε, γομφωτῆρες, ἧς πολὺς ἐξ ὀρέων ῥίζαν ἔλυσε Νότος; αἴσιον οὐκ ἔσομαι πόντου σκάφος, ἐχθρὸν ἀήταις δένδρεον· ἐν χέρσῳ τὰς ἁλὸς οἶδα τύχας. | |
AG.9.32(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἀρτιπαγῆ ῥοθίαισιν ἐπὶ κροκάλαισί με νῆα καὶ μήπω χαροποῦ κύματος ἁψαμέναν οὐδ’ ἀνέμεινε θάλασσα· τὸ δ’ ἄγριον ἐπλήμυρεν χεῦμα, καὶ ἐκ σταθερῶν ἥρπασεν ἠιόνων | |
5 | ὁλκάδα δειλαίαν τ’ ἀνάγει κλόνος, ᾗ γε τὰ πόντου χεύματα κἠν χέρσῳ λοίγια κἠν πελάγει. | |
AG.9.33(p1) | ΚΥΛΛΗΝΙΟΥ | |
1 | Οὔπω ναῦς, καὶ ὄλωλα. τί δ’ ἂν πλέον, εἰ βυθὸν ἔγνων, ἔτλην; φεῦ, πάσαις ὁλκάσι μοῖρα κλύδων. | |
AG.9.34(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Μυρία με τρίψασαν ἀμετρήτοιο θαλάσσης κύματα καὶ χέρσῳ βαιὸν ἐρεισαμένην ὤλεσεν οὐχὶ θάλασσα, νεῶν φόβος, ἀλλ’ ἐπὶ γαίης Ἥφαιστος. τίς ἐρεῖ πόντον ἀπιστότερον; | |
5 | ἔνθεν ἔφυν, ἀπόλωλα· παρ’ ἠιόνεσσι δὲ κεῖμαι, | |
χέρσῳ τὴν πελάγευς ἐλπίδα μεμφομένη. | 30 in vol. 3 | |
AG.9.35(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄρτι με πηγνυμένην ἀκάτου τρόπιν ἔσπασε γείτων πόντος κἠν χέρσῳ εἰς ἐμὲ μηνάμενος. | |
AG.9.36(p1) | ΣΕΚΟΥΝΔΟΥ | |
1 | Ὁλκὰς ἀμετρήτου πελάγους ἀνύσασα κέλευθον καὶ τοσάκις χαροποῖς κύμασι νηξαμένη, ἣν ὁ μέλας οὔτ’ Εὖρος ἐπόντισεν οὔτ’ ἐπὶ χέρσον ἤλασε χειμερίων ἄγριον οἶδμα Νότων, | |
5 | ἐν πυρὶ νῦν ναυηγὸς ἐγὼ χθονὶ μέμφομ’ ἀπίστῳ, νῦν ἁλὸς ἡμετέρης ὕδατα διζομένη. | |
AG.9.37(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ | |
1 | Σιγήσας ἄρυσαι. —„Τίνος οὕνεκα;“ —Μηκέτ’ ἀρύου. — „Τεῦ χάριν;“ —Ἡσυχίης ἡδὺ λέλογχα ποτόν. — „Δύσκολος ἡ κρήνη.“ —Γεῦσαι, καὶ μᾶλλον ἐρεῖς με δύσκολον. —„Ὢ πικροῦ νάματος.“ —Ὢ λαλιῆς. | |
AG.9.38(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἰ μὲν ἀνὴρ ἥκεις, ἄρυσαι, ξένε, τῆσδ’ ἀπὸ πηγῆς· εἰ δὲ φύσει μαλακός, μή με πίῃς πρόφασιν. ἄρρεν ἐγὼ ποτόν εἰμι καὶ ἀνδράσι μοῦνον ἀρέσκω, | |
τοῖς δὲ φύσει μαλακοῖς ἡ φύσις ἐστὶν ὕδωρ. | 32 in vol. 3 | |
AG.9.39(p1) | ΜΟΥΣΙΚΙΟΥ | |
1 | Ἁ Κύπρις Μούσαισι· „Κοράσια, τὰν Ἀφροδίταν τιμᾶτ’, ἢ τὸν Ἔρων ὔμμιν ἐφοπλίσομαι.“ χαἰ Μοῦσαι ποτὶ Κύπριν· „Ἄρει τὰ στωμύλα ταῦτα· ἡμῖν δ’ οὐ πέταται τοῦτο τὸ παιδάριον.“ | |
AG.9.40(p1) | ΖΩΣΙΜΟΥ ΘΑΣΙΟΥ | |
1 | Οὐ μόνον ὑσμίνῃσι καὶ ἐν στονόεντι κυδοιμῷ ῥύομ’ ἀρειτόλμου θυμὸν Ἀναξιμένους, ἀλλὰ καὶ ἐκ πόντου, ὁπότ’ ἔσχισε νῆα θάλασσα, ἀσπίς, ἐφ’ ἡμετέρης νηξάμενον σανίδος. | |
5 | εἰμὶ δὲ κἠν πελάγει καὶ ἐπὶ χθονὸς ἐλπὶς ἐκείνῳ τὸν θρασὺν ἐκ διπλῶν ῥυσαμένη θανάτων. | |
AG.9.41(p1) | ΘΕΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων, ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα μόθου, ἄγριον οὐδ’ ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτὶ καὶ πικρὴ ναυτέων ἔπλεθ’ ἁλιφθορίη, | |
5 | συζυγίης ἀμέλησα· καλὸν δέ σε φόρτον ἄγουσα, ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων. | |
AG.9.42(p1) | ΙΟΥΛΙΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Εἰν ἑνὶ κινδύνους ἔφυγον δύο Μυρτίλος ὅπλῳ, τὸν μὲν ἀριστεύσας, τὸν δ’ ἐπινηξάμενος, Ἀργέστης ὅτ’ ἔδυσε νεὼς τρόπιν· ἀσπίδα δ’ ἔσχον | |
σωθεὶς κεκριμένην κύματι καὶ πολέμῳ. | 34 in vol. 3 | |
AG.9.43(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Ἀρκεῖ μοι χλαίνης λιτὸν σκέπας, οὐδὲ τραπέζαις δουλεύσω Μουσέων ἄνθεα βοσκόμενος. μισῶ πλοῦτον ἄνουν, κολάκων τροφόν, οὐδὲ παρ’ ὀφρὺν στήσομαι· οἶδ’ ὀλίγης δαιτὸς ἐλευθερίην. | |
AG.9.44(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ, 〈οἱ δὲ〉 ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΥ | |
1 | Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον· αὐτὰρ ὁ χρυσόν, ὃν λίπεν, οὐχ εὑρὼν ἧψεν, ὃν εὗρε, βρόχον. | |
AG.9.45(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ | |
1 | Χρυσὸν ἀνὴρ ὁ μὲν εὗρεν, ὁ δ’ ὤλεσεν· ὧν ὁ μὲν εὑρὼν ῥῖψεν, ὁ δ’ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον. | |
AG.9.46(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Πηρὸς ἄπαις ἢ φέγγος ἰδεῖν ἢ παῖδα τεκέσθαι εὐξαμένη δοιῆς ἔμμορεν εὐτυχίης· τίκτε γὰρ εὐθὺς ἄελπτα μετ’ οὐ πολύ, καὶ τριποθήτου αὐτῆμαρ γλυκερὸν φέγγος ἐσεῖδε φάους. | |
5 | Ἄρτεμις ἀμφοτέροισιν ὑπήκοος, ἥ τε λοχείης | |
μαῖα καὶ ἀργεννῶν φωσφόρος ἡ σελάων. | 36 in vol. 3 | |
AG.9.47(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τὸν λύκον ἐξ ἰδίων μαζῶν τρέφω οὐκ ἐθέλουσα, ἀλλά μ’ ἀναγκάζει ποιμένος ἀφροσύνη. αὐξηθεὶς δ’ ὑπ’ ἐμοῦ κατ’ ἐμοῦ πάλι θηρίον ἔσται· ἡ χάρις ἀλλάξαι τὴν φύσιν οὐ δύναται. | |
AG.9.48(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ζεὺς κύκνος, ταῦρος, σάτυρος, χρυσὸς δι’ ἔρωτα Λήδης, Εὐρώπης, Ἀντιόπης, Δανάης. | |
AG.9.49(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὸν λιμέν’ εὗρον· οὐδὲν ἐμοὶ χὐμῖν· παίζετε τοὺς μετ’ ἐμέ. | |
AG.9.50(p1) | ΜΙΜΝΕΡΜΟΥ | |
1 | Τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν ἄλλος τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ. | |
AG.9.51(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν | |
οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην. | 38 in vol. 3 | |
AG.9.52(p1) | ΚΑΡΠΥΛΛΙΔΟΥ | |
1 | Ἰχθῦς ἀγκίστρῳ τις ἀπ’ ᾐόνος εὔτριχι βάλλων εἵλκυσε ναυαγοῦ κρᾶτα λιποτριχέα. οἰκτείρας δὲ νέκυν τὸν ἀσώματον, ἐξ ἀσιδήρου χειρὸς ἐπισκάπτων λιτὸν ἔχωσε τάφον· | |
5 | εὗρε δὲ κευθόμενον χρυσοῦ κτέαρ. ἦ ῥα δικαίοις ἀνδράσιν εὐσεβίης οὐκ ἀπόλωλε χάρις. | |
AG.9.53(p1) | ΝΙΚΟΔΗΜΟΥ [οἱ δὲ ΒΑΣΣΟΥ] | |
1 | Ἱπποκράτης φάος ἦν μερόπων καὶ σῴετο λαῶν ἔθνεα, καὶ νεκύων ἦν σπάνις εἰν Ἀίδῃ. | |
AG.9.54(p1) | ΜΕΝΕΚΡΑΤΟΥΣ | |
1 | Γῆρας ἐπὰν μὲν ἀπῇ, πᾶς εὔχεται· ἢν δέ ποτ’ ἔλθῃ, μέμφεται· ἔστι δ’ ἀεὶ κρεῖσσον ὀφειλόμενον. | |
AG.9.55(p1) | ΛΟΥΚΙΛΛΙΟΥ, οἱ δὲ ΜΕΝΕΚΡΑΤΟΥΣ ΣΑΜΙΟΥ | |
1 | Εἴ τις γηράσας ζῆν εὔχεται, ἄξιός ἐστι | |
γηράσκειν πολλὰς εἰς ἐτέων δεκάδας. | 40 in vol. 3 | |
AG.9.56(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ νήπιος ἐμβαίνων οὐκ ἔφυγεν θάνατον· ἐς ποταμὸν δ’ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη. | |
5 | καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας, ἡ δὲ μένουσα ὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν. δύσμορος, ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ· ἀμφοτέρων δὲ δοκῶν οὐδενός ἐστιν ὅλως. | |
AG.9.57(p1) | ΠΑΜΦΙΛΟΥ | |
1 | Τίπτε παναμέριος, Πανδιονὶ κάμμορε κούρα, μυρομένα κελαδεῖς τραυλὰ διὰ στομάτων; ἤ τοι παρθενίας πόθος ἵκετο, τάν τοι ἀπηύρα Θρηίκιος Τηρεὺς αἰνὰ βιησάμενος; | |
AG.9.58(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος καὶ τὸν ἐπ’ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην κάπων τ’ αἰώρημα καὶ Ἠελίοιο κολοσσὸν καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον | |
5 | μνᾶμά τε Μαυσώλοιο πελώριον· ἀλλ’ ὅτ’ ἐσεῖδον Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον, κεῖνα μὲν ἠμαύρωτο, καὶ ἦν· „Ἴδε, νόσφιν Ὀλύμπου | |
Ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο.“ | 42 in vol. 3 | |
AG.9.59(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τέσσαρες αἰωροῦσι τανυπτερύγων ἐπὶ νώτων Νῖκαι ἰσηρίθμους υἱέας ἀθανάτων· ἁ μὲν Ἀθαναίαν πολεμαδόκον, ἁ δ’ Ἀφροδίταν, ἁ δὲ τὸν Ἀλκείδαν, ἁ δ’ ἀφόβητον Ἄρη, | |
5 | σεῖο κατ’ εὐόροφον γραπτὸν τέγος· ἐς δὲ νέονται οὐρανόν, ὦ Ῥώμας Γαῖε πάτρας ἔρυμα. θείη ἀνίκατον μὲν ὁ βουφάγος· ἁ δέ σε Κύπρις εὔγαμον, εὔμητιν Παλλάς, ἄτρεστον Ἄρης. | |
AG.9.60(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Πύργος ὅδ’ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος. | |
AG.9.61(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Γυμνὸν ἰδοῦσα Λάκαινα παλίντροπον ἐκ πολέμοιο παῖδ’ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα, ἀντίη ἀίξασα δι’ ἥπατος ἤλασε λόγχαν, ἄρρενα ῥηξαμένα φθόγγον ἐπὶ κταμένῳ· | |
5 | „Ἀλλότριον Σπάρτας,“ εἶπεν, „γένος, ἔρρε πρὸς Ἅιδαν, | |
ἔρρ’, ἐπεὶ ἐψεύσω πατρίδα καὶ γενέταν.“ | 44 in vol. 3 | |
AG.9.62(p1) | ΕΥΗΝΟΥ [ΣΙΚΕΛΙΩΤΟΥ] | |
1 | Ξεῖνοι, τὴν περίβωτον ἐμὲ πτόλιν, Ἴλιον ἱρήν, τὴν πάρος εὐπύργοις τείχεσι κλῃζομένην, αἰῶνος τέφρη κατεδήδοκεν· ἀλλ’ ἐν Ὁμήρῳ κεῖμαι χαλκείων ἕρκος ἔχουσα πυλῶν. | |
5 | οὐκέτι με σκάψει Τρωοφθόρα δούρατ’ Ἀχαιῶν, πάντων δ’ Ἑλλήνων κείσομαι ἐν στόμασιν. | |
AG.9.63(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Λύδη καὶ γένος εἰμὶ καὶ οὔνομα· τῶν δ’ ἀπὸ Κόδρου σεμνοτέρη πασῶν εἰμι δι’ Ἀντίμαχον. τίς γὰρ ἔμ’ οὐκ ἤεισε; τίς οὐκ ἀνελέξατο Λύδην, τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου; | |
AG.9.64(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΑΡΧΙΟΥ | |
1 | Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι ἔδρακον ἐν κραναοῖς οὔρεσιν, Ἡσίοδε, καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι, ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα, | |
5 | δῶκαν δὲ κράνας Ἑλικωνίδος ἔνθεον ὕδωρ, τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ· οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς | |
καὶ γένος ἀρχαίων ἔγραφες ἡμιθέων. | 46 in vol. 3 | |
AG.9.65(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Γῇ μὲν ἔαρ κόσμος πολυδένδρεον, αἰθέρι δ’ ἄστρα, Ἑλλάδι δ’ ἥδε χθών, οἵδε δὲ τῇ πόλεϊ. | |
AG.9.66(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Μναμοσύναν ἕλε θάμβος, ὅτ’ ἔκλυε τᾶς μελιφώνου Σαπφοῦς· „Μὴ δεκάταν Μοῦσαν ἔχουσι βροτοί.“ | |
AG.9.67(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Στήλην μητρυιῆς, μικρὰν λίθον, ἔστεφε κοῦρος, ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος· ἡ δὲ τάφῳ κλινθεῖσα κατέκτανε παῖδα πεσοῦσα. φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι. | |
AG.9.68(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Μητρυιαὶ προγόνοισιν ἀεὶ κακόν· οὐδὲ φιλοῦσαι σῴζουσιν· Φαίδρην γνῶθι καὶ Ἱππόλυτον. | |
AG.9.69(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Μητρυιῆς δύσμηνις ἀεὶ χόλος, οὐδ’ ἐν ἔρωτι | |
ἤπιος· οἶδα πάθη σώφρονος Ἱππολύτου. | 48 in vol. 3 | |
AG.9.70(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Τραυλὰ μινυρομένα Πανδιονὶ παρθένε φωνᾷ, Τηρέος οὐ θεμιτῶν ἁψαμένα λεχέων, τίπτε παναμέριος γοάεις ἀνὰ δῶμα, χελιδοῖ; παύε’, ἐπεί σε μένει καὶ κατόπιν δάκρυα. | |
AG.9.71(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Κλῶνες ἀπηόριοι ταναῆς δρυός, εὔσκιον ὕψος ἀνδράσιν ἄκρητον καῦμα φυλασσομένοις, εὐπέταλοι, κεράμων στεγανώτεροι, οἰκία φαττῶν, οἰκία τεττίγων, ἔνδιοι ἀκρεμόνες, | |
5 | κἠμὲ τὸν ὑμετέραισιν ὑποκλινθέντα κόμαισιν ῥύσασθ’ ἀκτίνων ἠελίου φυγάδα. | |
AG.9.72(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Εὔκολος Ἑρμείας, ὦ ποιμένες, ἐν δὲ γάλακτι χαίρων καὶ δρυΐνῳ σπενδόμενος μέλιτι· ἀλλ’ οὐχ Ἡρακλέης· ἕνα δὲ κτίλον ἢ παχὺν ἄρνα αἰτεῖ καὶ πάντως ἓν θύος ἐκλέγεται. — | |
5 | „Ἀλλὰ λύκους εἴργει.“ —Τί δὲ τὸ πλέον, εἰ τὸ φυλαχθὲν | |
ὄλλυται εἴτε λύκοις εἴθ’ ὑπὸ τοῦ φύλακος; | 50 in vol. 3 | |
AG.9.73(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Εὐβοϊκοῦ κόλποιο παλινδίνητε θάλασσα, πλαγκτὸν ὕδωρ ἰδίοις ῥεύμασιν ἀντίπαλον, ἠελίῳ κἠν νυκτὶ τεταγμένον ἐς τρίς, ἄπιστον ναυσὶν ὅσον πέμπεις χεῦμα δανειζόμενον, | |
5 | θαῦμα βίου, θαμβῶ σε τὸ μυρίον, οὐδὲ ματεύω σὴν στάσιν· ἀρρήτῳ ταῦτα μέμηλε φύσει. | |
AG.9.74(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἀγρὸς Ἀχαιμενίδου γενόμην ποτέ, νῦν δὲ Μενίππου, καὶ πάλιν ἐξ ἑτέρου βήσομαι εἰς ἕτερον. καὶ γὰρ ἐκεῖνος ἔχειν μέ ποτ’ ᾤετο, καὶ πάλιν οὗτος οἴεται· εἰμὶ δ’ ὅλως οὐδενός, ἀλλὰ Τύχης. | |
AG.9.75(p1) | ΕΥΗΝΟΥ ΑΣΚΑΛΩΝΙΤΟΥ | |
1 | Κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσω, ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ. | |
AG.9.76(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Δισσᾶν ἐκ βροχίδων ἁ μὲν μία πίονα κίχλαν, ἁ μία δ’ ἱππείᾳ κόσσυφον εἷλε πάγᾳ· ἀλλ’ ἁ μὲν κίχλας θαλερὸν δέμας ἐς φάος Ἠοῦς οὐκέτ’ ἀπὸ πλεκτᾶς ἧκε δεραιοπέδας, | |
5 | ἁ δ’ αὖθις μεθέηκε τὸν ἱερόν. ἦ γὰρ ἀοιδῶν | |
φειδὼ κἠν κωφαῖς, ξεῖνε, λινοστασίαις. | 52 in vol. 3 | |
AG.9.77(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Πριομένα κάλλει Γανυμήδεος εἶπέ ποθ’ Ἥρα θυμοβόρον ζάλου κέντρον ἔχουσα νόῳ· „Ἄρσεν πῦρ ἔτεκεν Τροία Διί· τοιγὰρ ἐγὼ πῦρ πέμψω ἐπὶ Τροίᾳ, πῆμα φέροντα Πάριν· | |
5 | ἥξει δ’ Ἰλιάδαις οὐκ ἀετός, ἀλλ’ ἐπὶ θοίναν γῦπες, ὅταν Δαναοὶ σκῦλα φέρωσι πόνων.“ | |
AG.9.78(p1) | ΛΕΩΝΙΔΟΥ [ΤΑΡΑΝΤΙΝΟΥ] | |
1 | Μὴ μέμψῃ μ’ ἀπέπειρον ἀεὶ θάλπουσαν ὀπώρην ἀχράδα, τὴν καρποῖς πάντοτε βριθομένην. ὁππόσα γὰρ κλαδεῶσι πεπαίνομεν, ἄλλος ὑφέλκει· ὁππόσα δ’ ὠμὰ μένει, μητρὶ περικρέμαται. | |
AG.9.79(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Αὐτοθελὴς καρποὺς ἀποτέμνομαι, ἀλλὰ πεπείρους· πάντοτε μὴ σκληροῖς τύπτε με χερμαδίοις. μηνίσει καὶ Βάκχος ἐνυβρίζοντι τὰ κείνου ἔργα· Λυκούργειος μὴ λαθέτω σε τύχη. | |
AG.9.80(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Μάντιες ἀστερόεσσαν ὅσοι ζητεῖτε κέλευθον, ἔρροιτ’ εἰκαίης ψευδολόγοι σοφίης. ὑμέας Ἀφροσύνη μαιώσατο, Τόλμα δ’ ἔτικτεν, | |
τλήμονας, οὐδ’ ἰδίην εἰδότας ἀκλεΐην. | 54 in vol. 3 | |
AG.9.81(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Μὴ εἴπῃς θάνατον βιοτῆς ὅρον· εἰσὶ καμοῦσιν, ὡς ζωοῖς, ἀρχαὶ συμφορέων ἕτεραι. ἄθρει Νικίεω Κῴου μόρον· ἤδη ἔκειτο εἰν Ἀίδῃ, νεκρὸς δ’ ἦλθεν ὑπ’ ἠέλιον· | |
5 | ἀστοὶ γὰρ τύμβοιο μετοχλίσσαντες ὀχῆας εἴρυσαν ἐς ποινὰς τλήμονα δυσθανέα. | |
AG.9.82(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Μηδ’ ὅτ’ ἐπ’ ἀγκύρης, ὀλοῇ πίστευε θαλάσσῃ, ναυτίλε, μηδ’ εἴ τοι πείσματα χέρσος ἔχοι. καὶ γὰρ Ἴων ὅρμῳ ἔνι κάππεσεν· ἐς δὲ κόλυμβον ναύτου τὰς ταχινὰς οἶνος ἔδησε χέρας. | |
5 | φεῦγε χοροιτυπίην ἐπινήιον· ἐχθρὸς Ἰάκχῳ πόντος. Τυρσηνοὶ τοῦτον ἔθεντο νόμον. | |
AG.9.83(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Νηὸς ἐπειγομένης ὠκὺν δρόμον ἀμφεχόρευον δελφῖνες, πελάγους ἰχθυφάγοι σκύλακες. καπροφόνος δὲ κύων θηρσὶν κείνους ἰκελώσας, δύσμορος, ὡς ἐπὶ γῆν εἰς βυθὸν ἐξέθορεν. | |
5 | ὤλετο δ’ ἀλλοτρίης θήρης χάριν· οὐ γὰρ ἐλαφρὸς | |
πάντων ἐστὶ κυνῶν ὁ δρόμος ἐν πελάγει. | 56 in vol. 3 | |
AG.9.84(p1) | ΑΝΤΙΦΑΝΟΥΣ | |
1 | Νηὸς ἁλιστρέπτου πλαγκτὸν κύτος εἶδεν ἐπ’ ἀκτῆς μηλοβότης βλοσυροῖς κύμασι συρόμενον, χεῖρα δ’ ἐπέρριψεν· τὸ δ’ ἐπεσπάσατ’ ἐς βυθὸν ἅλμης τὸν σῴζονθ’· οὕτως πᾶσιν ἀπηχθάνετο· | |
5 | ναυηγὸν δ’ ὁ νομεὺς ἔσχεν μόρον. ὢ δι’ ἐκείνην καὶ δρυμοὶ χῆροι πορθμίδα καὶ λιμένες. | |
AG.9.85(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Νῆα μὲν ὤλεσε πόντος, ἐμοὶ δ’ ἔπορεν πάλι δαίμων πλαζομένῳ φύσεως νῆα ποθεινοτέρην· πατρὸς ἰδὼν γὰρ ἐγὼ δέμας εἰς ἐμὲ καίριον ἐλθὸν μουνερέτης ἐπέβην, φόρτος ὀφειλόμενος. | |
5 | ἤγαγεν εἰς λιμένας δὲ καὶ ἔσπειρεν δὶς ὁ πρέσβυς, νήπιον ἐν γαίῃ, δεύτερον ἐν πελάγει. | |
AG.9.86(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Παμφάγος ἑρπηστὴς κατὰ δώματα λιχνοβόρος μῦς ὄστρεον ἀθρήσας χείλεσι πεπταμένον πώγωνος διεροῖο νόθην ὠδάξατο σάρκα· αὐτίκα δ’ ὀστρακόεις ἐπλατάγησε δόμος, | |
5 | ἁρμόσθη δ’ ὀδύναισιν· ὁ δ’ ἐν κλείθροισιν ἀφύκτοις | |
ληφθεὶς αὐτοφόνον τύμβον ἐπεσπάσατο. | 58 in vol. 3 | |
AG.9.87(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Μηκέτι νῦν μινύριζε παρὰ δρυΐ, μηκέτι φώνει κλωνὸς ἐπ’ ἀκροτάτου, κόσσυφε, κεκλιμένος· ἐχθρόν σοι τόδε δένδρον· ἐπείγεο δ’, ἄμπελος ἔνθα ἀντέλλει γλαυκῶν σύσκιος ἐκ πετάλων· | |
5 | κείνης ταρσὸν ἔρεισον ἐπὶ κλάδον ἀμφί τ’ ἐκείνῃ μέλπε λιγὺν προχέων ἐκ στομάτων κέλαδον. δρῦς γὰρ ἐπ’ ὀρνίθεσσι φέρει τὸν ἀνάρσιον ἰξόν, ἁ δὲ βότρυν· στέργει δ’ ὑμνοπόλους Βρόμιος. | |
AG.9.88(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Μεμφομένη Βορέην ἐπεπωτώμην ὑπὲρ ἅλμης· πνεῖ γὰρ ἐμοὶ Θρῄκης ἤπιος οὐδ’ ἄνεμος· ἀλλά με τὴν μελίγηρυν ἀηδόνα δέξατο νώτοις δελφὶν καὶ πτηνὴν πόντιος ἡνιόχει. | |
5 | πιστοτάτῳ δ’ ἐρέτῃ πορθμευομένη τὸν ἄκωπον ναύτην τῇ στομάτων θέλγον ἐγὼ κιθάρῃ. εἰρεσίην δελφῖνες ἀεὶ Μούσῃσιν ἄμισθον ἤνυσαν· οὐ ψεύστης μῦθος Ἀριόνιος. | |
AG.9.89(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Λιμὸν ὀιζυρὴν ἀπαμυνομένη πολύγηρως Νικὼ σὺν κούραις ἠκρολόγει στάχυας· ὤλετο δ’ ἐκ θάλπους· τῇ δ’ ἐκ καλάμης συνέριθοι νῆσαν πυρκαϊὴν ἄξυλον ἐκ σταχύων. | |
5 | μὴ νεμέσα, Δήμητερ, ἀπὸ χθονὸς εἰ βροτὸν οὖσαν | |
κοῦραι τοῖς γαίης σπέρμασιν ἠμφίεσαν. | 60 in vol. 3 | |
AG.9.90(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Νηῶν ὠκυπόρων ὃς ἔχεις κράτος, ἵππιε δαῖμον, καὶ μέγαν Εὐβοίης ἀμφικρεμῆ σκόπελον, οὔριον εὐχομένοισι δίδου πλόον Ἄρεος ἄχρις ἐς πόλιν ἐκ Συρίης πείσματα λυσαμένοις. | |
AG.9.91(p1) | ΑΡΧΙΟΥ ΝΕΩΤΕΡΟΥ | |
1 | Ἑρμῆ Κωρυκίων ναίων πόλιν, ὦ ἄνα, χαίροις, Ἑρμῆ, καὶ λιτῇ προσγελάσαις ὁσίῃ. | |
AG.9.92(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἀρκεῖ τέττιγας μεθύσαι δρόσος· ἀλλὰ πιόντες ἀείδειν κύκνων εἰσὶ γεγωνότεροι. ὣς καὶ ἀοιδὸς ἀνὴρ ξενίων χάριν ἀνταποδοῦναι ὕμνους εὐέρκταις οἶδε παθὼν ὀλίγα. | |
5 | τοὔνεκά σοι πρώτως μὲν ἀμείβομεν· ἢν δ’ ἐθέλωσιν Μοῖραι, πολλάκι μοι κείσεαι ἐν σελίσιν. | |
AG.9.93(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἀντίπατρος Πείσωνι γενέθλιον ὤπασε βίβλον μικρήν, ἐν δὲ μιῇ νυκτὶ πονησάμενος. ἵλαος ἀλλὰ δέχοιτο καὶ αἰνήσειεν ἀοιδόν, | |
Ζεὺς μέγας ὡς ὀλίγῳ πειθόμενος λιβάνῳ. | 62 in vol. 3 | |
AG.9.94(p1) | ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ | |
1 | Πούλυπον ἀγρεύσας ποτὲ Τύννιχος, ἐξ ἁλὸς εἰς γῆν ἔρριψεν δείσας θηρὸς ἱμαντοπέδην· ἀλλ’ ὅ γ’ ἐφ’ ὑπνώοντα πεσὼν συνέδησε λαγωόν, φεῦ, τάχα θηρευτὰς ἄρτι φυγόντα κύνας, | |
5 | ἀγρευθεὶς ἤγρευσεν· ὁ δ’ εἰς ἅλα Τύννιχος ἰχθὺν ἧκε πάλιν ζωόν, λύτρα λαγωὸν ἔχων. | |
AG.9.95(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Χειμερίοις νιφάδεσσι παλυνομένα τιθὰς ὄρνις τέκνοις εὐναίας ἀμφέχεε πτέρυγας, μέσφα μιν οὐράνιον κρύος ὤλεσεν· ἦ γὰρ ἔμεινεν αἴθριος οὐρανίων ἀντίπαλος νεφέων. | |
5 | Πρόκνη καὶ Μήδεια, κατ’ Ἄϊδος αἰδέσθητε μητέρες ὀρνίθων ἔργα διδασκόμεναι. | |
AG.9.96(p1) | ΑΝΤΙΠΑΤΡΟΥ 〈ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ〉 | |
1 | Ἀντιγένης ὁ Γελῷος ἔπος ποτὲ τοῦτο θυγατρὶ εἶπεν, ὅτ’ ἦν ἤδη νεύμενος εἰς Ἀίδην· „Παρθένε καλλιπάρῃε, κόρη δ’ ἐμή, ἴσχε συνεργὸν ἠλακάτην, ἀρκεῦν κτῆμα πένητι βίῳ· | |
5 | ἢν δ’ ἵκῃ εἰς ὑμέναιον, Ἀχαιίδος ἤθεα μητρὸς | |
χρηστὰ φύλασσε πόσει προῖκα βεβαιοτάτην.“ | 64 in vol. 3 | |
AG.9.97(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Ἀνδρομάχης ἔτι θρῆνον ἀκούομεν, εἰσέτι Τροίην δερκόμεθ’ ἐκ βάθρων πᾶσαν ἐρειπομένην καὶ μόθον Αἰάντειον ὑπὸ στεφάνῃ τε πόληος ἔκδετον ἐξ ἵππων Ἕκτορα συρόμενον, | |
5 | Μαιονίδεω διὰ μοῦσαν, ὃν οὐ μία πατρὶς ἀοιδὸν κοσμεῖται, γαίης δ’ ἀμφοτέρης κλίματα. | |
AG.9.98(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ | |
1 | Οἰδίποδες δισσοί σε καὶ Ἠλέκτρη βαρύμηνις καὶ δείπνοις ἐλαθεὶς Ἀτρέος Ἠέλιος ἄλλα τε πουλυπαθέσσι, Σοφόκλεες, ἀμφὶ τυράννοις ἄξια τῆς Βρομίου βύβλα χοροιτυπίης | |
5 | ταγὸν ἐπὶ τραγικοῖο κατῄνεσσαν θιάσοιο αὐτοῖς ἡρώων φθεγξάμενον στόμασι. | |
AG.9.99(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ἴξαλος εὐπώγων αἰγὸς πόσις ἔν ποθ’ ἁλωῇ οἴνης τοὺς ἁπαλοὺς πάντας ἔδαψε κλάδους. τῷ δ’ ἔπος ἐκ γαίης τόσον ἄπυε· „Κεῖρε, κάκιστε, γναθμοῖς ἡμέτερον κλῆμα τὸ καρποφόρον· | |
5 | ῥίζα γὰρ ἔμπεδος οὖσα πάλιν γλυκὺ νέκταρ ἀνήσει | |
ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.“ | 66 in vol. 3 | |
AG.9.100(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Λητοῦς ὠδίνων ἱερὴ τροφέ, τὴν ἀσάλευτον Αἰγαίῳ Κρονίδης ὡρμίσατ’ ἐν πελάγει, οὔ νύ σε δειλαίην, μὰ τεούς, δέσποινα, βοήσω, δαίμονας, οὐδὲ λόγοις ἕψομαι Ἀντιπάτρου· | |
5 | ὀλβίζω δ’, ὅτι Φοῖβον ἐδέξαο καὶ μετ’ Ὄλυμπον Ἄρτεμις οὐκ ἄλλην ἢ σὲ λέγει πατρίδα. | |
AG.9.101(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Ἡρώων ὀλίγαι μὲν ἐν ὄμμασιν, αἱ δ’ ἔτι λοιπαὶ πατρίδες οὐ πολλῷ γ’ αἰπύτεραι πεδίων· οἵην καὶ σέ, τάλαινα, παρερχόμενός γε Μυκήνην ἔγνων αἰγιαλοῦ παντὸς ἐρημοτέρην, | |
5 | αἰπολικὸν μήνυμα· γέρων δέ τις· „Ἡ πολύχρυσος,“ εἶπεν, „Κυκλώπων τῇδ’ ἐπέκειτο πόλις.“ | |
AG.9.102(p1) | ΑΝΤΩΝΙΟΥ ΑΡΓΕΙΟΥ | |
1 | Ἡ πρὶν ἐγὼ Περσῆος ἀκρόπτολις αἰθερίοιο, ἡ πικρὸν Ἰλιάδαις ἀστέρα θρεψαμένη, αἰπολίοισιν ἔναυλον ἐρημαίοισιν ἀνεῖμαι | |
τίσασα Πριάμου δαίμοσιν ὀψὲ δίκας. | 68 in vol. 3 | |
AG.9.103(p1) | ΜΟΥΝΔΟΥ ΜΟΥΝΑΤΙΟΥ | |
1 | Ἡ πολύχρυσος ἐγὼ τὸ πάλαι πόλις, ἡ τὸν Ἀτρειδῶν οἶκον ἀπ’ οὐρανίου δεξαμένη γενεῆς, ἡ Τροίην πέρσασα θεόκτιτον, ἡ βασίλειον ἀσφαλὲς Ἑλλήνων οὖσά ποθ’ ἡμιθέων, | |
5 | μηλόβοτος κεῖμαι καὶ βούνομος ἔνθα Μυκήνη, τῶν ἐπ’ ἐμοὶ μεγάλων οὔνομ’ ἔχουσα μόνον. Ἴλιον ἆ Νεμέσει μεμελημένον, εἴ γε Μυκήνης μηκέθ’ ὁρωομένης ἐσσὶ καὶ ἐσσὶ πόλις. | |
AG.9.104(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Ἄργος, Ὁμηρικὲ μῦθε καὶ Ἑλλάδος ἱερὸν οὖδας, καὶ χρυσέη τὸ πάλαι Περσέος ἀκρόπολι, ἐσβέσαθ’ ἡρώων κείνων κλέος, οἵ ποτε Τροίης ἤρειψαν κατὰ γῆς θειόδομον στέφανον. | |
5 | ἀλλ’ ἡ μὲν κρείσσων ἐστὶν πόλις· αἱ δὲ πεσοῦσαι δείκνυσθ’ εὐμύκων αὔλια βουκολίων. | |
AG.9.105(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἐκλάσθην ἀνέμοισι πίτυς. τί με τεύχετε νῆα, ναυηγῶν ἀνέμων χερσόθι γευσαμέναν; | |
AG.9.106(p1) | ΛΕΩΝΙΔΟΥ [ΤΑΡΑΝΤΙΝΟΥ] | |
1 | Ὁλκάδα πῦρ μ’ ἐνέφλεξε τόσηνδ’ ἅλα μετρήσασαν ἐν χθονὶ τῇ πεύκας εἰς ἐμὲ κειραμένῃ, ἣν πέλαγος διέσωσεν, ἐπ’ ᾐόνος· ἀλλὰ θαλάσσης | |
τὴν ἐμὲ γειναμένην ηὗρον ἀπιστοτέρην. | 70 in vol. 3 | |
AG.9.107(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὴν μικρήν με λέγουσι καὶ οὐκ ἴσα ποντοπορεύσαις ναυσὶ διιθύνειν ἄτρομον εὐπλοΐην· οὐκ ἀπόφημι δ’ ἐγώ· βραχὺ μὲν σκάφος, ἀλλὰ θαλάσσῃ πᾶν ἴσον· οὐ μέτρων ἡ κρίσις, ἀλλὰ τύχης. | |
5 | ἔστω πηδαλίοις ἑτέρῃ πλέον· ἄλλο γὰρ ἄλλῃ θάρσος· ἐγὼ δ’ εἴην δαίμοσι σῳζομένη. | |
AG.9.108(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὁ Ζεὺς πρὸς τὸν Ἔρωτα· „Βέλη τὰ σὰ πάντ’ ἀφελοῦμαι.“ χὠ πτανός· „Βρόντα, καὶ πάλι κύκνος ἔσῃ.“ | |
AG.9.109(p1) | ΙΟΥΛΙΟΥ ΔΙΟΚΛΕΟΥΣ | |
1 | Οὐκ οἶδ’, εἴτε σάκος λέξαιμί σε, τὴν ἐπὶ πολλοὺς ἀντιπάλους πιστὴν σύμμαχον ὡπλισάμην, εἴτε σε βαιὸν ἐμοὶ πόντου σκάφος, ἥ μ’ ἀπὸ νηὸς ὀλλυμένης κόμισας νηκτὸν ἐπ’ ἠιόνας. | |
5 | Ἄρεος ἐν πολέμοις ἔφυγον χόλον ἔν τε θαλάσσῃ Νηρῆος· σὺ δ’ ἄρ’ ἦς ὅπλον ἐν ἀμφοτέροις. | |
AG.9.110(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Οὐ στέργω βαθυληίους ἀρούρας, οὐκ ὄλβον πολύχρυσον οἷα Γύγης· αὐτάρκους ἔραμαι βίου, Μακρῖνε· | |
τὸ „Μηθὲν“ γὰρ „ἄγαν“ ἄγαν με τέρπει. | 72 in vol. 3 | |
AG.9.111(p1) | ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] | |
1 | Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους, ἔμπαλι δ’ ὀλβίζουσιν, ὅσους αἰῶνα λιπόντας ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος. | |
5 | οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φθίμενοι. | |
AG.9.112(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Τρὶς δέκα με πνεύσειν καὶ δὶς τρία μάντιες ἄστρων φασίν, ἐμοὶ δ’ ἀρκεῖ καὶ δεκὰς ἡ τριτάτη· τοῦτο γὰρ ἀνθρώποις βιοτῆς ὅρος· οἱ δ’ ἐπὶ τούτοις Νέστορι, καὶ Νέστωρ δ’ ἤλυθεν εἰς Ἀίδην. | |
AG.9.113(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Οἱ κόρις ἄχρι κόρου κορέσαντό μου· ἀλλ’ ἐκορέσθην ἄχρι κόρου καὐτὸς τοὺς κόρις ἐκκορίσας. | |
AG.9.114(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Παιδὸς ἀφ’ ὑψηλῶν κεράμων ὑπὲρ ἄκρα μέτωπα κύπτοντος—Μοῖρα νηπιάχοις ἄφοβον—, μήτηρ ἐξόπιθεν μαζῷ μετέτρεψε νόημα· | |
δὶς δὲ τέκνῳ ζωὴν ἓν κεχάριστο γάλα. | 74 in vol. 3 | |
AG.9.115(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἀσπίδ’ Ἀχιλλῆος, τὴν Ἕκτορος αἷμα πιοῦσαν, Λαρτιάδης Δαναῶν ἦρε κακοκρισίῃ· ναυηγοῦ δὲ θάλασσα κατέσπασε καὶ παρὰ τύμβον Αἴαντος νηκτὴν ὥρμισεν, οὐκ Ἰθάκῃ. | |
AG.9115b | Καλὰ Ποσειδάων δίκασεν πολὺ μᾶλλον Ἀθήνης . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . καὶ κρίσιν Ἑλλήνων στυγερὴν ἀπέδειξε θάλασσα, καὶ Σαλαμὶς ἀπέχει κῦδος ὀφειλόμενον. | |
AG.9.116 | Ἀσπὶς ἐν αἰγιαλοῖσι βοᾷ καὶ σῆμα τινάσσει αὐτόν ς’ ἐκκαλέουσα, τὸν ἄξιον ἀσπιδιώτην· „Ἔγρεο, παῖ Τελαμῶνος, ἔχεις σάκος Αἰακίδαο.“ | |
AG.9.117(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ | |
1 | Πένθιμον ἡνίκα πατρὶ Πολυξείνης ὑμέναιον ἤνυσεν ὀγκωτοῦ Πύρρος ὕπερθε τάφου, ὧδε πολυκλαύτοιο κόμας λακίσασα καρήνου Κισσηὶς τεκέων κλαῦσε φόνους Ἑκάβη· | |
5 | „Πρόσθε μὲν ἀξονίοις φθιτὸν εἴρυσας Ἕκτορα δεσμοῖς, νῦν δὲ Πολυξείνης αἷμα δέχῃ φθίμενος· Αἰακίδη, τί τοσοῦτον ἐμὴν ὠδύσσαο νηδύν; | |
παισὶν ἔφυς γὰρ ἐμοῖς ἤπιος οὐδὲ νέκυς.“ | 76 in vol. 3 | |
AG.9.118(p1) | [ΒΗΣΑΝΤΙΝΟΥ] | |
1 | Ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο, τοῦ μὲν ἐπερχομένου, τῆς δ’ ἀπονισομένης. | |
AG.9.119(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Εἴ τις ἀνὴρ ἄρχων ἐθέλει κολάκων ἀνέχεσθαι, πολλοὺς ἐκδώσει τοῖς μιαροῖς στόμασιν· ὥστε χρὴ τὸν ἄριστον ἀπεχθαίροντα δικαίως ὡς κόλακας μισεῖν τοὺς κολακευομένους. | |
AG.9.120(p1) | ΛΟΥΚΙΑΝΟΥ ΣΑΜΟΣΑΤΕΩΣ | |
1 | Φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσας ἀντλῶν τὰς χάριτας εἰς κενὸν ἐξέχεας. | |
AG.9.121 | Σπάρτης καὶ Σαλαμῖνος ἐγὼ φυτὸν ἀμφήριστον· | |
κλαίω δ’ ἠιθέων ἔξοχον ἢ προμάχων. | 78 in vol. 3 | |
AG.9.122(p1) | ΑΔΕΣΠΟΤΟΝ, 〈οἱ δὲ〉 ΕΥΗΝΟΥ | |
1 | Ἀτθὶ κόρα, μελίθρεπτε, λάλος λάλον ἁρπάξασα τέττιγα πτανοῖς δαῖτα φέρεις τέκεσιν, τὸν λάλον ἁ λαλόεσσα, τὸν εὔπτερον ἁ πτερόεσσα, τὸν ξένον ἁ ξείνα, τὸν θερινὸν θερινά; | |
5 | κοὐχὶ τάχος ῥίψεις; οὐ γὰρ θέμις οὐδὲ δίκαιον ὄλλυσθ’ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν. | |
AG.9.123(p1) | 〈ΛΕΩΝΙΔΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ〉 | |
1 | Ἐκ θοίνης φάος ἔσχεν ἐπ’ ἀχράδα μηκὰς ἰοῦσα, ἐκ δ’ ἐφάνη τυφλὴν μηκέτ’ ἔχουσα κόρην· δισσῶν τὴν ἑτέρην γὰρ ἐκέντρισεν ὀξὺς ἀκάνθης ὄζος. ἴδ’, ὡς τέχνης δένδρον ἐνεργότερον. | |
AG.9.124(p1) | ΑΔΗΛΟΝ | |
1 | Ποῖ Φοῖβος πεπόρευται; Ἄρης ἀναμίγνυται Δάφνῃ. | |
AG.9.125(p1) | ΑΔΗΛΟΝ | |
1 | Θαρσαλέοι Κελτοὶ ποταμῷ ζηλήμονι Ῥήνῳ τέκνα ταλαντεύουσι καὶ οὐ πάρος εἰσὶ τοκῆες, πρὶν πάιν ἀθρήσωσι λελουμένον ὕδατι σεμνῷ. | |
αἶψα γὰρ ἡνίκα μητρὸς ὀλισθήσας διὰ κόλπων | 80 in vol. 3 | |
5 | νηπίαχος πρῶτον προχέει δάκρυ, τὸν μὲν ἀείρας αὐτὸς ἐπ’ ἀσπίδι θῆκεν ἑὸν πάιν, οὐδ’ ἀλεγίζει· οὔπω γὰρ γενέταο φέρει νόον, πρίν γ’ ἐσαθρήσῃ κεκριμένον λουτροῖσιν ἐλεγξιγάμου ποταμοῖο· ἡ δὲ μετ’ εἰλήθυιαν ἐπ’ ἄλγεσιν ἄλγος ἔχουσα | |
10 | μήτηρ, εἰ καὶ παιδὸς ἀληθέα οἶδε τοκῆα, ἐκδέχεται τρομέουσα, τί μήσεται ἄστατον ὕδωρ. | |
AG.9.126(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Πῇ ξίφος ἰθύνεις, κατὰ γαστέρος ἢ κατὰ μαζῶν; γαστὴρ ἥ ς’ ἐλόχευσεν, ἀνεθρέψαντο δὲ μαζοί. | |
AG.9.127(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἂν περιλειφθῇ μικρὸν ἐν ἄγγεσιν ἡδέος οἴνου, εἰς ὀξὺ τρέπεται τοῦτο τὸ λειπόμενον· οὕτω ἀπαντλήσας τὸν ὅλον βίον, εἰς βαθὺ δ’ ἐλθὼν γῆρας ὁ πρεσβύτης γίνεται ὀξύχολος. | |
AG.9.128(p1) | 〈ΝΕΣΤΟΡΟΣ〉 | |
1 | Εἷρπε δράκων καὶ ἔπινεν ὕδωρ· σβέννυντο δὲ πηγαί, | |
καὶ ποταμὸς κεκόνιστο, καὶ ἦν ἔτι διψαλέος θήρ. | 82 in vol. 3 | |
AG.9.129(p1) | ΝΕΣΤΟΡΟΣ | |
1 | Εἷρπε τὸ μέν, τὸ δ’ ἔμελλε, τὸ δ’ ἦν ἔτι νωθρὸν ἐν εὐνῇ, αὐτὰρ ὁ διψήσας ποταμῷ ὑπέθηκε γένειον· πᾶς δ’ ἄρα Κηφισὸς εἴσω ῥέεν, ἀργαλέον δὲ ἀνθερεὼν κελάρυζε· κατερχομένου δὲ ῥεέθρου | |
5 | Κηφισὸν κώκυον ὀλωλότα πολλάκι Νύμφαι. | |
AG.9.130(p1) | ΑΔΗΛΟΝ | |
1 | Παλλάδος εἰμὶ φυτόν. Βρομίου τί με θλίβετε κλῶνες; ἄρατε τοὺς βότρυας· παρθένος οὐ μεθύω. | |
AG.9.131(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὔρεσιν ἐν δολιχοῖς βλωθρὴν πίτυν ὑέτιός με πρόρριζον γαίης ἐξεκύλισε Νότος· ἔνθεν ναῦς γενόμην, ἀνέμοις πάλιν ὄφρα μάχωμαι. ἄνθρωποι τόλμης οὔ ποτε φειδόμενοι. | |
AG.9.132(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Σωφροσύνη καὶ Ἔρως κατεναντίον ἀλλήλοισιν ἐλθόντες ψυχὰς ὤλεσαν ἀμφότεροι· Φαίδρην μὲν κτεῖνεν πυρόεις πόθος Ἱππολύτοιο, | |
Ἱππόλυτον δ’ ἁγνὴ πέφνε σαοφροσύνη. | 84 in vol. 3 | |
AG.9.133(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἴ τις ἅπαξ γήμας πάλι δεύτερα λέκτρα διώκει, ναυηγὸς πλώει δὶς βυθὸν ἀργαλέον. | |
AG.9.134(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὴν ὁδὸν εὗρον· οὐκέτι γὰρ σφετέροις ἐπιτέρπομαι· ἔρρετε ἄμφω, οὕνεκεν ἐν μερόπεσσι πολυπλανέες μάλα ἐστέ. ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖν | |
5 | φάσματα ὡς ὕπνῳ ἐμβάλλετε οἷά τ’ ἐόντα. ἔρρε, κακὴ γλήνη, πολυώδυνε· ἔρρετε ἄμφω. παίζοιτ’, ἔστε θέλοιτε, ὅσους ἐμεῦ ὕστερον ὄντας εὕροιτ’ οὐ νοέοντας, ὅπερ θέμις ἐστὶ νοῆσαι. | |
AG.9.135 | Ἀτρεκέως μάλα πᾶσι πλάνη Τύχη ἐστὶ βροτοῖσιν· ἔστι γὰρ ἀδρανέη, τὸ δ’ ἐπὶ πλέον οὐδὲ πέλουσα. γράψε τίς; οἶδε θεός. τίνος εἵνεκεν; οἶδε καὶ αὐτός. | |
AG.9.136(p1) | ΚΥΡΟΥ | |
1 | Αἴθε πατήρ μ’ ἐδίδαξε δασύτριχα μῆλα νομεύειν, ὥς κεν ὑπὸ πτελέῃσι καθήμενος ἢ ὑπὸ πέτρῃς συρίσδων καλάμοισιν ἐμὰς τέρπεσκον ἀνίας. Πιερίδες, φεύγωμεν ἐυκτιμένην πόλιν, ἄλλην | |
5 | πατρίδα μαστεύσωμεν· ἀπαγγελέω δ’ ἄρα πᾶσιν, | |
ὡς ὀλοοὶ κηφῆνες ἐδηλήσαντο μελίσσας. | 86 in vol. 3 | |
AG.9.137(p1) | ΓΡΑΜΜΑΤΙΚΟΥ | |
p2 | τινος ἡμιξήρου πρὸς Ἀδριανὸν τὸν βασιλέα | |
1 | Ἥμισύ μου τέθνηκε, τὸ δ’ ἥμισυ λιμὸς ἐλέγχει· σῶσόν μου, βασιλεῦ, μουσικὸν ἡμίτομον. | |
p3 | Πρὸς ὃν ὁ βασιλεὺς ΑΔΡΙΑΝΟΣ ἀπεκρίνατο | |
3 | Ἀμφοτέρους ἀδικεῖς, καὶ Πλουτέα καὶ Φαέθοντα, τὸν μὲν ἔτ’ εἰσορόων, τοῦ δ’ ἀπολειπόμενος. | |
AG.9.138(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἦν νέος, ἀλλὰ πένης· νῦν γηρῶν πλούσιός εἰμι· ὢ μόνος ἐκ πάντων οἰκτρὸς ἐν ἀμφοτέροις, ὃς τότε μὲν χρῆσθαι δυνάμην, ὁπότ’ οὐδὲ ἓν εἶχον, νῦν δ’, ὁπότε χρῆσθαι μὴ δύναμαι, τότ’ ἔχω. | |
AG.9.139(p1) | ΚΛΑΥΔΙΑΝΟΥ | |
1 | Μαχλὰς ἐυκροτάλοισιν ἀνευάζουσα χορείαις, δίζυγα παλλομένοισι τινάγμασι χαλκὸν ἀράσσει· κτεὶς μὲν ὑποκλέπτων πολιὴν τρίχα, γείτονα μοίρης, ἠλεμάτοις ἀκτῖσι χαράσσεται ὄμματος αὐγή· | |
5 | ψευδόμενον δ’ ἐρύθημα κατέγραφεν ἄχροος αἰδώς, ἀγλαΐῃ στέψασα νόθῃ κεκαλυμμένα μῆλα. | |
AG.9.140(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἕδρην χαλκεόπεζαν ἐπὶ προθύροις Ἑλικῶνος εἱστήκει θεράπων τις ὑπὲρ νώτοιο μεμαρπώς, οὐδ’ ἔθελεν μογέοντι πορεῖν ἐπίβαθρον ἀοιδῆς· | |
τοὔνεκά μευ θώρηξε νόον πολύμητις ἀνάγκη ... | 88 in vol. 3 | |
AG.9.141(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξ κείμενοι ἀλλήλων νοῦσον ἀπεσκέδασαν. ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους. | |
5 | πληγαὶ δ’ ἀμφοτέροις ἐγένοντ’ ἄκος, αἷς ὁ μὲν αὐτῶν ἔγρετο, τὸν δ’ ὕπνῳ πουλὺς ἔριψε κόπος. | |
AG.9.142(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Κρημνοβάταν, δίκερων, Νυμφῶν ἡγήτορα Πᾶνα ἁζόμεθ’, ὃς πετρίνου τοῦδε κέκηδε δόμου, ἵλαον ἔμμεναι ἄμμιν, ὅσοι λίβα τήνδε μολόντες ἀενάου πόματος δίψαν ἀπωσάμεθα. | |
AG.9.143(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Λιτός τοι δόμος οὗτος, ἐπεὶ παρὰ κύματι πηγῷ ἵδρυμαι νοτερῆς δεσπότις ἠιόνος, ἀλλὰ φίλος· πόντῳ γὰρ ἐπὶ πλατὺ δειμαίνοντι χαίρω καὶ ναύταις εἰς ἐμὲ σῳζομένοις. | |
5 | ἱλάσκευ τὴν Κύπριν· ἐγὼ δέ σοι ἢ ἐν ἔρωτι οὔριος ἢ χαροπῷ πνεύσομαι ἐν πελάγει. | |
AG.9.144(p1) | ΑΝΥΤΗΣ | |
1 | Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ αἰὲν ἀπ’ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος, ὄφρα φίλον ναύτῃσι τελῇ πλόον· ἀμφὶ δὲ πόντος | |
δειμαίνει λιπαρὸν δερκόμενος ξόανον. | 90 in vol. 3 | |
AG.9.145(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἐλθὼν εἰς Ἀίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας, Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα· καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου | |
5 | εἶπεν· „Ἐμοὶ καὶ νῦν πλείων τόπος· ὅσσα γὰρ εἶχον, πάντα φέρω σὺν ἐμοί, Κροῖσε, σὺ δ’ οὐδὲν ἔχεις.“ | |
AG.9.146(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἐλπίδα καὶ Νέμεσιν Εὔνους παρὰ βωμὸν ἔτευξα, τὴν μέν, ἵν’ ἐλπίζῃς, τὴν δ’, ἵνα μηδὲν ἔχῃς. | |
AG.9.147(p1) | ΑΝΤΑΓΟΡΟΥ ΡΟΔΙΟΥ | |
1 | Ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται, μηδ’ ὕδατος προχοὰς δείδιτε χειμερίους· τοῖον γὰρ Ξενοκλῆς ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν ζεῦγμα διὰ πλατέος τοῦδ’ ἔβαλεν ποταμοῦ. | |
AG.9.148(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τὸν βίον, Ἡράκλειτε, πολὺ πλέον, ἤπερ ὅτ’ ἔζης, δάκρυε· νῦν ὁ βίος ἔστ’ ἐλεεινότερος. τὸν βίον ἄρτι γέλα, Δημόκριτε, τὸ πλέον ἢ πρίν· νῦν ὁ βίος πάντων ἐστὶ γελοιότερος. | |
5 | εἰς ὑμέας δὲ καὶ αὐτὸς ὁρῶν τὸ μεταξὺ μεριμνῶ, | |
πῶς ἅμα σοὶ κλαύσω, πῶς ἅμα σοὶ γελάσω. | 92 in vol. 3 | |
AG.9.149(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Εἶχεν Ἀριστείδης ὁ Βοκέρριος οὐκ ἀπὸ πολλῶν πολλά, μιῆς δ’ ὄιος καὶ βοὸς εὐπορίην. ἀλλὰ γὰρ οὐδ’ ὁ πένης ἔφυγε φθόνον· ἤματι δ’ αὐτῷ θῆρες ὄιν, τὴν βοῦν δ’ ὤλεσε δυστοκίη. | |
5 | μισήσας δ’ ἀβληχὲς ἐπαύλιον, ἅμματι πήρης ἐκ ταύτης βιοτὴν ἀχράδος ἐκρέμασεν. | |
AG.9.150(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πλοῦτος Ἀριστείδῃ δάμαλις μία καὶ τριχόμαλλος ἦν ὄις· ἐκ τούτων λιμὸν ἔλαυνε θύρης. ἤμβροτε δ’ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δ’ ὠδὶς τὴν δάμαλιν· πενίης δ’ ὤλετο βουκόλιον. | |
5 | πηροδέτῳ δ’ ὅ γ’ ἱμάντι κατ’ αὐχένος ἅμμα λυγώσας οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ. | |
AG.9.151(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε; ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα; ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτες Σισύφιαι λαῶν θ’ αἵ ποτε μυριάδες; | |
5 | οὐδὲ γὰρ οὐδ’ ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται, πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος· μοῦναι ἀπόρθητοι Νηρηίδες Ὠκεανοῖο | |
κοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες. | 94 in vol. 3 | |
AG.9.152(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἅδε ποθ’ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης ἀμφαδόν, ἀλλ’ ἵπποιο κακὸν ξύλον. αἴθε δ’ Ἐπειὸς κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα· | |
5 | οὐ γὰρ ἂν Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ οὕτω ἐφ’ ἁμετέροις λάεσιν ἠριπόμαν. | |
AG.9.153(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὦ πτόλι, πῇ σέο κεῖνα τὰ τείχεα, πῇ πολύολβοι νηοί; πῇ δὲ βοῶν κράατα τεμνομένων; πῇ Παφίης ἀλάβαστρα καὶ ἡ πάγχρυσος ἐφεστρίς; πῇ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης; | |
5 | πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ ἥρπασεν ἀλλοίην ἀμφιβαλοῦσα τύχην· καί σε τόσον νίκησε βαρὺς φθόνος. ἀλλ’ ἄρα μοῦνον οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται. | |
AG.9.154(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἱλήκοις, πολιοῦχε· σὲ μὲν χρυσαυγέι νηῷ, ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην· ἀλλὰ σύ με προλέλοιπας ἑλώριον, ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην. | |
5 | ἄρκιον ἦν θνᾴσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος | |
ἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε. | 96 in vol. 3 | |
AG.9.155(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς· οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε Τύχη· εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις· | |
5 | εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν ἄρης, εἰμὶ πάλιν βασίλεια. σὺ δ’, ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε καθ’ Ἑλλήνων σῆς ζυγόδεσμα δίκης. | |
AG.9.156(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Δέρκεο τὸν Τροίας δεκέτη λόχον, εἴσιδε πῶλον εὐόπλου Δαναῶν ἔγκυον ἡσυχίης. τεκταίνει μὲν Ἐπειός, Ἀθηναίη δὲ κελεύει ἔργον, ὑπὲκ νώτου δ’ Ἑλλὰς ὅλα δύεται. | |
5 | ἦ ῥα μάταν ἀπόλοντο τόσος στρατός, εἰ πρὸς Ἄρηα ἦν δόλος Ἀτρείδαις ἐσθλότερος πολέμου. | |
AG.9.157(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τίς θεὸν εἶπεν Ἔρωτα; θεοῦ κακὸν οὐδὲν ὁρῶμεν ἔργον, ὁ δ’ ἀνθρώπων αἵματι μειδιάει. οὐ θοὸν ἐν παλάμαις κατέχει ξίφος; ἠνίδ’ ἄπιστα τῆς θειοδμήτου σκῦλα μιαιφονίης. | |
5 | μήτηρ μὲν σὺν παιδὶ κατέφθιτο· αὐτὰρ ἐπ’ αὐτοῖς ποίνιμος ἔκτεινεν φῶτα λιθοκτονίη. καὶ ταῦτ’ οὔτ’ Ἄϊδος οὔτ’ Ἄρεος, ἔργα δ’ Ἔρωτος | |
λεύσσομεν, οἷς παίζει κεῖνος ὁ νηπίαχος. | 98 in vol. 3 | |
AG.9.158(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλῃσιν ἔπαιζον κλήρῳ, τίς προτέρη βήσεται εἰς Ἀίδην· καὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶν ἐς μίαν· ἡ δ’ ἐγέλα κλῆρον ὀφειλόμενον. | |
5 | ἐκ τέγεος γὰρ ἄελπτον ἀπωλίσθησε πέσημα, δύσμορος, ἐς δ’ Ἀίδην ἤλυθεν, ὡς ἔλαχεν. ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακόν· ἐς δὲ τὸ λῷον οὔτ’ εὐχαὶ θνητοῖς εὔστοχοι οὔτε χέρες. | |
AG.9.159(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Κρανίον ἐν τριόδοισι κατοιχομένου τις ἐσαθρῶν εἰκόνα τὴν κοινὴν οὐκ ἐδάκρυσε βίου· δεξιτερὴν δ’ ἔρριψεν ἐπὶ χθόνα καὶ λίθον ἧκεν κωφὸν μὲν δοκέοντ’, ἀλλὰ πνέοντα δίκης. | |
5 | ὀστέον ὡς γὰρ ἔπληξεν, ἀφήλατο καὶ τὸν ἀφέντα πήρωσεν, γλυκεροῦ βλέμματος ὀρφανίσας. καὶ πάλιν εἰς ἀίδην ἐκολάζετο, τὴν ἰδίην δὲ ἔκλαυσεν χειρῶν εὔστοχον ἀφροσύνην. | |
AG.9.160(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἡρόδοτος Μούσας ὑπεδέξατο· τῷ δ’ ἄρ’ ἑκάστη | |
ἀντὶ φιλοξενίης βίβλον ἔδωκε μίαν. | 100 in vol. 3 | |
AG.9.161(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἡσιόδου ποτὲ βύβλον ἐμαῖς ὑπὸ χερσὶν ἑλίσσων Πύρρην ἐξαπίνης εἶδον ἐπερχομένην· βύβλον δὲ ῥίψας ἐπὶ γῆν χερί, τοῦτ’ ἐβόησα· „Ἔργα τί μοι παρέχεις, ὦ γέρον Ἡσίοδε;“ | |
AG.9.162(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἤμην ἀχρεῖον κάλαμος φυτόν· ἐκ γὰρ ἐμεῖο οὐ σῦκ’, οὐ μῆλον φύεται, οὐ σταφυλή· ἀλλά μ’ ἀνὴρ ἐμύης’ Ἑλικωνίδα λεπτὰ τορήσας χείλεα καὶ στεινὸν ῥοῦν ὀχετευσάμενος. | |
5 | ἐκ δὲ τοῦ εὖτε πίοιμι μέλαν ποτόν, ἔνθεος οἷα πᾶν ἔπος ἀφθέγκτῳ τῷδε λαλῶ στόματι. | |
AG.9.163(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἐκ πυρὸς Ἰλιακοῦ δοράτων μέσον ἥρπασεν ἥρως Αἰνείας, ὅσιον παιδὶ βάρος, πατέρα· ἔκλαγε δ’ Ἀργείοις· „Μὴ ψαύετε· μικρὸν ἐς ἄρη κέρδος ὁ γηραλέος, τῷ δὲ φέροντι μέγα.“ | |
AG.9.164(p1) | ΑΔΗΛΟΝ | |
1 | Τίς σέ, Δικαιοσύνη, βροτὸς ἤκαχεν; —„Οὗτος ὁ κλέπτης | |
ἐνθάδε με στήσας, οὐδὲν ἔχων πρὸς ἐμέ.“ | 102 in vol. 3 | |
AG.9.165(p1) | ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Ὀργὴ τοῦ Διός ἐστι γυνὴ πυρὸς ἀντιδοθεῖσα δῶρον, ἀνιηρὸν τοῦ πυρὸς ἀντίδοτον· ἄνδρα γὰρ ἐκκαίει ταῖς φροντίσιν ἠδὲ μαραίνει καὶ γῆρας προπετὲς τῇ νεότητι φέρει. | |
5 | οὐδ’ ὁ Ζεὺς ἀμέριμνος ἔχει χρυσόθρονον Ἥρην, πολλάκι γοῦν αὐτὴν ῥῖψεν ἀπ’ ἀθανάτων ἠέρι καὶ νεφέλῃσι μετήορον· οἶδεν Ὅμηρος, καὶ Δία συγγράψας τῇ γαμετῇ χόλιον. οὕτως οὐδέποτ’ ἐστὶ γυνὴ σύμφωνος ἀκοίτῃ, | |
10 | οὐδὲ καὶ ἐν χρυσέῳ μιγνυμένη δαπέδῳ. | |
AG.9.166(p1) | ΤΟΥ ΑΥΤΟΥ ΠΑΛΛΑΔΑ | |
1 | Πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερήν τε γυναῖκα, σώφρονα καὶ πόρνην ἀμφοτέρας ὄλεθρον. ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν καὶ διὰ σωφροσύνην Πηνελόπης θάνατοι. | |
5 | Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός, αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις. | |
AG.9.167(p1) | ΤΟΥ ΑΥΤΟΥ ΠΑΛΛΑΔΑ | |
1 | Ὁ Ζεὺς ἀντὶ πυρὸς πῦρ ὤπασεν ἄλλο, γυναῖκας· εἴθε δὲ μήτε γυνὴ μήτε τὸ πῦρ ἐφάνη. πῦρ μὲν δὴ ταχέως καὶ σβέννυται· ἡ δὲ γυνὴ πῦρ | |
ἄσβεστον, φλογερόν, πάντοτ’ ἀναπτόμενον. | 104 in vol. 3 | |
AG.9.168(p1) | ΤΟΥ ΑΥΤΟΥ ΠΑΛΛΑΔΑ | |
1 | „Μῆνιν οὐλομένην“ γαμετὴν ὁ τάλας γεγάμηκα καὶ παρὰ τῆς τέχνης μήνιδος ἀρξάμενος. ὤμοι ἐγὼ πολύμηνις, ἔχων τριχόλωτον ἀνάγκην, τέχνης γραμματικῆς καὶ γαμετῆς μαχίμης. | |
AG.9.169(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μῆνις Ἀχιλλῆος καὶ ἐμοὶ πρόφασις γεγένηται οὐλομένης πενίης γραμματικευσαμένῳ. εἴθε δὲ σὺν Δαναοῖς με κατέκτανε μῆνις ἐκείνη, πρὶν χαλεπὸς λιμὸς γραμματικῆς ὀλέσει. | |
5 | ἀλλ’ ἵν’ ἀφαρπάξῃ Βρισηίδα πρὶν Ἀγαμέμνων, τὴν Ἑλένην δ’ ὁ Πάρις, πτωχὸς ἐγὼ γενόμην. | |
AG.9.170(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Νηδὺν ἀναίσχυντον στιβαροῖς ᾔσχυνα λογισμοῖς σωφροσύνῃ κολάσας ἔντερον ἀργαλέον· εἰ γὰρ ἔχω τὸν νοῦν ἐπικείμενον ὑψόθι γαστρός, πῶς μὴ νικήσω τὴν ὑποτασσομένην; | |
AG.9.171(p1) | ΤΟΥ ΑΥΤΟΥ ΠΑΛΛΑΔΑ | |
1 | Ὄργανα Μουσάων, τὰ πολύστονα βιβλία πωλῶ εἰς ἑτέρας τέχνης ἔργα μετερχόμενος. Πιερίδες, σῴζοισθε· λόγοι, συντάσσομαι ὑμῖν· | |
σύνταξις γὰρ ἐμοὶ καὶ θάνατον παρέχει. | 106 in vol. 3 | |
AG.9.172(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐλπίδος οὐδὲ Τύχης ἔτι μοι μέλει, οὐδ’ ἀλεγίζω λοιπὸν τῆς ἀπάτης· ἤλυθον εἰς λιμένα. | |
AG.9172b(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εἰμὶ πένης ἄνθρωπος, ἐλευθερίῃ δὲ συνοικῶ· ὑβριστὴν πενίης πλοῦτον ἀποστρέφομαι. | |
AG.9.173(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀρχὴ γραμματικῆς πεντάστιχός ἐστι κατάρα· πρῶτος „μῆνιν“ ἔχει, δεύτερος „οὐλομένην“, καὶ μετὰ δ’ „οὐλομένην“ Δαναῶν πάλιν „ἄλγεα“ πολλά· ὁ τρίτατος „ψυχὰς εἰς Ἀίδην“ κατάγει· | |
5 | τοῦ δὲ τεταρταίου τὰ „ἑλώρια“ καὶ „κύνεσ“ ἀργοί, πέμπτου δ’ „οἰωνοὶ“ καὶ „χόλοσ“ ἐστὶ „Διόσ“. πῶς οὖν γραμματικὸς δύναται μετὰ πέντε κατάρας καὶ πέντε πτώσεις μὴ μέγα πένθος ἔχειν; | |
AG.9.174(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐνθάδε παιδεύουσιν ὅσοις κεχόλωτο Σάραπις, τοῖσιν ἀπ’ „οὐλομένης μήνιδοσ“ ἀρχομένοις· ἔνθα τροφὸς κατὰ μῆνα φέρει μισθὸν μετ’ ἀνάγκης, βύβλῳ καὶ χάρτῃ δησαμένη πενίην· | |
5 | ὡς δὲ κάπνισμα τιθεῖ παρὰ τὸν θρόνον, ὡς παρὰ τύμβον, τὸν μικρὸν χάρτην τὸν παραριπτόμενον. κλέπτει δ’ ἐξ ὀλίγου μισθὸν καὶ χαλκὸν ἀμείβει καὶ μόλιβον μίσγει καὶ τὸ ἔθος δέχεται. ἢν δέ τις εἰς ἐνιαυτὸν ἄγῃ χρυσοῖο νόμισμα, | |
10 | ἑνδεκάτῳ μηνί, πρὶν προφέρειν, μετέβη, ἀγνώμων δὲ φανεὶς καὶ τὸν πρότερον διασύρας | |
γραμματικὸν στερέσας μισθὸν ὅλου ἔτεος. | 108 in vol. 3 | |
AG.9.175(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καλλίμαχον πωλῶ καὶ Πίνδαρον ἠδὲ καὶ αὐτὰς πτώσεις γραμματικῆς πτῶσιν ἔχων πενίης. Δωρόθεος γὰρ ἐμὴν τροφίμην σύνταξιν ἔλυσε πρεσβείην κατ’ ἐμοῦ τὴν ἀσεβῆ τελέσας. | |
5 | ἀλλὰ σύ μου πρόστηθι, Θέων φίλε, μηδέ μ’ ἐάσῃς συνδέσμῳ πενίης τὸν βίον ἐξανύσαι. | |
AG.9.176(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐκλήθην παρὰ σοῦ τοῦ ῥήτορος· εἰ δ’ ἀπελείφθην, τὴν τιμὴν ἀπέχω καὶ πλέον εἰμὶ φίλος. οὐδὲ γὰρ ἡ ψυχὴ τὸ φαγεῖν κρίνουσα γέγηθεν, ἀλλὰ μόνον τιμῆς αἰσθομένη τρέφεται. | |
AG.9.177(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Αἴαντος παρὰ τύμβον ἀταρβήτοιο παραστὰς Φρὺξ ὑπεόντι κακῆς ἦρχεν ἐπεσβολίης· „Αἴας δ’ οὐκέτ’ ἔμιμνεν.“ ὁ δ’ ἀντεγέγωνεν ἔνερθε· „Μίμνεν.“ ὁ δ’ οὐκέτ’ ἔτλη ζωὸς ἀποφθίμενον. | |
AG.9.178(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Ὡς πάρος Ἀελίου, νῦν Καίσαρος ἁ Ῥόδος εἰμὶ νᾶσος, ἴσον δ’ αὐχῶ φέγγος ἀπ’ ἀμφοτέρων· ἤδη σβεννυμέναν με νέα κατεφώτισεν ἀκτίς, Ἅλιε, καὶ παρὰ σὸν φέγγος ἔλαμψε Νέρων. | |
5 | πῶς εἴπω, τίνι μᾶλλον ὀφείλομαι; ὃς μὲν ἔδειξεν | |
ἐξ ἁλός, ὃς δ’ ἤδη ῥύσατο δυομέναν. | 110 in vol. 3 | |
AG.9.179(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Τοξοβόλον τὸν Ἔρωτα τίς ἔξεσεν ἐκ λιβανωτοῦ, τόν ποτε μηδ’ αὐτοῦ Ζηνὸς ἀποσχόμενον; ὀψέ ποθ’ Ἡφαίστῳ κεῖται σκοπός, ὃν καθορᾶσθαι ἔπρεπεν οὐκ ἄλλως ἢ πυρὶ τυφόμενον. | |
AG.9.180(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Τύχη καπηλεύουσα πάντα τὸν βίον, ἀσυγκέραστον τὴν φύσιν κεκτημένη, καὶ συγκυκῶσα καὶ μεταντλοῦς’ αὖ πάλιν καὐτὴ κάπηλός ἐστι νῦν τις, οὐ θεά, | |
5 | τέχνην λαχοῦσα τὴν τρόπων ἐπαξίαν. | |
AG.9.181(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀνεστράφησαν, ὡς ὁρῶ, τὰ πράγματα, καὶ τὴν Τύχην νῦν δυστυχοῦσαν εἴδομεν. | |
AG.9.182(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καὶ σύ, Τύχη δέσποινα, τύχην ἀτυχῆ πόθεν ἔσχες; ἡ παρέχουσα τύχας πῶς ἀτυχὴς γέγονας; μάνθανε καὶ σὺ φέρειν τὰ σὰ ῥεύματα, καὶ σὺ διδάσκου | |
τὰς ἀτυχεῖς πτώσεις, ἃς παρέχεις ἑτέροις. | 112 in vol. 3 | |
AG.9.183(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καὶ σύ, Τύχη, λοιπὸν μεταβαλλομένη καταπαίζου, μηδὲ τύχης τῆς σῆς ὕστατα φεισαμένη· ἣ πρὶν νηὸν ἔχουσα καπηλεύεις μετὰ γῆρας, θερμοδότις μερόπων νῦν ἀναφαινομένη. | |
5 | νῦν ὁσίως στένε καὶ σὺ τεὸν πάθος, ἄστατε δαῖμον, τὴν σὴν ὡς μερόπων νῦν μετάγουσα τύχην. | |
AG.9.184(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Πίνδαρε, Μουσάων ἱερὸν στόμα, καὶ λάλε Σειρὴν Βακχυλίδη Σαπφοῦς τ’ Αἰολίδες χάριτες γράμμα τ’ Ἀνακρείοντος, Ὁμηρικὸν ὅς τ’ ἀπὸ ῥεῦμα ἔσπασας οἰκείοις, Στησίχορ’, ἐν καμάτοις, | |
5 | ἥ τε Σιμωνίδεω γλυκερὴ σελὶς ἡδύ τε Πειθοῦς Ἴβυκε καὶ παίδων ἄνθος ἀμησάμενε καὶ ξίφος Ἀλκαίοιο, τὸ πολλάκις αἷμα τυράννων ἔσπεισεν πάτρης θέσμια ῥυόμενον, θηλυμελεῖς τ’ Ἀλκμᾶνος ἀηδόνες, ἵλατε, πάσης | |
10 | ἀρχὴν οἳ λυρικῆς καὶ πέρας ἐστάσατε. | |
AG.9.185(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἀρχιλόχου τάδε μέτρα καὶ ἠχήεντες ἴαμβοι | |
θυμοῦ καὶ φοβερῆς ἰὸς ἐπεσβολίης. | 114 in vol. 3 | |
AG.9.186(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Βίβλοι Ἀριστοφάνευς, θεῖος πόνος, αἷσιν Ἀχαρνεὺς κισσὸς ἐπὶ χλοερὴν πουλὺς ἔσεισε κόμην· ἠνίδ’ ὅσον Διόνυσον ἔχει σελίς, οἷα δὲ μῦθοι ἠχεῦσιν φοβερῶν πληθόμενοι χαρίτων. | |
5 | ὦ καὶ θυμὸν ἄριστε καὶ Ἑλλάδος ἤθεσιν ἶσα, κωμικέ, καὶ στύξας ἄξια καὶ γελάσας. | |
AG.9.187(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Αὐταί σοι στομάτεσσιν ἀνηρείψαντο μέλισσαι ποικίλα Μουσάων ἄνθεα δρεψάμεναι· αὐταὶ καὶ Χάριτές σοι ἐδωρήσαντο, Μένανδρε, στωμύλον εὐστοχίην δράμασιν ἐνθέμεναι. | |
5 | ζώεις εἰς αἰῶνα· τὸ δὲ κλέος ἐστὶν Ἀθήναις ἐκ σέθεν οὐρανίων ἁπτόμενον νεφέων. | |
AG.9.188(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἀτθίδος εὐγλώσσου στόμα φέρτατον, οὐ σέο μεῖζον φθέγμα Πανελλήνων πᾶσα κέκευθε σελίς· πρῶτος δ’ εἴς τε θεὸν καὶ ἐς οὐρανὸν ὄμμα τανύσσας, θεῖε Πλάτων, ἤθη καὶ βίον ηὐγάσαο | |
5 | Σωκρατικῷ Σάμιον κεράσας μυκτῆρι φρόνημα, | |
κάλλιστον σεμνῆς σῆμα διχοστασίης. | 116 in vol. 3 | |
AG.9.189(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἔλθετε πρὸς τέμενος ταυρώπιδος ἀγλαὸν Ἥρης, Λεσβίδες, ἁβρὰ ποδῶν βήμαθ’ ἑλισσόμεναι· ἔνθα καλὸν στήσασθε θεῇ χορόν· ὔμμι δ’ ἀπάρξει Σαπφὼ χρυσείην χερσὶν ἔχουσα λύρην. | |
5 | ὄλβιαι ὀρχηθμοῦ πολυγηθέος· ἦ γλυκὺν ὕμνον εἰσαΐειν αὐτῆς δόξετε Καλλιόπης. | |
AG.9.190(p1) | ΑΔΗΛΟΝ | |
1 | Λέσβιον Ἠρίννης τόδε κηρίον· εἰ δέ τι μικρόν, ἀλλ’ ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι. οἱ δὲ τριηκόσιοι ταύτης στίχοι ἶσοι Ὁμήρῳ, τῆς καὶ παρθενικῆς ἐννεακαιδεκέτευς· | |
5 | ἣ καὶ ἐπ’ ἠλακάτῃ μητρὸς φόβῳ, ἣ καὶ ἐφ’ ἱστῷ ἑστήκει Μουσέων λάτρις ἐφαπτομένη. Σαπφὼ δ’ Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων, Ἤριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις. | |
AG.9.191(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὐκ ἂν ἐν ἡμετέροισι πολυγνάμπτοις λαβυρίνθοις ῥηιδίως προμόλοις ἐς φάος, αἴ κε τύχῃς· τοίους γὰρ Πριαμὶς Κασάνδρη φοίβασε μύθους, ἄγγελος οὓς βασιλεῖ ἔφρασε λοξοτρόχις. | |
5 | εἰ δέ σε φίλατο Καλλιόπη, λάβε μ’ ἐς χέρας· εἰ δὲ | |
νῆις ἔφυς Μουσέων, χερσὶ βάρος φορέεις. | 118 in vol. 3 | |
AG.9.192(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Αἱ βίβλοι, τίνες ἐστέ; τί κεύθετε; —„Θυγατέρες μὲν Μαιονίδου, μύθων δ’ ἵστορες Ἰλιακῶν· ἁ μία μὲν μηνιθμὸν Ἀχιλλέος ἔργα τε χειρὸς Ἑκτορέας δεκέτους τ’ ἆθλα λέγει πολέμου· | |
5 | ἁ δ’ ἑτέρα μόχθον τὸν Ὀδυσσέος ἀμφί τε λέκτροις χηρείοις ἀγαθᾶς δάκρυα Πηνελόπας.“ — Ἵλατε σὺν Μούσαισι· μεθ’ ὑμετέρας γὰρ ἀοιδὰς εἶπεν ἔχειν αἰὼν ἕνδεκα Πιερίδας. | |
AG.9.193(p1) | 〈ΦΙΛΟΣΤΟΡΓΙΟΥ〉 | |
1 | Ἱστορίην ἐτέλεσσα Θεοῦ χαρίτεσσι σοφῇσι πράγματ’ ἀληθείης ποικίλ’ ὑφηνάμενος. | |
AG.9.194 | Γράμματα δώδεκ’ ἔχει Φιλοστόργιος, οὔνομα καλόν. τοὔνεκα δὴ κατὰ γράμμα λόγους ἀνεγράψατο τούτους ἀρξάμενος πρώτου ἀπὸ γράμματος, εἶτεν ἐφεξῆς καὶ διὰ τῆς αὐτῶν ἀρχῆς ἑὸν οὔνομα γράψας. | |
AG.9.195(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Κωνσταντινιάδης Ἀσκληπιὸς ἄστυ γεραίρων γράψεν Ἀναζαρβοῦ πάτρια κυδαλίμης. | |
AG.9.196(p1) | [ΜΑΡΙΝΟΥ ΝΕΑΠΟΛΙΤΟΥ] | |
1 | Ἀθανάτοισι θεοῖς κεχαρισμένα πάντοτε ῥέζων | |
καὶ τάδ’ ἐπ’ εὐσεβέοντι νόῳ συνέγραψε Μαρῖνος. | 120 in vol. 3 | |
AG.9.197(p1) | [ΜΑΡΙΝΟΥ ΝΕΑΠΟΛΙΤΟΥ] | |
1 | Καὶ τόδε σῆς ζαθέης κεφαλῆς περιώσιον ἔργον, Πρόκλε μάκαρ, πάντων βρέτας ἔμπνοον ὅττι Μαρῖνον ἀθανάτων μερόπεσσι βοηθόον εὐσεβέεσσιν ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρ | |
5 | κάλλιπες, ὃς βιοτὴν θεοτερπέα σεῖο λιγαίνων γράψε τάδ’ ἐσσομένοις μνημήια σῶν ἀρετάων. | |
AG.9.198(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Νόννος ἐγώ· Πανὸς μὲν ἐμὴ πόλις, ἐν Φαρίῃ δὲ ἔγχεϊ φωνήεντι γονὰς ἤμησα Γιγάντων. | |
AG.9.199 | Δίου Ὀρειβασίοιο, τὸν ἀθανάτην διὰ τέχνην πολλάκι δειμαίνουσα μίτους ἀνεβάλλετο Μοίρη. | |
AG.9.200(p1) | ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Βίβλος μηχανική· Κύρινος δέ μιν ἐξεπόνησε Μαρκέλλου γνωτοῖο συνερχομένου κατὰ μόχθον. | |
AG.9.201(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Θέσφατα μαντῴης Φοιβηίδος ὄργια τέχνης | |
ἀστρολόγων Παῦλός μ’ ἐδιδάξατο κύδιμος ἀνήρ. | 122 in vol. 3 | |
AG.9.202(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΟΝΤΟΣ | |
1 | Βίβλος Θέωνος καὶ Πρόκλου, τῶν πανσόφων· βίβλος πόλου τε καὶ χθονὸς φέρει μέτρα. Θέων πόλον μὲν καὶ Πρόκλος μετρεῖ χθόνα, Πρόκλος μὲν οὖν γῆν καὶ Θέων μετρεῖ πόλον. | |
5 | ἄμφω δ’ ἐπ’ ἴσης τῶν ἐπαίνων ἄξιοι, ἄμφω δ’ ἀμοιβὴν τῶν λόγων τετεύχατον. Θέων Πρόκλου γὰρ λαμβάνων σοφὰς θέσεις δείκνυσι ταύταις τοὺς δρόμους τῶν ἀστέρων, Πρόκλος δὲ δείξεις τοῦ Θέωνος λαμβάνων | |
10 | ταύταις ἀναλύει καὶ προβάλλει τὰς θέσεις. ἀλλ’, ὦ σοφὴ ξυνωρί, χαῖρέ μοι λίαν· χαίροις, Θέων ἄριστε, πάνσοφον κάρα, ὁ νῦν πυκάζων τὴν Ἀλεξάνδρου πόλιν· χαίροις δὲ καὶ σύ, Πρόκλε, τοῦ Σαρπηδόνος | |
15 | ἄριστον αἷμα τοῖς ὅλοις βοώμενον. | |
AG.9.203(p1) | [ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ἄλλοι δέ φασιν] | |
p2 | ΛΕΟΝΤΟΣ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίον ὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος· ὁ Λευκίππης δὲ σωφρονέστατος βίος ἅπαντας ἐξίστησι, πῶς τετυμμένη | |
5 | κεκαρμένη τε καὶ κατηχρειωμένη, τὸ δὴ μέγιστον, τρὶς θανοῦς’ ἐκαρτέρει. εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλῃς, φίλος, μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν, τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε· | |
10 | νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως. | 124 in vol. 3 |
AG.9.204(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, πέτρον ἀκοντιστὴν στήθεος Ἑκτορέου. εἰμὶ μέλας τρηχύς τε· σὺ δ’ εἴρεο θεῖον Ὅμηρον, πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ. | |
5 | νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης. ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος. | |
AG.9.205(p1) | ΑΡΤΕΜΙΔΩΡΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Βουκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δ’ ἅμα πᾶσαι ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας. | |
AG.9.206(p1) | ΕΥΠΙΘΙΟΥ ΑΘΗΝΑΙΟΥ | |
1 | Ταυτολόγων κανόνων φεῦ πληθύος ἠδ’ ἀιδήλων ξυσμάων, λεπτὸς τὰς ἐχάραξε δόναξ. ὄμματά μευ κέκμηκε, τένων, ῥάχις, ἰνίον, ὦμοι· τῆς „Καθόλου“ δὲ φέρω τὴν ὀδύνην καθόλου. | |
AG.9.207(p1) | ΑΔΗΛΟΝ | |
1 | Μῆτιν Ἐπικτήτοιο τεῷ ἐνικάτθεο θυμῷ, ὄφρα κεν εἰσαφίκηαι ἐς οὐρανίους κενεῶνας | |
ψυχὴν ὑψικέλευθον ἐλαφρίζων ἀπὸ γαίης. | 126 in vol. 3 | |
AG.9.208 | Ὅς κεν Ἐπικτήτοιο σοφὴν τελέσειε μενοινήν, μειδιάει βιότοιο γαληνιόων ἐνὶ πόντῳ καὶ μετὰ ναυτιλίην βιοτήσιον εἰσαφικάνει οὐρανίην ἁψῖδα καὶ ἀστερίην περιωπήν. | |
AG.9.209(p1) | ΑΔΗΛΟΝ | |
1 | Τίπτε μετοκλάζεις πεποτημένη ὄζον ἀπ’ ὄζου; τοῖα καὶ ἄλλη ἔρεξε καὶ οὐ φύγεν ἰξοφορῆας ἡμετέρους δόνακας, περὶ δὲ πτερὰ πυκνὰ βαλοῦσα ἤλυθε τεχνήεντα, καὶ οὐκ ἐθέλουσα, πρὸς ἄνδρα. | |
AG.9.210 | Δέρκεό μοι κρατερῶν καμάτων ἐγκύμονα βίβλον, ἣν πάρος Ἀδριανὸς μὲν ἄναξ ἔχεν ἐν πολέμοισι, κρύψε δ’ ἀεργίη χρόνον ἄσπετον ἐγγύθι λήθης· ἀλλ’ ὑπὸ καρτερόχειρος Ἀναστασίου βασιλῆος | |
5 | ἤλυθον ἐς φάος αὖθις, ἵνα στρατιῇσιν ἀρήξω. οἶδα γὰρ ἀνδροφόνου καμάτους πολέμοιο διδάσκειν, οἶδα δέ, πῶς μετ’ ἐμεῖο καὶ ἑσπερίης ἁλὸς ἄνδρας καὶ Πέρσας ὀλέσεις καὶ αἰνομόρους Σαρακηνοὺς καὶ θοὸν ἱπποκέλευθον ἀρειμανέων γένος Οὔννων, | |
10 | πετράων τ’ ἐφύπερθεν ἀλυσκάζοντας Ἰσαύρους· πάντα δ’ ὑπὸ σκήπτροισιν Ἀναστασίοιο τελέσσω, | |
ὃν καὶ Τραϊανοῖο φαάντερον ἤγαγεν αἰών. | 128 in vol. 3 | |
AG.9.211(p1) | ΑΔΗΛΟΝ | |
1 | Παιήων, Χείρων, Ἀσκληπιὸς Ἱπποκράτης τε· τοῖς δ’ ἔπι Νίκανδρος προφερέστερον ἔλλαχεν εὖχος. | |
AG.9.212 | Φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ Νίκανδρος κατέλεξεν ἐπιστάμενος περὶ πάντων ἀνθρώπων· ἦ γὰρ Παιήονός ἐστι γενέθλης. | |
AG.9.213 | Καὶ Κολοφὼν ἀρίδηλος ἐνὶ πτολίεσσι τέτυκται δοιοὺς θρεψαμένη παῖδας ἀριστονόους, πρωτότοκον μὲν Ὅμηρον, ἀτὰρ Νίκανδρον ἔπειτα, ἀμφοτέρους Μούσαις οὐρανίῃσι φίλους. | |
AG.9.214(p1) | ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Τῇ τῶν λόγων σου κογχύλῃ, Πορφύριε, βάπτεις τὰ χείλη καὶ στολίζεις τὰς φρένας. | |
AG.9.215(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Αἰεὶ θηλυτέρῃσιν ὕδωρ κακὸν Ἑλλήσποντος, ξεῖνε· Κλεονίκης πεύθεο Δυρραχίδος. πλῶε γὰρ ἐς Σηστὸν μετὰ νυμφίον· ἐν δὲ μελαίνῃ φορτίδι τὴν Ἕλλης μοῖραν ἀπεπλάσατο. | |
5 | Ἡροῖ δειλαίη, σὺ μὲν ἀνέρα, Δηίμαχος δὲ | |
νύμφην ἐν παύροις ὠλέσατε σταδίοις. | 130 in vol. 3 | |
AG.9.216(p1) | ΟΝΕΣΤΟΥ ΚΟΡΙΝΘΙΟΥ | |
1 | Ἁρμονίης ἱερὸν φήσεις γάμον· ἀλλ’ ἀθέμιστος Οἰδίποδος. λέξεις Ἀντιγόνην ὁσίην· ἀλλὰ κασίγνητοι μιαρώτατοι. ἄμβροτος Ἰνώ· ἀλλ’ Ἀθάμας τλήμων. τειχομελὴς κιθάρη· | |
5 | ἀλλ’ αὐλὸς δύσμουσος. ἴδ’, ὡς ἐκεράσσατο Θήβῃ δαίμων, ἐσθλὰ κακοῖς δ’ εἰς ἓν ἔμιξεν ἴσα. | |
AG.9.217(p1) | ΜΟΥΚΙΟΥ ΣΚΕΥΟΛΑ | |
1 | Αἱ χίμαροι, τί ποτ’ ἆρα τὰ μὲν θύμα καὶ τιθύμαλλα λείπετε καὶ χλοερὴν αἰγίνομον βοτάνην, γυρὰ δ’ ἐπ’ ἀλλήλαις σκιρτήματα γαῦρα τίθεσθε ἀμφὶ τὸν ὑλιβάτην ἁλλόμεναι Νόμιον; | |
5 | οὐκ ἀπὸ πυγμαχίης ἀποπαύσετε; μή ποτ’ ἀπεχθὴς ἀντήσῃ κορύνη χειρὸς ἀπ’ αἰπολικῆς. | |
AG.9.218(p1) | ΑΙΜΙΛΙΑΝΟΥ ΝΙΚΑΕΩΣ | |
1 | Ἀβάλε χειμερίου με κατέκλυσε κύματα πόντου δειλαίην, νεκύων φόρτον ἀμειψαμένην. αἰδέομαι σωθεῖσα. τί μοι πλέον ὅρμον ἱκέσθαι δευομένῃ φωτῶν πείσματα λυσομένων; | |
5 | Κωκυτοῦ με λέγοιτε βαρὺ σκάφος· ὤλεσα φῶτας, | |
ὤλεσα· ναυηγοὶ δ’ εἰσὶν ἔσω λιμένος. | 132 in vol. 3 | |
AG.9.219(p1) | ΔΙΟΔΩΡΟΥ ΣΑΡΔΙΑΝΟΥ | |
1 | Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω οἷος Ἀχιλλείδης πρόσθε μενεπτόλεμος, τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο νεῖται ἐπ’ ὠκυρόην Θύβριν ἀμειψάμενος, | |
5 | κοῦρος ἔτ’ ἀρτιγένειον ἔχων χνόον. ἀλλ’ ὁ μὲν ἔγχει θῦεν, ὁ δ’ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ. | |
AG.9.220(p1) | ΘΑΛΛΟΥ ΜΙΛΗΣΙΟΥ | |
1 | Ἁ χλοερὰ πλατάνιστος ἴδ’ ὡς ἔκρυψε φιλεύντων ὄργια τὰν ἱερὰν φυλλάδα τεινομένα· ἀμφὶ δ’ ἄρ’ ἀκρεμόνεσσιν ἑοῖς κεχαρισμένος ὥραις ἡμερίδος λαρῆς βότρυς ἀποκρέμαται. | |
5 | οὕτως, ὦ πλατάνιστε, φύοις· χλοερὰ δ’ ἀπὸ σεῖο φυλλὰς ἀεὶ κεύθοι τοὺς Παφίης ἑτάρους. | |
AG.9.221(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Αὐγάζω τὸν ἄφυκτον ἐπὶ σφραγῖδος Ἔρωτα χερσὶ λεοντείαν ἁνιοχεῦντα βίαν, ὡς τᾷ μὲν μάστιγα κατ’ αὐχένος, ᾇ δὲ χαλινοὺς εὐθύνει· πολλὰ δ’ ἀμφιτέθηλε χάρις. | |
5 | φρίσσω τὸν βροτολοιγόν· ὁ γὰρ καὶ θῆρα δαμάζων | |
ἄγριον οὐδ’ ὀλίγον φείσεται ἁμερίων. | 134 in vol. 3 | |
AG.9.222(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Ἀνέρα θήρ, χερσαῖον ὁ πόντιος, ἄπνοον ἔμπνους, ἀράμενος λοφιῆς ὑγρὸν ὕπερθε νέκυν εἰς ψαμάθους ἐκόμισσα· τὸ δὲ πλέον, ἐξ ἁλὸς εἰς γῆν νηξάμενος φόρτου μισθὸν ἔχω θάνατον· | |
5 | δαίμονα δ’ ἀλλήλων ἠμείψαμεν· ἡ μὲν ἐκείνου χθὼν ἐμέ, τὸν δ’ ἀπὸ γῆς ἔκτανε τοὐμὸν ὕδωρ. | |
AG.9.223(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Ἀγγελίην πὰρ Ζηνὸς ἐπεὶ φέρεν ἠεροδίνης αἰετός, οἰωνῶν μοῦνος ἐνουράνιος, οὐκ ἔφθη τὸν Κρῆτα, θοὴν δ’ ἐπετείνατο νευρήν, πτηνὸν δ’ ὁ πτερόεις ἰὸς ἐληίσατο. | |
5 | Ζηνὸς δ’ οὔτι Δίκην ἔλαθεν μόνος· ἔμπεσε δ’ ὄρνις ἀνδρί, τὰ δ’ εὐστοχίης ἀνταπέτισε βέλη. αὐχένι δ’ ἰὸν ἔπηξεν, ὃν ἥπατι κοίμισεν αὐτός· ἓν δὲ βέλος δισσῶν αἷμ’ ἔπιεν θανάτων. | |
AG.9.224(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Αἶγά με τὴν εὔθηλον, ὅσων ἐκένωσεν ἀμολγεὺς οὔθατα πασάων πουλυγαλακτοτάτην, γευσάμενος μελιηδὲς ἐπεί τ’ ἐφράσσατο πῖαρ Καῖσαρ, κἠν νηυσὶν σύμπλοον εἰργάσατο. | |
5 | ἥξω δ’ αὐτίκα που καὶ ἐς ἀστέρας· ᾧ γὰρ ἐπέσχον | |
μαζὸν ἐμόν, μείων οὐδ’ ὅσον Αἰγιόχου. | 136 in vol. 3 | |
AG.9.225(p1) | ΟΝΕΣΤΟΥ | |
1 | Ἀσωπὶς κρήνη καὶ Πηγασίς, ὕδατ’ ἀδελφά, ἵππου καὶ ποταμοῦ δῶρα ποδορραγέα· χὠ μὲν ἔκοψ’ Ἑλικῶνος, ὁ δὲ φλέβας Ἀκροκορίνθου ἔπληξ’. ὢ πτέρνης εἰς ἴσον εὐστοχίη. | |
AG.9.226(p1) | ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ | |
1 | Αἰ δ’ ἄγετε ξουθαὶ σιμβληίδες ἄκρα μέλισσαι φέρβεσθ’ ἢ θυμέων ῥικνὰ περικνίδια ἢ πετάλας μάκωνος ἢ ἀσταφιδίτιδα ῥῶγα ἢ ἴον ἢ μάλων χνοῦν ἐπικαρπίδιον· | |
5 | πάντα περικνίξασθε καὶ ἄγγεα κηρώσασθε, ὄφρα μελισσοσόος Πὰν ἐπικυψέλιος γεύσηται τὸ μὲν αὐτός, ὁ δὲ βλιστηρίδι χειρὶ καπνώσας βαιὴν κὔμμι λίπῃ μερίδα. | |
AG.9.227(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Ἀκταίην παρὰ θῖνα διαυγέος ἔνδοθεν ἅλμας ἰχθύα πουλυπόδην ἔδρακεν ἰχθυβόλος· νηχομένῳ δ’ ἐπόρουσε καὶ ἐξ ἁλὸς ἧκ’ ἐπὶ χέρσον ἁρπάγδην ἄγρης δεσμὸν ὑποφθάμενος. | |
5 | αὐτὰρ ὁ δισκηθεὶς κατακαίριος ἔμπεσε δειλῷ πτωκί· παχεῖ σχοίνῳ κεῖτο γὰρ ὑπναλέος· τὸν δὲ χυθεὶς περὶ πάντα πεδήσατο, φωτὶ δ’ ὑπ’ ἄγρην | |
ἐμβυθίην ἄγρη χερσόθεν ἠντίασεν. | 138 in vol. 3 | |
AG.9.228(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ἀγγελίης ἤκουσεν ἀνωίστου Μελίτεια, υἱέα σὺν φόρτῳ κύματι κρυπτόμενον· ἠιόσιν δ’ ἐπικέλσαν ἁλίκλυστον δέμας ἄλλου δύσμορος οἰκείης σύμβολον εἶδε τύχης, | |
5 | υἱέα δ’ ὣς ἔστειλε. Δίων δ’ ἐπὶ νηὸς ἀθραύστου ἤλυθεν εὐκταίης σῶος ἀπ’ ἐμπορίης. μητέρες ὡς ἀνίσου μοίρης λάχον· ἡ μὲν ἄελπτον ζωὸν ἔχει, κείνη δ’ ὄψεται οὐδὲ νέκυν. | |
AG.9.229(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἀρχαίη σύνδειπνε, καπηλικὰ μέτρα φιλεῦσα, εὔλαλε, πρηΰγελως, εὔστομε, μακροφάρυξ, αἰὲν ἐμῆς πενίης βραχυσύμβολε μύστι, λάγυνε, ἦλθες ὅμως ὑπ’ ἐμὴν χεῖρά ποτε χρόνιος. | |
5 | αἴθ’ ὄφελες καὶ ἄμικτος ἀνύμφευτός τε παρείης, ἄφθορος ὡς κούρη πρὸς πόσιν ἐρχομένη. | |
AG.9.230(p1) | ΟΝΕΣΤΟΥ | |
1 | Ἀμβαίνων Ἑλικῶνα μέγαν κάμες, ἀλλ’ ἐκορέσθης Πηγασίδος κρήνης νεκταρέων λιβάδων· οὕτως καὶ σοφίης πόρος ὄρθιος· ἢν δ’ ἄρ’ ἐπ’ ἄκρον | |
τέρμα μόλῃς, ἀρύσῃ Πιερίδων χάριτας. | 140 in vol. 3 | |
AG.9.231(p1) | ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ] | |
1 | Αὔην με πλατάνιστον ἐφερπύζουσα καλύπτει ἄμπελος, ὀθνείῃ δ’ ἀμφιτέθηλα κόμῃ ἡ πρὶν ἐμοῖς θαλέθουσιν ἐνιθρέψας’ ὀροδάμνοις βότρυας, ἡ ταύτης οὐκ ἀπετηλοτέρη. | |
5 | τοίην μέντοι ἔπειτα τιθηνείσθω τις ἑταίρην, ἥτις ἀμείψασθαι καὶ νέκυν οἶδε μόνη. | |
AG.9.232(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἀδριακοῖο κύτους λαιμὸς τὸ πάλαι μελίγηρυς, ἡνίκ’ ἐγαστροφόρουν Βακχιακὰς χάριτας, νῦν κλασθεὶς κεῖμαι νεοθηλέι καρτερὸν ἕρκος κλήματι πρὸς τρυφερὴν τεινομένῳ καλύβην. | |
5 | αἰεί τι Βρομίῳ λατρεύομεν· ἢ γεραὸν γὰρ φρουροῦμεν πιστῶς ἢ νέον ἐκτρέφομεν. | |
AG.9.233(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Αὖά τοι ἐκτάμνοντι γεράνδρυα, κάμμορε Μίνδων, φωλὰς ἀραχναίη σκαιὸν ἔτυψε πόδα νειόθεν ἀντιάσασα· χύδην δ’ ἔβρυξε μελαίνῃ σηπεδόνι χλωρὴν σάρκα κατ’ ἀστραγάλους. | |
5 | ἐτμήθη δ’ ἀπὸ τῆς στιβαρὸν γόνυ, καί σε κομίζει | |
μουνόποδα βλωθρῆς σκηπάνιον κοτίνου. | 142 in vol. 3 | |
AG.9.234(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ἄχρι τεῦ, ἆ δείλαιε, κεναῖς ἔτ’ ἐπ’ ἐλπίσι, θυμέ, πωτηθεὶς ψυχρῶν ἀσσοτάτω νεφέων, ἄλλοις ἄλλ’ ἔπ’ ὄνειρα διαγράψεις ἀφένοιο; κτητὸν γὰρ θνητοῖς οὐδὲ ἓν αὐτόματον. | |
5 | Μουσέων ἀλλ’ ἐπὶ δῶρα μετέρχεο· ταῦτα δ’ ἀμυδρὰ εἴδωλα ψυχῆς ἠλεμάτοισι μέθες. | |
AG.9.235(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄγχουροι μεγάλαι κόσμου χθόνες, ἃς διὰ Νεῖλος πιμπλάμενος μελάνων τέμνει ἀπ’ Αἰθιόπων, ἀμφότεραι βασιλῆας ἐκοινώσασθε γάμοισιν ἓν γένος Αἰγύπτου καὶ Λιβύης θέμεναι. | |
5 | ἐκ πατέρων εἴη παισὶν πάλι τοῖσιν ἀνάκτων ἔμπεδον ἠπείροις σκῆπτρον ἐπ’ ἀμφοτέραις. | |
AG.9.236(p1) | ΒΑΣΣΟΥ ΛΟΛΛΙΟΥ | |
1 | Ἄρρηκτοι Μοιρῶν πυμάτην ἐσφράγισαν ὅρκοι τῷ Φρυγὶ πὰρ βωμῷ τὴν Πριάμου θυσίην· ἀλλὰ σοί, Αἰνεία, στόλος ἱερὸς Ἰταλὸν ἤδη ὅρμον ἔχεν, πάτρης φροίμιον οὐρανίης. | |
5 | ἐς καλὸν ὤλετο πύργος ὁ Τρώιος· ἦ γὰρ ἐν ὅπλοις | |
ἠγέρθη κόσμου παντὸς ἄνασσα πόλις. | 144 in vol. 3 | |
AG.9.237(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Βουκόλε, πρὸς τῶ Πανός, ὁ φήγινος, εἰπέ, κολοσσὸς οὗτος, ὅτῳ σπένδεις τὸ γλάγος, ἔστι τίνος; — „Τῶ λειοντοπάλα Τιρυνθίω· οὐ δὲ τὰ τόξα, νήπιε, καὶ σκυτάλην ἀγριέλαιον ὁρῇς;“ — | |
5 | Χαίροις, Ἀλκείδα δαμαληφάγε, καὶ τάδε φρούρει αὔλια κἠξ ὀλίγων μυριόβοια τίθει. | |
AG.9.238(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Βούπαις ὡπόλλων, τόδε χάλκεον ἔργον Ὀνατᾶ, ἀγλαΐης Λητοῖ καὶ Διὶ μαρτυρίη, οὔθ’ ὅτι τῆσδε μάτην Ζεὺς ἤρατο χὤτι κατ’ αἶνον ὄμματα καὶ κεφαλὴν ἀγλαὸς ὁ Κρονίδης. | |
5 | οὐδ’ Ἥρῃ νεμεσητὸν ἐχεύατο χαλκὸν Ὀνατᾶς, ὃν μετ’ Ἐληθυίης τοῖον ἀπεπλάσατο. | |
AG.9.239(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Βύβλων ἡ γλυκερὴ λυρικῶν ἐν τεύχεϊ τῷδε πεντὰς ἀμιμήτων ἔργα φέρει Χαρίτων. Ἀνακρέοντος, πρέσβυς ἃς ὁ Τήιος ἔγραψεν ἢ παρ’ οἶνον ἢ σὺν Ἱμέροις· | |
5 | δῶρον δ’ εἰς ἱερὴν Ἀντωνίῃ ἥκομεν ἠῶ | |
κάλλευς καὶ πραπίδων ἔξοχ’ ἐνεγκαμένῃ. | 146 in vol. 3 | |
AG.9.240(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Βαιὸν ἀποπλανίην λιπομήτορα παῖδα Καλύπτρης κριὸς ἑλιξόκερως θεῖνε θρασυνόμενος· κάπρος δ’ Ἡράκλειος ἀπορρήξας ἀπὸ δεσμῶν ἐς νηδὺν κριοῦ πᾶσαν ἔβαψε γένυν, | |
5 | ζωὴν νηπιάχῳ δ’ ἐχαρίσσατο. ἦ ῥ’ ἀπὸ Ἥρης Ἡρακλέης βρεφέων ᾤκτισεν ἡλικίην. | |
AG.9.241(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Βουκόλος ἔπλεο, Φοῖβε, Ποσειδάων δὲ καβάλλης, κύκνος Ζεύς, Ἄμμων δ’ ὡμφιβόητος ὄφις (χοἰ μὲν ἐπ’ ἠιθέας, σὺ δὲ παιδικός), ὄφρα λάθοιτε· ἐστὲ γὰρ οὐ πειθοῦς εὐνέται, ἀλλὰ βίης. | |
5 | Εὐαγόρας δ’ ὢν χαλκὸς ἄτερ δόλου αὐτὸς ἐναργὴς πάντας καὶ πάσας, οὐ μεταβαλλόμενος. | |
AG.9.242(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Γλαῦκος ὁ Νεσσαίοιο διαπλώουσιν ὁδηγὸς πορθμοῦ καὶ Θασίων ἔντροφος αἰγιαλῶν, πόντου ἀροτρευτὴρ ἐπιδέξιος, οὐδ’, ὅτ’ ἔκνωσσεν, πλαζομένῃ στρωφῶν πηδάλιον παλάμῃ, | |
5 | μυριέτης, ἁλίοιο βίου ῥάκος, οὐδ’, ὅτ’ ἔμελλεν θνῄσκειν, ἐκτὸς ἔβη γηραλέης σανίδος· τοὶ δὲ κέλυφος ἔκαυσαν ἐπ’ ἀνέρι, τόφρ’ ὁ γεραιὸς | |
πλώσῃ ἐπ’ οἰκείης εἰς Ἀίδην ἀκάτου. | 148 in vol. 3 | |
AG.9.243(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Γήθησαν περὶ παιδὸς Ἀριστίπποιο τοκῆες καὶ κλαῦσαν· μοίρης δ’ ἦμαρ ἓν ἀμφοτέρης· εὖτε γὰρ αἰθόμενον δόμον ἔκφυγεν, ἰθὺ κεραυνοῦ Ζεὺς κατά οἱ κεφαλῆς ἄσπετον ἧκε σέλας. | |
5 | τοῦτο δ’ ἔπος τότ’ ἔλεξαν ὅσοι νέκυν ὠδύροντο· „Ὦ πυρὶ δαιμονίῳ τλῆμον ὀφειλόμενε.“ | |
AG.9.244(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δειματόεις ἐλάφων κεραὸς λόχος, εὖτε κρυώδεις πλῆσαν ὀρῶν κορυφὰς χιόνεαι νιφάδες, δείλαιαι ποταμοῖσιν ἐφώρμισαν ἐλπίδι φροῦδοι χλιῆναι νοτεροῖς ἄσθμασιν ὠκὺ γόνυ. | |
5 | τὰς δὲ περιφράξας ἐχθρὸς ῥόος ἀθρόον ἄφνω χειμερίῃ στυγεροῦ δῆσε πάγοιο πέδῃ· πληθὺς δ’ ἀγροτέρων ἀλίνου θοινήσατο θήρης, ἣ φύγεν ἁρπεδόνην πολλάκι καὶ στάλικα. | |
AG.9.245(p1) | ΑΝΤΙΦΑΝΟΥΣ | |
1 | Δυσμοίρων θαλάμων ἐπὶ παστάσιν οὐχ Ὑμέναιος, ἀλλ’ Ἀίδης ἔστη πικρογάμου Πετάλης. δείματι γὰρ μούνην πρωτόζυγα Κύπριν ἀν’ ὄρφνην φεύγουσαν, ξυνὸν παρθενικαῖσι φόβον, | |
5 | φρουροδόμοι νηλεῖς κύνες ἔκτανον· ἣν δὲ γυναῖκα | |
ἐλπὶς ἰδεῖν, ἄφνως ἔσχομεν οὐδὲ νέκυν. | 150 in vol. 3 | |
AG.9.246(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἐθραύσθης ἡδεῖα παρ’ οἰνοπόταισι λάγυνε νηδύος ἐκ πάσης χευαμένη Βρόμιον. τηλόθε γὰρ λίθος εἰς σὲ βαρύστονος οἷα κεραυνός, οὐ Διὸς ἐκ χειρῶν, ἀλλὰ Δίωνος ἔβη. | |
5 | ἦν δὲ γέλως ἐπὶ σοὶ καὶ σκώμματα πυκνὰ τυπείσῃ καὶ πολὺς ἐξ ἑτάρων γινόμενος θόρυβος. οὐ θρηνῶ σε, λάγυνε, τὸν εὐαστῆρα τεκοῦσαν Βάκχον, ἐπεὶ Σεμέλη καὶ σὺ πεπόνθατ’ ἴσα. | |
AG.9.247(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Εὐθηλῆ πλάτανόν με Νότου βαρυλαίλαπες αὖραι ῥίζης ἐξ αὐτῆς ἐστόρεσαν δαπέδοις· λουσαμένη Βρομίῳ δ’ ἔστην πάλιν ὄμβρον ἔχουσα χείματι καὶ θάλπει τοῦ Διὸς ἡδύτερον. | |
5 | ὀλλυμένη δ’ ἔζησα· μόνη δὲ πιοῦσα Λυαῖον ἄλλων κλινομένων ὀρθοτέρη βλέπομαι. | |
AG.9.248(p1) | ΒΟΗΘΟΥ ΤΟΥ ΕΛΕΓΕΙΟΓΡΑΦΟΥ | |
1 | Εἰ τοῖος Διόνυσος ἐς ἱερὸν ἦλθεν Ὄλυμπον κωμάζων Λήναις σύν ποτε καὶ Σατύροις, οἷον ὁ τεχνήεις Πυλάδης ὠρχήσατο κεῖνον ὀρθὰ κατὰ τραγικῶν τέθμια μουσοπόλων, | |
5 | παυσαμένη ζήλου Διὸς ἂν φάτο σύγγαμος Ἥρη· | |
„Ἐψεύσω, Σεμέλη, Βάκχον· ἐγὼ δ’ ἔτεκον.“ | 152 in vol. 3 | |
AG.9.249(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Εὐπέταλον γλαυκὰν ἀναδενδράδα τάνδε παρ’ ἄκραις ἱδρυθεὶς λοφιαῖς Πὰν ὅδ’ ἐπισκοπέω. εἰ δέ σε πορφύροντος ἔχει πόθος, ὦ παροδῖτα, βότρυος, οὐ φθονέω γαστρὶ χαριζομένῳ· | |
5 | ἢν δὲ χερὶ ψαύσῃς κλοπίῃ μόνον, αὐτίκα δέξῃ ὀζαλέην βάκτρου τήνδε καρηβαρίην. | |
AG.9.250(p1) | ΟΝΕΣΤΟΥ | |
1 | Ἔστην ἐν φόρμιγγι, κατηρείφθην δὲ σὺν αὐλῷ Θήβη· φεῦ Μούσης ἔμπαλιν ἁρμονίης· κωφὰ δέ μοι κεῖται λυροθελγέα λείψανα πύργων, πέτροι μουσοδόμοις τείχεσιν αὐτόμολοι, | |
5 | σῆς χερός, Ἀμφίων, ἄπονος χάρις· ἑπτάπυλον γὰρ πάτρην ἑπταμίτῳ τείχισας ἐν κιθάρῃ. | |
AG.9.251(p1) | ΕΥΗΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἐχθίστη Μούσαις σελιδηφάγε, λωβήτειρα φωλάς, ἀεὶ σοφίης κλέμματα φερβομένη, τίπτε, κελαινόχρως, ἱεραῖς ψήφοισι λοχάζῃ, σίλφη, τὴν φθονερὴν εἰκόνα πλαττομένη; | |
5 | φεῦγ’ ἀπὸ Μουσάων, ἴθι τηλόσε, μηδ’ ὅσον ὄψει | |
βάσκανον ἐν ψήφῳ δόξαν ἐπεισαγάγῃ. | 154 in vol. 3 | |
AG.9.252(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἐς βαθὺν ἥλατο Νεῖλον ἀπ’ ὀφρύος ὀξὺς ὁδίτης, ἡνίκα λαιμάργων εἶδε λύκων ἀγέλην. ἀλλά μιν ἀγρεύσαντο δι’ ὕδατος, ἔβρυχε δ’ ἄλλος ἄλλον ἐπουραίῳ δήγματι δραξάμενος· | |
5 | μακρὰ γεφυρώθη δὲ λύκοις βυθός, ἔφθανε δ’ ἄνδρα νηχομένων θηρῶν αὐτοδίδακτος ἄρης. | |
AG.9.253(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἐν Θήβαις Κάδμου κλεινὸς γάμος, ἀλλὰ μυσαχθὴς Οἰδίποδος· τελετὰς Εὔιος ἠσπάσατο, ἃς γελάσας Πενθεὺς ὠδύρατο· τείχεα χορδαῖς ἔστη καὶ λωτοῖς ἔστενε λυόμενα· | |
5 | Ἀντιόπης ὁσίη, χαλεπὴ δ’ ὠδὶς Ἰοκάστης· ἦν Ἰνὼ φιλόπαις, ἀλλ’ ἀσεβὴς Ἀθάμας. οἰκτρὸν ἀεὶ πτολίεθρον· ἴδ’, ὡς ἐσθλῶν περὶ Θήβας μύθων καὶ στυγνῶν ἤρκεσεν ἱστορίη. | |
AG.9.254(p1) | ΤΟΥ ΑΥΤΟΥ ΦΙΛΙΠΠΟΥ | |
1 | Ἡ πυρὶ πάντα τεκοῦσα Φιλαίνιον, ἡ βαρυπενθὴς μήτηρ, ἡ τέκνων τρισσὸν ἰδοῦσα τάφον, ἀλλοτρίαις ὠδῖσιν ἐφώρμισα· ἦ γὰρ ἐώλπειν πάντως μοι ζήσειν τοῦτον, ὃν οὐκ ἔτεκον· | |
5 | ἡ δ’ εὔπαις θετὸν υἱὸν ἀνήγαγον· ἀλλά με δαίμων ἤθελε μηδ’ ἄλλης μητρὸς ἔχειν χάριτα, κληθεὶς ἡμέτερος γὰρ ἀπέφθιτο· νῦν δὲ τεκούσαις | |
ἤδη καὶ λοιπαῖς πένθος ἐγὼ γέγονα. | 156 in vol. 3 | |
AG.9.255(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἠρίθμει πολὺν ὄλβον Ἀριστείδης ὁ πενιχρός, τὴν ὄιν ὡς ποίμνην, τὴν βόα δ’ ὡς ἀγέλην· ἤμβροτε δ’ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δ’ ὠδὶς τὴν δάμαλιν, πενίης δ’ ὤλετο βουκόλιον. | |
5 | πηροδέτῳ δ’ ὅ γ’ ἱμάντι κατ’ αὐχένος ἅμμα πεδήσας οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ. | |
AG.9.256(p1) | ΑΝΤΙΦΑΝΟΥΣ | |
1 | Ἥμισύ μευ ζώειν ἐδόκουν ἔτι, κεῖνο δ’ ἔφυσεν ἓν μόνον αἰπυτάτου μῆλον ἐπ’ ἀκρεμόνος· ἡ δὲ κύων δένδρων καρποφθόρος, ἡ πτιλόνωτος κάμπη καὶ τὸ μόνον βάσκανος ἐξέφαγεν. | |
5 | ὁ Φθόνος εἰς πολὺν ὄχλον ἀπέβλεπεν· ὃς δὲ τὰ μικρὰ πορθεῖ, καὶ τούτου χείρονα δεῖ με λέγειν. | |
AG.9.257(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ἡ Καθαρή—Νύμφαι γὰρ ἐπώνυμον ἔξοχον ἄλλων κρήνῃ πασάων δῶκαν ἐμοὶ λιβάδων—, ληιστὴς ὅτε μοι παρακλίντορας ἔκτανεν ἄνδρας καὶ φονίην ἱεροῖς ὕδασι λοῦσε χέρα, | |
5 | κεῖνον ἀναστρέψασα γλυκὺν ῥόον οὐκέθ’ ὁδίταις | |
βλύζω. τίς γὰρ ἐρεῖ τὴν Καθαρὴν ἔτι με; | 158 in vol. 3 | |
AG.9.258(p1) | ΑΝΤΙΦΑΝΟΥΣ ΜΕΓΑΛΟΠΟΛΙΤΟΥ | |
1 | Ἡ πάρος εὐύδροισι λιβαζομένη προχοαῖσι πτωχὴ νῦν νυμφῶν, μέχρι καὶ εἰς σταγόνα· λυθρώδεις γὰρ ἐμοῖσιν ἐνίψατο νάμασι χεῖρας ἀνδροφόνος κηλῖδ’ ὕδασιν ἐγκεράσας. | |
5 | ἐξ οὗ μοι κοῦραι φύγον ἥλιον· „Εἰς ἕνα Βάκχον,“ εἰποῦσαι, „Νύμφαι μισγόμεθ’, οὐκ ἐς Ἄρη.“ | |
AG.9.259(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Ἤριπεν ἐξ ἄκρης δόμος ἀθρόος, ἀλλ’ ἐπὶ παιδὶ νηπιάχῳ Ζεφύρου πολλὸν ἐλαφρότερος· φείσατο κουροσύνης καὶ ἐρείπιον. ὦ μεγάλαυχοι μητέρες, ὠδίνων καὶ λίθος αἰσθάνεται. | |
AG.9.260(p1) | ΣΕΚΟΥΝΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ἡ τὸ πάλαι Λαῒς πάντων βέλος οὐκέτι Λαΐς, ἀλλ’ ἐτέων φανερὴ πᾶσιν ἐγὼ Νέμεσις. οὐ μὰ Κύπριν—τί δὲ Κύπρις ἐμοί γ’ ἔτι, πλὴν ὅσον ὅρκος; — γνώριμον οὐδ’ αὐτῇ Λαΐδι Λαῒς ἔτι. | |
AG.9.261(p1) | ΕΠΙΓΟΝΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἡ πάρος εὐπετάλοισιν ἐν οἰνάνθαις νεάσασα καὶ τετανῶν βοτρύων ῥᾶγα κομισσαμένη νῦν οὕτω γραιοῦμαι. ἴδ’, ὁ χρόνος οἷα δαμάζει· | |
καὶ σταφυλὴ γήρως αἰσθάνεται ῥυτίδων. | 160 in vol. 3 | |
AG.9.262(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἠρίθμουν ποτὲ πάντες Ἀριστοδίκην κλυτόπαιδα ἑξάκις ὠδίνων ἄχθος ἀπωσαμένην· ἤρισε δ’ εἰς αὐτὴν ὕδωρ χθονί· τρεῖς γὰρ ὄλοντο νούσῳ, λειπόμενοι δ’ ἤμυσαν ἐν πελάγει. | |
5 | αἰεὶ δ’ ἡ βαρύδακρυς ἐπὶ στήλαις μὲν ἀηδών, μεμφομένη δὲ βυθοῖς ἀλκυονὶς βλέπεται. | |
AG.9.263(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Ἡ γραῦς Εὐβούλη, ὅτε οἱ καταθύμιον ἦν τι, Φοίβου τὸν πρὸ ποδῶν μάντιν ἄειρε λίθον χείρεσι πειράζουσα· καὶ ἦν βαρύς, ἡνίκα μή τι ἤθελεν· εἰ δ’ ἐθέλοι, κουφότερος πετάλων. | |
5 | αὐτὴ δὲ πρήσσουσα τό οἱ φίλον, ἤν ποθ’ ἁμάρτῃ, Φοίβῳ τὰς ἀνίσους χεῖρας ἐπεγράφετο. | |
AG.9.264(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ, οἱ δὲ ΦΙΛΙΠΠΟΥ | |
1 | Θάμνου ποτ’ ἄκρους ἀμφὶ κλῶνας ἥμενος τέττιξ πτερῷ, φλέγοντος ἡλίου μέσου, νηδὺν ῥαπίζων, δαίδαλ’ αὐτουργῷ μέλει ἡδὺς κατωργάνιζε τῆς ἐρημίας. | |
5 | Κρίτων δ’, ὁ πάσης ἰξοεργὸς Πιαλεὺς θήρης, ἀσάρκου νῶτα δουνακεύσατο. τίσιν δ’ ἔτισεν· εἰς γὰρ ἠθάδας πάγας | |
σφαλεὶς ἀλᾶται παντὸς ἱμείρων πτεροῦ. | 162 in vol. 3 | |
AG.9.265(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἰοτυπὴς Διὸς ὄρνις ἐτίσατο Κρῆτα φαρέτρης οὐρανόθεν τόξῳ τόξον ἀμυνόμενος· κεῖνον δ’ εὐθὺς ἄκοντι παλιν〈δρομέοντι κατέκτα〉 ἠερόθεν, πίπτων δ’ ἔκτανεν, ὡς ἔθανεν. | |
5 | μηκέτ’ ἐφ’ ὑμετέροις ἀψευδέσι Κρῆτες ὀιστοῖς αὐχεῖθ’, ὑμνείσθω καὶ Διὸς εὐστοχίη. | |
AG.9.266(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἵμερον αὐλήσαντι πολυτρήτων διὰ λωτῶν εἶπε λιγυφθόγγῳ Φοῖβος ἐπὶ Γλαφύρῳ· „Μαρσύη, ἐψεύσω τεὸν εὕρεμα, τοὺς γὰρ Ἀθήνης αὐλοὺς ἐκ Φρυγίης οὗτος ἐληίσατο· | |
5 | εἰ δὲ σὺ τοιούτοις τότ’ ἐνέπνεες, οὐκ ἂν Ὕαγνις τὴν ἐπὶ Μαιάνδρῳ κλαῦσε δύσαυλον ἔριν.“ | |
AG.9.267(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἰκαρίην πλώων 〈πρῴην〉 ἅλα, νηὸς ὀλισθὼν Δᾶμις ὁ Νικαρέτου κάππεσεν εἰς πέλαγος. πολλὰ πατὴρ δ’ ἠρᾶτο πρὸς ἀθανάτους καὶ ἐς ὕδωρ φθέγγεθ’ ὑπὲρ τέκνου κύματα λισσόμενος. | |
5 | ὤλετο δ’ οἰκτίστως βρυχθεὶς ἁλί· κεῖνο δὲ πατρὸς | |
ἔκλυεν ἀράων οὐδὲ πάλαι πέλαγος. | 164 in vol. 3 | |
AG.9.268(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Κρῆσσα κύων ἐλάφοιο κατ’ ἴχνιον ἔδραμε Γοργὼ ἔγκυος ἀμφοτέρην Ἄρτεμιν εὐξαμένη, τίκτε δ’ ἀποκτείνουσα· θοὴ δ’ ἐπένευσεν Ἐλευθὼ ἄμφω, εὐαγρίης δῶρα καὶ εὐτοκίης, | |
5 | καὶ νῦν ἐννέα παισὶ διδοῖ γάλα. φεύγετε, Κρῆσσαι κεμμάδες, ἐκ τοκάδων τέκνα διδασκόμεναι. | |
AG.9.269(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κλασθείσης ποτὲ νηὸς ἐν ὕδατι δῆριν ἔθεντο δισσοὶ ὑπὲρ μούνης μαρνάμενοι σανίδος. τύψε μὲν Ἀνταγόρης Πεισίστρατον· οὐ νεμεσητόν, ἦν γὰρ ὑπὲρ ψυχῆς, ἀλλ’ ἐμέλησε Δίκῃ· | |
5 | νῆχε δ’ ὁ μέν, τὸν δ’ εἷλε κύων ἁλός. ἦ παναλάστωρ Κηρῶν οὐδ’ ὑγρῷ παύεται ἐν πελάγει. | |
AG.9.270(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Κωμάζω χρύσειον ἐς ἑσπερίων χορὸν ἄστρων λεύσσων, οὐδ’ ἄλλων λὰξ ἐβάρυν’ ἀόρους· στέψας δ’ ἀνθόβολον κρατὸς τρίχα τὴν κελαδεινὴν πηκτίδα μουσοπόλοις χερσὶν ἐπηρέθισα. | |
5 | καὶ τάδε δρῶν εὔκοσμον ἔχω βίον· οὐδὲ γὰρ αὐτὸς | |
κόσμος ἄνευθε λύρης ἔπλετο καὶ στεφάνου. | 166 in vol. 3 | |
AG.9.271(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Καὶ πότε δινήεις ἄφοβος πόρος, εἰπέ, θάλασσα, εἰ καὶ ἐν ἀλκυόνων ἤμασι κλαυσόμεθα, ἀλκυόνων, αἷς πόντος ἀεὶ στηρίξατο κῦμα νήνεμον, ὡς κρῖναι χέρσον ἀπιστοτέρην; | |
5 | ἀλλὰ καὶ ἡνίκα μαῖα καὶ ὠδίνεσσιν ἀπήμων αὐχεῖς, σὺν φόρτῳ δῦσας Ἀριστομένην. | |
AG.9.272(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Καρφαλέος δίψει Φοίβου λάτρις εὖτε γυναικὸς εἶδεν ὑπὲρ τύμβου κρωσσίον ὀμβροδόκον, κλάγξεν ὑπὲρ χείλους, ἀλλ’ οὐ γένυς ἥπτετο βυσσοῦ. Φοῖβε, σὺ δ’ εἰς τέχνην ὄρνιν ἐκαιρομάνεις· | |
5 | χερμάδα δὲ ψάμμων σφαιρῶν ποτὸν ἅρπαγι χείλει ἔφθανε μαιμάσσων λαοτίνακτον ὕδωρ. | |
AG.9.273(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καύματος ἐν θάμνοισι λαλίστατος ἡνίκα τέττιξ φθέγξατο διγλώσσῳ μελπόμενος στόματι, δουνακόεντα Κρίτων συνθεὶς δόλον εἷλεν ἀοιδὸν ἠέρος, οὐκ ἰδίην ἰξοβολῶν μελέτην. | |
5 | ἄξια δ’ οὐχ ὁσίης θήρης πάθεν· οὐ γὰρ ἔτ’ ἄλλων | |
πήξατ’ ἐπ’ ὀρνίθων εὔστοχον ὡς πρὶν ἄγρην. | 168 in vol. 3 | |
AG.9.274(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Καὶ τὸν ἀρουραῖον γυρητόμον αὔλακα τέμνει μηροτυπεῖ κέντρῳ πειθομένη δάμαλις καὶ μετ’ ἀροτροπόνους ζεύγλας πάλι τῷ νεοθηλεῖ πινομένη μόσχῳ δεύτερον ἄλγος ἔχει. | |
5 | μὴ θλίψῃς αὐτὴν ὁ γεωμόρος· οὗτος ὁ βαιὸς μόσχος, ἐὰν φείσῃ, σοὶ τρέφεται δάμαλις. | |
AG.9.275(p1) | ΜΑΚΕΔΟΝΙΟΥ | |
1 | Κάπρον μὲν χέρσῳ Κόδρος ἔκτανε· τὴν δὲ ταχεῖαν εἰν ἁλὶ καὶ χαροποῖς κύμασιν εἷλ’ ἔλαφον. εἰ δ’ ἦν καὶ πτηνὴ θηρῶν φύσις, οὐδ’ ἂν ἐν αἴθρῃ τὴν κείνου κενεὴν Ἄρτεμις εἶδε χέρα. | |
AG.9.276(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Λῶπος ἀποκλύζουσα παρὰ κροκάλαισι θαλάσσης χερνῆτις διεροῦ τυτθὸν ὕπερθε πάγου, χέρσον ἐπεκβαίνοντι κατασπασθεῖσα κλύδωνι δειλαίη πικροῦ κῦμ’ ἔπιεν θανάτου· | |
5 | πνεῦμα δ’ ὁμοῦ πενίῃ ἀπελύσατο. τίς κ’ ἐνὶ νηὶ θαρσήσαι πεζοῖς τὴν ἀφύλακτον ἅλα; | |
AG.9.277(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Λαβροπόδη χείμαρρε, τί δὴ τόσον ὧδε κορύσσῃ, πεζὸν ἀποκλείων ἴχνος ὁδοιπορίης; ἦ μεθύεις ὄμβροισι καὶ οὐ Νύμφαισι διαυγὲς νᾶμα φέρεις, θολεραῖς δ’ ἠράνισαι νεφέλαις. | |
5 | ὄψομαι ἠελίῳ σε κεκαυμένον, ὅστις ἐλέγχειν | |
καὶ γόνιμον ποταμῶν καὶ νόθον οἶδεν ὕδωρ. | 170 in vol. 3 | |
AG.9.278(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Λάρνακα πατρῴων ἔτι λείψανα κοιμίζουσαν νεκρῶν χειμάρρῳ παῖς ἴδε συρομένην· καί μιν ἄχος τόλμης ἐπλήσατο, χεῦμα δ’ ἀναιδὲς εἰσέθορεν, πικρὴν δ’ ἦλθ’ ἐπὶ συμμαχίην. | |
5 | ὀστέα μὲν γὰρ ἔσωσεν ἀφ’ ὕδατος, ἀντὶ δὲ τούτων αὐτὸς ὑπὸ βλοσυροῦ χεύματος ἐφθάνετο. | |
AG.9.279(p1) | ΒΑΣΣΟΥ | |
1 | Ληθαίης ἀκάτοιο τριηκοσίους ὅτε ναύτας δεύτερον ἔσχ’ Ἀίδης, πάντας ἀρηιφάτους· „Σπάρτας ὁ στόλος,“ εἶπεν· „ἴδ’, ὡς πάλι πρόσθια πάντα τραύματα, καὶ στέρνοις δῆρις ἔνεστι μόνοις· | |
5 | νῦν γε μόθου κορέσασθε καὶ εἰς ἐμὸν ἀμπαύσασθε ὕπνον, ἀνικάτου δῆμος Ἐνυαλίου.“ | |
AG.9.280(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Λαίλιος, Αὐσονίων ὕπατον κλέος, εἶπεν ἀθρήσας Εὐρώταν· „Σπάρτης χαῖρε φέριστον ὕδωρ.“ Μουσάων δ’ ἐπὶ χεῖρα βαλὼν πολυΐστορι βίβλῳ εἶδεν ὑπὲρ κορυφῆς σύμβολον εὐμαθίης· | |
5 | κίτται, μιμηλὸν βιότου πτερόν, ἐν σκιεροῖσιν ἄγκεσι παμφώνων μέλπον ἀπὸ στομάτων· ὡρμήθη δ’ ἐπὶ ταῖσι. τί δ’ οὐ ζηλωτὸς ὁ μόχθος, | |
εἰ καὶ πτηνὰ ποθεῖ [γάρυος ἡμετέρης]; | 172 in vol. 3 | |
AG.9.281(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ξυνὸν ὁπηνίκα θαῦμα κατείδομεν Ἀσὶς ἅπασα, πῶλον ἐπ’ ἀνδρομέαν σάρκα φριμασσόμενον, Θρηικίης φάτνης πολιὸς λόγος εἰς ἐμὸν ὄμμα ἤλυθε· δίζημαι δεύτερον Ἡρακλέα. | |
AG.9.282(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Ξεῖνοι, παρθένος εἰμὶ τὸ δένδρεον· εἴπατε δάφνης φείσασθαι δμώων χερσὶν ἑτοιμοτόμοις· ἀντὶ δ’ ἐμεῦ κομάρου τις ὁδοιπόρος ἢ τερεβίνθου δρεπτέσθω χθαμαλὴν ἐς χύσιν· οὐ γὰρ ἑκάς, | |
5 | ἀλλ’ ἀπ’ ἐμεῦ ποταμὸς μὲν ὅσον τρία, τοῦ δ’ ἀπὸ πηγῶν ὕλη πανθηλὴς δοιὰ πέλεθρ’ ἀπέχει. | |
AG.9.283(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Οὔρεα Πυρηναῖα καὶ αἱ βαθυάγκεες Ἄλπεις, αἳ Ῥήνου προχοὰς ἐγγὺς ἀποβλέπετε, μάρτυρες ἀκτίνων, Γερμανικὸς ἃς ἀνέτειλεν ἀστράπτων Κελτοῖς πουλὺν ἐνυάλιον· | |
5 | οἱ δ’ ἄρα δουπήθησαν ἀολλέες· εἶπε δ’ Ἐνυὼ | |
Ἄρεϊ· „Τοιαύταις χερσὶν ὀφειλόμεθα.“ | 174 in vol. 3 | |
AG.9.284(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Οἵους ἀνθ’ οἵων οἰκήτορας, ὦ ἐλεεινή, εὕραο· φεῦ μεγάλης Ἑλλάδος ἀμμορίης· αὐτίκα καὶ γαίης χθαμαλωτέρη εἴθε, Κόρινθε, κεῖσθαι καὶ Λιβυκῆς ψάμμου ἐρημοτέρη, | |
5 | ἢ τοίοις διὰ πᾶσα παλιμπρήτοισι δοθεῖσα θλίβειν ἀρχαίων ὀστέα Βακχιαδῶν. | |
AG.9.285(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Οὐκέτι πυργωθεὶς ὁ φαλαγγομάχας ἐπὶ δῆριν ἄσχετος ὁρμαίνει μυριόδους ἐλέφας, ἀλλὰ φόβῳ στείλας βαθὺν αὐχένα πρὸς ζυγοδέσμους ἄντυγα διφρουλκεῖ Καίσαρος οὐρανίου. | |
5 | ἔγνω δ’ εἰρήνης καὶ θὴρ χάριν· ὄργανα ῥίψας Ἄρεος εὐνομίης ἀντανάγει πατέρα. | |
AG.9.286(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ὄρνι, τί μοι φίλον ὕπνον ἀφήρπασας; ἡδὺ δὲ Πύρρης εἴδωλον κοίτης ᾤχετ’ ἀποπτάμενον. ἢ τάδε θρέπτρα τίνεις, ὅτι θῆκά σε, δύσμορε, πάσης ᾠοτόκου κραίνειν ἐν μεγάροις ἀγέλης; | |
5 | ναὶ βωμὸν καὶ σκῆπτρα Σαράπιδος, οὐκέτι νυκτὸς | |
φθέγξεαι, ἀλλ’ ἕξεις βωμόν, ὃν ὠμόσαμεν. | 176 in vol. 3 | |
AG.9.287(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ὁ πρὶν ἐγὼ Ῥοδίοισιν ἀνέμβατος ἱερὸς ὄρνις, ὁ πρὶν Κερκαφίδαις αἰετὸς ἱστορίη, ὑψιπετῆ τότε ταρσὸν ἀνὰ πλατὺν ἠέρ’ ἀερθεὶς ἤλυθον, Ἠελίου νῆσον ὅτ’ εἶχε Νέρων· | |
5 | κείνου δ’ αὐλίσθην ἐνὶ δώμασι χειρὶ συνήθης κράντορος, οὐ φεύγων Ζῆνα τὸν ἐσσόμενον. | |
AG.9.288(p1) | ΓΕΜΙΝΟΥ | |
1 | Οὗτος ὁ Κεκροπίδῃσι βαρὺς λίθος Ἄρεϊ κεῖμαι, ξεῖνε, Φιλιππείης σύμβολον ἠνορέης, ὑβρίζων Μαραθῶνα καὶ ἀγχιάλου Σαλαμῖνος ἔργα Μακηδονίης ἔγχεσι κεκλιμένα. | |
5 | ὄμνυε νῦν νέκυας, Δημόσθενες· αὐτὰρ ἔγωγε καὶ ζωοῖς ἔσομαι καὶ φθιμένοισι βαρύς. | |
AG.9.289(p1) | ΒΑΣΣΟΥ | |
1 | Οὐλόμεναι νήεσσι Καφηρίδες, αἵ ποτε νόστον ὠλέσαθ’ Ἑλλήνων καὶ στόλον Ἰλιόθεν, πυρσὸς ὅτε ψεύστης χθονίης δνοφερώτερα νυκτὸς ἧψε σέλα, τυφλὴ δ’ ἔδραμε πᾶσα τρόπις | |
5 | χοιράδας ἐς πέτρας, Δαναοῖς πάλιν Ἴλιος ἄλλη ἔπλετο καὶ δεκέτους ἐχθροτέρη πολέμου. καὶ τὴν μὲν τότ’ ἔπερσαν, ἀνίκητος δὲ Καφηρεύς, | |
Ναύπλιε· σοὶ γὰρ πᾶν Ἑλλὰς ἔκλαυσε δάκρυ. | 178 in vol. 3 | |
AG.9.290(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ὅτ’ ἐξ ἀήτου Λίβυος, ἐκ ζαοῦς Νότου συνεζοφώθη πόντος, ἐκ δὲ νειάτων μυχῶν βυθῖτις ψάμμος ἐξηρεύγετο, ἱστὸς δὲ πᾶς ὄλισθεν εἰς ἅλα πτύσας, | |
5 | φορτὶς δ’ ἐσύρετ’ ἐς Ἀίδαν, πλανώμενος ἀρωγοναύτας δαίμονας Λυσίστρατος ἐλιπάρησεν· οἱ δὲ τῷ νεωκόρῳ μούνῳ θάλασσαν ἀγρίαν ἐκοίμισαν. | |
AG.9.291(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Οὐδ’ ἢν ὠκεανὸς πᾶσαν πλήμυραν ἐγείρῃ, οὐδ’ ἢν Γερμανίη Ῥῆνον ἅπαντα πίῃ, Ῥώμης δ’ οὐδ’ ὅσσον βλάψει σθένος, ἄχρι κε μίμνῃ δεξιὰ σημαίνειν Καίσαρι θαρσαλέη. | |
5 | οὕτως καὶ ἱεραὶ Ζηνὸς δρύες ἔμπεδα ῥίζαις ἑστᾶσιν, φύλλων δ’ αὖα χέους’ ἄνεμοι. | |
AG.9.292(p1) | ΟΝΕΣΤΟΥ | |
1 | Παίδων ὃν μὲν ἔκαιεν Ἀρίστιον, ὃν δ’ ἐσάκουσε ναυηγόν· δισσὸν δ’ ἄλγος ἔτηξε μίαν. αἰαῖ, μητέρα Μοῖρα διείλετο, τὴν ἴσα τέκνα | |
καὶ πυρὶ καὶ πικρῷ νειμαμένην ὕδατι. | 180 in vol. 3 | |
AG.9.293(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτον Ξέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ· κἠκ νεκύων δ’ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως· „Οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενον· | |
5 | ἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας· αἶρε τὰ Περσῶν, ἥξω κεἰς Ἀίδαν ὡς Λακεδαιμόνιος.“ | |
AG.9.294(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Πορφυρέαν τοι τάνδε, Λεωνίδα, ὤπασε χλαῖναν Ξέρξης ταρβήσας ἔργα τεᾶς ἀρετᾶς. — „Οὐ δέχομαι· προδόταις αὕτα χάρις· ἀσπὶς ἔχοι με καὶ νέκυν· ὁ πλοῦτος δ’ οὐκ ἐμὸν ἐντάφιον.“ — | |
5 | Ἀλλ’ ἔθανες. τί τοσόνδε καὶ ἐν νεκύεσσιν ἀπεχθὴς Πέρσαις; —„Οὐ θνᾴσκει ζᾶλος ἐλευθερίας.“ | |
AG.9.295(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Πῶλον, τὸν πεδίων ἀλλ’ οὐχ ἁλὸς ἱππευτῆρα, νηὶ διαπλώειν πόντον ἀναινόμενον μὴ θάμβει χρεμέθοντα καὶ ἐν ποσὶ λὰξ πατέοντα τοίχους καὶ θυμῷ δεσμὰ βιαζόμενον. | |
5 | ἄχθεται, εἰ φόρτου μέρος ἔρχεται· οὐ γὰρ ἐπ’ ἄλλοις | |
κεῖσθαι τὸν πάντων ἔπρεπεν ὠκύτατον. | 182 in vol. 3 | |
AG.9.296(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Σκύλλος, ὅτε Ξέρξου δολιχὸς στόλος Ἑλλάδα πᾶσαν ἤλαυνεν, βυθίην εὕρετο ναυμαχίην Νηρῆος λαθρίοισιν ὑποπλεύσας τενάγεσσι καὶ τὸν ἀπ’ ἀγκύρης ὅρμον ἔκειρε νεῶν· | |
5 | αὔτανδρος δ’ ἐπὶ γῆν ὠλίσθανε Περσὶς ἄναυδος ὀλλυμένη, πρώτη πεῖρα Θεμιστοκλέους. | |
AG.9.297(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Στέλλευ ἐπ’ Εὐφρήτην, Ζηνὸς τέκος· εἰς σὲ γὰρ ἤδη ἠῷοι Πάρθων αὐτομολοῦσι πόδες. στέλλευ, ἄναξ· δήεις δὲ φόβῳ κεχαλασμένα τόξα, Καῖσαρ· πατρῴων δ’ ἄρξαι ἀπ’ ἐντολέων· | |
5 | Ῥώμην δ’ ὠκεανῷ περιτέρμονα πάντοθεν αὐτὸς πρῶτος ἀνερχομένῳ σφράγισαι ἠελίῳ. | |
AG.9.298(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Σκίπων με πρὸς νηὸν ἀνήγαγεν ὄντα βέβηλον οὐ μοῦνον τελετῆς, ἀλλὰ καὶ ἠελίου· μύστην δ’ ἀμφοτέρων με Θεαὶ θέσαν· οἶδα δ’ ἐκείνῃ νυκτὶ καὶ ὀφθαλμῶν νύκτα καθηράμενος· | |
5 | ἀσκίπων δ’ εἰς ἄστυ κατέστιχον ὄργια Δηοῦς | |
κηρύσσων γλώσσης ὄμμασι τρανότερον. | 184 in vol. 3 | |
AG.9.299(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ταῦροι πρηϋτένοντες, ἀροτρευτῆρες ἀρούρης, εἰν ἁλὶ τοὺς γαίης ἀντέχομεν καμάτους· αὔλακα τὴν ἀσίδαρον ἐν ὕδασιν ἕλκομεν ἄμφω μακροτόνων σχοίνων ἅμμα σαγηνόδετον· | |
5 | ἰχθύσι δ’ ἐκ σταχύων λατρεύομεν. ἆ ταλαεργοί, ἤδη κἠν πελάγει καρπὸν ἀροῦσι βόες. | |
AG.9.300(p1) | ΑΔΑΙΟΥ | |
1 | Ταύρῳ φρικαλέον νάπος ἐκβαίνοντι Δοβήρου Πευκέστης ἵππῳ καρτερὸς ἠντίασεν. ἀλλ’ ὁ μὲν ὡρμήθη πρηὼν ἅτε· τοῦ δ’ ἁπαλοῖο Παιονίδα λόγχην ἧκε διὰ κροτάφου· | |
5 | συλήσας κεφαλῆς δὲ διπλοῦν κέρας αἰὲν ἐκείνῳ ζωροποτῶν ἐχθροῦ κόμπον ἔχει θανάτου. | |
AG.9.301(p1) | ΣΕΚΟΥΝΔΟΥ | |
1 | Τίπτε τὸν ὀγκηστὴν βραδύπουν ὄνον ἄμμιγ’ ἐν ἵπποις γυρὸν ἀλωειναῖς ἐξελάατε δρόμον; οὐχ ἅλις, ὅττι μύλοιο περίδρομον ἄχθος ἀνάγκης σπειρηδὸν σκοτόεις κυκλοδίωκτος ἔχω; | |
5 | ἀλλ’ ἔτι καὶ πώλοισιν ἐρίζομεν. ἦ ῥ’ ἔτι λοιπὸν | |
νῦν μοι τὴν σκολιὴν αὐχένι γαῖαν ἀροῦν. | 186 in vol. 3 | |
AG.9.302(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τὸ βρέφος Ἑρμώνακτα διεχρήσασθε, μέλισσαι, φεῦ κύνες, ἑρπυστὴν κηρία μαιόμενον· πολλάκι δ’ ἐξ ὑμέων ἐψισμένον ὠλέσατ’, αἰαῖ, κέντροις. εἰ δ’ ὀφίων φωλεὰ μεμφόμεθα, | |
5 | πείθεο Λυσιδίκῃ καὶ Ἀμύντορι μηδὲ μελίσσας αἰνεῖν, κἀκείναις πικρὸν ἔνεστι μέλι. | |
AG.9.303(p1) | ΑΔΑΙΟΥ | |
1 | Τῇ βαιῇ Καλαθίνῃ ὑπὸ σκυλάκων μογεούσῃ Λητωὶς κούφην εὐτοκίην ἔπορεν. μούναις οὔ τι γυναιξὶν ἐπήκοος, ἀλλὰ καὶ αὐτὰς συνθήρους σῴζειν Ἄρτεμις οἶδε κύνας. | |
AG.9.304(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Τὸν γαίης καὶ πόντου ἀμειφθείσαισι κελεύθοις ναύτην ἠπείρου, πεζοπόρον πελάγους ἐν τρισσαῖς δοράτων ἑκατοντάσιν ἔστεγεν Ἄρης Σπάρτης. αἰσχύνεσθ’, οὔρεα καὶ πελάγη. | |
AG.9.305(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ὕδατος ἀκρήτου κεκορημένῳ ἄγχι παραστὰς χθιζὸν ἐμοὶ λεχέων Βάκχος ἔλεξε τάδε· „Εὕδεις ἄξιον ὕπνον ἀπεχθομένων Ἀφροδίτῃ· εἰπέ μοι, ὦ νήφων, πεύθεαι Ἱππολύτου; | |
5 | τάρβει, μή τι πάθῃς ἐναλίγκιον.“ ὣς ὁ μὲν εἰπὼν | |
ᾤχετ’, ἐμοὶ δ’ ἀπὸ τῆς οὐκέτι τερπνὸν ὕδωρ. | 188 in vol. 3 | |
AG.9.306(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Ὑλοτόμοι, παύσασθε νεῶν χάριν· οὐκέτι πεύκη κύματος, ἀλλ’ ἤδη ῥινὸς ἐπιτροχάει· γόμφος δ’ οὐκέτι χαλκὸς ἐν ὁλκάσιν οὐδὲ σίδηρος, ἀλλὰ λίνῳ τοίχων ἁρμονίη δέδεται· | |
5 | τὰς δ’ αὐτὰς ποτὲ πόντος ἔχει νέας, ἄλλοτε γαῖα πυκτὸν ἀμαξίτην φόρτον ἀειρομένας. Ἀργὼ μὲν προτέροισιν ἀοίδιμος· ἀλλὰ Σαβίνῳ καινοτέρην πῆξαι Παλλὰς ἔνευσε τρόπιν. | |
AG.9.307(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Φοῖβον ἀνηναμένη Δάφνη ποτὲ νῦν ἀνέτειλεν Καίσαρος ἐκ βωμοῦ κλῶνα μελαμπέταλον, ἐκ δὲ θεοῦ θεὸν εὗρεν ἀμείνονα· Λητοΐδην γὰρ ἐχθήρασα θέλει Ζῆνα τὸν Αἰνεάδην. | |
5 | ῥίζαν δ’ οὐκ ἀπὸ γῆς μητρὸς βάλεν, ἀλλ’ ἀπὸ πέτρης. Καίσαρι μὴ τίκτειν οὐδὲ λίθος δύναται. | |
AG.9.308(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Φῶρες ὅτ’ εἰνάλιοι Τυρσηνίδος ἀγχόθι δίνης φορμικτὰν ἀκάτου θῆκαν ὕπερ βύθιον, αὐτίκα μιν κιθάρῃ λιγυαχέι δέξατο δελφὶν σύνθροον, ἐκ δὲ βυθοῦ νήχεθ’ ἑλισσόμενος, | |
5 | μέχρις ἐπ’ Ἰσθμὸν ἔκελσε Κορίνθιον. ἦ ῥα θάλασσα | |
ἰχθῦς ἀνθρώπων εἶχε δικαιοτέρους. | 190 in vol. 3 | |
AG.9.309(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Χειμέριον καίουσαν ἐφ’ ἑστίῃ ἄνθρακα Γοργὼ τὴν γρηῢν βροντῆς ἐξεπάταξε φόβος· πνεύμονα δὲ ψυχθεῖσα κατήμυσεν. ἦν ἄρα μέσσῃ γήρως καὶ θανάτου λειπομένη πρόφασις. | |
AG.9.310(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Ψῆγμ’ ἄπυρον χρυσοῖο σιδηρείων ὑπ’ ὀδόντων ῥινηθέν, Λιβυκῆς κουφότερον ψαμάθου, μῦς ὀλίγος βαρὺ δεῖπνον ἐδαίσατο· πᾶσα δὲ νηδὺς συρομένη βραδύπουν θῆκε τὸν ὠκύτατον· | |
5 | ληφθεὶς δ’ ἐκ μεσάτης ἀνετέμνετο κλέμματα γαστρός· ἦς ἄρα κἠν ἀλόγοις, χρυσέ, κακοῦ πρόφασις. | |
AG.9.311(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ὠκείαις ἐλάφοισι κύων ἰσάμιλλα δραμοῦσα ἔγκυος ἡλκώθη παιδοπόρον γένεσιν, πᾶσα δὲ συγκατέμυσε κατουλωθεῖσα χρόνοισιν· ἤδη δ’ ἡ τοκετῶν ὥριος ἦν βάσανος· | |
5 | πολλὰ δ’ ἐπωρύουσαν ἀνὴρ ἐσιδηροτόμησεν, καὶ σκύλακες φίλιοι νηδύος ἐξέθορον. Ἀρτέμιδος λέλυται λοχίων χάρις, ἔμπαλι δ’ Ἄρης | |
ἦρκται μαιοῦσθαι γαστέρας ἡμετέρας. | 192 in vol. 3 | |
AG.9.312(p1) | ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ | |
1 | Ὦνερ, τᾶν βαλάνων τὰν ματέρα φείδεο κόπτειν, φείδεο, γηραλέαν δ’ ἐκκεράιζε πίτυν ἢ πεύκαν ἢ τάνδε πολυστέλεχον παλίουρον ἢ πρῖνον ἢ τὰν αὐαλέαν κόμαρον· | |
5 | τηλόθι δ’ ἴσχε δρυὸς πέλεκυν· κοκύαι γὰρ ἔλεξαν, ἁμῖν ὡς πρότεραι ματέρες ἐντὶ δρύες. | |
AG.9.313(p1) | ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ | |
1 | Ἵζευ τᾶσδ’ ὑπὸ καλὰ δάφνας εὐθαλέα φύλλα ὡραίου τ’ ἄρυσαι νάματος ἁδὺ πόμα, ὄφρα τοι ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖα ἀμπαύσῃς πνοιᾷ τυπτόμενα Ζεφύρου. | |
AG.9.314(p1) | ΤΗΣ ΑΥΤΗΣ | |
1 | Ἑρμᾶς τᾷδ’ ἕστακα παρ’ ὄρχατον ἠνεμόεντα ἐν τριόδοις πολιᾶς ἐγγύθεν ἀιόνος, ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο· ψυχρὸν δ’ ἀχραὲς κράνα ὑποπροχέει. | |
AG.9.315(p1) | ΝΙΚΙΟΥ | |
1 | Ἵζευ ὑπ’ αἰγείροισιν, ἐπεὶ κάμες, ἐνθάδ’, ὁδῖτα, καὶ πῖθ’ ἆσσον ἰὼν πίδακος ἁμετέρας· μνᾶσαι δὲ κράναν καὶ ἀπόπροθι, ἃν ἐπὶ Γίλλῳ | |
Σῖμος ἀποφθιμένῳ παιδὶ παριδρύεται. | 194 in vol. 3 | |
AG.9.316(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ὦ τάνδε στείχοντες ἀταρπιτόν, αἴτε ποτ’ ἀγροὺς δαμόθεν αἴτ’ ἀπ’ ἀγρῶν νεῖσθε ποτ’ ἀκρόπολιν, ἄμμες ὅρων φύλακες δισσοὶ θεοί, ὧν ὁ μὲν Ἑρμᾶς, οἷον ὁρῇς μ’, οὗτος δ’ ἅτερος Ἡρακλέης· | |
5 | ἄμφω μὲν θνατοῖς εὐάκοοι, ἀλλά ποθ’ οὗτος, αἴτ’ ὠμὰς παραθῇς ἀχράδας, ἐγκέκαφεν· ναὶ μὰν ὡσαύτως τοὺς βότρυας, αἴτε πέλονται ὥριμοι αἴτε χύδαν ὄμφακες, εὐτρέπικεν. μισέω τὰν μετοχὰν οὐδ’ ἥδομαι· ἀλλ’ ὁ φέρων τι, | |
10 | ἀμφίς, μὴ κοινᾷ τοῖς δυσὶ παρτιθέτω καὶ λεγέτω· „Τὶν τοῦθ’, Ἡράκλεες,“ ἄλλοτε „Τοῦτο Ἑρμᾷ“ καὶ λύοι τὰν ἔριν ἀμφοτέρων. | |
AG.9.317(p1) | ΑΔΗΛΟΝ | |
1 | Χαίρω τὸν λακέρυζον ὁρῶν θεὸν εἰς τὸ φάλανθον βρέγμ’ ὑπὸ τᾶν ὀχνᾶν, αἰπόλε, τυπτόμενον. — „Αἰπόλε, τοῦτον ἐγὼ τρὶς ἐπύγισα· τοὶ δὲ τραγίσκοι εἰς ἐμὲ δερκόμενοι τὰς χιμάρας ἐβάτευν.“ — | |
5 | ‚Ὄντως ς’, Ἑρμαφρόδιτε, πεπύγικεν;‛ —Οὐ μὰ τὸν Ἑρμᾶν, αἰπόλε. —„Ναὶ τὸν Πᾶν’, αἰπόλε, κἀπιγελῶν.“ | |
AG.9.318(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Εὐμάραθον πρηῶνα καὶ εὐσκάνδικα λελογχώς, Ἑρμῆ, καὶ ταύταν, ἆ φίλος, αἰγίβοσιν καὶ λαχανηλόγῳ ἔσσο καὶ αἰγινομῆι προσηνής· | |
ἕξεις καὶ λαχάνων καὶ γλάγεος μερίδα. | 196 in vol. 3 | |
AG.9.319(p1) | ΦΙΛΟΞΕΝΟΥ | |
1 | Τληπόλεμός μ’ ὁ Μυρεὺς Ἑρμᾶν ἀφετήριον ἕρμα ἱροδρόμοις θῆκεν παῖς ὁ Πολυκρίτεω, δὶς δέκ’ ἀπὸ σταδίων ἐναγώνιον· ἀλλὰ πονεῖτε μαλθακὸν ἐκ γονάτων ὄκνον ἀπωσάμενοι. | |
AG.9.320(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Εἶπέ ποκ’ Εὐρώτας πὸτ τὰν Κύπριν· „Ἢ λάβε τεύχη ἢ ’ξιθι τᾶς Σπάρτας· ἁ πόλις ὁπλομανεῖ.“ ἁ δ’ ἁπαλὸν γελάσασα· „Καὶ ἔσσομαι αἰὲν ἀτευχής,“ εἶπε, „καὶ οἰκήσω τὰν Λακεδαιμονίαν.“ | |
5 | χἀ μὲν Κύπρις ἄνοπλος· ἀναιδέες οἵδε λέγουσιν ἵστορες, ὡς ἁμῖν χἀ θεὸς ὁπλοφορεῖ. | |
AG.9.321(p1) | ΑΝΤΙΜΑΧΟΥ | |
1 | Τίπτε, μόθων ἄτλητος, Ἐνυαλίοιο λέλογχας, Κύπρι; τίς ὁ ψεύστας στυγνὰ καθᾶψε μάτην ἔντεα; σοὶ γὰρ Ἔρωτες ἐφίμεροι ἅ τε κατ’ εὐνὰν τέρψις καὶ κροτάλων θηλυμανεῖς ὄτοβοι. | |
5 | δούρατα δ’ αἱματόεντα κάθες· Τριτωνίδι δίᾳ | |
ταῦτα, σὺ δ’ εὐχαίταν εἰς Ὑμέναιον ἴθι. | 198 in vol. 3 | |
AG.9.322(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Οὐκ ἐμὰ ταῦτα λάφυρα. τίς ὁ θριγκοῖσιν ἀνάψας Ἄρηος ταύταν τὰν ἄχαριν χάριτα; ἄκλαστοι μὲν κῶνοι, ἀναίμακτοι δὲ γανῶσαι ἀσπίδες, ἄκλαστοι δ’ αἱ κλαδαραὶ κάμακες. | |
5 | αἰδοῖ πάντα πρόσωπ’ ἐρυθαίνομαι, ἐκ δὲ μετώπου ἱδρὼς πιδύων στῆθος ἐπισταλάει. παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰν κοσμείτω καὶ τὸν νυμφίδιον θάλαμον· Ἄρευς δ’ αἱματόεντα διωξίπποιο λάφυρα | |
10 | νηὸν κοσμοίη· τοῖς γὰρ ἀρεσκόμεθα. | |
AG.9.323(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τίς θέτο μαρμαίροντα βοάγρια, τίς δ’ ἀφόρυκτα δούρατα καὶ ταύτας ἀρραγέας κόρυθας ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον; οὐκ ἀπ’ ἐμῶν ῥίψει ταῦτά τις ὅπλα δόμων; | |
5 | ἀπτολέμων τάδ’ ἔοικεν ἐν οἰνοπλῆξι τεράμνοις πλάθειν, οὐ θριγκῶν ἐντὸς Ἐνυαλίου· σκῦλά μοι ἀμφίδρυπτα καὶ ὀλλυμένων ἅδε λύθρος ἀνδρῶν, εἴπερ ἔφυν ὁ βροτολοιγὸς Ἄρης. | |
AG.9.324(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Ἁ σῦριγξ, τί τυ ὧδε παρ’ Ἀφρογένειαν ὄρουσας; τίπτ’ ἀπὸ ποιμενίου χείλεος ὧδε πάρει; οὔ τοι πρῶνες ἔθ’ ὧδ’ οὔτ’ ἄγκεα, πάντα δ’ Ἔρωτες | |
καὶ Πόθος· ἁ δ’ ἀγρία Μοῦς’ ἐν ὄρει νέμεται. | 200 in vol. 3 | |
AG.9.325 | Πρὶν μὲν ἁλικλύστου πέτρας ἐν βένθεσιν ἥμμαν εὐαλδὲς πόντου φῦκος ἀπαινυμένα· νῦν δέ μοι ἱμερόεις κόλπων ἔντοσθεν ἰαύει λάτρις ἐυστεφάνου Κύπριδος ἁβρὸς Ἔρως. | |
AG.9.326(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Πέτρης ἐκ δισσῆς ψυχρὸν καταπάλμενον ὕδωρ, χαίροις, καὶ Νυμφέων ποιμενικὰ ξόανα πέτραι τε κρηνέων καὶ ἐν ὕδασι κόσμια ταῦτα ὑμέων, ὦ κοῦραι, μυρία τεγγόμενα, | |
5 | χαίρετ’· Ἀριστοκλέης ὅδ’ ὁδοιπόρος, ᾧπερ ἀπῶσα δίψαν βαψάμενος, τοῦτο δίδωμι γέρας. | |
AG.9.327(p1) | ΕΡΜΟΚΡΕΟΝΤΟΣ | |
1 | Νύμφαι ἐφυδριάδες, ταῖς Ἑρμοκρέων τάδε δῶρα εἵσατο καλλινάου πίδακος ἀντιτυχών, χαίρετε καὶ στείβοιτ’ ἐρατοῖς ποσὶν ὑδατόεντα τόνδε δόμον καθαροῦ πιμπλάμεναι πόματος. | |
AG.9.328 | Νύμφαι Νηιάδες, καλλίρροον αἳ τόδε νᾶμα χεῖτε κατ’ οὐρείου πρωνὸς ἀπειρέσιον, ὔμμιν ταῦτα πόρεν Δαμόστρατος, Ἀντίλα υἱός, | |
ξέσματα καὶ δοιῶν ῥινὰ κάπρων λάσια. | 202 in vol. 3 | |
AG.9.329(p1) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Νύμφαι ἐφυδριάδες, Δώρου γένος, ἀρδεύοιτε τοῦτον Τιμοκλέους κᾶπον ἐπεσσύμεναι· καὶ γὰρ Τιμοκλέης ὔμμιν, κόραι, αἰὲν ὁ καπεὺς κάπων ἐκ τούτων ὥρια δωροφορεῖ. | |
AG.9.330(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Κράνας εὐύδρου παρὰ νάμασι καὶ παρὰ Νύμφαις ἔστασέν με Σίμων, Πᾶνα τὸν αἰγιπόδην. — „Τεῦ δὲ χάριν;“ —Λέξω τοι· ὅσον ποθέεις, ἀπὸ κράνας καὶ πίε καὶ κοίλαν κάλπιν ἑλὼν ἄρυσαι· | |
5 | ποσσὶ δὲ μὴ ποτὶ νίπτρα φέρειν κρυστάλλινα Νυμφᾶν δῶρα, τὸν ὑβριστὰν εἰς ἐμὲ δερκόμενος. — „Ὦ σέμν’ ...“ —Οὐ λέξεις ἕτερον λόγον, ἀλλὰ παρέξεις πυγίξαι· τούτοις χρῶμαι ὁ Πὰν νομίμοις. ἢν δὲ ποιῇς ἐπίτηδες ἔχων πάθος, ἔστι καὶ ἄλλα | |
10 | τέχνα· τῷ ῥοπάλῳ τὰν κεφαλὰν λέπομες. | |
AG.9.331(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Αἱ Νύμφαι τὸν Βάκχον, ὅτ’ ἐκ πυρὸς ἥλατο κοῦρος, νίψαν ὑπὲρ τέφρης ἄρτι κυλιόμενον. τοὔνεκα σὺν Νύμφαις Βρόμιος φίλος· ἢν δέ νιν εἴργῃς | |
μίσγεσθαι, δέξῃ πῦρ ἔτι καιόμενον. | 204 in vol. 3 | |
AG.9.332(p1) | ΝΟΣΣΙΔΟΣ [ΛΕΣΒΙΑΣ] | |
1 | Ἐλθοῖσαι ποτὶ ναὸν ἰδώμεθα τᾶς Ἀφροδίτας τὸ βρέτας, ὡς χρυσῷ δαιδαλόεν τελέθει. εἵσατό μιν Πολυαρχὶς ἐπαυρομένα μάλα πολλὰν κτῆσιν ἀπ’ οἰκείου σώματος ἀγλαΐας. | |
AG.9.333(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Στῶμεν ἁλιρράντοιο παρὰ χθαμαλὰν χθόνα πόντου δερκόμενοι τέμενος Κύπριδος Εἰναλίας κράναν τ’ αἰγείροιο κατάσκιον, ἇς ἄπο νᾶμα ξουθαὶ ἀφύσσονται χείλεσιν ἀλκυόνες. | |
AG.9.334(p1) | ΠΕΡΣΟΥ | |
1 | Κἀμὲ τὸν ἐν σμικροῖς ὀλίγον θεὸν ἢν ἐπιβώσῃς εὐκαίρως, τεύξῃ· μὴ μεγάλων δὲ γλίχου· ὡς ὅ τι δημοτέρων δύναται θεὸς ἀνδρὶ πενέστῃ δωρεῖσθαι, τούτων κύριός εἰμι Τύχων. | |
AG.9.335(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Ὑλοφόρου τὤγαλμα, ὁδοιπόρε, Μικκαλίωνος, Ἑρμῆς· ἀλλ’ ἴδε τὸν κρήγυον ὑλοφόρον, ὡς ἐξ οἰζυρῆς ἠπίστατο δωροδοκῆσαι | |
ἐργασίης· αἰὲν δ’ ὡγαθός ἐστ’ ἀγαθός. | 206 in vol. 3 | |
AG.9.336(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνέρι δ’ ἱππεῖ θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο. | |
AG.9.337(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Εὐάγρει, λαγόθηρα, καὶ εἰ πετεεινὰ διώκων ἰξευτὴς ἥκεις τοῦθ’ ὑπὸ δισσὸν ὄρος, κἀμὲ τὸν ὑληωρὸν ἀπὸ κρημνοῖο βόασον Πᾶνα· συναγρεύω καὶ κυσὶ καὶ καλάμοις. | |
AG.9.338(p1) | ΘΕΟΚΡΙΤΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ | |
1 | Εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸς ἀμπαύων· στάλικες δ’ ἀρτιπαγεῖς ἀν’ ὄρη. ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος κισσὸν ἐφ’ ἱμερτῷ κρατὶ καθαπτόμενος | |
5 | ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, φεῦγε, μεθεὶς ὕπνου κῶμα καταγρόμενον. | |
AG.9.339(p1) | ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] | |
1 | Ἔν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰθέρι νωμῶν σκορπίον ἐκ γαίης εἶδε θορόντα κόραξ, ὃν μάρψων ὤρουσεν· ὁ δ’ ἀίξαντος ἐπ’ οὖδας οὐ βραδὺς εὐκέντρῳ πέζαν ἔτυψε βέλει | |
5 | καὶ ζωῆς μιν ἄμερσεν. ἴδ’, ὡς, ὃν ἔτευχεν ἐπ’ ἄλλῳ, | |
ἐκ κείνου τλήμων αὐτὸς ἔδεκτο μόρον. | 208 in vol. 3 | |
AG.9.340(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Αὐλοὶ τοῦ Φρυγὸς ἔργον Ὑάγνιδος, ἡνίκα Μήτηρ ἱερὰ τἀν Κυβέλοις πρῶτ’ ἀνέδειξε θεῶν καὶ πρὸς ἐμὸν φώνημα καλὴν ἀνελύσατο χαίτην ἔκφρων Ἰδαίης ἀμφίπολος θαλάμης· | |
5 | εἰ δὲ Κελαινίτης ποιμὴν πατρὸς οὗ παραείσας ἐγνώσθη, Φοίβου κλεινὸν ἔδειξεν ἔρις. | |
AG.9.341(p1) | ΓΛΑΥΚΟΥ | |
1 | Νύμφαι, πευθομένῳ φράσατ’ ἀτρεκές, εἰ παροδεύων Δάφνις τὰς λευκὰς ὧδ’ ἀνέπαυς’ ἐρίφους. — „Ναὶ ναί, Πὰν συρικτά, καὶ εἰς αἴγειρον ἐκείναν σοί τι κατὰ φλοιοῦ γράμμ’ ἐκόλαψε λέγειν· | |
5 | ‘Πάν, Πάν, πρὸς Μαλέαν, πρὸς ὄρος Ψωφίδιον ἔρχευ· ἱξοῦμαι.‘“ —Νύμφαι, χαίρετ’, ἐγὼ δ’ ὑπάγω. | |
AG.9.342(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Φημὶ πολυστιχίην ἐπιγράμματος οὐ κατὰ Μούσας εἶναι· μὴ ζητεῖτ’ ἐν σταδίῳ δόλιχον· πόλλ’ ἀνακυκλοῦται δολιχὸς δρόμος, ἐν σταδίῳ δὲ ὀξὺς ἐλαυνομένοις πνεύματός ἐστι τόνος. | |
AG.9.343(p1) | ΑΡΧΙΟΥ | |
1 | Αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχθεὶς κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης· καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε θώμιγξ, τὸν δὲ μόνον πλεκτῶν αὖθι μεθῆκε λίνων. | |
5 | ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος· ἦ ἄρα πολλὴν | |
καὶ κωφαὶ πτανῶν φροντίδ’ ἔχουσι πάγαι. | 210 in vol. 3 | |
AG.9.344(p1) | ΛΕΩΝΙΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Ἦν ὁπότε γραμμαῖσιν ἐμὴν φρένα μοῦνον ἔτερπον οὐδ’ ὄναρ εὐγενέταις γνώριμος Ἰταλίδαις, ἀλλὰ τὰ νῦν πάντεσσιν ἐράσμιος· ὀψὲ γὰρ ἔγνων, ὁππόσον Οὐρανίην Καλλιόπη προφέρει. | |
AG.9.345(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Οὐδὲ τοσόνδ’ Ἀθάμας ἐπεμήνατο παιδὶ Λεάρχῳ, ὅσσον ὁ Μηδείης θυμὸς ἐτεκνοφόνα, ζῆλος ἐπεὶ μανίης μεῖζον κακόν· εἰ δὲ φονεύῃ μήτηρ, ἐν τίνι νῦν πίστις ἔτ’ ἐστὶ τέκνων; | |
AG.9.346(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αἶαν ὅλην νήσους τε διιπταμένη σύ, χελιδών, Μηδείης γραπτῇ πυκτίδι νοσσοτροφεῖς· ἔλπῃ δ’ ὀρταλίχων πίστιν σέο τήνδε φυλάξειν Κολχίδα μηδ’ ἰδίων φεισαμένην τεκέων; | |
AG.9.347(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ μόνον εὐάροτον βόες οἴδαμεν αὔλακα τέμνειν, ἀλλ’ ἴδε κἠκ πόντου νῆας ἐφελκόμεθα· ἔργα γὰρ εἰρεσίης δεδιδάγμεθα· καὶ σύ, θάλασσα, | |
δελφῖνας γαίῃ ζεῦξον ἀροτροφορεῖν. | 212 in vol. 3 | |
AG.9.348(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὁ σταφυλοκλοπίδας Ἑκατώνυμος εἰς Ἀίδαο ἔδραμε μαστιχθεὶς κλήματι φωριδίῳ. | |
AG.9.349(p1) | ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ | |
1 | Ὕδατά σοι Κοτίλεια γενέθλιον ἦμαρ ὁρῶντι, Καῖσαρ, ἐπιβλύζοι σωρὸν ἀκεσφορίης, ὄφρα σε κόσμος ἅπας πάππον 〈τρισὶν〉 αὐγάζηται, ὡς πατέρα τρισσῆς εἴσιδεν εὐτοκίης. | |
AG.9.350(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤτριά μοι βύβλων χιονώδεα σὺν καλάμοισιν πέμπεις, Νειλορύτου δῶρον ἀπὸ προβολῆς, μουσοπόλῳ δ’ ἀτελῆ, Διονύσιε, μηκέτι πέμπε ὄργανα. τίς τούτων χρῆσις ἄτερ μέλανος; | |
AG.9.351(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Λυσίππης ὁ νεογνὸς ἀπὸ κρημνοῦ πάις ἕρπων Ἀστυανακτείης ἤρχετο δυσμορίης· ἡ δὲ μεθωδήγησεν ἀπὸ στέρνων προφέρουσα | |
μαζόν, τὸν λιμοῦ ῥύτορα καὶ θανάτου. | 214 in vol. 3 | |
AG.9.352(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Νεῖλος ἑορτάζει παρὰ Θύβριδος ἱερὸν ὕδωρ εὐξάμενος θύσειν Καίσαρι σῳζομένῳ· οἱ δ’ ἑκατὸν βουπλῆγες ἑκούσιον αὐχένα ταύρων ᾕμαξαν βωμοῖς Οὐρανίοιο Διός. | |
AG.9.353(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καὶ λόγον ἱστορίῃ κοσμούμενον ἠκρίβωσας καὶ βίον ἐν φιλίῃ, Πάππε, βεβαιότατον. τοῦτο δ’ ἑορτάζοντι γενέθλιον ἠριγένειαν δῶρον ὁ Νειλαιεὺς πέμπει ἀοιδοπόλος. | |
AG.9.354(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὃν πόλεμος δεδιὼς οὐκ ὤλεσε, νῦν ὑπὸ νούσου θλίβομαι, ἐν δ’ ἰδίῳ τήκομ’ ὅλος πολέμῳ. ἀλλὰ διὰ στέρνων ἴθι, φάσγανον· ὡς γὰρ ἀριστεὺς θνῄξομ’ ἀπωσάμενος καὶ νόσον ὡς πόλεμον. | |
AG.9.355(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐράνιον μείμημα γενεθλιακαῖσιν ἐν ὥραις τοῦτ’ ἀπὸ Νειλογενοῦς δέξο Λεωνίδεω, Ποππαία, Διὸς εὖνι, Σεβαστιάς· εὔαδε γάρ σοι | |
δῶρα τὰ καὶ λέκτρων ἄξια καὶ σοφίης. | 216 in vol. 3 | |
AG.9.356(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οἴγνυμεν ἐξ ἑτέρης πόμα πίδακος, ὥστ’ ἀρύσασθαι ξεῖνον μουσοπόλου γράμμα Λεωνίδεω· δίστιχα γὰρ ψήφοισιν ἰσάζεται. ἀλλὰ σύ, Μῶμε, ἔξιθι κἠφ’ ἑτέρους ὀξὺν ὀδόντα βάλε. | |
AG.9.357(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τέσσαρές εἰσιν ἀγῶνες ἀν’ Ἑλλάδα, τέσσαρες ἱροί, οἱ δύο μὲν θνητῶν, οἱ δύο δ’ ἀθανάτων, Ζηνός, Λητοΐδαο, Παλαίμονος, Ἀρχεμόροιο· ἆθλα δὲ τῶν κότινος, μῆλα, σέλινα, πίτυς. | |
AG.9.358(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἴ με Πλάτων οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες. Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω· ἀλλὰ νόθον με τέλεσσε Παναίτιος· ὅς ῥ’ ἐτέλεσσε καὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσαι. | |
AG.9.359(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ, οἱ δὲ ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΚΩΜΙΚΟΥ | |
1 | Ποίην τις βιότοιο τάμοι τρίβον; εἰν ἀγορῇ μὲν νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοις φροντίδες· ἐν δ’ ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ | |
τάρβος· ἐπὶ ξείνης δ’, ἢν μὲν ἔχῃς τι, δέος· | 218 in vol. 3 | |
5 | ἢν δ’ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος ἔσσεαι. οὐ γαμέεις; ζῇς ἔτ’ ἐρημότερος. τέκνα πόνοι, πήρωσις ἄπαις βίος. αἱ νεότητες ἄφρονες, αἱ πολιαὶ δ’ ἔμπαλιν ἀδρανέες. ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι | |
10 | μηδέποτ’ ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον. | |
AG.9.360(p1) | ΜΗΤΡΟΔΩΡΟΥ | |
1 | Παντοίην βιότοιο τάμοις τρίβον. εἰν ἀγορῇ μὲν κύδεα καὶ πινυταὶ πρήξιες, ἐν δὲ δόμοις ἄμπαυμ’. ἐν δ’ ἀγροῖς φύσιος χάρις, ἐν δὲ θαλάσσῃ κέρδος· ἐπὶ ξείνης δ’, ἢν μὲν ἔχῃς τι, κλέος· | |
5 | ἢν δ’ ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστος ἔσσεται. οὐ γαμέεις; ζῇς ἔτ’ ἐλαφρότερον. τέκνα πόθος, ἄφροντις ἄπαις βίος. αἱ νεότητες ῥωμαλέαι, πολιαὶ δ’ ἔμπαλιν εὐσεβέες. οὐκ ἄρα τῶν δισσῶν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι | |
10 | μηδέποτ’ ἢ τὸ θανεῖν· πάντα γὰρ ἐσθλὰ βίῳ. | 220 in vol. 3 |
AG.9.361(p1) | ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνὴρ νύκτα δι’ ὀρφναίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι, γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ’ ἔχεν ἔγχος· | |
5 | πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι· αὐτὰρ ἔπειτα οὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε. | |
AG.9.362 | Ἱμερόεις Ἀλφειέ, Διὸς στεφανηφόρον ὕδωρ, ὃς διὰ Πισαίων πεδίων κεκονιμένος ἕρπεις ἡσύχιος τὸ πρῶτον, ἐπὴν δ’ ἐς πόντον ἵκηαι, ὀξὺς ἀμετρήτοιο πεσὼν ὑπὸ κῦμα θαλάσσης | |
5 | νυμφίος αὐτοκέλευθος, ἑῶν ὀχετηγὸς ἐρώτων, ἐς Σικελὴν Ἀρέθουσαν ἐπείγεαι ὑγρὸς ἀκοίτης. ἡ δέ σε κεκμηῶτα καὶ ἀσθμαίνοντα λαβοῦσα, φῦκος ἀποσμήξασα καὶ ἄνθεα πικρὰ θαλάσσης χείλεα μὲν στομάτεσσι συνήρμοσεν· οἷα δὲ νύμφη | |
10 | νυμφίον ἀμφιχυθεῖσα περίπλοκον ἡδέι δεσμῷ κείμενον ἐν κόλποισιν Ὀλύμπιον εὔνασεν ὕδωρ ... καὶ φονίῃ ῥαθάμιγγι λιβὰς κατεκίρνατο πηγή, οὐδὲ Συρακοσίης ἔτι σοι μέλεν ἵμερος εὐνῆς· πορφυρέῃ δ’ ἀνέκοπτες ὕδωρ πεπιεσμένον αἰδοῖ | |
15 | φειδόμενος καὶ πόντον ὁμοῦ καὶ λέκτρα μιῆναι. πολλάκι δ’ εὐναίων ὀάρων βεβιημένος ὁρμῇ αὐτὴν ἐς φιλότητα χυτῆς ἀλόχοιο περήσας ἑστήκεις ἄχραντον ὁρῶν Ἀρεθούσιον ὕδωρ· ἡ δέ σε παπταίνουσα Πελωριάδος κατὰ πέτρης | |
20 | δάκρυσι κυμαίνοντα, κατοικτείρουσα καὶ αὐτὴ εὐειδὴς Ἀρέθουσα φίλους ἀνεκόπτετο μαζούς, καὶ δρόσος οἷα ῥόδοισιν ἐτήκετο· μυρομένῳ δὲ Πισαίῳ ποταμῷ Σικελὴ προσεμύρετο πηγή. οὐδὲ Δίκην ἔλαθεν πανδερκέα φοίνιος ἀνὴρ | |
25 | Ἑλλάδος ἀμώων ἄγαμον στάχυν, ᾧ ἔπι πολλαὶ ἡρώων ἄλοχοι, μινυώρια τέκνα τεκοῦσαι μαψιδίως, ὠδῖνας ἀνεκλαύσαντο γυναῖκες ... | 222 in vol. 3 |
AG.9.363(p1) | [ΜΕΛΕΑΓΡΟΥ] | |
1 | Χείματος ἠνεμόεντος ἀπ’ αἰθέρος οἰχομένοιο πορφυρέη μείδησε φερανθέος εἴαρος ὥρη. γαῖα δὲ κυανέη χλοερὴν ἐστέψατο ποίην καὶ φυτὰ θηλήσαντα νέοις ἐκόμησε πετήλοις. | |
5 | οἱ δ’ ἁπαλὴν πίνοντες ἀεξιφύτου δρόσον Ἠοῦς λειμῶνες γελόωσιν ἀνοιγομένοιο ῥόδοιο. χαίρει καὶ σύριγγι νομεὺς ἐν ὄρεσσι λιγαίνων, καὶ πολιοῖς ἐρίφοις ἐπιτέρπεται αἰπόλος αἰγῶν. ἤδη δὲ πλώουσιν ἐπ’ εὐρέα κύματα ναῦται | |
10 | πνοιῇ ἀπημάντῳ Ζεφύρου λίνα κολπώσαντες. ἤδη δ’ εὐάζουσι φερεσταφύλῳ Διονύσῳ ἄνθεϊ βοτρυόεντος ἐρεψάμενοι τρίχα κισσοῦ. ἔργα δὲ τεχνήεντα βοηγενέεσσι μελίσσαις καλὰ μέλει, καὶ σίμβλῳ ἐφήμεναι ἐργάζονται | |
15 | λευκὰ πολυτρήτοιο νεόρρυτα κάλλεα κηροῦ. πάντῃ δ’ ὀρνίθων γενεὴ λιγύφωνον ἀείδει, ἀλκυόνες περὶ κῦμα, χελιδόνες ἀμφὶ μέλαθρα, κύκνος ἐπ’ ὄχθαισιν ποταμοῦ καὶ ὑπ’ ἄλσος ἀηδών. εἰ δὲ φυτῶν χαίρουσι κόμαι καὶ γαῖα τέθηλεν, | |
20 | συρίζει δὲ νομεὺς καὶ τέρπεται εὔκομα μῆλα καὶ ναῦται πλώουσι, Διώνυσος δὲ χορεύει καὶ μέλπει πετεεινὰ καὶ ὠδίνουσι μέλισσαι, | |
πῶς οὐ χρὴ καὶ ἀοιδὸν ἐν εἴαρι καλὸν ἀεῖσαι; | 224 in vol. 3 | |
AG.9.364(p1) | ΝΕΣΤΟΡΟΣ ΛΑΡΑΝΔΕΩΣ | |
1 | Σπείσατέ μοι, Μοῦσαι, λιγυρὴν εὐτερπέα φωνήν, ἡδὺν ἀπὸ στομάτων Ἑλικωνίδος ὄμβρον ἀοιδῆς· ὅσσοι γὰρ ῥοφέουσιν ἀοιδοτόκου πόμα πηγῆς, ὑμετέρων ἐπέων λιγυρῇ τέρπονται ἀοιδῇ. | |
AG.9.365(p1) | ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ | |
1 | Ἀλλοίην ὁρόω δονάκων φύσιν· ἦ που ἀπ’ ἄλλης, χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης, ἄγριοι· οὐδ’ ἀνέμοισιν ὑφ’ ἡμετέροις δονέονται, ἀλλ’ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης | |
5 | νέρθεν ἐυτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει· καί τις ἀνὴρ ἀγέρωχος ἔχων θοὰ δάκτυλα χειρῶν ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν, οἱ δ’ ἁπαλὸν σκιρτῶντες ἀποθλίβουσιν ἀοιδήν. | |
AG.9.366 | Ἑπτὰ σοφῶν ἐρέω κατ’ ἔπος πόλιν, οὔνομα, φωνήν. „Μέτρον“ μὲν Κλεόβουλος ὁ Λίνδιος εἶπεν „ἄριστον“· Χίλων δ’ ἐν κοίλῃ Λακεδαίμονι· „Γνῶθι σεαυτόν·“ ὃς δὲ Κόρινθον ἔναιε „Χόλου κρατέειν“ Περίανδρος· | |
5 | Πιττακὸς „Οὐδὲν ἄγαν,“ ὃς ἔην γένος ἐκ Μυτιλήνης· „Τέρμα δ’ ὁρᾶν βιότοιο“ Σόλων ἱεραῖς ἐν Ἀθήναις. „Τοὺς πλέονας κακίουσ“ δὲ Βίας ἀπέφηνε Πριηνεύς. | |
„Ἐγγύην φεύγειν“ δὲ Θαλῆς Μιλήσιος ηὔδα. | 226 in vol. 3 | |
AG.9.367(p1) | ΛΟΥΚΙΑΝΟΥ ΣΑΜΟΣΑΤΕΩΣ | |
1 | Τὸν πατρικὸν πλοῦτον νέος ὢν Θήρων ὁ Μενίππου αἰσχρῶς εἰς ἀκρατεῖς ἐξέχεεν δαπάνας· ἀλλά μιν Εὐκτήμων, πατρικὸς φίλος, ὡς ἐνόησεν ἤδη καρφαλέῃ τειρόμενον πενίῃ, | |
5 | καί μιν δακρυχέων ἀνελάμβανε καὶ πόσιν αὐτὸν θῆκε θυγατρὸς ἑῆς πόλλ’ ἐπὶ μείλια δούς. αὐτὰρ ἐπεὶ Θήρωνα παρὰ φρένας ἤλυθε πλοῦτος, αὐτίκα ταῖς αὐταῖς ἐτρέφετ’ ἐν δαπάναις, γαστρὶ χαριζόμενος πᾶσαν χάριν οὐ κατὰ κόσμον | |
10 | τῇ θ’ ὑπὸ τὴν μιαρὰν γαστέρα μαργοσύνῃ. οὕτως μὲν Θήρωνα τὸ δεύτερον ἀμφεκάλυψεν οὐλομένης πενίης κῦμα παλιρρόθιον. Εὐκτήμων δ’ ἐδάκρυε τὸ δεύτερον, οὐκέτι κεῖνον, ἀλλὰ θυγατρὸς ἑῆς προῖκά τε καὶ θάλαμον. | |
15 | ἔγνω δ’, ὡς οὐκ ἔστι κακῶς κεχρημένον ἄνδρα τοῖς ἰδίοις εἶναι πιστὸν ἐν ἀλλοτρίοις. | |
AG.9.368(p1) | ΙΟΥΛΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ | |
1 | Τίς, πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον, οὔ ς’ ἐπιγιγνώσκω, τὸν Διὸς οἶδα μόνον· κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου. ἦ ῥά σε Κελτοὶ τῇ πενίῃ βοτρύων τεῦξαν ἀπ’ ἀσταχύων· | |
5 | τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον, πυρογενῆ μᾶλλον καὶ Βρόμον, οὐ Βρόμιον. | |
AG.9.369(p1) | ΚΥΡΙΛΛΟΥ | |
1 | Πάγκαλόν ἐστ’ ἐπίγραμμα τὸ δίστιχον· ἢν δὲ παρέλθῃς | |
τοὺς τρεῖς, ῥαψῳδεῖς κοὐκ ἐπίγραμμα λέγεις. | 228 in vol. 3 | |
AG.9.370(p1) | ΤΙΒΕΡΙΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ | |
1 | Οὐ κύνες, οὐ στάλικές με κατήνυσαν, οὐχὶ κυνηγοὶ δορκάδα, τὸν δ’ ἀπὸ γῆς εἰν ἁλὶ πλῆσα μόρον· ἐξ ὕλης πόντῳ γὰρ ἐνέδραμον, εἶτά με πλεκταὶ ἕλξαν ἐπ’ αἰγιαλοὺς δικτυβόλων παγίδες. | |
5 | ἤλιτον ἡ χέρσοιο μάτην φυγάς, οὐδ’ ἀδίκως με εἷλε σαγηνευτὴς τἀμὰ λιποῦσαν ὄρη. οὔποτ’ ἄγρης, ἁλιῆες, ἔτ’ ἄστοχον οἴσετε χεῖρα χέρσῳ καὶ πελάγει κοινὰ πλέκοντες ὕφη. | |
AG.9.371(p1) | ΑΔΗΛΟΝ | |
1 | Δίκτυον ἐκθρῴσκοντα πολύπλοκον ἄρτι λαγωὸν σεῦε κύων θερμοῖς ἴχνεσιν ὠκυπόδην· τρηχὺν ὁ δ’ ἐκνεύσας ταχινῶς πάγον ἐς βαθὺ πόντου ἥλατ’ ἀλυσκάζων κῦμα παρακτίδιον. | |
5 | εἰνάλιος τὸν δ’ αἶψα κύων βρυχηδὸν ὀδοῦσιν μάρψε· κυσὶν τλήμων ἦν ἄρ’ ὀφειλόμενος. | |
AG.9.372(p1) | ΑΔΗΛΟΝ | |
1 | Λεπτὸν ὑφηναμένα ῥαδινοῖς ὑπὸ ποσσὶν ἀράχνα τέττιγα σκολιαῖς ἔνδετον εἶχε πάγαις. ἀλλ’ οὐ μὰν λεπταῖσιν ἐπαιάζοντα ποδίστραις τὸν φιλάοιδον ἰδὼν παῖδα παρετρόχασα, | |
5 | λύσας δ’ ἐκ βροχίδων ἀπεκούφισα καὶ τόδ’ ἔλεξα· | |
„Σῴζου μουσείῳ φθεγγόμενος κελάδῳ.“ | 230 in vol. 3 | |
AG.9.373(p1) | ΑΔΗΛΟΝ | |
1 | Τίπτε με τὸν φιλέρημον ἀναιδέι, ποιμένες, ἄγρῃ τέττιγα δροσερῶν ἕλκετ’ ἀπ’ ἀκρεμόνων, τὴν Νυμφῶν παροδῖτιν ἀηδόνα κἤματι μέσσῳ οὔρεσι καὶ σκιεραῖς ξουθὰ λαλεῦντα νάπαις; | |
5 | ἠνίδε καὶ κίχλην καὶ κόσσυφον, ἠνίδε τόσσους ψᾶρας ἀρουραίης ἅρπαγας εὐπορίης· καρπῶν δηλητῆρας ἑλεῖν θέμις, ὄλλυτ’ ἐκείνους. φύλλων καὶ χλοερῆς τίς φθόνος ἐστὶ δρόσου; | |
AG.9.374(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἀέναον Καθαρήν με παρερχομένοισιν ὁδίταις πηγὴν ἀμβλύζει γειτονέουσα νάπη· πάντῃ δ’ αὖ πλατάνοισι καὶ ἡμεροθαλλέσι δάφναις ἔστεμμαι σκιερὴν ψυχομένη κλισίην· | |
5 | τοὔνεκα μή με θέρευς παραμείβεο, δίψαν ἀλαλκὼν ἄμπαυσον παρ’ ἐμοὶ καὶ κόπον ἡσυχίῃ. | |
AG.9.375(p1) | ΑΔΗΛΟΝ | |
1 | Τίς ποτ’ ἀκηδέστως οἰνοτρόφον ὄμφακα Βάκχου ἀνὴρ ἀμπελίνου κλήματος ἐξέταμεν, χείλεα δὲ στυφθεὶς ἀπό μιν βάλεν, ὡς ἂν ὁδίταις εἴη νισομένοις ἡμιδαὲς σκύβαλον; | |
5 | εἴη οἱ Διόνυσος ἀνάρσιος, οἷα Λυκοῦργος ὅττι τιν’ αὐξομέναν ἔσβεσεν εὐφροσύναν· τοῦδε γὰρ ἂν τάχα τις διὰ πώματος ἢ πρὸς ἀοιδὰς | |
ἤλυθεν ἢ γοεροῦ κάδεος ἔσχε λύσιν. | 232 in vol. 3 | |
AG.9.376(p1) | ΑΔΗΛΟΝ | |
1 | Τίπτε με τὴν ἀνέμοισιν ἁλώσιμον, ἠλεὲ τέκτον, τήνδε πίτυν τεύχεις νῆα θαλασσοπόρον οὐδ’ οἰωνὸν ἔδεισας; ὅ τοι Βορέης μ’ ἐδίωξεν ἐν χθονί, πῶς ἀνέμους φεύξομαι ἐν πελάγει; | |
AG.9.377(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Τάνταλος οὐδὲν ἔτρωγε· τινασσομένων γὰρ ὕπερθε καρπὸς ὑπὲρ κεφαλῆς αὐτὸν ἔφευγε φυτῶν, καὶ διὰ τοῦτο τροφῆς κεχρημένος ἧττον ἐδίψα· εἰ δὲ καὶ ἔτρωγεν σῦκα πεπαινόμενα | |
5 | καὶ βραβίλους καὶ μῆλα, τί τηλίκον ἀνδράσι νεκροῖς δίψος ἀπὸ χλωρῶν γίνεται ἀκροδρύων; ἡμεῖς δ’ ἐσθίομεν κεκλημένοι ἁλμυρὰ πάντα, χέννια καὶ τυρούς, χηνὸς ἁλιστὰ λίπη, ὄρνια καὶ μόσχεια· μίαν δ’ ἐπιπίνομεν αὐτοῖς· | |
10 | πάσχομεν οὐκοῦν σεῦ, Τάνταλε, πικρότερα. | |
AG.9.378(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀνδροφόνῳ σαθρὸν παρὰ τειχίον ὑπνώοντι νυκτὸς ἐπιστῆναι φασὶ Σάραπιν ὄναρ καὶ χρησμῳδῆσαι· „Κατακείμενος οὗτος ἀνίστω καὶ κοιμῶ μεταβάς, ὦ τάλας, ἀλλαχόθι.“ | |
5 | ὃς δὲ διυπνισθεὶς μετέβη. τὸ δὲ σαθρὸν ἐκεῖνο τειχίον ἐξαίφνης εὐθὺς ἔκειτο χαμαί· σῶστρα δ’ ἕωθεν ἔθυε θεοῖς χαίρων ὁ κακοῦργος ἥδεσθαι νομίσας τὸν θεὸν ἀνδροφόνοις. ἀλλ’ ὁ Σάραπις ἔχρησε πάλιν διὰ νυκτὸς ἐπιστάς· | |
10 | „Κήδεσθαί με δοκεῖς, ἄθλιε, τῶν ἀδίκων; εἰ μὴ νῦν σε μεθῆκα θανεῖν, θάνατον μὲν ἄλυπον | |
νῦν ἔφυγες, σταυρῷ δ’ ἴσθι φυλαττόμενος.“ | 234 in vol. 3 | |
AG.9.379(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Φασὶ παροιμιακῶς· „Κἂν ὗς δάκοι ἄνδρα πονηρόν.“ ἀλλὰ τόδ’ οὐχ οὕτω, φημί, προσῆκε λέγειν, ἀλλά· „Δάκοι κἂν ὗς ἀγαθοὺς καὶ ἀπράγμονας ἄνδρας.“ τὸν δὲ κακὸν δεδιὼς δήξεται οὐδὲ δράκων. | |
AG.9.380(p1) | ΓΡΑΜΜΑΤΙΚΟΥ ΤΙΝΟΣ | |
1 | Εἰ κύκνῳ δύναται κόρυδος παραπλήσιον ᾄδειν, τολμῷεν δ’ ἐρίσαι σκῶπες ἀηδονίσιν, εἰ κόκκυξ τέττιγος ἐρεῖ λιγυρώτερος εἶναι, ἶσα ποεῖν καὶ ἐγὼ Παλλαδίῳ δύναμαι. | |
AG.9.381 | Ἀκτῇ ἐπὶ προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, παρθένος αἰδοίη ὑπερώιον εἰσαναβᾶσα πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε· χρύσεον λύχνον ἔχουσα φάος περικαλλὲς ἐποίει, | |
5 | κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι νηχόμενος, καὶ λαῖτμα τάχισθ’ ἁλὸς ἐκπεράασκε νύκτα δι’ ἀμβροσίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι· ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκγεγάασι, | |
10 | παρθένος ἠίθεός τ’ ὀαρίζετον ἀλλήλοισιν εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας, | |
οἳ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην. | 236 in vol. 3 | |
AG.9.382 | Ὦ φίλοι, ἥρωες Δαναοί, θεράποντες Ἄρηος, ψεύσομαι ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. ἀγροῦ ἐπ’ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει, ναίει ἐυπλόκαμος δεινὴ θεὸς αὐδήεσσα, | |
5 | ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες. εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἀκούσῃ, αὖτις ἀριζήλως εἰρημένα μυθολογεύει. ἀλλὰ τίη τοι ταῦτα διεξέρχεσθαι ἕκαστα; τὴν δ’ οὔτ’ ἀθρῆσαι δύναμ’ ἀντίον οὔτε νοῆσαι· | |
10 | ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις. | |
AG.9.383 | Πρῶτος Θὼθ ἐδάη δρεπάνην ἐπὶ βότρυν ἐγείρειν. ἰχθυβόλοισι Φαωφὶ φέρει πανδήμιον ἄγρην. Πληιάδων φαίνουσαν Ἀθὺρ τεκμαίρεται ὥρην. Χοιὰκ σπειρομένων σταχύων δείκνυσι γενέθλην. | |
5 | Τυβὶ δὲ πορφύρεον βουληφόρον εἷμα τιταίνει. 〈σημαίνει πλωτῆρσι Μεχεὶρ πλόον ἀμφιπολεύειν.〉 Ἄρεος ὅπλα φέρειν Φαμενὼθ δείκνυσι μαχηταῖς. εἰαρινῶν Φαρμουθὶ ῥόδων πρωτάγγελός ἐστι, λήια δ’ αὐανθέντα Παχὼν δρεπάνῃσι φυλάσσει, | |
10 | εὐκάρπου δὲ Παϋνὶ προάγγελός ἐστιν ὀπώρης, καὶ σταφυλὴν κατέχων εὐάμπελός ἐστιν Ἐπηφί, καὶ Μεσορὶ Νείλοιο φέρει φυσίζοον ὕδωρ. | |
AG.9.384 | Ἐξ ἐμέθεν λυκάβαντος ὑπηελίοιο θύρετρα, Αὐσονίης θ’ ὕψος δέρκεται Ἠέλιος. αὐτὰρ ἐγὼ θαμινῇσι γύην νιφάδεσσι διαίνω | |
τεύχων εἰαρινῆς ἔγκυον ἀγλαΐης. | 238 in vol. 3 | |
5 | ἄρχετ’ Ἄρης ἀπ’ ἐμεῖο καὶ ἄνθεα καὶ γλάγος ἡδύ· ἴση δ’ εἰκοστῷ ἤματι νὺξ τελέθει. ἐντύνοι τημόσδε φυτοσκάφος ἔρνεα τάμνων ῥίζῃ ἐπ’ ἀγροτέρῃ ἥμερον ἀκρεμόνα. οἴγεται ἄρτι θάλασσα, ἐφοπλίζοιτε δὲ νῆας· | |
10 | ὥριον ἀκλύστων ἐκτὸς ἄγειν λιμένων. μεσσάτιος ῥόδου εἰμὶ καὶ ἀργεννοῖο κρίνοιο, καὶ ξανθῆς κεράσου βρίθομαι ἀκρεμόσιν. Καρκίνον Ἠέλιος μετανίσσεται, ἀστάχυας δὲ καρφαλέους κείρει γειοπόνος δρεπάνῃ. | |
15 | κρίνω ἐγὼ Δηὼ καὶ ἀχυρμιάς· ἐν δὲ Λέοντι ἀτρεκέα τελέθει χεύματα Νηιάδων. βρίθω ἐγὼ σταφυλῇ, βρίθω δ’ ἐπὶ πάσῃ ὀπώρῃ· αὖθις δ’ ἰσοπαλὴς γίνεται ἤματι νύξ. τίς δέ κ’ ἐμεῖο πέλοι γλυκερώτερος, ὃς μέθυ χεύω, | |
20 | ληνῷ ἐπεὶ κατάγω Βάκχον ἀπ’ οἰνοπέδου; εἴ τοι Ἀθηναίης πέλει ἔρνεα, ὥριον ἤδη καρπὸν ἀποθλίβειν, μνῆστιν ἔχειν καμάτων. παύσασθαι νειοῦ κέλομαι· γλαγόωντι γὰρ ἤδη σπέρματι ῥιγεδανὴ πηγυλὶς ἀντιάσει. | |
AG.9.385(p1) | ΣΤΕΦΑΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων, Βῆτα δ’ ὄνειρον ἔχει, ἀγορὴν καὶ νῆας ἀριθμεῖ. Γάμμα δ’ ἄρ’ ἀμφ’ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις. | |
Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή. | 240 in vol. 3 | |
5 | Εἶ, βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός· Ζῆτα δ’ ἄρ’ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ’ ὀαριστύς. Ἦτ’, Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ. Θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος· ἐξεσίη δ’ Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα. | |
10 | Κάππα δ’ ἄρ’, ἀμφοτέρων σκοπιαζέμεν ἤλυθον ἄνδρες. Λάμβδα δ’, ἀριστῆας Δαναῶν βάλον Ἕκτορος ἄνδρες. Μῦ, Τρώων παλάμῃσι κατήριπε τεῖχος Ἀχαιῶν. Νῦ δέ, Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρῃ. Ξῖ, Κρονίδην λεχέεσσι σὺν ὕπνῳ τ’ ἤπαφεν Ἥρη. | |
15 | Οὖ, Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ. Πῖ, Πάτροκλον ἔπεφνεν ἀρήιον Ἕκτορος αἰχμή. Ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον. Σῖγμα, Θέτις Ἀχιλῆι παρ’ Ἡφαίστου φέρεν ὅπλα· Ταῦ δ’, ἀπέληγε χόλοιο καὶ ἔκθορε δῖος Ἀχιλλεύς. | |
20 | ῏Υ, μακάρων ἔρις ὦρτο, φέρει δ’ ἐπὶ κάρτος Ἀχαιοῖς. Φῖ, κρατερῶς κατὰ χεύματ’ ἐδάμνατο Τρῶας Ἀχιλλεύς. Χῖ δ’ ἄρα, τρὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορ’ Ἀχιλλεύς. Ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς. Ὦ, Πριάμῳ νέκυν υἷα λαβὼν γέρα δῶκεν Ἀχιλλεύς. | |
AG.9.386 | Ἁ Κύπρις πρῴαν γυμνάν ς’ ἐβόασεν ἰδοῦσα· „Φεῦ, φεῦ, πῶς σταγόνων ἔκτοθεν Οὐρανίων, ζαλώσας ὠδῖνα Θαλάσσας, ὁ θρασὺς ἄλλαν | |
Νεῖλος ἀπὸ γλυκερῶν Κύπριν ἀνῆκε βυθῶν;“ | 242 in vol. 3 | |
AG.9.387(p1) | [ΑΔΡΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ, οἱ δὲ] ΓΕΡΜΑΝΙΚΟΥ | |
1 | Ἕκτορ, Ἀρήιον αἷμα, κατὰ χθονὸς εἴ που ἀκούεις, χαῖρε καὶ ἄμπνευσον βαιὸν ὑπὲρ πατρίδος. Ἴλιον οἰκεῖται κλεινὴ πόλις ἄνδρας ἔχουσα σοῦ μὲν ἀφαυροτέρους, ἀλλ’ ἔτ’ ἀρηιφίλους· | |
5 | Μυρμιδόνες δ’ ἀπόλοντο. παρίστασο καὶ λέγ’ Ἀχιλλεῖ Θεσσαλίην κεῖσθαι πᾶσαν ὑπ’ Αἰνεάδαις. | |
AG.9388,389(p1) | Πρὸς ταῦτα ὑπέγραψε στρατιώτης, φασὶ δὲ Τραϊανοῦ εἶναι. | |
1 | Θάρσυνοι· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον. | |
p2 | Εἶτα τοῦ Βασιλέως ἐπαινέσαντος καὶ γράψαντος „Δήλωσόν | |
p2 | μοι, τίς εἶ“ ἀντέγραψεν· | |
2 | Εἰμὶ μὲν εὐθώρηκος Ἐνυαλίου πολεμιστής· εἰμὶ δὲ καὶ θεράπων Ἑλικωνίου Ἀπόλλωνος αὐτοῖς ἐν πρώτοισι λελεγμένος ἀσπιδιώταις. | |
AG.9.390(p1) | ΜΕΝΕΚΡΑΤΟΥΣ ΣΜΥΡΝΑΙΟΥ | |
1 | Παισὶν ἐπὶ προτέροις ἤδη τρίτον ἐν πυρὶ μήτηρ θεῖσα καὶ ἀπλήστῳ δαίμονι μεμφομένη τέτρατον ἄλγος ἔτικτε καὶ οὐκ ἀνέμεινεν ἀδήλους ἐλπίδας, ἐν δὲ πυρὶ ζωὸν ἔθηκε βρέφος | |
5 | „Οὐ θρέψω“ λέξασα· „τί γὰρ πλέον; Ἄϊδι μαστοὶ | |
κάμνετε· κερδήσω πένθος ἀμοχθότερον.“ | 244 in vol. 3 | |
AG.9.391(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Τὰν ἥβαν ἐς ἄεθλα πάλας ἤσκησε κραταιᾶς ἅδε Ποσειδῶνος καὶ Διὸς ἁ γενεά· κεῖται δέ σφιν ἀγὼν οὐ χάλκεος ἀμφὶ λέβητος, ἀλλ’ ὅστις ζωὰν οἴσεται ἢ θάνατον. | |
5 | Ἀνταίου τὸ πτῶμα, πρέπει δ’ Ἡρακλέα νικᾶν τὸν Διός. Ἀργείων ἁ πάλα, οὐ Λιβύων. | |
AG.9.392(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἴ τις ἀπάγξασθαι μὲν ὀκνεῖ, θανάτου δ’ ἐπιθυμεῖ, ἐξ Ἱερᾶς Πόλεως ψυχρὸν ὕδωρ πιέτω. | |
AG.9.393(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Οὐδεὶς καὶ καθαρὸς καὶ μείλιχος ἤλυθεν ἄρχων· ἓν γὰρ ἑνὸς δοκέει δόγματος ἀντίπαλον· τὸ γλυκὺ τοῦ κλέπτοντος, ὑπερφιάλου δὲ τὸ ἁγνόν. ὄργανα τῆς ἀρχῆς ταῦτα δύ’ ἐστὶ πάθη. | |
AG.9.394(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Χρυσέ, πάτερ κολάκων, ὀδύνης καὶ φροντίδος υἱέ, καὶ τὸ ἔχειν σε φόβος, καὶ μὴ ἔχειν ς’ ὀδύνη. | |
AG.9.395(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | „Ὡς οὐδὲν γλύκιον ἧς πατρίδος,“ εἶπεν Ὀδυσσεύς· ἐν γὰρ τοῖς Κίρκης ἔκχυτον οὐκ ἔφαγεν, οὗ μόνον εἰ καὶ καπνὸν ἀποθρῴσκοντ’ ἐνόησεν, | |
εἶπεν ἂν οἰμώζειν καὶ δέκα Πηνελόπαις. | 246 in vol. 3 | |
AG.9.396(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ὄρθριος εὐπλέκτοιο λίνου νεφοειδέι κόλπῳ ἔμπεσε σὺν κίχλῃ κόσσυφος ἡδυβόας· καὶ τὰν μὲν πανάφυκτος ἕλε βρόχος, ὠκὺ δ’ ἀπέπτα ἐξ ὀρνιθοπέδας ᾠδὸς ἐρημοφίλας. | |
5 | ἦ τάχα που τριμάκαιρα φιλαγρέτις ὄρνιν ἀοιδὸν Ἄρτεμις εὐμόλπῳ λῦσεν ἄνακτι λύρης. | |
AG.9.397(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Φεῦγε Λάκων ποτὲ δῆριν, ὑπαντιάσασα δὲ μήτηρ εἶπε κατὰ στέρνων ἆορ ἀνασχομένη· „Ζώων μὲν σέο μητρὶ διαμπερὲς αἶσχος ἀνάπτεις καὶ κρατερῆς Σπάρτης πάτρια θεσμὰ λύεις· | |
5 | ἢν δὲ θάνῃς παλάμῃσιν ἐμαῖς, μήτηρ μὲν ἀκούσω δύσμορος, ἀλλ’ ἐν ἐμῇ πατρίδι σῳζομένη.“ | |
AG.9.398(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ὁλκὰς ὕδωρ προφυγοῦσα πολυφλοίσβοιο θαλάσσης ἐν χθονὸς ἀγκοίναις ὤλετο μητριάσιν· ἱσταμένην γὰρ πυρσὸς ἐπέφλεγε· καιομένη δὲ δυσμενέων ὑδάτων συμμαχίην ἐκάλει. | |
AG.9.399 | Ἠέλιον νίκησε τεὸς νόος ἡδὺ φαείνων, αἰὲν ἀπαστράπτων βροτοφεγγέα πάνσοφον αἴγλην, | |
ἡδυφαῆ, χαρίεσσαν, ἀπαστράπτουσαν ἀλύπως. | 248 in vol. 3 | |
AG.9.400(p1) | [ΤΟΥ ΑΥΤΟΥ] ΠΑΛΛΑΔΑ | |
1 | Ὅταν βλέπω σε, προσκυνῶ, καὶ τοὺς λόγους, τῆς παρθένου τὸν οἶκον ἀστρῷον βλέπων· εἰς οὐρανὸν γάρ ἐστί σου τὰ πράγματα, Ὑπατία σεμνή, τῶν λόγων εὐμορφία, | |
5 | ἄχραντον ἄστρον τῆς σοφῆς παιδεύσεως. | |
AG.9.401(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ἡ φύσις ἐξεῦρεν φιλίης θεσμοὺς ἀγαπῶσα τῶν ἀποδημούντων ὄργανα συντυχίης, τὸν κάλαμον, χάρτην, τὸ μέλαν, τὰ χαράγματα χειρός, σύμβολα τῆς ψυχῆς τηλόθεν ἀχνυμένης. | |
AG.9.402(p1) | ΑΔΡΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ | |
1 | Τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου. | |
AG.9.403(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Αὐτὸς ἄναξ ἔμβαινε θοῷ πηδήματι ληνοῦ λακτιστής, ἔργου δ’ ἡγέο νυκτερίου, λεύκωσαι πόδα γαῦρον, ἐπίρρωσαι δὲ χορείην λάτριν, ὑπὲρ κούφων ζωσάμενος γονάτων· | |
5 | εὔγλωσσον δ’ ὀχέτευε κενούς, μάκαρ, ἐς πιθεῶνας | |
οἶνον ἐπὶ ψαιστοῖς καὶ λασίῃ χιμάρῳ. | 250 in vol. 3 | |
AG.9.404(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Ἆ καλὸν αὐτοπόνητον ἐν αἰθέρι ῥεῦμα μελισσῶν, ἄπλαστοι χειρῶν αὐτοπαγεῖς θαλάμαι, προίκιος ἀνθρώπων βιότῳ χάρις, οὐχὶ μακέλλας, οὐ βοός, οὐ γαμψῶν δευομένα δρεπάνων, | |
5 | γαυλοῦ δὲ σμικροῖο, τόθι γλυκὺ νᾶμα μέλισσα πηγάζει σκήνευς δαψιλὲς ἐξ ὀλίγου. χαίροιτ’, εὐαγέες, καὶ ἐν ἄνθεσι ποιμαίνεσθε, αἰθερίου πτηναὶ νέκταρος ἐργάτιδες. | |
AG.9.405(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Ἀδρήστειά σε δῖα καὶ ἰχναίη σε φυλάσσοι παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις· δείδια σόν τε φυῆς ἐρατὸν τύπον ἠδὲ σά, κοῦρε, δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης | |
5 | καὶ σοφίην καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα, Δροῦσε, πέλειν μακάρων πευθόμεθ’ ἀθανάτων. | |
AG.9.406(p1) | ΑΝΤΙΓΟΝΟΥ ΚΑΡΥΣΤΙΟΥ | |
1 | Ἀργυρέη κρηνίς με, τὸν οὐκέτι μακρὰ βοῶντα βάτραχον, οἰνηραῖς ἔσχεν ὑπὸ σταγόσιν· κεῖμαι δ’ ἐν Νύμφαις, κείναις φίλος οὐδὲ Λυαίῳ ἐχθρός, ὑπ’ ἀμφοτέρων λουόμενος σταγόσιν. | |
5 | ὀψέ ποτ’ εἰς Διόνυσον ἐκώμασα. φεῦ, τίνες ὕδωρ | |
πίνουσιν μανίην σώφρονα μαινόμενοι; | 252 in vol. 3 | |
AG.9.407(p1) | ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ] | |
1 | Δμώιον Ἱπποκράτευς ἔθανε βρέφος ἐς πλατὺ πόντου χεῖλος γειτοσύνης ἑρπύσαν ἐκ καλύβης, πλεῖον ἐπεὶ μαζῶν ἔπιεν ποτόν. ἔρρε, θάλασσα, ἣ βρέφος ὡς μήτηρ ψεύσαο δεξαμένη. | |
AG.9.408(p1) | [ΑΠΟΛΛΩΝΙΔΟΥ, οἱ δὲ] ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Εἴθε με παντοίοισιν ἔτι πλάζεσθαι ἀήταις ἢ Λητοῖ στῆναι μαῖαν ἀλωομένῃ, οὐκ ἂν χητοσύνην τόσον ἔστενον. οἲ ἐμὲ δειλήν, ὅσσαις Ἑλλήνων νηυσὶ παραπλέομαι | |
5 | Δῆλος ἐρημαίη, τὸ πάλαι σέβας· ὀψέ πῃ Ἥρη Λητοῦς, ἀλλ’ οἰκτρὴν τήνδ’ ἐπέθηκε δίκην. | |
AG.9.409(p1) | ΑΝΤΙΦΑΝΟΥΣ | |
1 | Εἴ τινα μὴ τέρπει λωτοῦ μέλος ἢ γλυκὺς ἦχος ψαλμῶν ἢ τριγέρων νεκτάρεος Βρόμιος ἢ πεῦκαι, κοῦροι, στέφανοι, μύρα, λειτὰ δὲ δειπνῶν λαθροπόδας τρώκταις χερσὶ τίθησι τόκους, | |
5 | οὗτος ἐμοὶ τέθνηκε· μεριμνητὴν δὲ παρέρπω | |
νεκρὸν ἐς ἀλλοτρίους φειδόμενον φάρυγας. | 254 in vol. 3 | |
AG.9.410(p1) | ΤΥΛΛΙΟΥ ΣΑΒΙΝΟΥ | |
1 | Σμίνθος, ὁ παντοίης δαιτὸς λίχνος, οὐδὲ μυάγρης δειλός, ὁ κἀκ θανάτου κέρδεα λῃζόμενος, νευρολάλον Φοίβου χορδὴν θρίσεν· ἡ δ’ ἐπὶ πῆχυν ἑλκομένη θηρὸς λαιμὸν ἀπεβρόχισεν. | |
5 | τόξων εὐστοχίην θαυμάζομεν, ὃς δὲ κατ’ ἐχθρῶν ἤδη καὶ κιθάρην εὔστοχον ὅπλον ἔχει. | |
AG.9.411(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Ἤλλακτ’ ἐξαπίνης Κορνήλιος οὐδ’ ἔτι λιτῷ τέρπεται ἡμετέρῳ μουσοχαρεῖ βιότῳ· κούφης δ’ αἰωρεῖται ἀπ’ ἐλπίδος· οὐκέτι δ’ ἡμεῖς οἱ πάρος, ἀλλ’ ἑτέρης ἐλπίδος ἐκκρέμαται. | |
5 | εἴκωμεν, ψυχή, πεπαλαίσμεθα, μηδὲ βιάζου· εἰς ἔδαφος τέχνης κείμεθ’ ὑπ’ ἀργυρέης. | |
AG.9.412(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ἤδη καὶ ῥόδον ἐστὶ καὶ ἀκμάζων ἐρέβινθος καὶ καυλοὶ κράμβης, Σωσύλε, πρωτοτόμου καὶ μαίνη σαλαγεῦσα καὶ ἀρτιπαγὴς ἁλίτυρος καὶ θριδάκων οὔλων ἀφροφυῆ πέταλα. | |
5 | ἡμεῖς δ’ οὔτ’ ἀκτῆς ἐπιβαίνομεν οὔτ’ ἐν ἀπόψει γινόμεθ’ ὡς αἰεί, Σωσύλε, τὸ πρότερον· καὶ μὴν Ἀντιγένης καὶ Βάκχιος ἐχθὲς ἔπαιζον, | |
νῦν δ’ αὐτοὺς θάψαι σήμερον ἐκφέρομεν. | 256 in vol. 3 | |
AG.9.413(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Ἡ τερεβινθώδης ὀλιγάμπελος οἷά τε βαιὴ νησίς, ἀλλ’ ὁμαλὴ πᾶσα καὶ ἀστύφελος· αἱ δ’ ἀγχοῦ μεγάλαι τε καὶ εὐρέες, ἀλλ’ ἐπὶ πουλὺ τρηχεῖαι, μεγέθει τοῦτο περισσότεραι. | |
5 | καρποῖς, οὐ σταδίοισιν ἐρίζομεν· οὐδὲ γὰρ αὖλαξ Αἰγύπτου Λιβύης ψάμμου ἐπιστρέφεται. | |
AG.9.414(p1) | ΓΕΜΙΝΟΥ | |
1 | Ἡ παλίουρος ἐγώ, τρηχὺ ξύλον, οὖρος ἐν ἕρκει. τίς μ’ ἄφορον λέξει, τὴν φορίμων φύλακα; | |
AG.9.415(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Ἤμην καὶ προπάροιθε συνέμπορος ἀνέρι κέρδους, ἡνίκα δημοτέρην Κύπριν ἐναυτολόγει· κεῖθεν καὶ συνέπηξεν ἐμὴν τρόπιν, ὄφρα με λεύσσῃ Κύπρις τὴν ἀπὸ γῆς εἰν ἁλὶ ῥεμβομένην. | |
5 | ἔστιν ἑταίρειος μὲν ἐμοὶ στόλος, εἰσὶ δὲ λεπτὰ κάρπασα καὶ λεπτὸν φῦκος ὑπὲρ σανίδων· ναυτίλοι, ἀλλ’ ἄγε πάντες ἐμῆς ἐπιβαίνετε πρύμνης | |
θαρραλέως, πολλοὺς οἶδα φέρειν ἐρέτας. | 258 in vol. 3 | |
AG.9.416(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἡ ναῦς ἀπ’ ἔργων Κύπριδος γομφουμένη πρὸς τὸν γενάρχην πόντον ἤλυθον θεοῦ· ἀνὴρ γὰρ ὥρης μ’ ἔμπορος τεκτήνατο καλέσας „Ἑταίρην“· εἰμὶ γὰρ πᾶσιν φίλη. | |
5 | ἔμβαινε θαρρῶν, μισθὸν οὐκ αἰτῶ βαρύν· ἐλθόντα δέχομαι πάντα· βαστάζω ξένον ἀστόν τ’· ἐπὶ γαίης κἠν βυθῷ μ’ ἐρέσσετε. | |
AG.9.417(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Θηρευτὴν Λάμπωνα, Μίδου κύνα, δίψα κατέκτα καίπερ ὑπὲρ ψυχῆς πολλὰ πονησάμενον. ποσσὶ γὰρ ὤρυσσεν νοτερὸν πέδον, ἀλλὰ τὸ νωθὲς πίδακος ἐκ τυφλῆς οὐκ ἐτάχυνεν ὕδωρ· | |
5 | πῖπτε δ’ ἀπαυδήσας, ἡ δ’ ἔβλυσεν. ἦ ἄρα, Νύμφαι, Λάμπωνι κταμένων μῆνιν ἔθεσθ’ ἐλάφων. | |
AG.9.418(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἴσχετε χεῖρα μυλαῖον, ἀλετρίδες, εὕδετε μακρά, κἢν ὄρθρον προλέγῃ γῆρυς ἀλεκτρυόνων· Δηὼ γὰρ Νύμφαισι χερῶν ἐπετείλατο μόχθους· αἱ δὲ κατ’ ἀκροτάτην ἁλλόμεναι τροχιὴν | |
5 | ἄξονα δινεύουσιν· ὁ δ’ ἀκτίνεσσιν ἑλικταῖς στρωφᾷ Νισυρίων κοῖλα βάρη μυλάκων. γευόμεθ’ ἀρχαίου βιότου πάλιν, εἰ δίχα μόχθου | |
δαίνυσθαι Δηοῦς ἔργα διδασκόμεθα. | 260 in vol. 3 | |
AG.9.419(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Κἢν μυχὸν Ὀρκυναῖον ἢ ἐς πύματον Σολόεντα ἔλθῃ καὶ Λιβυκῶν κράσπεδον Ἑσπερίδων Καῖσαρ ὁ πουλυσέβαστος, ἅμα κλέος εἶσιν ἐκείνῳ πάντῃ· Πυρήνης ὕδατα μαρτύρια· | |
5 | οἷσι γὰρ οὐδὲ πέριξ δρυτόμοι ἀπεφαιδρύναντο λουτρὰ καὶ ἠπείρων ἔσσεται ἀμφοτέρων. | |
AG.9.420(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Μὴ κλαίων τὸν Ἔρωτα δόκει, Τηλέμβροτε, πείσειν μηδ’ ὀλίγῳ παύσειν ὕδατι πῦρ ἀπνεές· χρυσὸς Ἔρωτος ἀεὶ παιώνιος, ἐσβέσθη δὲ οὐδὲ τότ’ ἐν πολλῷ τικτόμενος πελάγει. | |
AG.9.421(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Νῆσοι ἐρημαῖαι, τρύφεα χθονός, ἃς κελαδεινὸς ζωστὴρ Αἰγαίου κύματος ἐντὸς ἔχει, Σίφνον ἐμιμήσασθε καὶ αὐχμηρὴν Φολέγανδρον, τλήμονες, ἀρχαίην δ’ ὠλέσατ’ ἀγλαΐην. | |
5 | ἦ ῥ’ ὑμᾶς ἐδίδαξεν ἕνα τρόπον ἡ τότε λευκὴ Δῆλος ἐρημαίου δαίμονος ἀρξαμένη. | |
AG.9.422(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | „Πρὸς παίδων“, εἶπεν, „γουνάζομαι, ἤν με θανοῦσαν στείλῃς, μὴ σπεῖσαι δεύτερα φίλτρα γάμου.“ εἶπεν· ὁ δ’ εἰς ἑτέρην ἐσπούδασεν. ἀλλὰ Φίλιννα Διογένην λήθης τίσατο καὶ φθιμένη· | |
5 | νυκτὶ γὰρ ἐν πρώτῃ θάλαμον σχάσε μῆνις ἄφυκτος, | |
ὡς μὴ λέκτρον ἰδεῖν δεύτερον ἠέλιον. | 262 in vol. 3 | |
AG.9.423(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Σάρδιες αἱ τὸ πάλαι Γύγου πόλις αἵ τ’ Ἀλυάττου Σάρδιες, αἳ βασιλεῖ Περσὶς ἐν Ἀσιάδι, αἳ χρυσῷ τὸ παλαιὸν ἐπλινθώσασθε μέλαθρον ὄλβον Πακτωλοῦ ῥεύματι δεξάμεναι, | |
5 | νῦν δὴ ὅλαι δύστηνοι ἐς ἓν κακὸν ἁρπασθεῖσαι ἐς βυθὸν ἐξ ἀχανοῦς χάσματος ἠρίπετε. Βοῦρα καὶ ἶς’ Ἑλίκη κεκλυσμέναι· αἱ δ’ ἐνὶ χέρσῳ Σάρδιες ἐμβυθίαις εἰς ἓν ἔκεισθε τέλος. | |
AG.9.424(p1) | ΔΟΥΡΙΔΟΣ ΤΟΥ ΕΛΑΪΤΟΥ | |
1 | Ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε; οὐ Λιβύης, Ἐφέσου δὲ τὰ μυρία κεῖνα ταλαίνης αὔλια καὶ μακάρων ἐξ ἐτέων κτέανα. | |
5 | ποῦ δὲ σαωτῆρες τότε δαίμονες ἔτρεπον ὄμμα; αἰαῖ τὴν Ἰάδων πολλὸν ἀοιδοτάτην. κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖα εἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις. | |
AG.9.425(p1) | ΙΩΑΝΝΟΥ ΠΟΙΗΤΟΥ ΤΟΥ ΒΑΡΒΟΥΚΑΛΛΟΥ | |
1 | Ἅδ’ ἐγὼ ἁ τλάμων ἄπολις πόλις ἄμμιγα νεκροῖς ἐνναέταις κεῖμαι ἁ παναποτμοτάτα· Ἥφαιστός μ’ ἐδάμασσε μετὰ κλόνον Ἐννοσιγαίου, φεῦ, ἀπὸ τοσσατίου κάλλεός εἰμι κόνις. | |
5 | ἀλλὰ παραστείχοντες ἐμὰν στοναχήσατε μοῖραν, | |
σπείσατε Βηρυτῷ δάκρυα καὶ φθιμένᾳ. | 264 in vol. 3 | |
AG.9.426(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ποῦ τελέθει Κύπρις πολιήοχος, ὄφρα νοήσῃ ἔνδιον εἰδώλων τὴν πρὶν ἕδος Χαρίτων; τύμβος ἀταρχύτων μερόπων πόλις, ἧς ὑπὸ τέφρην αἱ Βερόης πολλαὶ κείμεθα χιλιάδες. | |
5 | γράψαθ’ ἑνὸς καθύπερθε λίθου, φίλα λείψανα φωτῶν· „Βηρυτὸς γοερὴ κεῖται ὑπὲρ δαπέδων.“ | |
AG.9.427(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ναυτίλε, μὴ στήσῃς δρόμον ὁλκάδος εἵνεκ’ ἐμεῖο, λαίφεα μὴ λύσῃς· χέρσον ὁρᾷς λιμένα, τύμβος ὅλη γενόμην· ἕτερον δ’ ἐς ἀπενθέα χῶρον δουπήσει κώπη νηὸς ἐπερχομένης· | |
5 | τοῦτο Ποσειδάωνι φίλον ξενίοις τε θεοῖσιν. χαίρεθ’ ἁλιπλανέες, χαίρεθ’ ὁδοιπλανέες. | |
AG.9.428(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Σοί με, Θρηικίης σκυληφόρε, Θεσσαλονίκη μήτηρ ἡ πάσης πέμψε Μακηδονίης· ἀείδω δ’ ὑπὸ σοὶ δεδμημένον Ἄρεα Βεσσῶν, ὅσς’ ἐδάην πολέμου, πάντ’ ἀναλεξάμενος. | |
5 | ἀλλά μοι ὡς θεὸς ἔσσο κατήκοος, εὐχομένου δὲ | |
κλῦθι. τίς ἐς Μούσας οὔατος ἀσχολίη; | 266 in vol. 3 | |
AG.9.429(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Τὸν σκοπὸν Εὐβοίης ἁλικύμονος ᾖσεν Ἀριστὼ Ναύπλιον· ἐκ μολπῆς δ’ ὁ θρασὺς ἐφλεγόμην, ὁ ψεύστης δ’ ὑπὸ νύκτα Καφηρείης ἀπὸ πέτρης πυρσὸς ἐμὴν μετέβη δυσμόρου ἐς κραδίην. | |
AG.9.430(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Τῆς ὄιος γενεὴ μὲν Ἀγαρρική, ἔνθα τ’ Ἀράξεω ὕδωρ πιλοφόροις πίνεται Ἀρμενίοις· χαῖται δ’, οὐ μήλοις ἅτε που μαλακοῖς ἔπι μαλλοί, ψεδναὶ δ’ ἀγροτέρων τρηχύτεραι χιμάρων. | |
5 | νηδὺς δὲ τριτοκεῖ ἀνὰ πᾶν ἔτος, ἐκ δὲ γάλακτος θηλὴ ἀεὶ μαστοῦ πλήθεται οὐθατίου· βληχὴ δ’ ἀσσοτάτω τερένης μυκήματι μόσχου· ἄλλα γὰρ ἀλλοῖαι πάντα φέρουσι γέαι. | |
AG.9.431 | Καὶ χρυσὸν φιλέω καὶ δήιον Ἄρεα φεύγω. | |
AG.9.432(p1) | ΘΕΟΚΡΙΤΟΥ | |
1 | Ἆ δείλαιε τὺ Θύρσι, τί τοι πλέον, εἰ καταταξεῖς δάκρυσι διγλήνως ὦπας ὀδυρόμενος; οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ’ ἐς Ἅιδαν· τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος, | |
5 | αἱ δὲ κύνες κλαγγεῦντι. τί τοι πλέον, ἁνίκα τήνας | |
ὀστίον οὐδὲ τέφρα λείπετ’ ἀποιχομένας; | 268 in vol. 3 | |
AG.9.433(p1) | ΤΟΥ ΑΥΤΟΥ ΘΕΟΚΡΙΤΟΥ | |
1 | Λῇς, ποτὶ τᾶν Νυμφᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαι ἁδύ τί μοι; κἠγὼ πακτίδ’ ἀειράμενος ἀρξεῦμαί τι κρέκειν· ὁ δὲ βουκόλος ἄμμιγα θέλξει Δάφνις κηροδέτῳ πνεύματι μελπόμενος· | |
5 | ἐγγὺς δὲ στάντες λασιαύχενος ἄντρου ὄπισθεν Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου. | |
AG.9.434(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ’ ἔγραψα, εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης· Μοῦσαν δ’ ὀθνείαν οὔ τιν’ ἐφελκυσάμαν. | |
AG.9.435(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἅδε τράπεζα· θεὶς ἀνελεῦ ψήφου πρὸς λόγον ἐρχομένης. ἄλλος τις πρόφασιν λεγέτω, τὰ δ’ ὀθνεῖα Κάικος | |
χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ. | 270 in vol. 3 | |
AG.9.436 | Ἀρχαῖα τὠπόλλωνι τἀναθήματα ὑπῆρχεν· ἡ βάσις δὲ τοῦ μὲν εἴκοσι, τοῦ δ’ ἑπτά, τοῦ δὲ πέντε, τοῦ δὲ δώδεκα, τοῦ δὲ διηκοσίοισι νεωτέρη ἥδ’ ἐνιαυτοῖς· | |
5 | τοσσόσδ’ ἀριθμὸς ἐξέβη μετρούμενος. | |
AG.9.437(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τήναν τὰν λαύραν, τόθι ταὶ δρύες, αἰπόλε, κάμψας σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον, τρισκελές, αὐτόφλοιον, ἀνούατον, ἀλλὰ φάλητι παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. | |
5 | ἕρκος δ’ εὐίερον περιδέδρομεν· ἀέναον δὲ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος· εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς | |
10 | κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη· ξουθαὶ δ’ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα. ἕζεο δὴ τηνεὶ καὶ τῷ χαρίεντι Πριάπῳ εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους, | |
15 | κεὐθὺς ἀπορρέξειν χίμαρον καλόν· ἢν δ’ ἀνανεύσῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω | |
σακίταν· νεύοι δ’ εὐμενέως ὁ θεός. | 272 in vol. 3 | |
AG.9.438(p1) | ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Βωλοτόμοι μύρμηκες, ὁ γῆς στρατός, ἡνίκ’ ἔτενδε γειομόρου μελιχρὴν σμηνοδόκου χάριτα, μηνίσας ὁ πρέσβυς ἐς ὕδατα κρωσσὸν ἔβαψεν, ἐνθάδε τοὺς ἀπὸ γῆς οὐ δοκέων πελάσειν· | |
5 | οἱ δὲ νέας 〈κάρφασ〉 ἀχυρίτιδας ἀντιφέροντες αὐτοκυβερνῆται πρὸς κύτος ἐτρόχασαν. ἦ ῥα φίλη γαστὴρ καὶ βαιοτάτους ἀνέπεισεν ἐκ χθονὸς εἰς Νύμφας καινοτάτους ἐρέτας. | |
AG.9.439(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Βρέγμα πάλαι λαχναῖον ἐρημαῖόν τε κέλυφος ὄμματος ἀγλώσσου θ’ ἁρμονίη στόματος, ψυχῆς ἀσθενὲς ἕρκος, ἀτυμβεύτου θανάτοιο λείψανον, εἰνόδιον δάκρυ παρερχομένων, | |
5 | κεῖσο πέλας πρέμνοιο παρ’ ἀτραπόν, ὄφρα 〈μάθῃ τισ〉 ἀθρήσας, τί πλέον φειδομένῳ βιότου. | |
AG.9.440(p1) | ΜΟΣΧΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ | |
1 | Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει· „Εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα, δραπετίδας ἐμός ἐστιν· ὁ μανυτὰς γέρας ἑξεῖ, μισθόν τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃς νιν, | |
5 | οὐ γυμνὸν τὸ φίλαμα, τὺ δ’, ὦ ξένε, καὶ πλέον ἑξεῖς. ἔστι δ’ ὁ παῖς περίσαμος, ἐν εἴκοσι πᾶσι μάθοις νιν. χρῶτα μὲν οὐ λευκός, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτοῦ δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα· οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά· | |
10 | ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς, οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει. | |
εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ πρόσωπον. μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει· βάλλει δ’ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα. | 274 in vol. 3 | |
15 | γυμνὸς μὲν τό γε σῶμα, νόος δέ οἱ ἐμπεπύκασται· καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ, ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται· τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον· τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται· | |
20 | καὶ χρύσεον περὶ νῶτα φαρέτριον· ἔνδοθι δ’ ἐντὶ τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει. πάντα μὲν ἄγρια, πάντα· πολὺ πλέον ἁ δαῒς αὐτῷ βαιὰ λαμπὰς ἐοῖσα, τὸν ἅλιον αὐτὸν ἀναίθει. ἢν τύ γ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς· | |
25 | κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο, μή σε πλανήσῃ· κἢν γελάῃ, τύ νιν ἕλκε· καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι, φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί. ἢν δὲ λέγῃ ‚Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,‛ μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.“ | |
AG.9.441(p1) | ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Τὸν Διὸς ἐν τριόδοισιν ἐθαύμασα χάλκεον υἷα, τὸν πρὶν ἐν εὐχωλαῖς, νῦν παραριπτόμενον. ὀχθήσας δ’ ἄρ’ ἔειπον· „Ἀλεξίκακε τρισέληνε, μηδέποθ’ ἡττηθεὶς σήμερον ἐξετάθης;“ | |
5 | νυκτὶ δὲ μειδιόων με θεὸς προσέειπε παραστάς· | |
„Καιρῷ δουλεύειν καὶ θεὸς ὢν ἔμαθον.“ | 276 in vol. 3 | |
AG.9.442(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΜΥΡΙΝΑΙΟΥ | |
1 | Γριπεύς τις μογέεσκεν ἐπ’ ἰχθύσι· τὸν δ’ ἐσιδοῦσα εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ καί μιν θῆκε σύνευνον· ὁ δ’ ἐκ βιότοιο πενιχροῦ δέξατο παντοίης ὄγκον ἀγηνορίης. | |
5 | ἡ δὲ Τύχη γελόωσα παρίστατο καὶ ποτὶ Κύπριν· „Οὐ τεὸς οὗτος ἀγών, ἀλλ’ ἐμός ἐστιν“ ἔφη. | |
AG.9.443(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ ΤΟΥ ΚΥΡΟΥ | |
1 | Μή ποτε κοιλήνῃς παφίῃ νόον· ἀντιτύπου γὰρ εὐθὺς ἀποθρῴσκει κοῦφος Ἔρως κραδίης. οἶστρος ὀλισθήεσσαν ἔχει φύσιν· ἤν τις ὀιστοῦ ἄκρον ἕλῃ φλογεροῦ, δύεται ἐντὸς ὅλος. | |
5 | ἐλπίδι μὴ θέλξῃς φρένα μαχλάδι· γυιοβόρον γὰρ πῦρ ὑποριπίζει θυμὸν ἐφελκομένη. | |
AG.9.444(p1) | ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Καλὰ τὰ παρθενίης κειμήλια· παρθενίη δὲ τὸν βίον ὤλεσς’ ἂν πᾶσι φυλασσομένη. τοὔνεκεν εὐθέσμως ἄλοχον λάβε καί τινα κόσμῳ δὸς βροτὸν ἀντὶ σέθεν· φεῦγε δὲ μαχλοσύνην. | |
AG.9.445(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ἤθελε μὲν βασιλεύς σε βοηθόον εἰσέτι πέμπειν ἄστεσι τειρομένοις δευομένων μερόπων, Τητιανὲ χρύσειε· σὺ δ’ ἐν βιότοιο γαλήνῃ πατρίδα καὶ κλῆρον σὸν προβέβουλας ἔχειν, | |
5 | αὔξων σῶν προγόνων κτέρας ἔνδικον· ἀρχομένων γὰρ | |
πλοῦτον ὅτι στυγέεις, σύνθρονος οἶδε Δίκη. | 278 in vol. 3 | |
AG.9.446(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἡδέα πάντα κέλευθα λάχεν βίος· ἄστεϊ μέσσῳ εὖχος, ἑταιρεῖαι· κρυπτὰ δόμοισιν ἄχη· ἀγρὸς τέρψιν ἄγει, κέρδος πλόος, ἀλλοδαπὴ χθὼν γνώσιας· ἐκ δὲ γάμων οἶκος ὁμοφρονέει, | |
5 | τοῖς δ’ ἀγάμοις ἄφροντις ἀεὶ βίος· ἕρκος ἐτύχθη πατρὶ τέκος, φροῦδος τοῖς ἀγόνοισι φόβος· ἠνορέην νεότης, πολιὴ φρένας οἶδεν ὀπάσσαι. ἔνθεν θάρσος ἔχων ζῶε, φύτευε γένος. | |
AG.9.447(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μήτηρ υἷα λιπόντα μάχην μετὰ πότμον ἑταίρων ἔκτανεν ὠδίνων μνῆστιν ἀνηναμένη· καὶ γὰρ γνήσιον αἷμα διακρίνει Λακεδαίμων ἀλκῇ μαρναμένων, οὐ γενεῇ βρεφέων. | |
AG.9.448 | Ἄνδρες ἀπ’ Ἀρκαδίης ἁλιήτορες, ἦ ῥ’ ἔχομέν τι; — „Ὅσς’ ἕλομεν, λιπόμεσθ’· ὅσς’ οὐχ ἕλομεν, φερόμεσθα.“ | |
AG.9.449 | Τίς πυρὶ πῦρ ἐδάμασσε; τίς ἔσβεσε λαμπάδι πυρσόν; τίς κατ’ ἐμῆς νευρῆς ἑτέρην ἐτανύσσατο νευρήν; | |
καινὸς Ἔρως κατ’ Ἔρωτος ἐμῷ μένει ἰσοφαρίζει. | 280 in vol. 3 | |
AG.9.450(p1) | ΦΙΛΗΜΩΝ | |
1 | Εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες, ὥς φασίν τινες, ἀπηγξάμην ἄν, ὥστ’ ἰδεῖν Εὐριπίδην. | |
AG.9.451 | Σός με πόσις κακοεργὸς ἐνὶ σπήλυγγι βαθείῃ μουνώσας βαρύποτμον, ἐμὴν ἀπέκερσε κορείην· στυγνὰ δέ μοι πόρεν ἕδνα πολυτλήτοιο γάμοιο· γλῶσσαν ἐμὴν ἐθέρισσε καὶ ἔσβεσεν Ἑλλάδα φωνήν. | |
AG.9.452 | Χαῖρε, Πρόκνη, παρὰ σεῖο κασιγνήτης Φιλομήλης, χαίρειν εἰ τόδε γ’ ἔστιν· ἐμοῦ δέ σοι ἄλγεα θυμοῦ πέπλος ἀπαγγείλειε, τά μοι λυγρὸς ὤπασε Τηρεύς, ὅς μ’ ἕρξας βαρύποτμον ἐν ἕρκεσι μηλονομήων, | |
5 | πρῶτον παρθενίης, μετέπειτα δ’ ἐνόσφισε φωνῆς. | |
AG.9.453 | Αὐτὸς ὁ βοῦς ἱκέτης ἐπιβώμιος, αἰθέριε Ζεῦ, μυκᾶται ψυχὴν ῥυόμενος θανάτου. ἀλλὰ μέθες, Κρονίδη, τὸν ἀροτρέα· καὶ σὺ γὰρ αὐτὸς | |
πορθμεὺς Εὐρώπης ταῦρος, ἄναξ, ἐγένου. | 282 in vol. 3 | |
AG.9.454 | Οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης. | |
AG.9.455 | Ἤειδον μὲν ἐγών, ἐχάρασσε δὲ θεῖος Ὅμηρος. | |
AG.9.456 | Εἰ ποθέειν μ’ ἐδίδαξας ἐν οὔρεσι ταῦρον ἀλήτην, μυκηθμόν με δίδαξον, ὅπως φίλον ἄνδρα καλέσσω. | |
AG.9.457 | Ἔγνως νῦν, Ἀγάμεμνον, ἐμὸν φθισήνορα θυμόν; ἔγνως, ἐν σταδίῃσιν ὅσον σθένος Ἕκτορός ἐστι; νῦν γὰρ πάντες ὄλοντο τεῇ πολυπήμονι λώβῃ· σοὶ δ’ αὐτῷ μέγα πῆμα φάνη, θανάτοιο χέρειον· | |
5 | ἀφροσύνης κακὰ ἔργα καὶ ἄσχετα πένθεα πάσχεις, ὃς πᾶσιν Δαναοῖσιν ἀρήιον ἕρκος ἐτύχθης. | |
AG.9.458 | Χαῖρ’, Ἰθάκη· μετ’ ἄεθλα, μετ’ ἄλγεα πικρὰ θαλάσσης ἀσπασίως τεὸν οὖδας ἱκάνομαι, ὄφρα νοήσω Λαέρτην ἄλοχόν τε καὶ ἀγλαὸν υἱέα μοῦνον· σὸς γὰρ ἔρως κατέθελξεν ἐμὸν νόον· οἶδα καὶ αὐτός, | |
5 | „ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων.“ | 284 in vol. 3 |
AG.9.459 | Ἀτρεκέως πάντων πολυμήχανός ἐστιν Ὀδυσσεύς· ζωὸς ἐὼν ἐνόησεν, ἃ μὴ θέμις ἐστὶν ἰδέσθαι, νερτέριον κευθμῶνα καὶ ἄλγεα πικρὰ θανόντων. πῶς δ’ ἔτλη προλιπεῖν ἱερὸν φάος; ἢ τίς ἀνάγκη | |
5 | ἤγαγεν οὐκ ἐθέλοντα; δόλων ἀκόρητος ἐτύχθη ἐν χθονὶ καὶ πελάγεσσι καὶ ἐν νεκύεσσιν Ὀδυσσεύς. | |
AG.9.460 | Μῆτερ, τεύχεα ταῦτα καὶ ἀγλαὰ δῶρα κομίζεις ἀγχεμάχῳ σέο παιδί, τὰ μὴ πάρος ἔδρακεν ἀνήρ· οἶδα δὲ νῦν, ὅτι Παλλὰς ἐφ’ Ἕκτορι χεῖρα κορύσσει ἡμετέρην καὶ Τρωσὶν ἀεικέα λοιγὸν ἐγείρει. | |
AG.9.461 | Μόχθος ἐμοῦ γενετῆρος ἀμύμονος οὐ τέλος εὗρεν, αὐτὰρ ἐγὼ Τρώεσσι φόνον πάντεσσι κορύσσων ἤλυθον· ἠνορέῃ γὰρ ὑπέρτερον εὖχος ἀείρω, καὶ Πρίαμον βασιλῆα καί, οὓς προλέλοιπεν Ἀχιλλεύς, | |
5 | πάντας ὁμοῦ κατὰ μῶλον ἐμὸν μένος οἶδεν ὀλέσσαι, καὶ Τροίης πτολίεθρον ἀρήιον ἐξαλαπάξω, | |
καὶ Δαναοῖς δεκέτηρον ἐμὸν δόρυ μόχθον ἀνύσσει. | 286 in vol. 3 | |
AG.9.462 | Πᾶσαν ἐμῆς κραδίης χαλεπὴν ἀπέπαυσας ἀνίην ὑμετέρου γενετῆρος Ἀχιλλέος εἵνεκα πότμου, ὃν Τροίη στονόεσσα κατέκτανεν· ἀλλὰ σὺ πᾶσαν Ἴλιον ἐξαλάπαξας· ἐελδομένοισι δ’ Ἀχαιοῖς | |
5 | ἄφθιτον ὤπασας εὖχος, ὃ μὴ δεκέτηρος Ἐνυοῦς πᾶσιν μαρναμένοις Δαναοῖς χρόνος εὗρεν ἀνύσσαι. | |
AG.9.463 | Πηλείδην κοτέουσα πάλιν θώρηξεν Ἀθήνη ἔντεσιν ἀθανάτοις. ἦ ῥίγιον ἔσσεται ἄλγος αἰνομόροις Τρώεσσι καὶ Ἕκτορι καὶ γενετῆρι, ὁππόταν ἔντεα ταῦτα θεὸς πόρεν ἀνέρι τῷδε. | |
AG.9.464 | Ἔρρετε, οἱ ξύμπαντες, ἐλεγχέες, Αἰγιαλῆες, ἄρτι θανὼν Μενέλαος ἐμὸν μέγα κῦδος ἀέξει. | |
AG.9.465 | Τέκνον ἐμόν, γενεῆς ἐπιλήθεαι οὐδ’ ἀλεγίζῃ πατρίδος ὀλλυμένης, βριαρὴν δ’ ἀπόειπες ἀκωκὴν | |
αἰσχύνων Καλυδῶνα καὶ Οἰνέα καὶ ναετῆρας. | 288 in vol. 3 | |
AG.9.466 | Ἠνορέης κλυτὰ ἔργα τεὴν ἔστεψαν ἀπήνην, καὶ νύμφην βοόωσιν ἀριστοπόνοις ὑμεναίοις. | |
AG.9.467 | Πηλιάδες σκοπιαί, κουροτρόφοι, εἴπατε παιδί, ὃν Χείρων ἐδίδαξεν ἀριστεύειν ἐνὶ χάρμῃ, μῆνιν ἀπορρῖψαι καὶ λοίγιον ἔχθος Ἀχαιοῖς. | |
AG.9.468 | Σῆς ἀρετῆς ἱδρῶτι καλὴν ἀπέδωκεν ἀμοιβὴν σὸς γενέτης, Ἥρακλες, ἐπεὶ πόνος ἄσπετον εὖχος ἀνδράσιν οἶδεν ἄγειν μετ’ ἀπείρονα κύκλον ἀέθλων. | |
AG.9.469(p1) | ΑΛΛΟ | |
1 | Σοὶ χάριν ἐξετέλεσσε πόνος καὶ ἀθέσφατος ἱδρώς, χῶρον ἔχειν πολύολβον, ὃν οὐ πάρος ἔλλαχεν ἀνήρ. | |
AG.9.470 | Οὐ θέμις ἐν φθιμένοισιν ἔχειν κότον, ἄλγεα γαίης καλλείψας ἀγάπαζε τεὸν φίλον· οὐ γὰρ Ὀδυσσεὺς ἤλιτεν εἰς σὲ θέλων, βριαρὴ δέ ς’ ἔπεφνεν Ἀθήνη Ζεύς τε πατὴρ καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς. | |
5 | αἴθε δὲ τεύχεα ῥῖψεν ἐς ἁλμυρὰ βένθεα πόντου | |
δῖα Θέτις καὶ νεῖκος ἀπέσβεσε σεῖο μενοινῆς. | 290 in vol. 3 | |
AG.9.471 | Ἐσθλὸς ἀνὴρ φύγε πόντον ἀπηνέα καὶ μετὰ μόχθου ἐς πάτρην ἀφίκανεν, ἐμοῦ δέ κε φέρτερος εἴη εὖ δεδαὼς πτόλιάς τε καὶ ἔθνεα καὶ νόον ἀνδρῶν. | |
AG.9.472 | Πολλὰ καμὼν νόστησεν ἀνὴρ τλήθυμος Ὀδυσσεύς, ἀλλ’ ἔμπης κλέος ἔσχεν ἀνὰ χθόνα καὶ κατὰ πόντον ἀνδράσιν ἐσσομένοισιν ἀεὶ πτολίπορθος Ὀδυσσεύς. | |
AG.9.473 | Ἴλιος ὀφρυόεσσα κατήριπεν· ἄρτι δὲ πᾶσαν ληιδίην Δαναοῖσι θεὸς πόρεν, ὁππότ’ Ἀχιλλεὺς μῆνιν ἀπορρίψας φθισήνορα χεῖρα κορύσσει. | |
AG.9.474 | Οἰκτίρω σὸν κάλλος, ἐπεὶ Διός ἐσσι γενέθλη· εἰσορόω γὰρ ἄγαλμα διοτρεφές· ἀτρεκέως δὲ Τρωσί τε καὶ Δαναοῖσι μάχη δεκέτηρος ἐτύχθης. ποῦ Διὸς αἰγιόχοιο, τεοῦ γενετῆρος, ἀρωγαί; | |
5 | ἔμπης δ’ ἔρχεο θᾶσσον, ἀπήμονα νόστον ἑλοῦσα | |
Εἰδοθέης ἰότητι, κακῆς ἐπὶ νῶτα θαλάσσης. | 292 in vol. 3 | |
AG.9.475 | Εὐρώπης Ἀσίης τε δορισθενέες βασιλῆες, ὑμῖν ἀμφοτέροισιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς, τίς κεν ἐμὲ τλήθυμος ἕλοι δύστηνον ἀκοίτης· Ζεὺς δὲ πατὴρ δικάσειεν, ἄνευθε δὲ Κυπρογενείης, | |
5 | μὴ πάλιν ἄλλος ἕλῃ με γαμοκλόπος, αἶσχος Ἀχαιοῖς. | |
AG.9.476 | Ἐζημίωσας ἀσθενῶν τὸν Ἕκτορα· φέρεις γὰρ ἡμῖν ἐλλιπῆ σκυλεύματα. | |
AG.9.477 | Ἄμπελε, τί πράξωμεν, ὅταν Δαφναῖος Ἀπόλλων πτόρθον ἐμὸν κλίνῃ δι’ Ἀλεξάνδροιο βελέμνων; | |
AG.9.478 | Τὰ δῶρα λαμπρὰ προσφέρεις τῇ πατρίδι. | |
AG.9.479 | Σεῖο νόον πέτρωσεν ἀμείλιχα δέσμια πέτρης, | |
καὶ λίθον ἐκτελέσειε τεὸν δέμας ὄμμα Μεδούσης. | 294 in vol. 3 | |
AG.9.480 | Ἀπεστράφης νῦν ὡς λαβὼν ἐξουσίαν; — „Ταύτῃ γὰρ οὐ πέφυκε συντρέχειν Ἔρως· Ἔρως γὰρ ἄλλην ἀνταμείβεται τρίβον.“ | |
AG.9.481(p1) | ΙΟΥΛΙΑΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΜΕΤΕΩΡΟΥ | |
1 | Ἑσπέριός μ’ ἐδάμασσεν ὁμοῦ καὶ πρώιος ὕπνος, ὃς μὲν ἐπιβρίσας, ὃς δέ με μὴ καλέσας· ὧν ἐξ ἀμφοτέρων ὁ μὲν ἐρρέτω, ὃς δὲ παρείη ἵλαος ὡράων μέτρον ἐπιστάμενος. | |
AG.9.482(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Οὐτιδανοὶ μερόπων εἰ καὶ μέγα ῥέξαμεν ἔργον, οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα· οἱ δ’ ἀγαθοὶ κἢν μηδέν, ἀναπνεύσωσι δὲ μοῦνον, ὡς Λίβυς εἶπεν ἀνήρ, τοῦτ’ ἀδάμαντι μένει. | |
5 | δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα παίγνιον ἀφράστων ἐκτελέοντα κύβων τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ’ ἀπὸ λευκοῦ τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου, ἑπτὰ μὲν ἕκτος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σοῦμμος | |
10 | δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ· ὅς τε πέλει μετὰ σοῦμμον, ἔχεν δύο· μουνάδα δ’ ἄλλην, ψῆφον τὴν πυμάτην, ἀμφιέπεσκε δίβος. ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην· | |
15 | ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι, | |
καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία· δίζυγες Ἀντίγονον διεκόσμεον· ἀλλὰ καὶ αὐτῷ ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ, ὀκτωκαιδεκάτῳ πανομοίιος· εἰσέτι δ’ ἄλλας | 296 in vol. 3 | |
20 | εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου. αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήια πεσσοῦ καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα, τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ’ ἠθμοῦ πύργου δουρατέου κλίμακι κευθομένῃ, | |
25 | δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν· αὐτίκα δ’ ὀκτὼ ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας. τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας. | |
AG.9.483 | Ἐκ φονίων Περσῶν φόνιον φυτὸν ἤγαγε Περσεύς, παιδὶ Θεογνώστου τοῦ θανάτου πρόφασιν. | |
AG.9.484(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ἀσκὸν τῶν ἀνέμων ἔλαβέν ποτε δῶρον Ὀδυσσεὺς πόντον ἐπιπλείων· χρῆμα γὰρ ἦν τι μέγα. ἀλλ’ ἐμὸς Αἰόλος οὗτος ἔχων ἀνεμώλιον ἦτορ ὄρνεον ἐκπέμπει τῶν ἀνέμων γεμίσας. | |
5 | πνεύματά μοι πτερόεντα, φίλος, ναὶ πνεύματα πέμπεις· | |
οὐ δύναμαι δὲ φαγεῖν θλιβομένους ἀνέμους. | 298 in vol. 3 | |
AG.9.485(p1) | ΗΛΙΟΔΩΡΟΥ | |
1 | Τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, Νηρέος ἀθανάταν εἰναλίοιο κόραν, τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν, τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην· | |
5 | ἃ τὸν δουριμανῆ, τὸν δ’ Ἄρεα πτολέμων, Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων, δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον· τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν. | |
10 | ἱλήκοις ἥρως ἄμμι, Νεοπτόλεμε, ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε· δέχνυσο δ’ εὐμενέων τάνδε θυηπολίην, πᾶν δ’ ἀπέρυκε δέος ἁμετέρας πόλιος. τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν. | |
AG.9.486(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Τὴν λαπάραν, τὴν αὐτὸς ἀποσφίγξας ἀποπέμπεις, εὗρεν ὁ παῖς λύσας φῦσαν ὑπηνέμιον. | |
AG.9.487(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Βρώματά μοι χοίρων συκιζομένων προέθηκας, ξηρῶν, διψαλέων, Κυπρόθεν ἐρχομένων. ἀλλ’ ἐμὲ συκωθέντα μαθὼν ἢ σφάξον ἑτοίμως | |
ἢ σβέσον ἐκ δίψης νάματι τῷ Κυπρίῳ. | 300 in vol. 3 | |
AG.9.488(p1) | ΤΡΥΦΩΝΟΣ | |
1 | Τέρπης εὐφόρμιγγα κρέκων σκιάδεσσιν ἀοιδὰν κάτθανε νοστήσας ἐν Λακεδαιμονίοις, οὐκ ἄορι πληγεὶς οὐδ’ ἐν βέλει, ἀλλ’ ἐνὶ σύκῳ χείλεα. φεῦ, προφάσεων οὐκ ἀπορεῖ θάνατος. | |
AG.9.489(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Γραμματικοῦ θυγάτηρ ἔτεκεν φιλότητι μιγεῖσα παιδίον ἀρσενικόν, θηλυκόν, οὐδέτερον. | |
AG.9.490(p1) | ΗΛΙΟΔΩΡΟΥ | |
1 | Παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν· ῥηιδίως Μοίραις καί τ’ ἀδόκητα πέλει. | |
AG.9.491(p1) | ΘΕΩΝΟΣ | |
1 | Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς. | |
AG.9.492 | Κεῖτο δ’ ὁμοῦ σάκος, ἔγχος, 〈ἄορ〉, θώρηξ, κόρυς, ἵππος. | |
AG.9.493(p1) | ΑΛΛΟ | |
1 | Ἀσπίς, τόξα, βέλεμνα, κόρυς, ξίφος, ἄλκιμον ἔγχος. | 302 in vol. 3 |
AG.9.494(p1) | ΑΛΛΟ | |
1 | Ἰός, τόξα, σάκος, κυνέη, δόρυ, φάσγανα, θώρηξ. | |
AG.9.495 | Ἑλλάδος ἐνναετῆρες, ἀμεμφέες ἡγεμονῆες, μηκέτι πιστὰ φέροιτε δολοφρονέουσι γυναιξί· θηλυτέρη μ’ ἐδάμασσε, τὸν οὐ κτάνε δήιος Ἕκτωρ. | |
AG.9.496(p1) | 〈ΑΘΗΝΑΙΟΥ ΤΟΥ ΕΠΙΓΡΑΜΜΑΤΟΠΟΙΟΥ〉 | |
1 | Ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν, τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν μούνα καὶ βίοτον ῥύσατο καὶ πόλιας. | |
5 | σαρκὸς δ’ ἁδυπάθημα φίλον τέλος ἀνδράσιν ἄλλοις ἁ μία τῶν Μνήμης ἤνυσε θυγατέρων. | |
AG.9.497(p1) | ΚΡΑΤΗΤΟΣ | |
1 | Ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος· ἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ, | |
θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος. | 304 in vol. 3 | |
AG.9.498 | Μὴ θάψῃς τὸν ἄθαπτον, ἔα κυσὶ κύρμα γενέσθαι· γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετ’ ἄνδρα. | |
AG.9.499(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἀργαλέως φέρεται πολιὸς χρόνος, ἀλλὰ παρέρπων καὶ φωνὰς κλέπτει φθεγγομένων μερόπων, καὶ μὴ φαινόμενος τοὺς φαινομένους ἀφανίζει καὶ μὴ φαινομένους εἰς φανερὸν προφέρει. | |
5 | ὦ ζωῆς ἀόριστος ἐν ἀνθρώποισι τελευτή, ἦμαρ ἐπ’ ἦμαρ ἀεὶ πρὸς ζόφον ἐρχομένων. | |
AG.9.500(p1) | ΑΛΛΟ | |
1 | Μηκέτι κληρονόμους ὀνομάζετε φέγγος ὁρῶντας, τοὺς δ’ ἀποθνῄσκοντας κληρονόμους λέγετε· οἱ νῦν κληρονόμοι νέκυες μέγα κέρδος ἔχουσι τὴν ἀναχώρησιν τοῦ μογεροῦ βιότου. | |
AG.9.501 | Τὴν πόλιν οἱ νέκυες πρότερον ζῶσαν κατέλειψαν, | |
ἡμεῖς δὲ ζῶντες τὴν πόλιν ἐκφέρομεν. | 306 in vol. 3 | |
AG.9.502(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Κονδίτου μοι δεῖ. τὸ δὲ κονδῖτον πόθεν ἔσχεν τοὔνομα; τῆς φωνῆς ἐστι γὰρ ἀλλότριον τῆς τῶν Ἑλλήνων· εἰ Ῥωμαϊκῶς δὲ καλεῖται, αὐτὸς ἂν εἰδείης Ῥωμαϊκώτατος ὤν. | |
5 | σκεύασον οὖν μοι τοῦτο· τὸ γὰρ κατέχον με νόσημα τοῦ στομάχου χρῄζει τοῦδε, λέγουσι, ποτοῦ. | |
AG.9.503(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκ ἀλόγως ἐν † διζύφοις δύναμίν τινα θείαν εἶναι ἔφην. χθὲς γοῦν δίζυφον ἐν χρονίῳ ἠπιάλῳ κάμνοντι τεταρταίῳ περιῆψα, καὶ γέγονεν ταχέως οἷα κρότων ὑγιής. | |
AG.9503b(p1) | 〈ΝΙΚΑΝΔΡΟΥ〉 | |
1 | Ἵπποι γὰρ σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν. | |
AG.9.504(p1) | ΑΔΗΛΟΝ | |
1 | Καλλιόπη σοφίην ἡρωίδος εὗρεν ἀοιδῆς· Κλειὼ καλλιχόρου κιθάρης μελιηδέα μολπήν· Εὐτέρπη τραγικοῖο χοροῦ πολυηχέα φωνήν· Μελπομένη θνητοῖσι μελίφρονα βάρβιτον εὗρε· | |
5 | Τερψιχόρη χαρίεσσα πόρεν τεχνήμονας αὐλούς· ὕμνους ἀθανάτων Ἐρατὼ πολυτερπέας εὗρε· τέρψιας ὀρχηθμοῖο Πολύμνια πάνσοφος εὗρεν· [ἁρμονίην πάσῃσι Πολύμνια δῶκεν ἀοιδαῖς·] Οὐρανίη πόλον εὗρε καὶ οὐρανίων χορὸν ἄστρων· | |
10 | κωμικὸν εὗρε Θάλεια βίον καὶ ἤθεα κεδνά. | 308 in vol. 3 |
AG.9.505(a1) | Οὐκ ἴδε Τερψιχόρην ὁ ζωγράφος, ἀλλ’ ὑπὸ τέχνας | |
a2 | ψεύδεται ὀφθαλμοὺς δείκελον ἀτρεκίῃ. | |
b3 | Εἴ ποτε τερψινόοιο, φίλος, φόρμιγγος ἀκούσῃς, | |
b4 | τὴν Ἐρατὼ θαύμαζε τόσης εἰδήμονα τέχνης. | |
c5 | Εὐτέρπη δονάκεσσι πολυτρήτοισι λιγαίνει, | |
c6 | πνεῦμα σοφῆς ὀχετηγὸν ἐπισπείρουσα μελίσσης. | |
d7 | Κωμικὸν ἀμφιέπω Θάλεια μέλος, ἔργα δὲ φωτῶν | |
d8 | οὐχ ὁσίων θυμέλῃσι φιλοκροτάλοισιν ἀθύρω. | |
e9 | Εἰκόνα τῆς σοφίης ποτιδέρκεο· Καλλιόπης γὰρ | |
e10 | εἰκόνα σῇ κραδίῃ λάμβανε τὴν σοφίην. | |
f11 | Δαφνοκόμοις Φοίβοιο παρὰ τριπόδεσσι πολεύω | |
f12 | Κλειώ, μαντοσύνης Μοῦσα καὶ ἱστορίης. | |
g13 | Οὐρανίη ψήφοιο θεορρήτῳ τινὶ μέτρῳ | |
g14 | ἀστρῴην ἐδίδαξα παλινδίνητον ἀνάγκην. | |
h15 | Σκέπτεο χαλκεόφωνον ἐπισπέρχουσαν ἀοιδὴν | |
h16 | Μελπομένην, ἐρατῆς ἵστορα εὐεπίης. | |
i17 | Σιγῶ, φθεγγομένη παλάμης θελξίφρονα παλμόν, | |
i18 | νεύματι φωνήεσσαν ἀπαγγέλλουσα σιωπήν. | 310 in vol. 3 |
AG.9.506(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως· ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη. | |
AG.9.507(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἡσιόδου τό τ’ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν ἔσχατον, ἀλλ’ ὀκνέω μὴ τὸ μελιχρότατον τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε, λεπταὶ ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης. | |
AG.9.508(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ὅταν θέλῃ τις ἡμέραν ἰδεῖν καλήν, συντυγχάνων σοι γίνεται καλήμερος· τοὐναντίον δὲ καί τις εἰ θέλει παθεῖν, μὴ συντυχών σοι γίνεται κακήμερος. | |
AG.9.509(p1) | 〈ΛΥΣΙΣΤΡΑΤΟΥ〉 | |
1 | Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσιν. | |
AG.9.510(p1) | ΑΔΗΛΟΝ | |
1 | Γῆμε Κριτωνιανός με, Σόλων ἐτέκνωσεν, ἐκλήθην | |
Μελτίνη, πλάσθην ἀνδρὸς ἐμοῦ παλάμαις. | 312 in vol. 3 | |
AG.9.511(p1) | ΑΔΗΛΟΝ | |
1 | Χιονέην τρίχα Παιήων ἐκέλευέ με χρυσῷ δαιδάλλειν ἀγανοφροσύνῃ, ἐτέλεσσα δὲ χαίρων, οὕνεκεν ἐξ ἐμέθεν τόδε οἱ θυμῆρες ἔκρινεν. | |
AG.9.512(p1) | ΑΔΗΛΟΝ | |
1 | Εὐμενέως Πρώτοιο δεδεγμένος ὄργια βίβλου, Φιλοπόνου γραφίδεσσι δεδειγμένα βένθεα μύθων, κοιράνου Αὐσονίοισι διδάσκαλε, ἵλαος εἴης. | |
AG.9.513(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Δράμασιν ἐν πολλοῖσι διέπρεπες, ὅσσα Μένανδρος ἔγραφεν ἢ Μουσέων σὺν μιῇ ἢ Χαρίτων. | |
AG.9.514(p1) | ΑΛΛΟ | |
1 | Ἐς γάμον ἔζευξεν με νεοζεύκτοιο Προκίλλης, τὸν νυμφῶν θαλάμοις αἰὲν ἀειδόμενον, εὐξάμενος τάδε Μῆνις ὁ κωμικός· „Ὦ Ὑμέναιε, ἔρχεο καὶ νύμφῃ καὶ γαμέοντι φίλος.“ | |
AG.9.515(p1) | ΑΔΗΛΟΝ | |
1 | Τρεῖς εἰσὶν Χάριτες· σὺ δὲ δὴ μία ταῖς τρισὶ ταύταις | |
γεννήθης, ἵν’ ἔχως’ αἱ Χάριτες Χάριτα. | 314 in vol. 3 | |
AG.9.516(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ἔρδοι τὴν ἔμαθέν τις, ὅπου καὶ ὑπ’ Ἄλπιας ἄκρας ληισταὶ λασίαις ἀμφίκομοι κεφαλαῖς, φωρῆς ἁπτόμενοι, φύλακας κύνας ὧδ’ ἀλέονται· χρίονται νεφροῖς πῖαρ ἔπεστιν ὅσον, | |
5 | ψευδόμενοι ῥινῶν ὀξὺν στίβον. ὦ κακὸν εὑρεῖν ῥηίτεραι Λιγύων μήτιες ἢ ἀγαθόν. | |
AG.9.517(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ’ Ὀρφέα· Φοῖβος ἐνίκα τὸν Φρύγα, σοὶ δ’ εἴκει μελπομένῳ, Γλάφυρε— οὔνομα καὶ τέχνης καὶ σώματος. οὔ κεν Ἀθήνη ἔρριψεν λωτοὺς τοῖα μελιζομένη, | |
5 | οἷα σύ, ποικιλοτερπές· ἀφυπνώσαι κεν ἀκούων αὐτὸς Πασιθέης Ὕπνος ἐν ἀγκαλίσιν. | |
AG.9.518(p1) | ΑΛΚΑΙΟΥ ΜΕΣΣΗΝΙΟΥ | |
1 | Μακύνου τείχη, Ζεῦ Ὀλύμπιε· πάντα Φιλίππῳ ἀμβατά· χαλκείας κλεῖε πύλας μακάρων. χθὼν μὲν δὴ καὶ πόντος ὑπὸ σκήπτροισι Φιλίππου | |
δέδμηται, λοιπὰ δ’ ἁ πρὸς Ὄλυμπον ὁδός. | 316 in vol. 3 | |
AG.9.519(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πίομαι, ὦ Ληναῖε, πολὺ πλέον, ἢ πίε Κύκλωψ νηδὺν ἀνδρομέων πλησάμενος κρεάων· πίομαι. ὡς ὄφελόν γε καὶ ἔγκαρον ἐχθροῦ ἀράξας βρέγμα Φιλιππείης ἐξέπιον κεφαλῆς, | |
5 | ὅσπερ ἑταιρείοιο παρὰ κρητῆρι φόνοιο γεύσατ’ ἐν ἀκρήτῳ φάρμακα χευάμενος. | |
AG.9.520 | Ἀλκαίου τάφος οὗτος, ὃν ἔκτανεν ἡ πλατύφυλλος τιμωρὸς μοιχῶν, γῆς θυγάτηρ, ῥάφανος. | |
AG.9.521 | Οὐκ ἄρα σοί γε ὄλιζον ἐπὶ κλέος ὤπασε Μοῖρα ἤματι, τῷ πρώτῳ φῶς ἴδες ἀελίου, Σαπφοῖ· σοὶ γὰρ ῥῆσιν ἐνεύομεν ἄφθιτον εἶμεν, σὺν δὲ πατὴρ πάντων νεῦσεν ἐρισφάραγος· | |
5 | μέλψῃ δ’ ἐν πάντεσσιν ἀοίδιμος ἁμερίοισιν οὐδὲ κλυτᾶς φάμας ἔσσεαι ἠπεδανά. | |
AG.9.522 | Ἰλιάς, ὦ μέγα ἔργον, Ὀδυσσείης τε τὸ σῶφρον γράμμα, τὸ καὶ Τροίῃ θῆκεν ἴσην Ἰθάκην, τόν με γέροντ’ αὔξοιτ’ ἐς ἀεὶ νέον· ἡ γὰρ Ὁμήρου | |
σειρὴν ὑμετέρων ῥεῖται ἀπὸ στομάτων. | 318 in vol. 3 | |
AG.9.523 | Καλλιόπη πολύμυθε μελισσοβότου Ἑλικῶνος, τίκτε μοι ἄλλον Ὅμηρον, ἐπεὶ μόλεν ἄλλος Ἀχιλλεύς. | |
AG.9.524(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Μέλπωμεν βασιλῆα φιλεύιον, εἰραφιώτην, ἁβροκόμην, ἀγροῖκον, ἀοίδιμον, ἀγλαόμορφον, Βοιωτόν, βρόμιον, βακχεύτορα, βοτρυοχαίτην, γηθόσυνον, γονόεντα, γιγαντολέτην, γελόωντα, | |
5 | Διογενῆ, δίγονον, διθυραμβογενῆ, Διόνυσον, Εὔιον, εὐχαίτην, εὐάμπελον, ἐγρεσίκωμον, ζηλαῖον, ζάχολον, ζηλήμονα, ζηλοδοτῆρα, ἤπιον, ἡδυπότην, ἡδύθροον, ἠπεροπῆα, θυρσοφόρον, Θρήικα, θιασώτην, θυμολέοντα, | |
10 | Ἰνδολέτην, ἱμερτόν, ἰοπλόκον, ἰραφιώτην, κωμαστήν, κεραόν, κισσοστέφανον, κελαδεινόν, Λυδόν, ληναῖον, λαθικηδέα, λυσιμέριμνον, μύστην, μαινόλιον, μεθυδώτην, μυριόμορφον, νυκτέλιον, νόμιον, νεβρώδεα, νεβριδόπεπλον, | |
15 | ξυστοβόλον, ξυνόν, ξενοδώτην, ξανθοκάρηνον, ὀργίλον, ὀβριμόθυμον, ὀρέσκιον, οὐρεσιφοίτην, πουλυπότην, πλαγκτῆρα, πολυστέφανον, πολύκωμον, ῥηξίνοον, ῥαδινόν, ῥικνώδεα, ῥηνοφορῆα, σκιρτητήν, Σάτυρον, Σεμεληγενέτην, Σεμελῆα, | |
20 | τερπνόν, ταυρωπόν, Τυρρηνολέτην, ταχύμηνιν, ὑπνοφόβην, ὑγρόν, ὑμενήιον, ὑλήεντα, φηρομανῆ, φρικτόν, φιλομειδέα, φοιταλιώτην, χρυσόκερων, χαρίεντα, χαλίφρονα, χρυσεομίτρην, | |
ψυχοπλανῆ, ψεύστην, ψοφομηδέα, ψυχοδαϊκτήν, | 320 in vol. 3 | |
25 | ὥριον, ὠμηστήν, ὠρείτροφον, ὠρεσίδουπον. μέλπωμεν βασιλῆα φιλεύιον, εἰραφιώτην. | |
AG.9.525(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὑμνέωμεν Παιᾶνα, μέγαν θεὸν Ἀπόλλωνα, ἄμβροτον, ἀγλαόμορφον, ἀκερσεκόμην, ἁβροχαίτην, βριθύνοον, βασιλῆα, βελεσσιχαρῆ, βιοδώτην, γηθόσυνον, γελόωντα, γιγαντολέτην, γλυκύθυμον, | |
5 | Διογενῆ, Διόπαιδα, δρακοντολέτην, δαφνογηθῆ, εὔλαλον, εὐρυβίην, ἑκατηβόλον, ἐλπιδοδώτην, ζῳογόνον, ζάθεον, Ζηνόφρονα, Ζηνοδοτῆρα, ἤπιον, ἡδυεπῆ, ἡδύφρονα, ἠπιόχειρα, θηροφόνον, θαλερόν, θελξίφρονα, θελγεσίμυθον, | |
10 | ἰαφέτην, ἱμερτόν, ἰήιον, ἱπποκορυστήν, κοσμοπλόκον, Κλάριον, κρατερόφρονα, καρπογένεθλον, Λητογενῆ, λαρόν, λυρογηθέα, λαμπετόωντα, μυστιπόλον, μάντιν, μεγαλήτορα, μυριόμορφον, νεβροχαρῆ, νοερόν, νηπενθέα, νηφαλιῆα, | |
15 | ξυνοχαρῆ, ξυνόν, ξυνόφρονα, ξυνοδοτῆρα, ὄλβιον, ὀλβιοεργόν, Ὀλύμπιον, οὐρεσιφοίτην, πρηΰν, πανδερκῆ, παναπήμονα, πλουτοδοτῆρα, ῥυσίπονον, ῥοδόχρουν, ῥηξήνορα, ῥηξικέλευθον, σιγαλόεντα, σοφόν, σελαηγενέτην, σωτῆρα, | |
20 | τερψίχορον, Τιτᾶνα, τελέστορα, τιμήεντα, ὑμναγόρην, ὕπατον, ὑψαύχενα, ὑψήεντα, | |
Φοῖβον, φοιβάζοντα, φιλοστέφανον, φρενογηθῆ, χρησμαγόρην, χρύσεον, χρυσόχροα, χρυσοβέλεμνον, ψαλμοχαρῆ, ψάλτην, ψευσίστυγα, ψυχοδοτῆρα, | 322 in vol. 3 | |
25 | ὠκύπον, ὠκυεπῆ, ὠκύσκοπον, ὡρεσιδώτην. ὑμνέωμεν Παιᾶνα, μέγαν θεὸν Ἀπόλλωνα. | |
AG.9.526(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Κλεῖε, θεός, μεγάλοιο πύλας ἀκμῆτας Ὀλύμπου· φρούρει, Ζεῦ, ζαθέαν αἰθέρος ἀκρόπολιν. ἤδη γὰρ καὶ πόντος ὑπέζευκται δορὶ Ῥώμης καὶ χθών· οὐρανίη δ’ οἶμος ἔτ’ ἔστ’ ἄβατος. | |
AG.9.527 | Τλῆθι, λέων, ἄτλητα παθὼν τετληότι θυμῷ· οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει. | |
AG.9.528(p1) | ΠΑΛΛΑΔΑ ΤΟΥ ΜΕΤΕΩΡΟΥ | |
1 | Χριστιανοὶ γεγαῶτες Ὀλύμπια δώματ’ ἔχοντες ἐνθάδε ναιετάουσιν ἀπήμονες· οὐδὲ γὰρ αὐτοὺς χώνη φόλλιν ἄγουσα φερέσβιον ἐν πυρὶ θήσει. | |
AG.9.529 | Λέκτρον ἑνὸς φεύγουσα λέκτρον πολλοῖσιν ἐτύχθη. | 324 in vol. 3 |
AG.9.530 | Οὐκ ἐθέλουσα Τύχη σε προήγαγεν, ἀλλ’ ἵνα δείξῃ, ὡς ὅτι καὶ μέχρι σοῦ πάντα ποιεῖν δύναται. | |
AG.9.531 | Αὔραις ἶσα θέουσιν, ὅθεν λάχον οὔνομα τοῦτο. | |
AG.9.532(p1) | Εἰς κολόκυνθον | |
1 | Εἰπέ μοι, ὦ κολόκυντε, τίνος χάριν εἰσέτι καὶ νῦν οὐ σικύων ἐφάνη διερὸν γένος, οὐ κολοκύντων. | |
p3 | Ὁ κολόκυνθος πρὸς ταῦτα | |
3 | Ζηνὸς ἐπομβρήσαντος ἐπεκλύσθησαν ἄρουραι, ἡμετέρην δ’ ἀέκουσαν ἔτι κρύπτουσι γενέθλην. | |
AG.9.533 | Κοντὸν ἀνὴρ κατέπηξε, δέμας δ’ εἰς ἠέρα ῥίψας ἰδνώθη προκάρηνος, ἀνεγρομένοιο δ’ ὕπερθεν θηρὸς ὑπερκατέβαινεν ἐυστρέπτοισι πόδεσσιν· οὐδὲ λάβεν· λαοὶ δὲ μέγ’ ἴαχον, ἔκφυγε δ’ ἀνήρ. | |
AG.9.534(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἄρτεμις ἱδρώουσα προάγγελός ἐστι κυδοιμοῦ. | 326 in vol. 3 |
AG.9.535 | Κισσῷ μὲν Διόνυσος ἀγάλλεται, αἰγίδι δὲ Ζεύς, οἱ ναέται ξείνοις, ἡ δὲ πόλις ναέταις. | |
AG.9.536 | Ἄβροχον ἐν πελάγεσσι δι’ ὕδατος ἔπλεεν ὕδωρ. | |
AG.9.537(p1) | ΝΕΣΤΟΡΟΣ 〈ΝΙΚΑΕΩΣ〉 | |
1 | Τίπτε με θρυλήσαντες ἐμὴν ἀπεπαύσατ’ ἀοιδήν; ἱππεὺς ἱππεύειν ἐδάη καὶ ἀοιδὸς ἀείδειν· ἢν δέ τις ἱππεύειν δεδαὼς ἐθέλῃσιν ἀείδειν, ἀμφοτέρων ἥμαρτε, καὶ ἱπποσύνης καὶ ἀοιδῆς. | |
AG.9.538 | Ἁβροχίτων δ’ ὁ φύλαξ θηροζυγοκαμψιμέτωπος. | |
AG.9.539 | Ἁβρὸς δ’ ἐν προχοαῖς Κύκλωψ φθογγάζετο μύρμηξ. | 328 in vol. 3 |
AG.9.540 | Μὴ ταχὺς Ἡρακλείτου ἐπ’ ὀμφαλὸν εἴλεε βίβλον τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός. ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης εἰσαγάγῃ, φανεροῦ λαμπρότερ’ ἠελίου. | |
AG.9.541(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Θειογένης Πείσωνι τὰ τεχνήεντα κύπελλα πέμπει· χωροῦμεν δ’ οὐρανὸν ἀμφότερα· δοιὰ γὰρ ἐκ σφαίρης τετμήμεθα, καὶ τὸ μὲν ἡμῶν τοὺς νοτίους, τὸ δ’ ἔχει τείρεα τἀν Βορέῃ. | |
5 | ἀλλὰ σὺ μηκέτ’ Ἄρητον ἐπίβλεπε· δισσὰ γὰρ ἀμφοῖν μέτρα πιὼν ἄθρει πάντα τὰ φαινόμενα. | |
AG.9.542(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Θάρσει καὶ τέτταρσι διαπλασθέντα προσώποις μῦθον, καὶ τούτων γράψαι ἔτι πλέοσιν· οὔτε σὲ γὰρ λείψουσι, Φιλωνίδη, οὔτε Βάθυλλον, τὸν μὲν ἀοιδάων, τὸν δὲ χερῶν χάριτες. | |
AG.9.543(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Θεσσαλίης εὔιππος ὁ ταυρελάτης χορὸς ἀνδρῶν, χερσὶν ἀτευχήτοις θηρσὶν ὁπλιζόμενος, κεντροτυπεῖς πώλους ζεῦξεν σκιρτήματι ταύρων, ἀμφιβαλεῖν σπεύδων πλέγμα μετωπίδιον· | |
5 | ἀκρότατον δ’ ἐς γῆν κλίνας ἅμα κεὔροπον ἅμμα | |
θηρὸς τὴν τόσσην ἐξεκύλισε βίην. | 330 in vol. 3 | |
AG.9.544(p1) | ΑΔΑΙΟΥ | |
1 | Ἰνδὴν βήρυλλόν με Τρύφων ἀνέπεισε Γαλήνην εἶναι, καὶ μαλακαῖς χερσὶν ἀνῆκε κόμας· ἠνίδε καὶ χείλη νοτερὴν λειοῦντα θάλασσαν, καὶ μαστούς, τοῖσιν θέλγω ἀνηνεμίην. | |
5 | ἢν δέ μοι ἡ φθονερὴ νεύσῃ λίθος, ὡς ἐν ἑτοίμῳ ὥρμημαι, γνώσῃ καὶ τάχα νηχομένην. | |
AG.9.545(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Καλλιμάχου τὸ τορευτὸν ἔπος τόδε· δὴ γὰρ ἐπ’ αὐτῷ ὡνὴρ τοὺς Μουσέων πάντας ἔσεισε κάλους. ἀείδει δ’ Ἑκάλης τε φιλοξείνοιο καλιὴν καί, Θησεῖ Μαραθὼν οὓς ἐπέθηκε πόνους· | |
5 | τοῦ σοὶ καὶ νεαρὸν χειρῶν σθένος εἴη ἀρέσθαι, Μάρκελλε, κλεινοῦ τ’ αἶνον ἴσον βιότου. | |
AG.9.546(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Κἠν πρύμνῃ λαχέτω μέ ποτε στιβὰς αἵ θ’ ὑπὲρ αὐτὴν ἠχεῦσαι ψακάδων τύμματα διφθερίδες, καὶ πῦρ ἐκ μυλάκων βεβιημένον ἥ τ’ ἐπὶ τούτων χύτρη καὶ κενεὸς πομφολύγων θόρυβος· | |
5 | καί κε ῥυπῶντ’ ἐσίδοιμι διήκονον, ἡ δὲ τράπεζα ἔστω μοι πρώτη νηὸς ὕπερθε σανίς. „δός, λάβε“ καὶ ψιθύρισμα τὸ ναυτικόν. εἶχε τύχη τις | |
πρῴην τοιαύτη τὸν φιλόκοινον ἐμέ. | 332 in vol. 3 | |
AG.9.547 | Τρηχὺν δ’ ὑπερβὰς φραγμὸν ἐξήνθιζε κλώψ. | |
AG.9.548(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Κοῦρον ἀποπλανίην ἐπιμάζιον Ἑρμώνακτα, φεῦ, βρέφος ὡς ἀδίκως εἵλετε βουγενέες. ἠγνοίησεν ὁ δειλὸς ἐς ὑμέας οἷα μελίσσας ἐλθών· αἱ δ’ ἔχεων ἦτε χερειότεραι· | |
5 | ἀντὶ δέ οἱ θοίνης ἐνεμάξατε φοίνια κέντρα, ὦ πικραί, γλυκερῆς ἀντίπαλοι χάριτος. | |
AG.9.549(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Κρηναῖαι λιβάδες, τί πεφεύγατε; ποῦ τόσον ὕδωρ; τίς φλὸξ ἀενάους ἔσβεσεν ἠελίου; — „Δάκρυσιν Ἀγρικόλαο τετρύμεθα· πᾶν δ’, ὅσον ἡμῖν ἦν ποτόν, ἡ κείνου διψὰς ἔχει σποδιή.“ | |
AG.9.550(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Κλεινὴν οὐκ ἀπόφημι· σὲ γὰρ προπάροιθεν ἔθηκαν κλῄζεσθαι πτηνοί, Τῆνε, Βορηιάδαι. ἀλλὰ καὶ Ὀρτυγίην εἶχε κλέος, οὔνομα δ’ αὐτῆς ἤρχετο Ῥιπαίων ἄχρις Ὑπερβορέων. | |
5 | νῦν δὲ σὺ μὲν ζώεις, ἡ δ’ οὐκέτι. τίς κεν ἐώλπει | |
ὄψεσθαι Τήνου Δῆλον ἐρημοτέρην; | 334 in vol. 3 | |
AG.9.551(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Καλχηδὼν δύστηνον ἐρωδιὸν ἐχθρὰ κολάζει. — „Τεῦ χάριν ὁ προδότης ὄρνις ἀεὶ λέγεται;“ — Φοῖβος ἐρεῖ· τεναγῖτιν ὅτ’ εἰς ἅλα κῶλον ἐλαφρὸν στήσας ψαμμίτην δόρπον ἐθημολόγει, | |
5 | δυσμενέες τότ’ ἔβησαν ἐπὶ πτόλιν ἀντιπέρηθεν, ὀψὲ διδασκόμενοι πεζοβατεῖν πέλαγος. — „Βάλλετε δὴ κακὸν ὄρνιν, ἐπεὶ βαρὺν ἤρατο μισθὸν ἐκ δηίων, κόχλους καὶ βρύον, ὁ προδότης.“ | |
AG.9.552(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Καὶ Μακεδὼν ὁ σίδηρος ἐν ἄορι καὶ τὰ πρὸς ἀλκὴν τῆς ἀπ’ Ἀλεξάνδρου χειρὸς ἐπιστάμενος, Πείσων, σὴν ποθέων ἱκόμην χέρα· τοῦτο δὲ φωνῶ· „Χαίρων δεξιτερὴν εὗρον ὀφειλομένην.“ | |
AG.9.553 | Λευκάδος ἀντί με Καῖσαρ ἰδ’ Ἀμβρακίης ἐριβώλου Θυρρείου τε πέλειν ἀντί τ’ Ἀνακτορίου Ἄργεος Ἀμφιλόχου τε καὶ ὁππόσα ῥαίσατο κύκλῳ ἄστε’ ἐπιθρῴσκων δουρομανὴς πόλεμος | |
5 | εἵσατο Νικόπολιν, θείην πόλιν· ἀντὶ δὲ νίκης Φοῖβος ἄναξ ταύτην δέχνυται Ἀκτιάδος. | |
AG.9.554(p1) | ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Λάθριος, Ἡράκλεια, καλῶν ὑπὸ χείλεσιν ἕλκεις κεῖνο, πάλαι κατὰ σοῦ τοῦτ’ ἐβόησε πόλις. πῶς ἔτλης αἶσχος ῥέξαι κακόν; ἦ σε βιαίως εἵλκυσέ τις θαλερῶν δραξάμενος πλοκάμων; | |
5 | ἤ σοι τοὔνομα τερπνὸν ἀφ’ Ἡρακλῆος ἐχούσῃ, | |
μάχλε, φιλεῖν ἥβην κέκριται ἠιθέων; | 336 in vol. 3 | |
AG.9.555(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Νῆσον τήνδ’ εἰ καί με περιγράψαντες ἐροῦσιν μετρῆσαι βαιήν, ἑπτὰ μόνον σταδίους, ἔμπης καὶ τίκτουσαν ἐπ’ αὔλακα πῖαρ, ἀροτρεῦ, ὄψει καὶ παντὸς κάρπιμον ἀκροδρύου | |
5 | καὶ πολλοῖς εὔαγρον ὑπ’ ἰχθύσι καὶ ὑπὸ μαίρῃ εὐάνεμον λιμένων τ’ ἤπιον ἀτρεμίῃ, ἀγχόθι Κορκύρης Φαιηκίδος· ἀλλὰ γελᾶσθαι τῷ ἔπ’ ἐωρίσθην, τοῦτ’ ἐθέμην ὄνομα. | |
AG.9.556(p1) | ΖΩΝΑ | |
1 | Νύμφαι ἐποχθίδιαι Νηρηίδες, εἴδετε Δάφνιν χθιζόν, ἐπαχνιδίαν ὡς ἀπέλουσε κόνιν, ὑμετέραις λιβάδεσσιν ὅτ’ ἔνθορε σειριόκαυτος ἠρέμα φοινιχθεὶς μᾶλα παρηίδια. | |
5 | εἴπατέ μοι, καλὸς ἦν; ἢ ἐγὼ τράγος οὐκ ἄρα κνάμαν μοῦνον ἐγυιώθην, ἀλλ’ ἔτι καὶ κραδίαν; | |
AG.9.557(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ὁ σταδιεὺς Ἀρίης ὁ Μενεκλέος οὐ κατελέγχει Περσέα, σὸν κτίστην, Ταρσέ, Κίλισσα πόλι. τοῖοι γὰρ παιδὸς πτηνοὶ πόδες, οὐδ’ ἂν ἐκείνῳ οὐδ’ αὐτὸς Περσεὺς νῶτον ἔδειξε θέων· | |
5 | ἢ γὰρ ἐφ’ ὑσπλήγων ἢ τέρματος εἶδέ τις ἄκρου | |
ἠίθεον, μέσσῳ δ’ οὔποτ’ ἐνὶ σταδίῳ. | 338 in vol. 3 | |
AG.9.558(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Ὁ τράγος ὁ Κλήσωνος ὅλαν διὰ πάννυχον ὄρφναν αἶγας ἀκοιμάτους θῆκε φριμασσόμενος— ὀδμὰ γάρ μιν ἔτυψε λύκου χιμαροσφακτῆρος τηλόθε πετραίαν αὖλιν ἀνερχομένου— | |
5 | μέσφα κύνες κοίτας ἀνεγέρμονες ἐπτοίασαν θῆρα μέγαν· τραγίνους δ’ ὕπνος ἔμυσε κόρας. | |
AG.9.559(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Πλοῦς μοι ἐπ’ Ἰταλίην ἐντύνεται· ἐς γὰρ ἑταίρους στέλλομαι, ὧν ἤδη δηρὸν ἄπειμι χρόνον. διφέω δ’ ἡγητῆρα „περίπλοον“, ὅς μ’ ἐπὶ νήσους Κυκλάδας ἀρχαίην τ’ ἄξει ἐπὶ Σχερίην· | |
5 | σύν τί μοι ἀλλά, Μένιππε, λάβευ, φίλος, ἵστορα κύκλον γράψας, ὦ πάσης ἴδρι γεωγραφίης. | |
AG.9.560(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ῥιγηλὴ πασῶν ἔνοσι χθονός, εἴτε σε πόντου, εἴτ’ ἀνέμων αἴρει ῥεῦμα τινασσόμενον, οἰκία μοι ῥύευ νεοτευχέα· δεῖμα γὰρ οὔπω | |
ἄλλο τόσον γαίης οἶδ’ ἐλελιζομένης. | 340 in vol. 3 | |
AG.9.561(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Τίς σε πάγος δυσέρημος ἀνήλιος ἐξέθρεψεν Βορραίου Σκυθίης ἄμπελον ἀγριάδα ἢ Κελτῶν νιφοβλῆτες ἀεὶ κρυμώδεες Ἄλπεις τῆς τε σιδηροτόκου βῶλος Ἰβηριάδος; | |
5 | ἣ τοὺς ὀμφακόραγας ἐγείναο, τοὺς ἀπεπάντους βότρυας, οἳ στυφελὴν ἐξέχεον σταγόνα. δίζημαι, Λυκόεργε, τεὰς χέρας, ὡς ἀπὸ ῥίζης κλήματος ὠμοτόκου βλαστὸν ὅλον θερίσῃς. | |
AG.9.562(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ψιττακὸς ὁ βροτόγηρυς ἀφεὶς λυγοτευχέα κύρτον ἤλυθεν ἐς δρυμοὺς ἀνθοφυεῖ πτέρυγι· αἰεὶ δ’ ἐκμελετῶν ἀσπάσμασι Καίσαρα κλεινὸν οὐδ’ ἀν’ ὄρη λήθην ἤγαγεν οὐνόματος· | |
5 | ἔδραμε δ’ ὠκυδίδακτος ἅπας οἰωνὸς ἐρίζων, τίς φθῆναι δύναται δαίμονι „χαῖρ’“ ἐνέπειν. Ὀρφεὺς θῆρας ἔπεισεν ἐν οὔρεσι· ναὶ δὲ σέ, Καῖσαρ, νῦν ἀκέλευστος ἅπας ὄρνις ἀνακρέκεται. | |
AG.9.563(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Τὸν φιλοπωριστὴν Δημόκριτον ἤν που ἐφεύρῃς, ὤνθρωπ’, ἄγγειλον τοῦτο τὸ κοῦφον ἔπος, ὡς ἡ λευκοόπωρος ἐγὼ καὶ ἐφώριος ἤδη κείνῳ συκοφορῶ τὰς ἀπύρους ἀκόλους· | |
5 | σπευσάτω, οὐκ ὀχυρὴν γὰρ ἔχω στάσιν, εἴπερ ὀπώρην | |
ἀβλήτου χρῄζει δρέψαι ἀπ’ ἀκρεμόνος. | 342 in vol. 3 | |
AG.9.564(p1) | ΝΙΚΙΟΥ | |
1 | Αἰόλον ἱμεροθαλὲς ἔαρ φαίνουσα, μέλισσα ξουθά, ἐφ’ ὡραίοις ἄνθεσι μαινομένα, χῶρον ἐφ’ ἡδύπνοον πωτωμένα, ἔργα τίθευ σύ, ὄφρα τεὸς πλήθῃ κηροπαγὴς θάλαμος. | |
AG.9.565(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν· εἰ δ’ ἐπὶ κισσὸν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει, ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν φθέγξονται, κείνου δ’ Ἑλλὰς ἀεὶ σοφίην. | |
AG.9.566(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ ῥῆσις· ὁ μὲν „Νικῶ“ φησὶ τὸ μακρότατον· ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται „Πῶς ἔβαλες;“ φησί· „Σκληρὰ τὰ γιγνόμενα.“ | |
5 | τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο | |
τοὖπος· ἐμοὶ δ’, ὦναξ, ἡ βραχυσυλλαβίη. | 344 in vol. 3 | |
AG.9.567(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἡ καὶ ἔτ’ ἐκ βρέφεος κοιμωμένη Ἀντιοδημὶς πορφυρέων, Παφίης νοσσίς, ἐπὶ κροκύδων, ἡ τακεραῖς λεύσσουσα κόραις μαλακώτερον ὕπνου, Λύσιδος ἀλκυονίς, τερπνὸν ἄθυρμα Μέθης, | |
5 | ὑδατίνους φορέουσα βραχίονας, ἣ μόνη ὀστοῦν οὐ λάχεν—ἦν γὰρ ὅλη τοὐν ταλάροισι γάλα—, Ἰταλίην ἤμειψεν, ἵνα πτολέμοιο καὶ αἰχμῆς ἀμπαύσῃ Ῥώμην μαλθακίνῃ χάριτι. | |
AG.9.568(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς, Νεῖλε, μετ’ εἰκαίης ἐξεφόρησας ὁδοῦ. αὐτὸς δ’ οἰκείης ὁ γέρων ἐπενήξατο βώλου ναυηγὸς πάσης ἐλπίδος ὀλλυμένης | |
5 | γείτονος ἡμίθραυστον ἐπ’ αὔλιον· „Ὦ πολύς,“ εἴπας, „μόχθος ἐμὸς πολιῆς τ’ ἔργα περισσὰ χερός, ὕδωρ πᾶν ἐγένεσθε· τὸ δὲ γλυκὺ τοῦτο γεωργοῖς κῦμ’ ἐπ’ Ἀρισταγόρην ἔδραμε πικρότατον.“ | |
AG.9.569(p1) | ΕΜΠΕΔΟΚΛΕΟΥΣ | |
1 | Ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς ... Ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετ’ ἀν’ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων, | |
5 | χαίρετ’· ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν, | |
ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις. | 346 in vol. 3 | |
AG.9.570(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ξανθὼ κηρόπλαστε, μυρόχροε, μουσοπρόσωπε, εὔλαλε, διπτερύγων καλὸν ἄγαλμα Πόθων, ψῆλόν μοι χερσὶ δροσιναῖς μύρον· „Ἐν μονοκλίνῳ δεῖ με λιθοδμήτῳ δή ποτε πετριδίῳ | |
5 | εὕδειν ἀθανάτως πουλὺν χρόνον.“ ᾆδε πάλιν μοι, Ξανθάριον, ναὶ ναί, τὸ γλυκὺ τοῦτο μέλος. οὐκ ἀίεις, ὤνθρωφ’, ὁ τοκογλύφος; ἐν μονοκλίνῳ δεῖ σὲ βιοῦν αἰεί, δύσμορε, πετριδίῳ. | |
AG.9.571 | Ἔκλαγεν ἐκ Θηβῶν μέγα Πίνδαρος· ἔπνεε τερπνὰ ἡδυμελεῖ φθόγγῳ μοῦσα Σιμωνίδεω· λάμπει Στησίχορός τε καὶ Ἴβυκος· ἦν γλυκὺς Ἀλκμάν· λαρὰ δ’ ἀπὸ στομάτων φθέγξατο Βακχυλίδης· | |
5 | Πειθὼ Ἀνακρείοντι συνέσπετο· ποικίλα δ’ αὐδᾷ Ἀλκαῖος, κύκνος Λέσβιος, Αἰολίδι. ἀνδρῶν δ’ οὐκ ἐνάτη Σαπφὼ πέλεν, ἀλλ’ ἐρατειναῖς ἐν Μούσαις δεκάτη Μοῦσα καταγράφεται. | |
AG.9.572(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | „Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ’ ἀείδειν,“ ἔγραφε ποιμαίνων, ὡς λόγος, Ἡσίοδος. „Μῆνιν ἄειδε, θεά,“ καὶ „Ἄνδρα μοι ἔννεπε, Μοῦσα,“ εἶπεν Ὁμηρείῳ Καλλιόπη στόματι. | |
5 | κἀμὲ δὲ δεῖ γράψαι τι προοίμιον. ἀλλὰ τί γράψω δεύτερον ἐκδιδόναι βιβλίον ἀρχόμενος; „Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διός, οὐκ ἂν ἐσώθην, | |
εἰ μή μοι Καῖσαρ χαλκὸν ἔδωκε Νέρων.“ | 348 in vol. 3 | |
AG.9.573(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Μὴ σύ γ’ ἐπ’ ἀλλοτρίης, ὤνθρωφ’, ἵζοιο τραπέζης ψωμὸν ὀνείδειον γαστρὶ χαριζόμενος, ἄλλοτε μὲν κλαίοντι καὶ ἐστυγνωμένῳ ὄμμα συγκλαίων καὖθις σὺν γελόωντι γελῶν, | |
5 | οὔτε σύ γε κλαυθμοῦ κεχρημένος οὔτε γέλωτος καὶ κλαιωμιλίη καὶ γελοωμιλίη. | |
AG.9.574 | Ἡμάξευσα καὶ αὐτὸς ὁ τρισδύστηνος Ἄναξις τοῦτον δύσζῳον κοὐ βίοτον βίοτον. οὐ μὴν πολλὸν ἐπὶ χρόνον ἤλασα· λὰξ δὲ πατήσας λυσσώδη ζωὴν ἤλυθον εἰς Ἀίδεω. | |
AG.9.575(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Οὐρανὸς ἄστρα τάχιον ἀποσβέσει ἢ τάχα νυκτὸς ἠέλιος φαιδρὴν ὄψιν ἀπεργάσεται καὶ γλυκὺ νᾶμα θάλασσα βροτοῖς ἀρυτήσιμον ἕξει καὶ νέκυς εἰς ζωῶν χῶρον ἀναδράμεται, | |
5 | ἤ ποτε Μαιονίδαο βαθυκλεὲς οὔνομ’ Ὁμήρου | |
λήθη γηραλέων ἁρπάσεται σελίδων. | 350 in vol. 3 | |
AG.9.576(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Παρθένε Τριτογένεια, τί τὴν Κύπριν ἄρτι με λυπεῖς, ἁρπάξασα δ’ ἐμὸν δῶρον ἔχεις παλάμῃ; μέμνησαι, τὸ πάροιθεν ἐν Ἰδαίοις σκοπέλοισιν ὡς Πάρις οὐ σὲ καλήν, ἀλλ’ ἔμ’ ἐδογμάτισεν. | |
5 | σὸν δόρυ καὶ σάκος ἐστίν· ἐμὸν δὲ τὸ μῆλον ὑπάρχει· ἀρκεῖ τῷ μήλῳ κεῖνος ὁ πρὶν πόλεμος. | |
AG.9.577(p1) | ΠΤΟΛΕΜΑΙΟΥ | |
1 | Οἶδ’, ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλ’ ὅταν ἄστρων μαστεύω πυκινὰς ἀμφιδρόμους ἕλικας, οὐκέτ’ ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρ’ αὐτῷ Ζανὶ θεοτρεφέος πίμπλαμαι ἀμβροσίης. | |
AG.9.578(p1) | ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Ὧν ἥδε βίβλος ἔνδον ὠδίνω, φίλε, βαθὺς χαρακτὴρ καὶ περισκελὴς ἄγαν· δεῖται κολυμβητοῦ δὲ πάντως Δηλίου. εἰ δ’ αὖ κυβιστήσει τις εἰς ἐμοὺς μυχοὺς | |
5 | καὶ πᾶν μεταλλεύσειεν ἀκριβῶς βάθος, γεωμετρῶν τὰ πρῶτα λήψεται γέρα, σοφὸς δ’ ἀναμφίλεκτος εἰσκριθήσεται. | |
τούτων δὲ μάρτυς ἐγγυητής τε Πλάτων. | 352 in vol. 3 | |
AG.9.579(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σχῆμα παλαιοτάτων ἀνδρῶν κηρύκιον ἄθρει, Θρινακίης οἰκιστὰ Κορίνθιε, ὅς ποτ’ ἔπινες ἀμφιβόητα ῥέεθρα Συρηκοσίης Ἀρεθούσης. | |
AG.9.580 | Μὴν ὑπάτων πρῶτος. ὁ δὲ δεύτερος αὔλακα τέμνει. ὁ τρίτος Αὐσονίων γενεὴν ἐπὶ μῶλον ἐγείρει. τέτρατος ἀγγέλλει ῥοδοδάκτυλον εἴαρος ὥρην. εἰμὶ ῥόδων γενέτης. καὶ ἐγὼ κρίνα λευκὰ κομίζω. | |
5 | οὗτος ἀμαλλοδέτης. τὰ δ’ ἐμὰ πτερὰ Νεῖλον ἐγείρει. οὗτος ἐρισταφύλῳ πεφιλημένος ἔπλετο Βάκχῳ. τεύχω δ’ οἶνον ἐγὼ μελιηδέα, χάρμα βροτοῖσι. δαῖτα φέρω χαρίεσσαν ἐς οὔνομα φωτὸς ἑκάστου. φορμίζειν δεδάηκα καὶ ὑπνώοντας ἐγείρειν. | |
AG.9.581 | Τοξότα, Πιερίδων μεδέων, ἑκατηβόλε Φοῖβε, εἰπὲ κασιγνήτῃ, κρατεροὺς ἵνα θῆρας ἐγείρῃ, ὅσσον ἐπιψαῦσαι μερόπων δέμας, ὅσσον ἀῦσαι λαῶν τερπομένων ἱερὸν στόμα, μηδὲ νοήσω | |
5 | Ζηνὸς Μειλιχίοιο λαχὼν θρόνον ἀνέρος οἶτον. | |
AG.9.582 | Ἀρμενίων τάδε φῦλα καὶ ἄλκιμον ἔθνος Ἰβήρων Χριστοῦ ζῆλον ἔχοντες ἑκούσιον ἐς ζυγὸν ἦλθον | |
θεσμῷ ὑποδρήσσοντες ἀνικήτων βασιλήων. | 354 in vol. 3 | |
AG.9.583 | Ὦ φίλος, εἰ σοφὸς εἶ, λάβε μ’ ἐς χέρας· εἰ δέ γε πάμπαν νῆις ἔφυς Μουσέων, ῥῖψον, ἃ μὴ νοέεις. εἰμὶ γὰρ οὐ πάντεσσι βατός, παῦροι δ’ ἀγάσαντο Θουκυδίδην Ὀλόρου, Κεκροπίδην τὸ γένος. | |
AG.9.584 | Εὔνομον, ὤπολλον, σὺ μὲν οἶσθά με, πῶς ποτ’ ἐνίκων Σπάρτιν ὁ Λοκρὸς ἐγώ· πευθομένοις δ’ ἐνέπω. αἰόλον ἐν κιθάρᾳ νόμον ἔκρεκον· ἐν δὲ μεσεύσᾳ ᾠδᾷ μοι χορδὰν πλᾶκτρον ἀπεκρέμασεν. | |
5 | καί μοι φθόγγον ἑτοῖμον ὁπανίκα καιρὸς ἀπῄτει, εἰς ἀκοὰς ῥυθμῶν τὠτρεκὲς οὐκ ἔνεμεν· καί τις ἀπ’ αὐτομάτω κιθάρας ἐπὶ πῆχυν ἐπιπτὰς τέττιξ ἐπλήρου τοὐλλιπὲς ἁρμονίας. νεῦρα γὰρ ἓξ ἐτίνασσον· ὅθ’ ἑβδομάτας δὲ μελοίμαν | |
10 | χορδᾶς, τὰν τούτω γῆρυν ἐκιχράμεθα· πρὸς γὰρ ἐμὰν μελέταν ὁ μεσαμβρινὸς οὔρεσιν ᾠδὸς τῆνο τὸ ποιμενικὸν φθέγμα μεθηρμόσατο, καὶ μὲν ὅτε φθέγγοιτο, σὺν ἀψύχοις τόκα νευραῖς τῷ μεταβαλλομένῳ συμμετέπιπτε θρόῳ. | |
15 | τοὔνεκα συμφώνῳ μὲν ἔχω χάριν· ὃς δὲ τυπωθεὶς | |
χάλκεος ἁμετέρας ἕζεθ’ ὑπὲρ κιθάρας. | 356 in vol. 3 | |
AG.9.585 | Τέσσαρές εἰσιν Ἔρωτες· ὁ μὲν στέφος ἀμφικαλύπτει μητρὸς ἑῆς· ὁ δὲ χεῖλος ἔχει ποτὶ πίδακι μαζοῦ· οἱ δὲ δύω παίζουσι παρ’ ἴχνεσιν· εἷμα δὲ κρύπτει μηρῷ γείτονα χῶρον ὅλης γυμνῆς Ἀφροδίτης. | |
AG.9.586(p1) | ΚΟΜΗΤΑ ΧΑΡΤΟΥΛΑΡΙΟΥ | |
1 | Εἰπέ, νομεῦ, τίνος εἰσὶ φυτῶν στίχες; —„Αἱ μὲν ἐλαῖαι Παλλάδος, αἱ δὲ πέριξ ἡμερίδες Βρομίου.“ — Καὶ τίνος οἱ στάχυες; —„Δημήτερος.“ —Ἄνθεα ποίων εἰσὶ θεῶν; —„Ἥρης καὶ ῥοδέης Παφίης.“ — | |
5 | Πὰν φίλε, πηκτίδα μίμνε τεοῖς ἐπὶ χείλεσι σύρων, Ἠχὼ γὰρ δήεις τοῖσδ’ ἐνὶ θειλοπέδοις. | |
AG.9.587(p1) | ΕΥΤΟΛΜΙΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ | |
1 | Βάκχῳ καὶ Νύμφαις μέσος ἵσταμαι· ἐν δὲ κυπέλλοις αἰεὶ τόνδε χέω τὸν παραλειπόμενον. | |
AG.9.588(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Οἷον ὁρῇς, ὦ ξεῖνε, τὸ χάλκεον εἰκόνι λῆμα Κλειτομάχου, τοίαν Ἑλλὰς ἐσεῖδε βίαν· ἄρτι γὰρ αἱματόεντα χερῶν ἀπελύετο πυγμᾶς ἔντεα καὶ γοργῷ μάρνατο παγκρατίῳ· | |
5 | τὸ τρίτον οὐκ ἐκόνισεν ἐπωμίδας, ἀλλὰ παλαίσας ἀπτὼς τοὺς τρισσοὺς Ἰσθμόθεν εἷλε πόνους. μοῦνος δ’ Ἑλλάνων τόδ’ ἔχει γέρας· ἑπτάπυλοι δὲ | |
Θῆβαι καὶ γενέτωρ ἐστέφεθ’ Ἑρμοκράτης. | 358 in vol. 3 | |
AG.9.589 | Αὐτὴν μητρυιὴν τεχνήσατο· τοὔνεκα μαζὸν εἰς νόθον ὁ πλάστης οὐ προσέθηκε γάλα. | |
AG.9.590 | „Ἡ τέχνη συνάγειρεν, ἃ μὴ φύσις,“ εἶπεν ὁ πλάστης, „μῆτερ νόσφι τόκων, νυμφίε νόσφι γάμων.“ | |
AG.9.591 | Ἄρεα καὶ Παφίην ὁ ζωγράφος εἰς μέσον οἴκου ἀμφιπεριπλέγδην γέγραφεν ἀμφοτέρους· ἐκ θυρίδος δὲ μολὼν Φαέθων πολυπάμφαος αἴγλῃ ἔστη ἀμηχανόων ἀμφοτέρους σκοπέων. | |
5 | Ἠέλιος βαρύμηνις ἕως τίνος; οὐδ’ ἐπὶ κηροῦ ἤθελεν ἀψύχου τὸν χόλον ἐξελάσαι. | |
AG.9.592 | Ὢ πόσον εὐήθης ὁ ζωγράφος, ὅττι χαράσσει κοίρανον εἰρήνης ἀσπίδι τικτόμενον. | |
AG.9.593 | Οἶκτον ὁμοῦ καὶ λύσσαν ἐτήτυμον ἔνθεος ἀνὴρ μαρμάρῳ ἐγκατέμιξε, βιαζομένην δ’ ὑπὸ τέχνης | |
λαϊνέην Μήδειαν ὅλης ἔμνησεν ἀνίης. | 360 in vol. 3 | |
AG.9.594 | Ζωγράφε τὰν μορφὰν ἀπομάξας, αἴθ’ ἐνὶ κηρῷ καὶ ψυχὰν ἐδάης Σωκρατικὰν βαλέειν. | |
AG.9.595 | ... αὐτὸς ἑαυτὸν ἐν εἰκόνι γράψεν Ἀπελλῆς. | |
AG.9595b | Ἡ Μήδων ἄδικον παύσας’ ὕβριν ἥδε Σόλωνα τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν. | |
AG.9.596 | Τόνδε δοριστέφανος Σπάρτα Χείλωνα φύτευσεν, ὃς τῶν ἑπτὰ Σοφῶν πρῶτος ἔφυ σοφίᾳ. | |
AG.9.597(p1) | ΚΟΜΗΤΑ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Νωθρὸς ἐγὼ τελέθεσκον ἀπ’ ἰξύος ἐς πόδας ἄκρους, τῆς πρὶν ἐνεργείης δηρὸν ἀτεμβόμενος, ζωῆς καὶ θανάτοιο μεταίχμιον, Ἄϊδι γείτων, μοῦνον ἀναπνείων, τἆλλα δὲ πάντα νέκυς. | |
5 | ἀλλὰ σοφός με Φίλιππος, ὃν ἐν γραφίδεσσι δοκεύεις, ζώγρησεν κρυερὴν νοῦσον ἀκεσσάμενος· αὖθις δ’ Ἀντωνῖνος, ἅπερ πάρος, ἐν χθονὶ βαίνω | |
καὶ ποσὶ πεζεύω καὶ ὅλος αἰσθάνομαι. | 362 in vol. 3 | |
AG.9.598(p1) | ΘΕΟΚΡΙΤΟΥ | |
1 | Τὸν τῶ Ζανὸς ὅδ’ ὗμιν υἱὸν ὡνήρ, τὸν λειοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν οὑκ Καμίρου, | |
5 | χὤσσους ἐξεπόνασεν, εἶπ’ ἀέθλους· τοῦτον δ’ αὐτὸν ὁ δᾶμος, ὡς σάφ’ εἰδῇς, ἔστας’ ἐνθάδε χάλκεον ποήσας πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς. | |
AG.9.599(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε, σπουδᾷ καὶ λέγ’, ἐπὰν ἐς οἶκον ἔνθῃς· „Ἀνακρέοντος εἰκόν’ εἶδον ἐν Τέῳ, τῶν πρόσθ’ εἴ τι περισσὸν ᾠδοποιοῦ.“ | |
5 | προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα. | |
AG.9.600(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἅ τε φωνὰ Δώριος χὠνὴρ ὁ τὰν κωμῳδίαν εὑρών, Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ ἀλαθινοῦ τὶν ὧδ’ ἀνέθηκαν, | |
5 | τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει, οἷ, ἀνδρὶ πολίτᾳ, —σωρὸν γὰρ εἶχε ῥημάτων—μεμναμένοι τελεῖν ἐπίχειρα· πολλὰ γὰρ ποττὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα· | |
10 | μεγάλα χάρις αὐτῷ. | 364 in vol. 3 |
AG.9.601 | Τὸ ξόανον τὸ περισσὸν Ἀεξιμένης Ἀφροδίτᾳ εἵσατο, τῆς πάσης ναυτιλίης φυλακᾷ. χαῖρ’, ὦ πότνια Κύπρι, διδοῦσα δὲ κέρδεα, πλοῦτον ἄρμενον, εἰδήσεις, ναῦς ὅτι κοινότατον. | |
AG.9.602(p1) | ΕΥΗΝΟΥ ΑΘΗΝΑΙΟΥ | |
1 | Ἅ ποτε παρθενικαῖσιν ἱλασκομένα παλάμῃσιν Κύπριδα, σὺν πεύκαις καὶ γάμον εὐξαμένα, κουριδίους ἤδη θαλάμων λύσασα χιτῶνας, ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους· | |
5 | νυμφίος ἐκ νύμφης δὲ κικλήσκομαι, ἐκ δ’ 〈Ἀφροδίτασ〉 Ἄρεα καὶ βωμοὺς ἔστεφον Ἡρακλέους. Θῆβαι Τειρεσίην ἔλεγόν ποτε, νῦν δ’ ἐμὲ Χαλκὶς τὴν πάρος ἐν μίτραις ἠσπάσατ’ ἐν χλαμύδι. | |
AG.9.603(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Πέντε Διωνύσοιο θεραπνίδες αἵδε Σαώτεω ἐντύνουσι θοᾶς ἔργα χοροστασίης· ἁ μὲν ἀερτάζουσα δέμας βλοσυροῖο λέοντος, ἁ δὲ Λυκαόνιον καλλίκερων ἔλαφον, | |
5 | ἁ τριτάτα δ’ οἰωνὸν ἐύπτερον, ἁ δὲ τετάρτα τύμπανον, ἁ πέμπτα χαλκοβαρὲς κρόταλον· πᾶσαι φοιταλέαι τε παρηόριόν τε νόημα | |
ἐκπλαγέες λύσσᾳ δαίμονος εὐιάδι. | 366 in vol. 3 | |
AG.9.604(p1) | ΝΟΣΣΙΔΟΣ | |
1 | Θαυμαρέτας μορφὰν ὁ πίναξ ἔχει· εὖ γε τὸ γαῦρον τεῦξε τό θ’ ὡραῖον τᾶς ἀγανοβλεφάρου. σαίνοι κέν ς’ ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα δέσποιναν μελάθρων οἰομένα ποθορῆν. | |
AG.9.605(p1) | ΤΗΣ ΑΥΤΗΣ | |
1 | Τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδίτας εἰκόνα γραψαμένα πάντ’ ἀνέθηκεν ἴσαν. ὡς ἀγανῶς ἕστακεν· ἴδ’, ἁ χάρις ἁλίκον ἀνθεῖ. χαιρέτω· οὔ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς. | |
AG.9.606 | Ἣν τὸ πάρος φιλέεσκεν Ἄρης, σκοπίαζε Κυθείρην ἐνθάδε λουομένην νάμασι φαιδροτάτοις· δέρκεο νηχομένην· μὴ δείδιθι· οὐ γὰρ Ἀθήνην παρθένον εἰσοράᾳς, οἷά τε Τειρεσίας. | |
AG.9.607 | Αἱ Χάριτες λούσαντο· ἀμειψάμεναι δὲ λοετρὸν δῶκαν ἑῶν ῥεθέων ὕδασιν ἀγλαΐην. | |
AG.9.608 | Ἢ τοῖον Κυθέρειαν ὕδωρ τέκεν, ἢ Κυθέρεια | |
τοῖον τεῦξεν ὕδωρ, ὃν χρόα λουσαμένη. | 368 in vol. 3 | |
AG.9.609 | Τῶν Χαρίτων τόδε λουτρὸν ἀθύρματα· καὶ γὰρ ἐκείνας μοῦνας ἔσω παίσδειν τὰς Χάριτας δέχεται. | |
AG.9609b | Ὄντως δὴ Χαρίτων λουτρὸν τόδε· οὐδὲ γὰρ ἄλλους πλείους χωρῆσαι τοῦτο τριῶν δύναται. | |
AG.9.610 | Μικρὰ μὲν ἔργα τάδ’ ἐστίν, ἔχει δ’ ἡδεῖαν ὀπωπὴν ὡς ῥόδον ἐν κήποις, ὡς ἴον ἐν ταλάροις. | |
AG.9.611 | Ἐν μικρῷ μεγάλη λουτρῷ χάρις· ἐν δ’ ἐλαχίστῳ νάματι λουομένοις ἡδὺς ἔπεστιν Ἔρως. | |
AG.9.612 | Ὡς κέδρου βραχὺ φύλλον, ἔχει δ’ ἡδεῖαν ὀδωδήν, οὕτως λουτρὰ τάδε μικρὰ μέν, ἀλλὰ φίλα. | |
AG.9.613 | Τῆς Μαρίης τὸ λοετρὸν ἰδὼν ὑπεδάκρυε Μῶμος | |
εἰπών· „Ὡς Μαρίην καὶ σὲ παρερχόμεθα.“ | 370 in vol. 3 | |
AG.9.614(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΜΙΝΩΤΑΥΡΟΥ | |
1 | Μὴ νεμέσα, Ζεύξιππε, παραντέλλοντι λοετρῷ· καὶ μεγάλην παρ’ Ἅμαξαν Ἐρωτύλος ἡδὺ φαείνει. | |
AG.9.615 | Χῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόντα πλούσιον ἐν φέγγει θήκατο λουομένοις; τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι κεῖνον ἀιστώσας φαιδρὸν ἔδειξε δόμον; | |
5 | φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴ κἀν τούτῳ καθαρὴν δεικνυμένου κραδίην· ὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας. ἀλλὰ θεὸς φιλόπατριν, ἐρισθενὲς ἄφθιτε Χριστέ, | |
10 | πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ. | |
AG.9.616 | Ἐνθάδε λουσαμένων Χαρίτων ποτὲ θέσκελα πέπλα βαιὸς Ἔρως ἔκλεψε καὶ ᾤχετο· τὰς δ’ ἔλιπ’ αὐτοῦ γυμνὰς αἰδομένας θυρέων ἔκτοσθε φανῆναι. | |
AG.9.617 | Τὸν ποταμόν, βαλανεῦ, τίς ἐτείχισε; τίς βαλανεῖον τὴν κρήνην ψευδῶς τήνδε μετωνόμασεν; Αἰόλος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσιν ὧδε μετοικήσας ἤγαγε τοὺς ἀνέμους. | |
5 | πρὸς τί δὲ καὶ σανίδες δύο τοῖς ποσὶν αἵδ’ ὑπόκεινται; οὐ διὰ τὴν θέρμην, τῆς χιόνος δ’ ἕνεκα. Φρίξου καὶ Νάρκης οὗτος τόπος. ἀλλ’ ἐπίγραψον· | |
„Τῷ Μεσορὶ λοῦσαι· πνεῖ γὰρ ἔσω Βορέας.“ | 372 in vol. 3 | |
AG.9.618 | Λωτὸν ἐρεπτομένους προτέρων οὐ ψεύσατο μῦθος· πίστιν ἀληθείης τοῦτο τὸ λουτρὸν ἔχει. εἰ γὰρ ἅπαξ καθαροῖσι λοέσσεται ὕδασιν ἀνήρ, οὐ ποθέει πάτρην, οὐκ ἐθέλει γενέτας. | |
AG.9.619(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη. ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας εὗρες ἐλέγξαι Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην. | |
5 | νίκησεν τὸ λοετρόν· ἔοικε δὲ τοῦτο βοώσῃ Παλλάς· „Ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.“ | |
AG.9.620(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἄγχι μὲν ἐλπὶς ἔρωτος, ἑλεῖν δ’ οὐκ ἔστι γυναῖκας· εἶρξε πυλὶς Παφίην τὴν μεγάλην ὀλίγη. ἀλλ’ ἔμπης γλυκὺ τοῦτο· ποθοβλήτοις γὰρ ἐπ’ ἔργοις ἐλπὶς ἀληθείης ἐστὶ μελιχροτέρη. | |
AG.9.621(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὅσσαις θηλυτέραις ἐστὶν πόθος (ἔστι δὲ πάσαις), δεῦρ’ ἴτε φαιδροτέρης τευξόμεναι χάριτος. χἠ μὲν ἔχουσα πόσιν, τέρψει πόσιν· ἡ δ’ ἔτι κούρη ὀτρυνέει πλείστους ἕδνα πορεῖν λεχέων· | |
5 | ἡ δὲ φέρουσα πόρους ἀπὸ σώματος ἑσμὸν ἐραστῶν | |
ἕξει ἐπὶ προθύροις ἐνθάδε λουσαμένη. | 374 in vol. 3 | |
AG.9.622 | Εἴτε σε κουριδίης ἀλόχου γλυκὺς ἵμερος ἴσχει, λούεο φαιδρότερος τῇδε φανησόμενος· εἴτε σε μισθοφόρους ἐπὶ μαχλάδας οἶστρος ὀρίνει, λήψῃ κοὐ δώσεις ἐνθάδε λουσάμενος. | |
AG.9.623(p1) | ΚΥΡΟΥ ΠΟΙΗΤΟΥ | |
1 | Κύπρις σὺν Χαρίτεσσι καὶ υἱέι χρυσοβελέμνῳ ἐνθάδε λουσαμένη μισθὸν ἔδωκε χάριν. | |
AG.9.624(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Δείματό με ξυνοῖο παρὰ προθύροισι λοετροῦ ἀστὸς ἀνὴρ ἀρετῆς εἵνεκεν, οὐκ ἔριδος. κεῖνο μέλοι πλεόνεσσιν, ἐγὼ δ’ ὀλίγοις τε φίλοις τε ἐντύνω προχοὰς καὶ μύρα καὶ χάριτας. | |
AG.9.625(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Πιστότατος μερόπων τις ἔοι πυλαωρὸς ἐμεῖο κρίνων λουομένων καιρὸν ἐσηλυσίης, μή τινα Νηιάδων τις ἐμοῖς ἐνὶ χεύμασι γυμνὴν ἢ μετὰ καλλικόμων Κύπριν ἴδοι Χαρίτων | |
5 | οὐκ ἐθέλων· „Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.“ | |
τίς γὰρ Ὁμηρείοις ἀντιφέροιτο λόγοις; | 376 in vol. 3 | |
AG.9.626(p1) | ΜΑΡΙΑΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Μητέρα Κύπριν ἔλουσεν Ἔρως ποτὲ τῷδε λοετρῷ αὐτὸς ὑποφλέξας λαμπάδι καλὸν ὕδωρ. ἱδρὼς δ’ ἀμβροσίοιο χυθεὶς χροὸς ἄμμιγα λευκοῖς ὕδασι, φεῦ, πνοιῆς ὅσσον ἀνῆψεν ἔαρ· | |
5 | ἔνθεν ἀεὶ ῥοδόεσσαν ἀναζείουσιν ἀυτμὴν ὡς ἔτι τῆς χρυσῆς λουομένης Παφίης. | |
AG.9.627(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τᾷδ’ ὑπὸ τὰς πλατάνους ἁπαλῷ τετρυμένος ὕπνῳ εὗδεν Ἔρως Νύμφαις λαμπάδα παρθέμενος. Νύμφαι δ’ ἀλλήλῃσι· „Τί μέλλομεν; αἴθε δὲ τούτῳ σβέσσομεν,“ εἶπον, „ὁμοῦ πῦρ κραδίης μερόπων.“ | |
5 | λαμπὰς δ’ ὡς ἔφλεξε καὶ ὕδατα, θερμὸν ἐκεῖθεν Νύμφαι Ἐρωτιάδες λουτροχοεῦσιν ὕδωρ. | |
AG.9.628(p1) | ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἵππον ἐυρρείτην χρονίῃ μάστιγι δαμέντα χρυσείῳ πολύολβος ἄναξ ἤγειρε χαλινῷ. | |
AG.9.629(p1) | ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΑΡΒΟΥΚΑΛΟΥ | |
1 | Αἴθε σέ, Πίνδαρε, μᾶλλον ἐμοῖς ἐκάθηρα ῥεέθροις, | |
καί κεν ἄριστον ὕδωρ τοὐμὸν ἔφησθα μόνον. | 378 in vol. 3 | |
AG.9.630(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Θερμὰ τάδ’ ἀτρεκέως βασιλήια· τήνδε γὰρ αὐτοῖς οἱ πρὶν ἀγασσάμενοι θῆκαν ἐπωνυμίην. οὐ γὰρ ὑπὸ βροτέῳ πυρὶ θάλπεται ἀγλαὸν ὕδωρ, αὐτομάτη δὲ λιβὰς τίκτεται αἰθομένη· | |
5 | οὐδὲ ῥόου ψυχροῦ ποτιδεύεαι ἀμφὶ λοετρά, ἀλλ’ οἷον ποθέεις, τοῖον ὑπεκφέρεται. | |
AG.9.631(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης. ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι. | |
5 | ἔνθεν ἀεξήθην ὀροφηφόρος, ἀντὶ δὲ τιμῆς τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην. | |
AG.9.632 | Χθὼν μυχάτων γυάλων κοιλώμασιν ἀέναον πῦρ ἔστ’ ἂν ἔχῃ, φλοξὶν δὲ περιζείῃ κρυφίαισιν, ἀτμὸς ἄνω βαίνων εἰς αἰθέρα θερμὸς ἔνερθεν θλιβόμενος πυριθαλπὲς ἐρεύγεται ἰκμάσιν ὕδωρ. | |
AG.9.633(p1) | ΔΑΜΟΧΑΡΙΔΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἥρῃ καὶ Παφίῃ καὶ Παλλάδι τοῦτο λοετρὸν ὥς ποτε τὸ χρυσοῦν ἤρεσε μῆλον ἔχειν· καὶ τάχα τῆς μορφῆς κρίσις ἔσσεται οὐ Πάρις αὐταῖς, | |
εἰκὼν δ’ ἀργυφέοις νάμασι δεικνυμένη. | 380 in vol. 3 | |
AG.9.634(p1) | ΑΛΛΟ | |
1 | Ὤμοσαν αἱ Χάριτες φερεαυγέα κοίρανον αἴγλης ἐνθάδε ναιετάειν ἢ παρὰ τῇ Παφίῃ. | |
AG.9.635(p1) | ΑΛΛΟ | |
1 | Δάφνης εὐπετάλοιο φερώνυμόν ἐστι λοετρόν. | |
AG.9.636(p1) | ΑΛΛΟ | |
1 | Τοῦτο ἰδὼν τὸ λοετρὸν ὁ πάνσοφος εἶπεν Ὅμηρος· „Νηπενθές τ’ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.“ | |
AG.9.637(p1) | ΑΛΛΟ | |
1 | Ἐνθάδε λουσαμένη δέμας ἄμβροτον αὐτίκα Κύπρις δεῖξεν Ἀλεξάνδρῳ καὶ ἀέθλιον ἥρπασε μῆλον. | |
AG.9.638(p1) | ΑΛΛΟ | |
1 | Αἱ τρεῖς Ὀρχομενοῦ Χάριτες τὸ λοετρὸν ἔτευξαν· τοὔνεκα χωρῆσαι τέσσαρας οὐ δύναται. | |
AG.9.639(p1) | ΑΛΛΟ | |
1 | Κύπρις, Ἔρως, Χάριτες, Νύμφαι, Διόνυσος, Ἀπόλλων ὤμοσαν ἀλλήλοις ἐνθάδε ναιετάειν. | |
AG.9.640(p1) | ΑΛΛΟ | |
1 | Ἀθάνατοι λούονται ἀνοιγομένου βαλανείου, | |
πέμπτῃ δ’ ἡμίθεοι, μετέπειτα δὲ πήματα πάντα. | 382 in vol. 3 | |
AG.9.641(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Καὶ σὺ μεθ’ Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθεὶς οὕτω ἐδουλώθης κοιρανικῇ παλάμῃ· | |
5 | ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. | |
AG.9.642(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Πᾶν τὸ βροτῶν σπατάλημα καὶ ἡ πολύολβος ἐδωδὴ ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν. οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες αἵ θ’ ὑπὲρ ἴγδιν τρίψιες ἥ τε τόση βρωματομιξαπάτη | |
5 | γίνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ’ ἄρα γαστήρ, ὁππόσα πειναλέη δέξατο λαυκανίη. ὀψὲ δὲ γινώσκει τις, ὅτ’ ἄφρονα μῆτιν ἀείρων χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο. | |
AG.9.643(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰ οἰμώζεις μελέων πάγχυ βαρυνομένων; ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις, ἐκθλίψαι δοκέων μάστακος ἐργασίην; | |
5 | μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης. ἀλλ’ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα καὶ στόμα τέρπεις βρώμασιν εὐτυχίην κεῖνα λογιζόμενος· ἐνθάδε δ’ ἀσχάλλεις, μούνη δ’ ἀλιτήματα λαιμοῦ | |
10 | ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη. | 384 in vol. 3 |
AG.9.644(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεί, μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης· λιτὰ δέ σοι καὶ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις, ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην. | |
5 | ἔμπης ἀρτίπος ἐσσί, καὶ ἐνθάδε βαιὰ καθεσθεὶς αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην· οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς τύπτεις αὐτομάτως φόρτον ἀπωσάμενος. τλήμονες οἱ πλουτοῦντες ἰδ’ οἱ κείνοισι συνόντες, | |
10 | οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη. | |
AG.9.645(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Τμώλῳ ὑπ’ ἀνθεμόεντι ῥοὴν πάρα Μαίονος Ἕρμου Σάρδιες ἡ Λυδῶν ἔξοχός εἰμι πόλις. μάρτυς ἐγὼ πρώτη γενόμην Διός, οὐ γὰρ ἐλέγχειν λάθριον υἷα Ῥέης ἤθελον ἡμετέρης. | |
5 | αὐτὴ καὶ Βρομίῳ γενόμην τροφός· ἐν δὲ κεραυνῷ ἔδρακον εὐρυτέρῳ φωτὶ φαεινόμενον· πρώταις δ’ ἡμετέρῃσιν ἐν ὀργάσιν οἰνὰς ὀπώρη οὔθατος ἐκ βοτρύων ξανθὸν ἄμελξε γάνος. πάντα με κοσμήσαντο, πολὺς δέ με πολλάκις αἰὼν | |
10 | ἄστεσιν ὀλβίστοις εὗρε μεγαιρομένην. | |
AG.9.646(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἰ πόλιν Ἡρακλῆος ὁμώνυμον οἶσθα καὶ ἄλλην, | |
ἴσθι με τὴν Πόντου μηδὲν ἀτιμοτέρην. | 386 in vol. 3 | |
AG.9.647(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ῥώμη παμβασίλεια, τὸ σὸν κλέος οὔποτ’ ὀλεῖται· Νίκη γάρ σε φυγεῖν ἄπτερος οὐ δύναται. | |
AG.9.648(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Ἀστὸς ἐμοὶ καὶ ξεῖνος ἀεὶ φίλος· οὐ γὰρ ἐρευνᾶν „Τίς, πόθεν ἠὲ τίνων“, ἐστὶ φιλοξενίης. | |
AG.9.649(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὐσεβίη τὸ μέλαθρον ἀπὸ πρώτοιο θεμείλου ἄχρι καὶ ὑψηλοὺς ἤγαγεν εἰς ὀρόφους. οὐ γὰρ ἀπ’ ἀλλοτρίων κτεάνων ληίστορι χαλκῷ ὄλβον ἀολλίζων τεῦξε Μακηδόνιος· | |
5 | οὐδὲ λιπερνήτης κενεῷ καὶ ἀκερδέι μόχθῳ κλαῦσε δικαιοτάτου μισθοῦ ἀτεμβόμενος. ὡς δὲ πόνων ἄμπαυμα φυλάσσεται ἀνδρὶ δικαίῳ, ὧδε καὶ εὐσεβέων ἔργα μένοι μερόπων. | |
AG.9.650(p1) | ΛΕΟΝΤΙΟΥ | |
1 | Ἐν μὲν τῇ Ζεύξιππον ἔχω πέλας, ἡδὺ λοετρόν, ἐκ δ’ ἑτέρης ἵππων χῶρον ἀεθλοφόρων. τούς ῥα θεησάμενος καὶ τῷδ’ ἔνι χρῶτα λοέσσας δεῦρο καὶ ἄμπνευσον δαιτὶ παρ’ ἡμετέρῃ· | |
5 | καί κε πάλιν σταδίοις ποτὶ δείελον ὥριος ἔλθοις, | |
ἐγγύθεν ἐγγὺς ἰὼν γείτονος ἐκ θαλάμου. | 388 in vol. 3 | |
AG.9.651(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Τρισσόθεν εἰσορόω πολυτερπέα νῶτα θαλάσσης, πάντοθεν ἠματίῳ φέγγεϊ βαλλόμενος· εἰς ἐμὲ γὰρ κροκόπεπλος ὅταν περικίδναται Ἠώς, τερπομένη στείχειν πρὸς δύσιν οὐκ ἐθέλει. | |
AG.9.652(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ὥρῃ ἀναψύχω θέρεος καὶ χείματι θάλπω τοὐλλιπὲς ὡράων ἐξ ἐμέθεν παρέχων. | |
AG.9.653(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | „Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν,“ ἔννεπεν Ἀσκραῖος δῶμα τόδε προλέγων. κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην· | |
5 | ὑψόθι δ’ εἰσενόησα θαλασσαίην περιωπήν· ναὶ τάχα τῆς ἀρετῆς πιστότατον θάλαμος. | |
AG.9.654(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Κερδαλέους δίζεσθε δόμους, ληίστορες, ἄλλους· τοῖσδε γάρ ἐστι φύλαξ ἔμπεδος ἡ πενίη. | |
AG.9.655 | Ὀτραλέως τολύπευσαν τόνδε δόμον βασιλῆες, αἰχμὴν ὀλβοδότειραν ἀπὸ σταυροῖο λαχόντες, | |
αὐτὸς ἄναξ Ἡρακλῆς σὺν Κωνσταντίνῳ υἷι. | 390 in vol. 3 | |
AG.9.656 | Οἶκος Ἀναστασίοιο τυραννοφόνου βασιλῆος μοῦνος ὑπερτέλλω πανυπείροχος ἄστεσι γαίης, θαῦμα φέρων πάντεσσιν, ἐπεὶ κοσμήτορες ἔργων, ὕψος ὁμοῦ μῆκός τε καὶ ἄπλετον εὖρος ἰδόντες, | |
5 | ἀσκεπὲς ἐφράσσαντο πελώριον ἔργον ἐᾶσαι· ἀλλὰ πολυκμήτοιο λαχὼν πρεσβήια τέχνης Αἰθέριος πολύιδρις ἐμὴν τεχνήσατο μορφήν, ἀχράντῳ βασιλῆι φέρων πρωτάγρια μόχθων. ἔνθεν ἀπειρέσιον μέγεθος περὶ παντὶ τιταίνων | |
10 | Αὐσονίης νίκησα βοώμενα θαύματα γαίης. εἶξον ἀρειοτέροισι, χάρις Καπετωλίδος αὐλῆς, εἰ καὶ χαλκείων ὀρόφων ἀμαρύγματα πέμπεις· κρύψον ἀμετρήτων μεγάρων στεινούμενον αὐλαῖς, Πέργαμε, φαιδρὸν ἄγαλμα τεόν, Ῥουφίνιον ἄλσος· | |
15 | μηδὲ τανυπλεύροισιν ἀρηρότα, Κύζικε, πέτροις Ἀδριανοῦ βασιλῆος ἀμεμφέα νηὸν ἀείσεις. οὔ μοι Πυραμίδων ἰκέλη κρίσις οὐδὲ Κολοσσοῦ οὐδὲ Φάρου· μεγάλην μοῦνος δ’ ὑπερέδραμον αἴγλην. αὐτὸς ἐμὸς σκηπτοῦχος Ἰσαυροφόνον μετὰ νίκην | |
20 | χρυσοφαές με τέλεσσεν ἐδέθλιον Ἠριγενείης πάντῃ τετραπόρων ἀνέμων πεπετασμένον αὔραις. | |
AG.9.657(p1) | ΜΑΡΙΑΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ’ ἠιόνων, χρύσεα συλλέκτρῳ τάδ’ ἀνάκτορα θῆκεν ἀνάσσῃ τῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ. | |
5 | ἄξιον, ὦ Ῥώμη μεγαλοκρατές, ἀντία σεῖο | |
κάλλος ἀπ’ Εὐρώπης δέρκεαι εἰς Ἀσίην. | 392 in vol. 3 | |
AG.9.658(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Κόσμον Ἰουστῖνος βασιλεὺς ῥυπόωντα καθήρας καὶ τὰ μέγιστα Δίκης ἠγλάισεν τεμένη· σοῖς δὲ πόνοις, Δομνῖνε, κατηφέα νύκτα διώκει ἐκ Θέμιδος μεγάρων, ἐκ βιοτῆς μερόπων. | |
AG.9.659(p1) | ΘΕΑΙΤΗΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ὡς ἀγαθὸν καὶ παῖς ἐπὶ γήραϊ· φαιδροτέρους γὰρ Δομνῖνος θαλάμους μητρὸς ἔτευξε Δίκης. λάμπω ἐγὼ διὰ παιδός, ὁ παῖς δι’ ἐμεῖο φαείνει· κύδεα δ’ ἀλλήλοις ἀντιχαριζόμεθα. | |
AG.9.660(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Χῶρος ἐγὼ θεσμοῖσιν ἀνειμένος· ἐνθάδε πηγὴ ἄφθονος Αὐσονίων ἐκκέχυται νομίμων, ἣ πᾶσιν τέταται μὲν ἀείναος, ἠιθέοις δὲ ἐνθάδ’ ἀγειρομένοις πάντα δίδωσι ῥόον. | |
AG.9.661(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Δένδρον ἐγὼ μακαριστόν, ἐπεί ποτε μεσσόθεν ὕλης ἱστάμενον λιγυροῖς ἐτρεφόμην ἀνέμοις, ὀρνίθων ἐπίβαθρον ἐύθροον· ἀλλὰ σιδήρῳ ἐτμήγην κλήρῳ κρείσσονος εὐτυχίης· | |
5 | ἀντὶ γὰρ ὀρνίθων Κρατεροῦ κρατεροῖς ὑπὸ μύθοις | |
ἄρδομαι εὐμούσοις χεύμασι τηλεθάον. | 394 in vol. 3 | |
AG.9.662(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος. ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων νηδὺς ἐπεγδούπει λύματα χευομένη. | |
5 | ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον. | |
AG.9.663(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Πόντος ὑποκλύζει χθονὸς ἕδρανα· πλωτὰ δὲ χέρσου νῶτα θαλασσαίοις ἄλσεσι τηλεθάει. ὡς σοφός, ὅστις ἔμιξε βυθὸν χθονί, φύκια κήποις, Νηιάδων προχοαῖς χεύματα Νηρεΐδων. | |
AG.9.664(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐνθάδ’ ἐριδμαίνουσι, τίνος πλέον ἔπλετο χῶρος, Νύμφαι Νηιάδες, Νηρεΐς, Ἀδρυάδες· ταῖς δὲ θεμιστεύει μεσάτη Χάρις οὐδὲ δικάζειν οἶδεν, ἐπεὶ ξυνὴν τέρψιν ὁ χῶρος ἔχει. | |
AG.9.665(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εἶξον ἐμοί, Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου κείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης. ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες αἵ τ’ ἐνὶ πόντῳ Νηρεΐδες ξυνὴν θέντο συνηλυσίην· | |
5 | ἀμφ’ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης | |
καί με παρ’ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον. | 396 in vol. 3 | |
AG.9.666 | Οὐ μέγας οὐδ’ ὁ Ἔρως, ἀλλ’ εὔχαρις· ὡς καὶ ἐγώ τοι οὐ μέγας ἐν κήποις, ἀλλὰ γέμω χαρίτων. | |
AG.9.667(p1) | ΑΡΑΒΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ὕδασι καὶ κήποισι καὶ ἄλσεσι καὶ Διονύσῳ καὶ πόντου πλήθω γείτονος εὐφροσύνῃ. τερπνὰ δέ μοι γαίης τε καὶ ἐξ ἁλὸς ἄλλοθεν ἄλλος καὶ γριπεὺς ὀρέγει δῶρα καὶ ἀγρονόμος. | |
5 | τοὺς δ’ ἐν ἐμοὶ μίμνοντας ἢ ὀρνίθων τις ἀείδων ἢ γλυκὺ πορθμήων φθέγμα παρηγορέει. | |
AG.9.668(p1) | ΜΑΡΙΑΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἦ καλὸν ἄλσος Ἔρωτος, ὅπου καλὰ δένδρεα ταῦτα πρηῢς ἐπιπνείων ἀμφιδονεῖ Ζέφυρος· ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκων· | |
5 | καὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπ’ ἄλλῳ μαστὸς ἀναθλίβει χεύματα Ναϊάδος· ὁππόθι δενδρήεντα γέρων παρανήχεται Ἶρις χῶρον Ἁμαδρυάδων ἔνδιον ἁβροκόμων, καὶ λιπαρῆς εὔβοτρυν ἀν’ ὀργάδα καρπὸς ἐλαίης | |
10 | θάλλει ἐρισταφύλων πάντοσε θειλοπέδων· αἱ δὲ πέριξ λαλαγεῦσιν ἀηδόνες· ὃς δὲ μελίζει ἀντῳδὸν τέττιξ φθέγματος ἁρμονίαν. ἀλλὰ τὸν ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς | |
τόνδε δόμον, λιτῆς δ’ ἀντίασον ξενίης. | 398 in vol. 3 | |
AG.9.669(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δεῦρ’ ἴθι βαιόν, ὁδῖτα, πεσὼν ὑπὸ δάσκιον ἄλσος, ἄμπαυσον καμάτου γυῖα πολυπλανέος, χλωρὸν ὅπου πλατάνων αὐτόρρυτον ἐς μέσον ὕδωρ καλὰ πολυκρούνων ἐκπρορέει στομάτων· | |
5 | ὁππόθι πορφυρέης ὑπὲρ αὔλακος εἴαρι θάλλει ὑγρὸν ἴον ῥοδέῃ κιρνάμενον κάλυκι. ἠνίδε πῶς δροσεροῖο πέδον λειμῶνος ἐρέψας ἔκχυτον εὐχαίτης κισσὸς ἔπλεξε κόμην. ἐνθάδε καὶ ποταμὸς λασίην παραμείβεται ὄχθην | |
10 | πέζαν ὑποξύων αὐτοφύτοιο νάπης. οὗτος „Ἔρωσ“. τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ πάντοθεν ἱμερτῶν πληθομένῳ Χαρίτων; | |
AG.9.670(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τίς βυθὸν ἠπείρωσε; τίς ἐν ῥοθίοισιν ἔτευξεν ἀκτὴν ἀμφιρύτην λάεσι μαρμαρέοις; τίς δ’ ἐνὶ κύμασι τεῦξε ποτὸν πλωτῆρας ἀφύσσειν αὐτῶν ἐκ νηῶν χερσὶν ἀρυομένους; | |
5 | οὗτος ὁ ποικιλόμητις ἀνὴρ Βενέτιος ἀμύμων κτίσμασι νικήσας Θησέα καὶ Πέλοπα. | |
AG.9.671 | Τίς τόσον ἔργον ἔτευξε; τίς ἡ πόλις ἢ τὸ γέρας τί; — | |
„Ἀμβρόσιος Μυλασεὺς τὸν φάρον ἀνθύπατος.“ | 400 in vol. 3 | |
AG.9.672(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἰ τραφερῆς πάσης ἁλιτέρμονα κύκλον ὁδεύσῃς, οὔ ποτέ μοί τινα χῶρον ἀρείονα τοῦδε νοήσεις, θέσκελον οἷον ἔτευξεν ἀγακλυτὸς Ἰωάννης κυδαίνων βασίλειαν ὅλης χθονός· ἐκ ῥοθίων γὰρ | |
5 | τερπωλὴν ἀκόρητον ἐν ἄστεϊ θῆκεν Ὁμήρου. | |
AG.9.673(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἱππολύτῃ καὶ τοῦτ’ Ἀσκληπιὸς ὤπασεν ἔργον. | |
AG.9.674(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Πύργος ἐγὼ ναύτῃσιν ἀλωομένοισιν ἀρήγων εἰμὶ Ποσειδάωνος ἀπενθέα πυρσὸν ἀνάπτων, καί με πεσεῖν μέλλοντα βαρυγδούποισιν ἀήταις στῆσεν ἑοῖς καμάτοις Ἀμμώνιος, ὃς βασιλῆος | |
5 | ἐστὶ πατήρ· κείνῳ δὲ μετ’ ἄγρια κύματα ναῦται χεῖρας ἀερτάζουσιν ἅτε κλυτῷ Ἐννοσιγαίῳ. | |
AG.9.675 | Μηκέτι δειμαίνοντες ἀφεγγέα νυκτὸς ὁμίχλην εἰς ἐμὲ θαρσαλέως πλώετε, ποντοπόροι. πᾶσιν ἀλωομένοις τηλαυγέα δαλὸν ἀνάπτω, | |
τῶν Ἀσκληπιαδῶν μνημοσύνην καμάτων. | 402 in vol. 3 | |
AG.9.676(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ταῖς Προύσης Νύμφαις ὑποείκομεν, ἀλλὰ καὶ αὐταὶ κρέσσονες ἡμείων χαίρετε Πυθιάδες· αἱ δ’ ἄλλαι πᾶσαι μετὰ Πύθια καὶ μετὰ Προῦσαν ἡμετέραις Νύμφαις εἴξατε Νηιάδες. | |
AG.9.677(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν τηλίκον ἀρκτῴοις ἄσθμασι βαλλόμενον. ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει. | |
5 | καί ῥ’ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν, ἡ δὲ περισσὴ τέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι. | |
AG.9.678(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Οἷον ἔτλης καὶ τοῦτον, Ἀγακλείδη, μέγαν ἆθλον θυμῷ τολμητῇ κῦδος ἄριστον ἑλών· Νύμφης ἀρχαίης Βάσσης πολυκαγκέα χώρην ὕδασι καὶ λουτροῖς θῆκας ἀφνειοτέρην. | |
AG.9.679(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Πᾶσα μὲν Ἀξιόχῳ πόλις εὔχεται· ἄλλο γὰρ ἄλλης πῆμα παραστείχων ὡς θεὸς ἠκέσατο· ἔξοχα δὲ κραναῇ ῥόον ὕδατος ὤπασεν Ἄσσῳ πολλῶν πετράων σκληρὰ μέτωπα τεμών. | |
5 | μηκέτι φεύγετε πάντες ἀποπρὸ θέοντες, ὁδῖται· | |
πλημύρω ψυχροῖς ὕδασιν Ἀξιόχου. | 404 in vol. 3 | |
AG.9.680(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τὰς τρεῖς μοι Χάριτας λεύσσεις, ξένε· Ποντομέδων γὰρ γείτονος ἐκ πόντου τὴν μίαν εἰργάσατο· τὴν δ’ ἑτέρην ἐτέλεσσε φυτῶν εὔκαρπος ἀλωή· τὴν δ’ ὑπολειπομένην τοῦτο τὸ λουτρὸν ἔχει. | |
AG.9.681(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΜΙΝΩΤΑΥΡΟΥ | |
1 | Ἆ μέγα σοι, Διόνυσε, χαρίζομαι· εἰς ἐμὲ Κύπρις λούεται, ἐξ αὐτῆς σοὶ τὰ κύπελλα φέρω. | |
AG.9.682 | Κίονα τετράπλευρον ἀεὶ χθονὶ κείμενον ἄχθος μοῦνος ἀναστῆσαι Θευδόσιος βασιλεὺς τολμήσας Πρόκλῳ ἐπεκέκλετο, καὶ τόσος ἔστη κίων ἠελίοις ἐν τριακονταδύο. | |
AG.9.683 | Ἀλφεὸς ἄρρεν ὕδωρ, Ἀρεθούσιόν ἐστι τὸ θῆλυ· | |
καὶ γάμον εὗρεν Ἔρως κιρναμένων ὑδάτων. | 406 in vol. 3 | |
AG.9.684 | Ὠκεανοῦ θυγάτηρ καὶ Τηθύος εἰμὶ Νύχεια κρήνη· Τηλεβόαι γάρ με τόδ’ ὠνόμασαν· Νύμφαις μὲν προχέω λουτρόν, θνητοῖσι δ’ ὑγείην· θῆκε δέ με Πτερέλας, υἱὸς Ἐνυαλίου. | |
AG.9.685 | Μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων, μή ποτε κινήσας τὴν μείονα μείζονα θείης. | |
AG.9.686 | Ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνος καὶ σέλας ἀκτεάνοιο δίκης Βασίλειον ὕπαρχον, ξεῖνε, νόῳ σκίρτησον ἰδὼν ἐφύπερθε πυλάων. εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις, | |
5 | βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας. ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις βασίλειον ἄγαλμα. | |
AG.9.687 | Μορφὰς ὁ γράψας ἤθελον καὶ τοὺς τρόπους· ἀνεσείρασε δέ μου τὴν ὄρεξιν ἡ τέχνη. — | |
„Κάλει δέ μ’ Ἀλέξανδρον εὔλαλον, φίλος.“ | 408 in vol. 3 | |
AG.9.688 | Τήνδε πύλην λάεσσιν ἐυξέστοις ἀραρυῖαν, ἀμφότερον κόσμον τε πάτρῃ καὶ θάμβος ὁδίταις, τεῦξε Κλέης Κλεάδας ἀγανῆς πόσις εὐπατερείης, Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντης, | |
5 | τερπόμενος δώροισιν ἀγασθενέων βασιλήων. | |
AG.9.689 | Οὗτος Ἰουλιανὸς λαοσσόα τείχεα πήξας στῆσε τρόπαιον, ἑῆς σύμβολον ἀγρυπνίης, σφάζειν ἀντιβίους ἐχθροὺς ἀπάνευθε μενοινῶν ἢ πόλεως προπάροιθ’ ἐκκροτέειν πολέμους. | |
AG.9.690 | Θευδόσιος τόδε τεῖχος ἄναξ καὶ ὕπαρχος Ἑῴας Κωνσταντῖνος ἔτευξαν ἐν ἤμασιν ἑξήκοντα. | |
AG.9.691 | Ἤμασιν ἑξήκοντα φιλοσκήπτρῳ βασιλῆι Κωνσταντῖνος ὕπαρχος ἐδείματο τείχεϊ τεῖχος. | |
AG.9.692(p1) | ΑΛΛΟ | |
1 | Βιβιανοῦ τόδε ἔργον, ὃν ἀντολίαι δύσιές τε | |
μέλπουσιν γεραρῶς εἵνεκεν εὐνομίης. | 410 in vol. 3 | |
AG.9.693(p1) | ΑΛΛΟ | |
1 | Τόνδε Τύχης ἀνέγειρε δόμον Δημήτριος ἀρχὸς τὴν πόλιν οἰκτείρας ὡς πάις Ἱερίου· αὐτοῦ καὶ βουλῇ τάδ’ ἐδείματο οὔτε πόληος οὔτε τι δημοτέροις χρήμασιν, ἀλλ’ ἰδίοις. | |
AG.9.694 | Μεσσαλινοῖο γόνος τόδε θέσκελον ἔκτισε τόξον. | |
AG.9.695 | Ὁρᾷς, τὸ κάλλος ὅσσον ἐστὶ τῆς λίθου, ἐν ταῖς ἀτάκτοις τῶν φλεβῶν εὐταξίαις. | |
AG.9.696 | Τετραπόροις ἁψῖσι πόλιν Θεόδωρος ἐγείρας ἄξιός ἐστι πόλιν καὶ τέτρατον ἡνιοχεῦσαι. | |
AG.9.697 | Ἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν ἔργου κοσμῆσαι θαύματι τοσσατίου δῶρά τε κυδήεντα πορεῖν χρυσάσπιδι Ῥώμῃ, ἥ ς’ ὕπατον τεῦξεν καὶ τρισέπαρχον ὁρᾷ. | |
AG.9.698 | Μόψου τήνδ’ ἐσορᾷς κλεινὴν πόλιν, ἥν ποτε μάντις | |
δείματο τῷ ποταμῷ κάλλος ὑπερκρεμάσας. | 412 in vol. 3 | |
AG.9.699 | Ἔνθεν Ἀλέξανδρος Μακεδὼν πίεν ἀγλαὸν ὕδωρ· μητρὸς δ’ εἶπε γάλακτι πανείκελα ῥεύματα πηγῆς, ᾗ καὶ Ὀλυμπιάδος πόρεν οὔνομα, σῆμα δὲ τοῦτο. | |
AG.9.700(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Γράψε Πολύγνωτος Θάσιος γένος, Ἀγλαοφῶντος υἱός, περθομένην Ἰλίου ἀκρόπολιν. | |
AG.9.701 | Αὐτοῦ Ζηνὸς ὅδ’ οἶκος ἐπάξιος, οὐδ’ ἂν Ὄλυμπος μέμψεται οὐρανόθεν Ζῆνα κατερχόμενον. | |
AG.9.702 | Κεκροπίδαι Διὶ τόνδ’ ἔθεσαν δόμον, ὡς ἀπ’ Ὀλύμπου νισσόμενος ποτὶ γᾶν ἄλλον Ὄλυμπον ἔχοι. | |
AG.9.703 | Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλι‐ στον παρέχονται πάντων ποταμῶν· καὶ ἐπ’ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ κάλλιστος καὶ ἄριστος πάντων ἀνθρώπων, Δαρεῖος ὁ Ὑστάσπεος, Περσέων τε καὶ | |
5 | πάσης τῆς ἠπείρου βασιλεύς. | 414 in vol. 3 |
AG.9.704(p1) | ΑΔΗΛΟΝ | |
1 | Τήκει καὶ πέτρην ὁ πολὺς χρόνος· ἀλλ’ ἀρετάων Ἀσκληπιοδότου τὸ κλέος ἀθάνατον, ὅσσα καὶ οἷα πόρεν γέρα πατρίδι· τοῖς ἐπὶ πᾶσι καὶ τόδε μετρείσθω κοινὸν ἔρεισμα θόλου. | |
AG.9.705(p1) | ΑΔΗΛΟΝ | |
1 | Δῶρον Τερμησσοῖο δικασπολίης χάριν ἁγνῆς· Εὐσέβιος θεράπων θῆκε θεῷ τὸ γέρας. | |
AG.9.706(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Δένδρεον ἱερόν εἰμι· παρερχόμενός με φυλάσσευ πημαίνειν· ἀλγῶ, ξεῖνε, κολουομένη. μέμνεο, παρθένιός μοι ἔπι φλόος, οὐχ ἅπερ ὠμαῖς ἀχράσιν· αἰγείρων τίς γένος οὐκ ἐδάη; | |
5 | εἰ δὲ περιδρύψῃς με παρατραπίην περ ἐοῦσαν, δακρύσεις· μέλομαι καὶ ξύλον Ἠελίῳ. | |
AG.9.707(p1) | ΤΥΛΛΙΟΥ ΓΕΜΙΝΟΥ | |
1 | Εἰμὶ μὲν ἐν ποταμοῖς, πελάγει δ’ ἴσα μέτρα διώκω, Στρυμών, Ἠμαθίης τὸ γλυκερὸν πέλαγος· βένθος ὁμοῦ καὶ ἄρουρα δι’ ὕδατος· ἦ γὰρ ἐγείρω ὀμπνιακῶν χαρίτων ἡδύτερον τρίβολον. | |
5 | ἔστι καὶ Ἠμαθίης γόνιμος βυθός· ἄμμι δέ, Νεῖλε, | |
κρείσσων ἔσθ’ ὁ φέρων τὸν στάχυν, οὐχ ὁ τρέφων. | 416 in vol. 3 | |
AG.9.708(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἔζευξ’ Ἑλλήσποντον ὁ βάρβαρος ἄφρονι τόλμῃ, τοὺς δὲ τόσους καμάτους πάντας ἔλυσε χρόνος· ἀλλὰ Δικαιάρχεια διηπείρωσε θάλασσαν καὶ βυθὸν εἰς χέρσου σχῆμα μετεπλάσατο· | |
5 | λᾶα, βαθὺ στήριγμα, κατερρίζωσε πέλωρον, χερσὶ Γιγαντείαις δ’ ἔστασε νέρθεν ὕδωρ. ἦν ἅλ’ ἀεὶ πλώειν· διοδευομένη δ’ ὑπὸ ναύταις ἄστατος εἰς πεζοὺς ὡμολόγησε μένειν. | |
AG.9.709(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὐρώταν ὡς ἄρτι διάβροχον ἔν τε ῥεέθροις εἵλκυς’ ὁ τεχνίτης ἐν πυρὶ λουσάμενον· πᾶσι γὰρ ἐν κώλοις ὑδατούμενος ἀμφινένευκεν ἐκ κορυφῆς ἐς ἄκρους ὑγροβατῶν ὄνυχας. | |
5 | ἁ δὲ τέχνα ποταμῷ συνεπήρικεν. ἆ τίς ὁ πείσας χαλκὸν κωμάζειν ὕδατος ὑγρότερον; | |
AG.9.710 | Ὄσσαν ἐπ’ Οὐλύμπῳ καὶ Πήλιον ὑψωθέντα ψευδὴς ἱστορίης ῥῆσις ἀνεπλάσατο· Πυραμίδες δ’ ἔτι νῦν Νειλωίδες ἄκρα μέτωπα κύρουσιν χρυσέοις ἀστράσι Πληιάδων. | |
AG.9.711(p1) | ΖΗΝΟΒΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Αὐτὴν Γραμματικὴν ὁ ζωγράφος ἤθελε γράψαι· | |
Βίκτορα δὲ γράψας „Τὸν σκοπόν,“ εἶπεν, „ἔχω.“ | 418 in vol. 3 | |
AG.9.712(p1) | ΜΗΤΡΟΔΩΡΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Αὐτὸν Ἰωάννην ὁ γέρων ὅτ’ ἐδέξατο θεσμός, εἶπεν ἀνηβήσας· „Αὖθις ἔχω σε, Σόλων.“ | |
AG.9.713 | Βοίδιόν εἰμι Μύρωνος, ἐπὶ στήλης δ’ ἀνάκειμαι. βουκόλε, κεντήσας εἰς ἀγέλην μ’ ἄπαγε. | |
AG.9.714(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τίπτε, Μύρων, με τὸ βοίδιον ἐνταυθοῖ παρὰ βωμοῖς ἔστασας; οὐκ ἐθέλεις εἰσαγέμεν μέγαρον; | |
AG.9.715(p1) | [ΑΝΑΚΡΕΟΝΤΟΣ] | |
1 | Βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς. | |
AG.9.716(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλ’ ὑπὸ γήρως χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων. | |
AG.9.717(p1) | ΕΥΗΝΟΥ | |
1 | Ἢ τὸ δέρας χάλκειον ὅλον βοῒ τᾷδ’ ἐπίκειται | |
ἔκτοθεν, ἢ ψυχὴν ἔνδον ὁ χαλκὸς ἔχει. | 420 in vol. 3 | |
AG.9.718(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αὐτὸς ἐρεῖ τάχα τοῦτο Μύρων· „Οὐκ ἔπλασα ταύταν τὰν δάμαλιν, ταύτας δ’ εἰκόν’ ἀνεπλασάμην.“ | |
AG.9.719(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Οὐκ ἔπλασέν με Μύρων, ἐψεύσατο· βοσκομέναν δὲ ἐξ ἀγέλας ἐλάσας δῆσε βάσει λιθίνῳ. | |
AG.9.720(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Εἰ μή μου ποτὶ τᾷδε Μύρων πόδας ἥρμοσε πέτρᾳ, ἄλλαις ἂν νεμόμαν βουσὶν ὁμοῦ δάμαλις. | |
AG.9.721(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μόσχε, τί μοι λαγόνεσσι προσέρχεαι; ἐς τί δὲ μυκᾷ; ἁ τέχνα μαζοῖς οὐκ ἐνέθηκε γάλα. | |
AG.9.722(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὰν δάμαλιν, βουφορβέ, παρέρχεο μηδ’ ἀπάνευθε συρίσδῃς· μαστῷ πόρτιν ὑπεκδέχεται. | |
AG.9.723(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἁ μόλιβος κατέχει με καὶ ἁ λίθος· εἵνεκα δ’ ἂν σεῦ, | |
πλάστα Μύρων, λωτὸν καὶ θρύον ἐδρεπόμαν. | 422 in vol. 3 | |
AG.9.724(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἁ δάμαλις, δοκέω, μυκήσεται· ἦ ῥ’ ὁ Προμηθεὺς οὐχὶ μόνος, πλάττεις ἔμπνοα καὶ σύ, Μύρων. | |
AG.9.725(p1) | ΑΔΗΛΟΝ | |
1 | Βοῦν ἰδίαν ποτὲ βουσὶ Μύρων μιχθεῖσαν ἐρεύνα· εὗρε μόλις δ’ αὐτὴν τὰς βόας ἐξελάσας. | |
AG.9.726 | Ἁ βοῦς ἁ τίκτους’ ἀπὸ γαστέρος ἔπλασε τὰν βοῦν· ἁ δὲ Μύρωνος χεὶρ οὐ πλάσεν, ἀλλ’ ἔτεκεν. | |
AG.9.727 | Καὶ χαλκῆ περ ἐοῦσα λάλησεν ἂν ἁ κεραὴ βοῦς, εἴ οἱ σπλάγχνα Μύρων ἔνδον ἐτεχνάσατο. | |
AG.9.728(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἁ δάμαλις, δοκέω, μυκήσεται· ἢν δὲ βραδύνῃ, χαλκὸς ὁ μὴ νοέων αἴτιος, οὐχὶ Μύρων. | |
AG.9.729 | Πηκτόν μοί τις ἄροτρον ἐπ’ αὐχένι καὶ ζυγὰ θέσθω, | |
εἵνεκα γὰρ τέχνας σεῖο, Μύρων, ἀρόσω. | 424 in vol. 3 | |
AG.9.730(p1) | ΔΗΜΗΤΡΙΟΥ ΒΙΘΥΝΟΥ | |
1 | Ἤν μ’ ἐσίδῃ μόσχος, μυκήσεται· ἢν δέ γε ταῦρος, βήσεται· ἢν δὲ νομεύς, εἰς ἀγέλαν ἐλάσει. | |
AG.9.731(p1) | ΑΛΛΟ | |
1 | Ὧδε Μύρων μ’ ἔστησε τὸ βοίδιον· οἱ δὲ νομῆες βάλλουσίν με λίθοις ὡς ἀπολειπόμενον. | |
AG.9.732(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Βουκόλον ἢν ἐσίδῃς τὸν ἐμόν, ξένε, τοῦτ’ ἔπος αὐτῷ εἶπον, ὅθ’ ὁ πλάστης ὧδέ μ’ ἔδησε Μύρων. | |
AG.9.733(p1) | ΑΔΗΛΟΝ | |
1 | Τὰν βοῦν τάνδε Μύρων, ξεῖν’, ἔπλασεν, ἃν ὅδε μόσχος ὡς ζῶσαν σαίνει, ματέρα δερκόμενος. | |
AG.9.734(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Ταῦρε, μάτην ἐπὶ μόσχον ἐπείγεαι· ἔστι γὰρ ἄπνους· ἀλλά ς’ ὁ βουπλάστας ἐξαπάτησε Μύρων. | |
AG.9.735(p1) | ΑΛΛΟ | |
1 | Σεῖο, Μύρων, δαμάλει παρακάτθανε μόσχος ἀλαθεὶς | |
καὶ γάλα πιστεύων χαλκὸν ἔσωθεν ἔχειν. | 426 in vol. 3 | |
AG.9.736 | Φεῦ σύ, Μύρων, πλάσσας οὐκ ἔφθασας· ἀλλά σε χαλκός, πρὶν ψυχὴν βαλέειν, ἔφθασε πηγνύμενος. | |
AG.9.737 | Χαλκείαν τύπτεις δάμαλιν· μέγα ς’ ἤπαφε τέχνα, βουκόλε· τὰν ψυχὰν οὐ προσέθηκε Μύρων. | |
AG.9.738(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ | |
1 | Ἐν βοῒ τᾷδ’ ἐμάχοντο Φύσις καὶ πότνια Τέχνα· ἀμφοτέραις δὲ Μύρων ἶσον ὄπασσε γέρας· δερκομένοις μὲν γὰρ Φύσιος κράτος ἥρπασε Τέχνα· αὐτὰρ ἐφαπτομένοις ἡ Φύσις ἐστὶ φύσις. | |
AG.9.739(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤπαφε καὶ σὲ μύωπα Μύρων, ὅτι κέντρον ἐρείδεις πλευραῖς χαλκοχύτοις ἀντιτύποιο βοός. οὐ νέμεσις δὲ μύωπι. τί γὰρ τόσον; εἴ γε καὶ αὐτοὺς ὀφθαλμοὺς νομέων ἠπερόπευσε Μύρων. | |
AG.9.740(p1) | ΓΕΜΙΝΟΥ | |
1 | Ἡ βάσις ἡ κατέχουσα τὸ βοίδιον, ᾗ πεπέδηται· ἢν δ’ ἀφεθῇ ταύτης, φεύξεται εἰς ἀγέλην. μυκᾶται γὰρ ὁ χαλκός· ἴδ’, ὡς ἔμπνουν ὁ τεχνίτας | |
θήκατο· κἂν ζεύξῃς ἄλλον, ἴσως ἀρόσει. | 428 in vol. 3 | |
AG.9.741(p1) | ΑΔΗΛΟΝ | |
1 | Χάλκεος ἦς, ἐπὶ σοὶ δὲ γεωτόμος εἷλκεν ἄροτρον καὶ ζυγόδεσμα φέρων, ψευδομένα δάμαλι. ἀλλὰ Μύρων τέχνᾳ πανυπείροχος, ὅς σε δι’ ἔργων ἔμπνουν ὥς τινα βοῦν ἐργάτιν εἰργάσατο. | |
AG.9.742(p1) | 〈ΦΙΛΙΠΠΟΥ ΜΑΚΕΔΟΝΟΣ〉 | |
1 | Ἄπαιρέ μου τένοντος, ὦ γεωπόνε, λέπαδνα καὶ σίδαρον αὐλακεργάταν· χαλκὸν γὰρ ἁμῶν οὐκ ἐσάρκωσεν Μύρων, τέχνα δ’ ἐζωπόνησεν ὄψιν ἔμπνοον, | |
5 | ὡς πολλάκις με κἀπομυκᾶσθαι θέλειν· εἰς ἔργα δ’ οὐκ εἴασε προσδήσας βάσει. | |
AG.9.743(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Θεσσαλαὶ αἱ βόες αἵδε· παρὰ προθύροισι δ’ Ἀθάνας ἑστᾶσιν καλὸν δῶρον Ἰτωνιάδος, πᾶσαι χάλκειαι, δυοκαίδεκα, Φράδμονος ἔργον, καὶ πᾶσαι γυμνῶν σκῦλον ἀπ’ Ἰλλυριῶν. | |
AG.9.744(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Ὡιγινόμοι Σώτων καὶ Σίμαλος, οἱ πολύαιγοι, οἷα βαθυσχίνων, ἆ ξένε, πὰρ λοφιᾶν Ἑρμᾷ τυρευτῆρι καὶ εὔγλαγι τὸν χιμάραρχον | |
χάλκεον εὐπώγων’ ὧδ’ ἀνέθεντο τράγον. | 430 in vol. 3 | |
AG.9.745(p1) | ΑΝΥΤΗΣ | |
1 | Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων κυδιόων, ὅτι οἱ θάμ’ ἐν οὔρεσιν ἀμφὶ παρῇδα βόστρυχον εἰς ῥοδέαν Ναῒς ἔδεκτο χέρα. | |
AG.9.746(p1) | ΠΟΛΕΜΩΝΟΣ ΒΑΣΙΛΕΩΣ | |
1 | Ἑπτὰ βοῶν σφραγῖδα βραχὺς λίθος εἶχεν ἴασπις εἰς μίαν, ὡς πάσας ἔμπνοα δερκομένας. καὶ τάχα κἂν ἀπέρεψε τὰ βοίδια· νῦν δὲ κέκλειται τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον. | |
AG.9.747(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις, ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας. καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον. | |
AG.9.748(p1) | ΠΛΑΤΩΝΟΣ ΝΕΩΤΕΡΟΥ | |
1 | Ἁ λίθος ἔστ’ ἀμέθυστος, ἐγὼ δ’ ὁ πότας Διόνυσος· | |
ἢ νήφειν πείσει μ’ ἢ μαθέτω μεθύειν. | 432 in vol. 3 | |
AG.9.749(p1) | ΟΙΝΟΜΑΟΥ | |
1 | Ἐν κυάθῳ τὸν Ἔρωτα τίνος χάριν; ἀρκετὸν οἴνῳ αἴθεσθαι κραδίην· μὴ πυρὶ πῦρ ἔπαγε. | |
AG.9.750(p1) | ΑΡΧΙΟΥ | |
1 | Τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ δοκήσεις τὰς μὲν ἀναπνείειν, τὸν δὲ χλοηκομέειν. | |
AG.9.751(p1) | ΠΛΑΤΩΝΟΣ ΝΕΩΤΕΡΟΥ | |
1 | Ἁ σφραγὶς ὑάκινθος· Ἀπόλλων δ’ ἐστὶν ἐν αὐτῇ καὶ Δάφνη. ποτέρου μᾶλλον ὁ Λητοΐδας; | |
AG.9.752(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ, τινὲς δὲ ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Εἰμὶ Μέθη τὸ γλύμμα σοφῆς χερός, ἐν δ’ ἀμεθύστῳ γέγλυμμαι· τέχνης δ’ ἡ λίθος ἀλλοτρίη. ἀλλὰ Κλεοπάτρης ἱερὸν κτέαρ· ἐν γὰρ ἀνάσσης χειρὶ θεὸν νήφειν καὶ μεθύουσαν ἔδει. | |
AG.9.753(p1) | ΚΛΑΥΔΙΑΝΟΥ | |
1 | Χιονέη κρύσταλλος ὑπ’ ἀνέρος ἀσκηθεῖσα δεῖξεν ἀκηρασίοιο παναίολον εἰκόνα κόσμου, | |
οὐρανὸν ἀγκὰς ἔχοντα βαρύκτυπον ἔνδοθι πόντον. | 434 in vol. 3 | |
AG.9.754(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴπ’ ἄγε μοι, κρύσταλλε, λίθῳ πεπυκασμένον ὕδωρ τίς πῆξεν; —„Βορέης.“ —Ἢ τίς ἔλυσε; —„Νότος.“ | |
AG.9.755 | Εἰ μὴ χαλκὸς ἔλαμπεν, ἐμάνυε δ’ ἔργον ἄνακτος ἔμμεναι Ἡφαίστου δαιδαλέοιο τέχνας, αὐτὴν ἄν τις Σκύλλαν ὀίσσατο τηλόθι λεύσσων ἑστάμεν ἐκ πόντου γαῖαν ἀμειψαμέναν· | |
5 | τόσσον ἐπισσείει, τόσσον κότον ἀντία φαίνει, οἷον ἀπὸ πελάγευς συγκλονέουσα νέας. | |
AG.9.756(p1) | ΑΙΜΙΛΙΑΝΟΥ | |
1 | Τέχνας εἵνεκα σεῖο καὶ ἁ λίθος οἶδε βρυάζειν, Πραξίτελες· λῦσον, καὶ πάλι κωμάσομαι. νῦν δ’ ἡμῖν οὐ γῆρας ἔτ’ ἀδρανές, ἀλλ’ ὁ πεδητὰς Σειληνοῖς κώμων βάσκανός ἐστι λίθος. | |
AG.9.757(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ἰφίων τόδ’ ἔγραψε Κορίνθιος· οὐκ ἔνι μῶμος | |
χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει. | 436 in vol. 3 | |
AG.9.758(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν, τὴν δ’ ἐξιόντων δεξιὰν Διονύσιος. | |
AG.9.759(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἷς λίθος ἅρμ’, ἐλατήρ, ἵπποι, ζυγόν, ἡνία, μάστιξ. | |
AG.9.760(p1) | ΑΛΛΟ | |
1 | Εἷς λίθος ἅρμ’, ἐλατήρ, πῶλοι, ζυγός, ἡνία, Νίκη. | |
AG.9.761 | Μικροῦ κατέσχον τὸν βότρυν τοῖς δακτύλοις ὑπεραπατηθεὶς τῇ θέᾳ τῶν χρωμάτων. | |
AG.9.762(p1) | ΑΒΛΑΒΙΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ | |
1 | Ἥφαιστός μ’ ἐτέλεσσε καμὼν χρόνον· ἀλλὰ Κυθείρη ἀνδρὸς ἑοῦ θαλάμων εἵλετο λαθριδίως, Ἀγχίσῃ δ’ ἔπορεν κρυφίης μνημήιον εὐνῆς· καί μ’ Ἀσκληπιάδης εὗρε παρ’ Αἰνεάδαις. | |
AG.9.763(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ἢν μὲν ἀλιτραίνῃς, πέλεκυν βλεφάροισι δοκεύεις· | |
ἢν δὲ σαοφρονέῃς, ἄργυρός εἰμι μόνον. | 438 in vol. 3 | |
AG.9.764(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Οὐ βριαρόν τινα θῆρα καὶ οὔ τινα πόντιον ἰχθύν, οὐ πτερὸν ἀγρεύω πλέγμασιν ἡμετέροις, ἀλλὰ βροτοὺς ἐθέλοντας· ἀλεξήτειρα δὲ τέχνη ἀνέρα μυιάων κέντρον ἀλευόμενον | |
5 | ἐκ θαλίης ἀβρῶτα μεσημβριάοντα φυλάσσει, οὐδὲν ἀφαυροτέρη τείχεος ἀστυόχου. ὕπνου δ’ ἀστυφέλικτον ἄγω χάριν· ἀλλὰ καὶ αὐτοὺς δμῶας μυιοσόβου ῥύομαι ἀτμενίης. | |
AG.9.765(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καλλιγάμοις λέκτροις περικίδναμαι· εἰμὶ δὲ κεδνῆς δίκτυον οὐ Φοίβης, ἀλλ’ ἁπαλῆς Παφίης. ἀνέρα δ’ ὑπνώοντα μίτῳ πολύωπι καλύπτω ζῳοφόρων ἀνέμων οὐδὲν ἀτεμβόμενον. | |
AG.9.766(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους· αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλ’ εἴργω μᾶλλον ἐπειγομένους. | |
5 | οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ ἡμετέρης διαδὺς πλέγμα λινοστασίης. ὄρνεά που σῴζω, μερόπεσσι δὲ λέκτρα φυλάσσω. | |
ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος; | 440 in vol. 3 | |
AG.9.767(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἑζόμενος μὲν τῇδε παρ’ εὐλάιγγι τραπέζῃ παίγνια κινήσεις τερπνὰ βολοκτυπίης. μήτε δὲ νικήσας μεγαλίζεο, μήτ’ ἀπολειφθεὶς ἄχνυσο τὴν ὀλίγην μεμφόμενος βολίδα. | |
5 | καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός, καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης. | |
AG.9.768(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Παίγνια μὲν τάδε πάντα· Τύχης δ’ ἑτερότροπος ὁρμὴ ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν· καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις, νῦν μὲν ὑπερβάλλων, νῦν δ’ ἀπολειπόμενος. | |
5 | αἰνέομεν δὴ κεῖνον, ὃς ἐν βιότῳ τε κύβῳ τε χάρματι καὶ λύπῃ μέτρον ἐφηρμόσατο. | |
AG.9.769(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δ’ ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος. ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων, μηδ’ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ. | |
5 | δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι μήτε τι παίζειν ἐν σπουδῇ, καιρῷ δ’ ἴσθι νέμειν τὸ πρέπον. | |
AG.9.770(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει· | |
ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον. | 442 in vol. 3 | |
AG.9.771(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ | |
1 | Ὄντως Βάκχον ἔδεκτο Θέτις· νῦν μῦθος Ὁμήρου, ὀψὲ μέν, ἀλλ’ εὗρεν πίστιν ἐτητυμίης. | |
AG.9.772(p1) | ΦΩΚΑ ΔΙΑΚΟΝΟΥ | |
1 | Οἰνοχόῳ φίλον εἰμὶ μόνῳ δέπας, οὕνεκεν αὐτῷ Βάκχον ἀολλίζω τὸν περιλειπόμενον. | |
AG.9.773(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Χαλκοτύπος τὸν Ἔρωτα μεταλλάξας ἐπόησε τήγανον, οὐκ ἀλόγως, ὅττι καὶ αὐτὸ φλέγει. | |
AG.9.774(p1) | ΓΛΑΥΚΟΥ ΑΘΗΝΑΙΟΥ | |
1 | Ἁ βάκχα Παρία μέν, ἐνεψύχωσε δ’ ὁ γλύπτας τὸν λίθον· ἀνθρῴσκει δ’ ὡς βρομιαζομένα. ὦ Σκόπα, ἁ θεοποιὸς 〈ἄπιστον〉 ἐμήσατο τέχνα θαῦμα χιμαιροφόνον θυιάδα μαινομέναν. | |
AG.9.775(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἡ βάκχη Κρονίδην Σάτυρον θέτο· εἰς δὲ χορείαν | |
θρῴσκει μαινομένων ὡς βρομιαζόμενος. | 444 in vol. 3 | |
AG.9.776(p1) | ΔΙΟΔΩΡΟΥ | |
1 | Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇ κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ γράψας τοῦτ’ ἔπορεν Σατυρήιος· εἰμὶ δ’ ἀνάσσης εἰκὼν καὶ μεγάλης λείπομαι οὐδ’ ὀλίγον. | |
AG.9.777(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἴδ’, ὡς ὁ πῶλος χαλκοδαιδάλῳ τέχνᾳ κορωνιῶν ἕστηκε· δριμὺ γὰρ βλέπων ὑψαυχενίζει καὶ διηνεμωμένας κορυφῆς ἐθείρας οὐρίωκεν ἐς δρόμον. | |
5 | δοκέω, χαλινοὺς εἴ τις ἡνιοστρόφος ἐναρμόσῃ γένυσσι κἀπικεντρίσῃ, ὁ σὸς πόνος, Λύσιππε, καὶ παρ’ ἐλπίδας τάχ’ ἐκδραμεῖται· τᾷ τέχνᾳ γὰρ ἐμπνέει. | |
AG.9.778(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Γαῖαν τὴν φερέκαρπον, ὅσην ἔζωκε περίχθων ὠκεανὸς μεγάλῳ Καίσαρι πειθομένην, καὶ γλαυκήν με θάλασσαν ἀπηκριβώσατο Κύπρος κερκίσιν ἱστοπόνοις πάντ’ ἀπομαξαμένη· | |
5 | Καίσαρι δὲ κλεινῷ χάρις ἤλθομεν· ἦν γὰρ ἀνάσσης | |
δῶρα φέρειν τὰ θεοῖς καὶ πρὶν ὀφειλόμενα. | 446 in vol. 3 | |
AG.9.779 | Δῶρον Ἰουστίνοιο τυραννοφόνου βασιλῆος καὶ Σοφίης ἀλόχου, φέγγος ἐλευθερίης, ὡράων σκοπίαζε σοφὸν σημάντορα χαλκὸν αὐτῆς ἐκ μονάδος μέχρι δυωδεκάδος, | |
5 | ὅντινα συληθέντα Δίκης θρόνον ἡνιοχεύων εὗρεν Ἰουλιανὸς χερσὶν ἀδωροδόκοις. | |
AG.9.780(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὠρανὸν ἁ χωροῖσα σοφὰ λίθος, ἁ διὰ τυτθοῦ γνώμονος ἀελίῳ παντὶ μερισδομένα. | |
AG.9.781 | Ἢν κλείσῃς μ’, ἀνέῳγα· καὶ ἢν οἴξῃς, ἐμὲ κλείσεις· τοῖος ἐὼν τηρεῖν σὸν δόμον οὐ δύναμαι. | |
AG.9.782(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἐνθάδε μιστύλλουσι δρόμον Φαεθοντίδος αἴγλης ἀνέρες ὡράων ἀμφὶ δυωδεκάδι· ὕδασι δ’ ἠελίοιο ταλαντεύουσι κελεύθους | |
ἐς πόλον ἐκ γαίης μῆτιν ἐρεισάμενοι. | 448 in vol. 3 | |
AG.9.783 | Ἀνδράσιν Ἑρμῆς εἰμι, γυναιξὶ δὲ Κύπρις ὁρῶμαι· ἀμφοτέρων δὲ φέρω σύμβολά μοι τοκέων. τοὔνεκεν οὐκ ἀλόγως με τὸν Ἑρμαφρόδιτον ἔθεντο ἀνδρογύνοις λουτροῖς παῖδα τὸν ἀμφίβολον. | |
AG.9.784 | Μὴ νεμέσα βαιοῖσι· χάρις βαιοῖσιν ὀπηδεῖ· βαιὸς καὶ Παφίης ἔπλετο κοῦρος Ἔρως. | |
AG.9.785 | Μηνᾶς χρύσεον ἔργον ἐδείματο πᾶσιν ὁδίταις, κυδαίνων πτολίεθρον ἐριχρύσων βασιλήων. | |
AG.9.786(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμὸν Λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοι ἐνναέται, μοίρης σημήιον ἀμμορίης τε· αὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης. | |
AG.9.787(p1) | ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ | |
1 | Ὁ πρὶν ἀλωόμενος καὶ ἀνέστιον ἴχνος ἐλαύνων, εἴτ’ ἀφ’ ὁδοιπορίης, εἴτ’ ἀπὸ ναυτιλίης, ἐνθάδε νῦν προσιὼν στῆσον, ξένε, σὸν πόδα 〈δεῦρο〉, ναιετάειν ἐθέλων, οἶκον ἕτοιμον ἔχων. | |
5 | εἰ δέ με καί, τίς ἔτευξεν, ἀνακρινέοις, πολιῆτα, | |
Εὐλόγιος, Φαρίης ἀρχιερεὺς ἀγαθός. | 450 in vol. 3 | |
AG.9.788(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὄλβιον ἀνθρώποισιν ἔχει φάος ἄμβροτος αἰὼν σῇσιν ὑπ’ ἐννεσίῃς’, εὐγενέτειρα Τύχη. νεύματι γὰρ σῷ πάντα φέρει κλέος, ᾧ ποτε χειρὶ δεξιτερῇ παρέχῃς αὐχένα θεσπέσιον· | |
5 | τούτῳ καὶ βασιλῆες ἀμύμονες ἁρμόζονται καὶ λογίων ἀγέλης ἄμβροτοι ἡγεμόνες· καὶ νῆες λιμένεσσι σαώτερον ἀμπαύονται σὴν δι’ ἀρηγοσύνην σῳζόμεναι πελάγει· καὶ πόλιες χαίρουσιν ἀκύμονες ἠδέ τε λαοὶ | |
10 | καὶ θαλερῶν πεδίων λείμακες ἀμβρόσιοι. τοὔνεκα σὸν θεράποντα πρὸς ὄλβιον ἀθρήσασα ... | |
AG.9.789(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τέκτονά με σκοπίαζε σοφῶν κοσμήτορα μύθων ἰθύνοντα τέχνην εὐεπίης κανόνι. | |
AG.9.790(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τίς ποκ’ ἀπ’ Οὐλύμποιο μετάγαγε παρθενεῶνα τὸν πάρος οὐρανίοις ἐμβεβαῶτα δόμοις ἐς πόλιν Ἀνδρόκλοιο, θοῶν βασίλειαν Ἰώνων, τὰν δορὶ καὶ Μούσαις αἰπυτάταν Ἔφεσον; | |
5 | ἦ ῥα σὺ φιλαμένα, Τιτυοκτόνε, μέζον Ὀλύμπου | |
τὰν τροφόν, ἐν ταύτᾳ τὸν σὸν ἔθευ θάλαμον. | 452 in vol. 3 | |
AG.9.791(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ κρηπῖδας βυθίας οἴδματι πηξαμένη, χαίρει ἴδ’ ἀμφὶ σὲ πόντος ἐπὶ ζεφύροιο πνοῇσιν ἀφρὸν ὑπὲρ νώτου κυάνεον κεδάσας. | |
5 | εἵνεκα δ’ εὐσεβίης νηοῦ θ’ ὃν ἐγείρατο σεῖο Πόστουμος αὐχήσῃ μέζον, Ἀφροῖ, σὺ Πάφου. | |
AG.9.792(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Νικίεω πόνος οὗτος· ἀειζώουσα Νεκυία ἤσκημαι, πάσης ἠρίον ἡλικίης· δώματα δ’ Αἰδωνῆος ἐρευνήσαντος Ὁμήρου γέγραμμαι κείνου πρῶτον ἀπ’ ἀρχετύπου. | |
AG.9.793(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Πόρτιν τήνδε Μύρωνος ἰδὼν τάχα τοῦτο βοήσεις· „Ἢ φύσις ἄπνοός ἐστιν, ἢ ἔμπνοος ἔπλετο τέχνη.“ | |
AG.9.794(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Βουκόλε, πῇ προθέειν με βιάζεαι; ἴσχεο νύσσων· οὐ γάρ μοι τέχνη καὶ τόδ’ ὄπασσεν ἔχειν. | |
AG.9.795(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἢ χαλκὸν ζώωσε Μύρων σοφὸς ἢ τάχα πόρτιν | |
χάλκωσε ζωὰν ἐξ ἀγέλας ἐρύσας. | 454 in vol. 3 | |
AG.9.796(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πλάστα Μύρων, σέο πόρτιν ὁδοιπόρος ἦλθεν ἐλάσσων· χαλκοῦ δὲ ψαύσας φὼρ κενὸς ἐξεφάνη. | |
AG.9.797(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰσορόων με λέων χαίνει στόμα, χερσὶ δ’ ἀείρει γειοπόνος ζεύγλην, ἀγρονόμος κορύνην. | |
AG.9.798(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τλῆθι, Μύρων· τέχνη σε βιάζεται· ἄπνοον ἔργον. ἐκ φύσεως τέχνη, οὐ γὰρ φύσιν εὕρετο τέχνη. | |
AG.9.799 | Εὔνους μὲν βασιλεῖ Μουσήλιος· ἔργα βοῶσιν δημόσια· σθεναρὴν πράγματα πίστιν ἔχει. Μουσεῖον Ῥώμῃ δ’ ἐχαρίσσατο καὶ βασιλῆος εἰκόνα θεσπεσίην ἐντὸς ἔγραψε δόμων· | |
5 | τιμὴν μουσοπόλοις, πόλεως χάριν, ἐλπίδα κούρων, ὅπλα δὲ τῆς ἀρετῆς, χρήματα τοῖς ἀγαθοῖς. | |
AG.9.800 | Ταῦτα λόγοις ἀνέθηκεν ἑκὼν Μουσήλιος ἔργα | |
πιστεύων καθαρῶς, ὡς Θεός ἐστι Λόγος. | 456 in vol. 3 | |
AG.9.801 | Μουσείου τὰ μὲν αὐτὸς ἐτεύξατο, πολλὰ δὲ σώσας ἑστῶτα σφαλερῶς ἵδρυσεν ἀσφαλέως. | |
AG.9.802 | Μορφὴν τήνδ’ ὁράᾳς ζωῷ ἐναλίγκιον ἵππῳ, Μαρκιανὸν φορέοντι, βροτῶν βασιλῆα γενέθλης· δεξιτερὴν δ’ ἐτάνυσσε, θέοντα δὲ πῶλον ἐπείγει δυσμενέος καθύπερθεν, ὅτις κεφαλῇ μιν ἀείρει. | |
AG.9.803 | Αὐσονίων δέσποιναν Ἰουλιανὸς πολιοῦχος ὡς σοφίης μεστὴν ἄνθετο τὴν Σοφίην. | |
AG.9.804 | Ἰουστίνον κατὰ χρέος τὸν δεσπότην Ἰουλιανὸς ὕπαρχος ὡς εὐεργέτην. | |
AG.9.805 | Εἰσόκε θούριος οὗτος ἐπὶ χθονὶ κέκλιται Ἄρης, | |
οὔποτε Θρηικίης ἐπιβήσεται ἔθνεα Γότθων. | 458 in vol. 3 | |
AG.9.806 | Κῆπος ἔην ὅδε χῶρος· ἀπὸ σκιερῶν δὲ πετήλων νυκτοφανὴς τελέθων ἔσκεπεν ἠέλιον. νῦν δὲ παναιγλήεντα καὶ εὔδιον εὗρε τελέσσαι Σέργιος αὐτόπτης μυστιπόλος Τριάδος, | |
5 | ἔνθα λίθος στατὸς οὗτος ἀειδίνητον ἀνάγκην ἑπτάκις ἀγγέλλει ἄντυγος οὐρανίης. | |
AG.9.807(p1) | ΑΛΛΟ | |
1 | Μηχανικὴ Φαέθοντα βιάζεται ἁρμονικοῖσι γνώμοσιν ἀγρεύειν τὸν δρόμον ἠελίου· βαιὸς δ’ ἀμφιέπει λίθος ἄντυγας Ἠριγενείης ὡρονόμῳ σοφίῃ καὶ σκιόεντι τύπῳ. | |
5 | Σεργίου ἀρχιερῆος ἐπουρανίῃσιν ἐφετμαῖς τοῦτο συνειργάσθη ἔργον ἐπιχθονίων. | |
AG.9.808(p1) | ΚΥΡΟΥ ΑΠΟ ΥΠΑΤΩΝ | |
1 | Δείματο Μαξιμίνος νεοπηγέος ἔνδοθι Ῥώμης αὐταῖς ἠιόνεσσι θεμείλια καρτερὰ πήξας. ἀγλαΐη δέ μοι ἀμφὶς ἀπειρεσίη τετάνυσται τῇ καὶ τῇ καὶ ὄπισθεν ἔχω πτόλιν, ἀλλὰ καὶ ἄντην | |
5 | πάνθ’ ὁρόω γαίης Βιθυνηίδος ἀγλαὰ ἔργα· ἡμετέροις δ’ ὑπένερθεν ἐρισθενέεσσι θεμέθλοις πόντος ἁλὸς προχοῇσι κυλίνδεται εἰς ἅλα δῖαν τόσσον ἐπιψαύων, ὁπόσον χθονὸς ἄκρα διῆναι. πολλάκι δ’ ἐξ ἐμέθεν τις ἑὸν μέγα θυμὸν ἰάνθη | |
10 | βαιὸν ὑπερκύψας, ἐπεὶ εἴσιδεν ἄλλοθεν ἄλλα, | |
δένδρεα, δώματα, νῆας, ἅλα, πτόλιν, ἠέρα, γαῖαν. | 460 in vol. 3 | |
AG.9.809(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πίνδαρον ἱμερόεντα παρ’ ὕδασι Κῦρος ἐγείρει, οὕνεκα φορμίζων εἶπεν· „Ἄριστον ὕδωρ.“ | |
AG.9.810 | Οὗτος Ἰουστῖνος Σοφίῃ σχεδόν· ἀμφότεροι δὲ χρύσεον ἔργον ἔτευξαν ἀπ’ Ἀσσυρίοιο θριάμβου. | |
AG.9.811 | Φαιδρὸν Ἰουστινιανὸς ἄναξ ἐμὲ χῶρον ἐγείρει Ἠελίῳ παρέχων θάμβος ἀνερχομένῳ· οὔποτε γὰρ τοιοῦτον ἐπὶ χθονὸς ἔδρακε κάλλος ὑψόθεν οὐρανίην οἶμον ἐπερχόμενος. | |
AG.9.812 | Θεῖον Ἰουστῖνον, καθαρὸν φρουρήτορα θεσμῶν, Δομνῖνος καθαρῆς ἐν προθύροισι Δίκης. | |
AG.9.813 | Τῆς Σοφίης τόδ’ ἄγαλμα Δίκης προπάροιθε θυράων, οὐ γὰρ ἄνευθε δίκης ἔπρεπε τὴν σοφίην. | |
AG.9.814 | „Νύμφαι Νηιάδες, μετανάστιοι, οὐχ ἅμα πάσας ἥξειν ὠιόμην χεύμασιν ἡμετέροις.“ Εἰ δὲ τόσην τὸ λοετρὸν ἔχει χάριν, οὐδὲν ὀνήσει | |
ὁ φθόνος, εἰ Νύμφαι πᾶν ἀπέλειπον ὕδωρ. | 462 in vol. 3 | |
AG.9.815 | Ξεῖνε, τί νῦν σπεύδεις ὁρόων ἀκεσώδυνον ὕδωρ; εὐφροσύνης τὸ λοετρόν, ἀπορρύπτει μελεδῶνας, μόχθον ἐλαφρίζει· τόδε γὰρ ποίησε Μιχαήλ, ὃς κρατερῆς αὐλῆς βασιληίδος ἡγεμονεύει. | |
AG.9.816 | Ἀντία Τηλεμάχοιο καὶ ἐγγύθι Πηνελοπείης τίπτε, πολυφράδμων, πολυταρβέα χεῖρα τιταίνεις; οὐκ ἐρέει μνηστῆρσι τεόν ποτε νεῦμα τιθήνη. | |
AG.9.817 | Ἐν τῇ τραπέζῃ τῶν ἀχράντων θυμάτων παθῶν τυχόντας τῶν ὑπὲρ Χριστοῦ γράφω· οὕσπερ γὰρ αἰτῶ πρὸς σκέπην ἔχειν Πέτρος, φρικτοῦ τέθεικα τοῖς σκεπάσμασιν τόπου. | |
AG.9.818 | Καὶ Πέτρος ἄλλος τὸν τάφον τοῦ Κυρίου τὸν ζωοποιὸν εἰσιδεῖν μὴ συμφθάσας ἔγλυψα δίσκον, μνήματος θείου τύπον, ἐν ᾧ τὸ Χριστοῦ σῶμα κύψας προσβλέπω. | |
AG.9.819 | Κρατὴρ νοητὸς Πνεύματος θείου βλύσει | |
κατανύξεως ῥοῦν ἐγχέω ταῖς καρδίαις. | 464 in vol. 3 | |
AG.9.820 | Τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο χῶρον ὕδατι καὶ γαίῃ κάλλος ἐπικρεμάσας. | |
AG.9.821 | Κοίρανοι, ὑμετέρην ἀρετὴν κάρτος τε καὶ ἔργα αὐδήσει χρόνος αἰέν, ἕως πόλος ἀστέρας ἕλκῃ. | |
AG.9.822 | Ἀργύρεος πόλος οὗτος, ὅπῃ Φαέθοντα Σελήνη δέρκεται ἀντιτύπων πιμπλαμένη φαέων· ἀπλανέες δ’ ἑκάτερθε καὶ ἀντιθέοντες ἀλῆται ἀνδρομέης γενεῆς πᾶσαν ἄγουσι τύχην. | |
AG.9.823(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ’ ἀπὸ πέτρας κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων, αὐτὸς ἐπεὶ σύριγγι μελίσδεται εὐκελάδῳ Πάν, ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων· | |
5 | αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο | |
Ὑδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες. | 466 in vol. 3 | |
AG.9.824(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Εὔστοχα θηροβολεῖτε, κυναγέται, οἱ ποτὶ ταύταν Πανὸς ὀρειώτα νισσόμενοι σκοπιάν, αἴτε λίνοις βαίνοιτε πεποιθότες, αἴτε σιδάρῳ, αἴτε καὶ ἰξευταὶ λαθροβόλῳ δόνακι· | |
5 | κἀμέ τις ὑμείων ἐπιβωσάτω· οἶδά ποτ’ ἄγραν κοσμεῖν καὶ λόγχαν καὶ λίνα καὶ καλάμους. | |
AG.9.825 | Πᾶνά με τὸν δυσέρωτα καὶ ἐξ ὑδάτων φύγεν Ἠχώ. | |
AG.9.826 | Τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χεὶρ μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθῳ. εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος, ἀντὶ δὲ τοῦ πρὶν πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω. | |
5 | εὔκηλον δ’ ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον κινήσῃς ἁπαλῷ κώματι θελγόμενον. | |
AG.9.827(p1) | ΑΜΜΩΝΙΟΥ | |
1 | Εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου, λείβω δ’ ἀργυρέων ὕδατα Ναϊάδων· | |
θέλγω δ’ ἠρεμέοντα νέον περὶ κώματι παῖδα ... | 468 in vol. 3 | |
AG.10p | ΠΡΟΤΡΕΠΤΙΚΑ | |
AG.10.1(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ὁ πλόος ὡραῖος· καὶ γὰρ λαλαγεῦσα χελιδὼν ἤδη μέμβλωκεν χὠ χαρίεις ζέφυρος· λειμῶνες δ’ ἀνθεῦσι, σεσίγηκεν δὲ θάλασσα κύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη. | |
5 | ἀγκύρας ἀνέλοιο καὶ ἐκλύσαιο γύαια, ναυτίλε, καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην. ταῦθ’ ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι, ὁ λιμενίτας, ὤνθρωφ’, ὡς πλώοις πᾶσαν ἐπ’ ἐμπορίην. | |
AG.10.2(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Ἀκμαῖος ῥοθίῃ νηὶ δρόμος, οὐδὲ θάλασσα πορφύρει τρομερῇ φρικὶ χαρασσομένη· ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼν οἰκία, λειμώνων δ’ ἁβρὰ γελᾷ πέταλα. | |
5 | τοὔνεκα μηρύσασθε διάβροχα πείσματα, ναῦται, ἕλκετε δ’ ἀγκύρας φωλάδας ἐκ λιμένων· λαίφεα δ’ εὐυφέα προτονίζετε. ταῦθ’ ὁ Πρίηπος ὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου. | |
AG.10.3(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἰς Ἀίδην ἰθεῖα κατήλυσις, εἴτ’ ἀπ’ Ἀθηνῶν στείχοις, εἴτε νέκυς νίσεαι ἐκ Μερόης. μή σέ γ’ ἀνιάτω πάτρης ἀποτῆλε θανόντα· | |
πάντοθεν εἷς ὁ φέρων εἰς Ἀίδην ἄνεμος. | 474 in vol. 3 | |
AG.10.4(p1) | ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Λῦσον ἀπ’ εὐόρμων δολιχὰ πρυμνήσια νηῶν, εὔτροχα δ’ ἐκπετάσας λαίφεα ποντοπόρει, ἔμπορε· χειμῶνες γὰρ ἀπέδραμον, ἄρτι δὲ κῦμα γλαυκὸν θηλύνει πρηΰγελως Ζέφυρος· | |
5 | ἤδη καὶ φιλότεκνος ὑπὸ τραυλοῖσι χελιδὼν χείλεσι καρφίτην πηλοδομεῖ θάλαμον· ἄνθεα δ’ ἀντέλλουσι κατὰ χθόνα· τῷ σὺ Πριήπῳ πειθόμενος πάσης ἅπτεο ναυτιλίης. | |
AG.10.5(p1) | ΘΥΙΛΛΟΥ | |
1 | Ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀν’ οἶδμα κολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος· ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντο ἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος. | |
5 | σχοίνους μηρύεσθε, ἐφ’ ὁλκάδα φορτίζεσθε ἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις. ταῦτ’ ὔμμιν πλώουσιν ἐπ’ ἐμπορίην ὁ Πρίηπος ὁ λιμενορμίτης ναυτιλίην γράφομαι. | |
AG.10.6(p1) | ΣΑΤΥΡΟΥ | |
1 | Ἤδη μὲν ζεφύροιο ποητόκου ὑγρὸν ἄημα ἠρέμα λειμῶνας πίτνει ἐπ’ ἀνθοκόμους· Κεκροπίδες δ’ ἠχεῦσι· γαληναίη δὲ θάλασσα μειδιάει κρυερῶν ἄτρομος ἐξ ἀνέμων. | |
5 | ἀλλ’ ἴτε θαρσαλέοι, πρυμνήσια λύετε, ναῦται, πίτνατε δὲ πτερύγων λεπταλέας στολίδας. ὦ ἴτ’ ἐπ’ ἐμπορίην πίσυνοι χαρίεντι Πριήπῳ, | |
ὦ ἴτε δὴ λιμένων δαίμονι πειθόμενοι. | 476 in vol. 3 | |
AG.10.7(p1) | ΑΡΧΙΟΥ | |
1 | Τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον ναῦται Θρηικίου θέντο πόρου φύλακα, πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός, ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον. | |
5 | τοὔνεκεν οὔτ’ ἄκνισον, ὅπερ θέμις, οὔτ’ ἐπιδευῆ εἴαρος ἀθρήσεις βωμὸν ἐμὸν στεφάνων, ἀλλ’ αἰεὶ θυόεντα καὶ ἔμπυρον· οὐδ’ ἑκατόμβη τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται. | |
AG.10.8(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω χηλήν, αἰθυίαις οὔποτ’ ἐναντίβιος, φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπ’ ἀκταῖς ξέσσειαν μογερῶν υἱέες ἰχθυβόλων. | |
5 | ἀλλ’ ἤν τις γριπεύς με βοηθόον ἢ καλαμευτὴς φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος. λεύσσω καὶ τὰ θέοντα καθ’ ὕδατος· ἦ γὰρ ἀπ’ ἔργων δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον. | |
AG.10.9 | Τὸν βραχύν, ἰχθυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπον στειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον, —δίκτυ’ ἄγ’ ἁπλώσασθε—, πολὺν δ’ ἁλινηχέα βῶκα καὶ σκάρον, οὐ θρίσσης νόσφιν ἀρυσσάμενοι, | |
5 | γλαυκὸν ἐνιδρυνθέντα νάπῃ, σημάντορα θήρης | |
τίετ’ ἀπ’ οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι. | 478 in vol. 3 | |
AG.10.10(p1) | ΑΡΧΙΟΥ [ΝΕΩΤΕΡΟΥ] | |
1 | Πᾶνά με τόνδ’ ἱερῆς ἐπὶ λισσάδος, αἰγιαλίτην Πᾶνα, τὸν εὐόρμων τῇδ’ ἔφορον λιμένων, οἱ γριπῆες ἔθεντο· μέλω δ’ ἐγὼ ἄλλοτε κύρτοις, ἄλλοτε δ’ αἰγιαλοῦ τοῦδε σαγηνοβόλοις. | |
5 | ἀλλὰ παράπλει, ξεῖνε· σέθεν δ’ ἐγὼ οὕνεκα ταύτης εὐποΐης πέμψω πρηῢν ὄπισθε νότον. | |
AG.10.11(p1) | ΣΑΤΥΡΟΥ | |
1 | Εἴτε σύ γ’ ὀρνεόφοιτον ὑπὲρ καλαμῖδα παλύνας ἰξῷ ὀρειβατέεις, εἴτε λαγοκτονέεις, Πᾶνα κάλει. κυνὶ Πὰν λασίου ποδὸς ἴχνια φαίνει· σύνθεσιν ἀκλινέων Πὰν ἀνάγει καλάμων. | |
AG.10.12(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τᾷδ’ ὑπὸ τὰν ἄρκευθον ἴτ’ ἀμπαύοντες, ὁδῖται, γυῖα παρ’ Ἑρμείᾳ σμικρόν, ὁδοῦ φύλακι, μὴ φύρδαν, ὅσσοι δὲ βαρεῖ γόνυ κάμνετε μόχθῳ καὶ δίψᾳ, δολιχὰν οἶμον ἀνυσσάμενοι. | |
5 | πνοιὴ γὰρ καὶ θῶκος ἐύσκιος, ἅ θ’ ὑπὸ πέτρᾳ πῖδαξ εὐνήσει γυιοβαρῆ κάματον· ἔνδιον δὲ φυγόντες, ὀπωρινοῦ κυνὸς ἄσθμα, | |
ὡς θέμις, Ἑρμείην εἰνόδιον τίετε. | 480 in vol. 3 | |
AG.10.13(p1) | ΣΑΤΥΡΟΥ | |
1 | Ἦ καλὸν αἱ δάφναι, καλὸν δ’ ὑπὸ πυθμέσιν ὕδωρ πιδύει, πυκινὸν δ’ ἄλσος ὑποσκιάει τηλεθάον, ζεφύροισιν ἐπίδρομον, ἄλκαρ ὁδίταις δίψης καὶ καμάτου καὶ φλογὸς ἠελίου. | |
AG.10.14(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης κύματα λευκαίνει φρικὶ χαρασσόμενα· οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται. | |
5 | οἱ ζέφυροι πνείουσιν, ἐπιτρύζει δὲ χελιδὼν κάρφεσι κολλητὸν πηξαμένη θάλαμον. θάρσει, ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν, κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην· μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου | |
10 | ἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους. | |
AG.10.15(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει εἴαρος εὐλείμων θελξινόοιο χάρις· ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροις ὁλκὰς ἀπ’ ἠιόνων ἐς βυθὸν ἑλκομένη. | |
5 | λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται, πρηῢν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης. πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναι | |
ἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου. | 482 in vol. 3 | |
AG.10.16(p1) | ΘΕΑΙΤΗΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἤδη καλλιπέτηλον ἐπ’ εὐκάρποισι λοχείαις λήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκων· ἤδη ἐπ’ ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσων μουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην· | |
5 | καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼν ἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις. ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνης νηοφόροις νώτοις εὔδια πεπταμένης, οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα κορύμβοις, | |
10 | οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη. ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπῳ τευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν, ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας ἄτρομος Ἰονίου τέρμα θαλασσοπόρει. | |
AG.10.17(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ, ἠπίῳ αὔρῃ πέμπε κατὰ σταθερῆς οἰχομένην ὀθόνην ἄχρις ἐπὶ Τρίτωνα· σὺ δ’ ἠόνος ἄκρα λελογχὼς τὴν ἐπὶ Πυθείου ῥύεο ναυστολίην· | |
5 | κεῖθεν δ’, εἰ Φοίβῳ μεμελήμεθα πάντες ἀοιδοί, πλεύσομαι εὐαεῖ θαρσαλέως ζεφύρῳ. | |
AG.10.18(p1) | ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Γῶβρυ, Διώνυσός σε καὶ ἡ φιλεράστρια Κύπρις τέρποι καὶ γλυκεραὶ γράμμασι Πιερίδες· ὧν μὲν γὰρ σοφίην ἀποδρέπτεο· τῆς δ’ ἐς ἔρωτας | |
ἔρχεο· τοῦ δὲ φίλας λαβροπότει κύλικας. | 484 in vol. 3 | |
AG.10.19(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ἡδὺ παρειάων πρῶτον θέρος ἤματι τούτῳ κείρεο καὶ γενύων ἠιθέους ἕλικας, Γάιε· σὸν δὲ πατὴρ χερὶ δέξεται εὐκτὸν ἴουλον Λεύκιος αὐξομένου πουλὺν ἐς ἠέλιον. | |
5 | δωρεῦνται χρυσέοισιν, ἐγὼ δ’ ἱλαροῖς ἐλέγοισιν· οὐ γὰρ δὴ πλούτου Μοῦσα χερειοτέρη. | |
AG.10.20(p1) | ΑΔΑΙΟΥ | |
1 | Ἤν τινα καλὸν ἴδῃς, εὐθὺς τὸ πρῆγμα κροτείσθω· βάζ’, ἃ φρονεῖς· ὄρχεων δράσσεο χερσὶν ὅλαις· ἢν δ’ εἴπῃς· „Τίω σε καὶ ἔσσομαι οἷάτ’ ἀδελφός,“ αἰδώς σου κλείσει τὴν ἐπὶ τοὔργον ὁδόν. | |
AG.10.21(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Κύπρι γαληναίη, φιλονύμφιε, Κύπρι δικαίων σύμμαχε, Κύπρι Πόθων μῆτερ ἀελλοπόδων, Κύπρι, τὸν ἡμίσπαστον ἀπὸ κροκέων ἐμὲ παστῶν, τὸν χιόσι ψυχὴν Κελτίσι νειφόμενον, | |
5 | Κύπρι, τὸν ἡσύχιόν με, τὸν οὐδενὶ κοῦφα λαλεῦντα, τὸν σέο πορφυρέῳ κλυζόμενον πελάγει, Κύπρι φιλορμίστειρα, φιλόργιε, σῷζέ με, Κύπρι, | |
Ναϊακοὺς ἤδη, δεσπότι, πρὸς λιμένας. | 486 in vol. 3 | |
AG.10.22(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Μὴ πόδα γυμνὸν ἔρεσσε δι’ ὑλάεσσαν ἀταρπὸν Αἰγύπτου· χαροπῶν φεῦγε διὲξ ὀφίων, ἀγρεῦ δουνακόδιφα· τὸν ἐκ χέρσου δὲ φύλαξαι ἰόν, ὁ τοξεύειν ὄρνιν ἐπειγόμενος. | |
AG.10.23(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Νικήτης, ὀλίγος μὲν ἐπὶ προτόνοισιν ἀήτης οἷάτε, πρηείης ἄρχεται ἐκ μελέτης· ἀλλ’ ὅταν ἐμπνεύσῃ, κατὰ δ’ ἱστία πάντα φέρηται, λαίφεα πακτώσας μέσσα θέει πελάγη, | |
5 | ναῦς ἅτε μυριόφορτος, ἕως ἐπὶ τέρματα μύθων ἔλθῃ ἀκυμάντους εὔπλοος εἰς λιμένας. | |
AG.10.24(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Φρὴν ἱερὴ μεγάλη Ἐνοσίχθονος, ἔσσο καὶ ἄλλοις ἠπίη, Αἰγαίην οἳ διέπουσιν ἅλα· κἀμοὶ γὰρ Θρήικι διωκομένῳ ὑπ’ ἀήτῃ ὤρεξας πρηεῖ’ ἀσπασίῳ λιμένας. | |
AG.10.25(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Φοῖβε, Κεφαλλήνων λιμενοσκόπε, θῖνα Πανόρμου ναίων τρηχείης ἀντιπέρην Ἰθάκης, δός με δι’ εὐπλώτοιο πρὸς Ἀσίδα κύματος ἐλθεῖν, Πείσωνος δολιχῇ νηὶ συνεσπόμενον· | |
5 | καὶ τὸν ἐμὸν βασιλῆα τὸν ἄλκιμον εὖ μὲν ἐκείνῳ | |
ἵλαον, εὖ δ’ ὕμνοις ἄρτισον ἡμετέροις. | 488 in vol. 3 | |
AG.10.26(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε, ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων. ἔστι δ’ ἀνὴρ σοφὸς οὗτος, ὃς ἄμφω ταῦτα νοήσας φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο. | |
AG.10.27(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀνθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας, οὐ λήσεις δὲ θεοὺς οὐδὲ λογιζόμενος. | |
AG.10.28(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοῖσι μὲν εὖ πράττουσιν ἅπας ὁ βίος βραχύς ἐστιν τοῖς δὲ κακῶς μία νὺξ ἄπλετός ἐστι χρόνος. | |
AG.10.29(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐχ ὁ Ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλ’ ἀκολάστοις ψυχαῖς ἀνθρώπων ἔσθ’ ὁ Ἔρως πρόφασις. | |
AG.10.30(p1) | ΑΔΗΛΟΝ | |
1 | Ὠκεῖαι χάριτες γλυκερώτεραι· ἢν δὲ βραδύνῃ, | |
πᾶσα χάρις κενεή, μηδὲ λέγοιτο χάρις. | 490 in vol. 3 | |
AG.10.31(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Θνητὰ τὰ τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶς· ἢν δὲ μή, ἀλλ’ ἡμεῖς αὐτὰ παρερχόμεθα. | |
AG.10.32(p1) | [ΠΑΛΛΑΔΑ] | |
1 | Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου. | |
AG.10.33(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἐσθλὰ λέγειν αἰεὶ πάντας, καλόν· αἰσχρὰ δέ, δεινόν, κἂν ὦσιν τούτων ἄξιοι, ὧν λέγομεν. | |
AG.10.34(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Εἰ τὸ μέλειν δύναταί τι, μερίμνα καὶ μελέτω σοι· εἰ δὲ μέλει περὶ σοῦ δαίμονι, σοὶ τί μέλει; οὔτε μεριμνήσεις δίχα δαίμονος οὔτ’ ἀμελήσεις· ἀλλ’ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει. | |
AG.10.35(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Εὖ πράττων φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι, καί σευ ῥηιδίως ἔκλυον εὐξαμένου· ἢν πταίσῃς, οὐδεὶς ἔτι σοι φίλος, ἀλλ’ ἅμα πάντα | |
ἐχθρὰ Τύχης ῥιπαῖς συμμεταβαλλόμενα. | 492 in vol. 3 | |
AG.10.36(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐδὲν ἐν ἀνθρώποισι Φύσις χαλεπώτερον εὗρεν ἀνθρώπου καθαρὰν ψευδομένου φιλίην· οὐ γὰρ ἔθ’ ὡς ἐχθρὸν προφυλασσόμεθ’, ἀλλ’ ἀγαπῶντες ὡς φίλον ἐν τούτῳ πλείονα βλαπτόμεθα. | |
AG.10.37(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἡ βραδύπους βουλὴ μέγ’ ἀμείνων· ἡ δὲ ταχεῖα αἰὲν ἐφελκομένη τὴν μετάνοιαν ἔχει. | |
AG.10.38(p1) | 〈ΤΙΜΩΝΟΣ〉 | |
1 | Ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι. | |
AG.10.39(p1) | ΑΔΗΛΟΝ | |
1 | Θησαυρὸς μέγας ἔστ’ ἀγαθὸς φίλος, Ἡλιόδωρε, τῷ καὶ τηρῆσαι τοῦτον ἐπισταμένῳ. | |
AG.10.40(p1) | 〈ΘΕΟΓΝΙΔΟΣ〉 | |
1 | Μήποτε τὸν παρεόντα παρεὶς φίλον ἄλλον ἐρεύνα | |
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος. | 494 in vol. 3 | |
AG.10.41(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής· τἆλλα δ’ ἔχει λύπην πλείονα τῶν κτεάνων. τόνδε πολυκτέανον καὶ πλούσιόν ἐστι δίκαιον κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται. | |
5 | εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπ’ ἄλλῳ σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος, οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις μοχθήσει ἑτέρων δρεπτομένων τὸ μέλι. | |
AG.10.42(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀρρήτων ἐπέων γλώσσῃ σφραγὶς ἐπικείσθω· κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή. | |
AG.10.43(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἓξ ὧραι μόχθοις ἱκανώταται· αἱ δὲ μετ’ αὐτὰς γράμμασι δεικνύμεναι „ζῆθι“ λέγουσι βροτοῖς. | |
AG.10.44(p1) | 〈ΠΑΛΛΑΔΑ〉 | |
1 | Ἢν ὁ φίλος τι λάβῃ, „δόμινε φράτερ“ εὐθὺς ἔγραψεν· ἢν δ’ αὖ μή τι λάβῃ, τὸ „φράτερ“ εἶπε μόνον· ὤνια γὰρ καὶ ταῦτα τὰ ῥήματα. αὐτὰρ ἔγωγε | |
οὐκ ἐθέλω „δόμινε“, οὐ γὰρ ἔχω δόμεναι. | 496 in vol. 3 | |
AG.10.45(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης. ἀλλ’ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον. | |
5 | ἐκ πηλοῦ γέγονας. τί φρονεῖς μέγα; τοῦτο μὲν οὕτως εἶπ’ ἄν τις κοσμῶν πλάσματι σεμνοτέρῳ. εἰ δὲ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος. | |
AG.10.46(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ἦ μεγάλη παίδευσις ἐν ἀνθρώποισι σιωπή· μάρτυρα Πυθαγόραν τὸν σοφὸν αὐτὸν ἔχω, ὃς λαλέειν εἰδὼς ἑτέρους ἐδίδασκε σιωπᾶν φάρμακον ἡσυχίης ἐγκρατὲς εὑρόμενος. | |
AG.10.47(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἔσθιε, πῖνε, μύσας ἐπὶ πένθεσιν· οὐ γὰρ ἔοικεν γαστέρι πενθῆσαι νεκρόν, Ὅμηρος ἔφη· καὶ γὰρ ὁμοῦ θάψασαν ὀλωλότα δώδεκα τέκνα | |
σίτου μνησαμένην τὴν Νιόβην παράγει. | 498 in vol. 3 | |
AG.10.48(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μήποτε δουλεύσασα γυνὴ δέσποινα γένοιτο, ἐστὶ παροιμιακόν, τῷδε θ’ ὅμοιον ἐρῶ· μήτε δίκην δικάσειεν ἀνὴρ γεγονὼς δικολέκτης, μηδ’ ὅταν Ἰσοκράτους ῥητορικώτερος ᾖ. | |
5 | πῶς γὰρ ὁ μισθαρνεῖν εἰθισμένος οὐδὲν ἑταίρας σεμνότερον δικάσαι μὴ ῥυπαρῶς δύναται; | |
AG.10.49(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καὶ μύρμηκι χολὴν καὶ σέρφῳ φασὶν ἐνεῖναι· εἶτα χολὴν μὲν ἔχει ζῷα τὰ φαυλότατα, ἐκκεῖσθαι δ’ ἐμὲ πᾶσι χολὴν μὴ σχόντα κελεύεις, ὡς μηδὲ ψιλοῖς ῥήμασιν ἀνταδικεῖν | |
5 | τοὺς ἔργοις ἀδικοῦντας; ἀποφράξαντα δεήσει λοιπὸν ὁλοσχοίνῳ τὸ στόμα μηδὲ πνέειν. | |
AG.10.50(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὴν Κίρκην οὔ φημι, καθὼς εἴρηκεν Ὅμηρος, ἀντ’ ἀνδρῶν ποιεῖν ἢ σύας ἠὲ λύκους τοὺς αὐτῇ προσιόντας· ἑταίρα δ’ οὖσα πανοῦργος τοὺς δελεασθέντας πτωχοτάτους ἐποίει· | |
5 | τῶν δ’ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν, εἶτ’ ἀπὸ τῶν ἰδίων μηδὲν ἔχοντας ἔτι ἔτρεφεν ἔνδον ἔχουσα δίκην ζῴων ἀλογίστων. ἔμφρων δ’ ὢν Ὀδυσεὺς τὴν νεότητα φυγών, οὐχ Ἑρμοῦ, φύσεως δ’ ἰδίας ἐμφύντα λογισμὸν | |
10 | εἶχε γοητείας φάρμακον ἀντίπαλον. | 500 in vol. 3 |
AG.10.51(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὁ φθόνος οἰκτιρμοῦ κατὰ Πίνδαρόν ἐστιν ἀμείνων· οἱ βασκαινόμενοι λαμπρὸν ἔχουσι βίον· τοὺς δὲ λίαν ἀτυχεῖς οἰκτείρομεν. ἀλλά τις εἴην μήτ’ ἄγαν εὐδαίμων μήτ’ ἐλεεινὸς ἐγώ. | |
5 | ἡ μεσότης γὰρ ἄριστον, ἐπεὶ τὰ μὲν ἄκρα πέφυκεν κινδύνους ἐπάγειν, ἔσχατα δ’ ὕβριν ἔχει. | |
AG.10.52(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὖγε λέγων τὸν Καιρὸν ἔφης θεόν, εὖγε, Μένανδρε, ὡς ἀνὴρ Μουσῶν καὶ Χαρίτων τρόφιμος· πολλάκι γὰρ τοῦ σφόδρα μεριμνηθέντος ἄμεινον προσπεσὸν εὐκαίρως εὗρέ τι ταὐτόματον. | |
AG.10.53(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν, οὐ πάνυ θαυμάζω· τοῦ Διός ἐστι γέρας. τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν· | |
5 | ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς Τιτῆσι κολάζει, δέσμιον ὡς λῃστὴν εἰς τὸ βάραθρον ἐνείς. | |
AG.10.54(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ ποιεῖ θάνατον μόνον ἡ φθίσις, ἀλλὰ τὸν αὐτὸν καὶ πολλὴ παχύτης πολλάκις εἰργάσατο. τοῦδ’ ὁ τυραννήσας Διονύσιος Ἡρακλείας | |
τῆς ἐν τῷ Πόντῳ μάρτυς, ὁ τοῦτο παθών. | 502 in vol. 3 | |
AG.10.55(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἂν πάνυ κομπάζῃς προστάγμασι μὴ ὑπακούειν τῆς γαμετῆς, ληρεῖς. „Οὐ γὰρ ἀπὸ δρυὸς εἶ οὐδ’ ἀπὸ πέτρης,“ φησίν· ὅ θ’ οἱ πολλοὶ κατ’ ἀνάγκην πάσχομεν ἢ πάντες, καὶ σὺ γυναικοκρατῇ. | |
5 | εἰ δ’ „Οὐ σανδαλίῳ“ φὴς „τύπτομαι οὐδ’ ἀκολάστου οὔσης μοι γαμετῆς χρή με μύσαντα φέρειν,“ δουλεύειν σε λέγω μετριώτερον, εἴ γε πέπρασαι σώφρονι δεσποίνῃ μηδὲ λίαν χαλεπῇ. | |
AG.10.56(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον· τοῖς ἐμπαιζομένοις ἀνδράσι ταῦτα λέγω. οὔτε τὸ δύσμορφον πάντως ἀνύποπτον ὑπάρχει, οὔτ’ ἀκολασταίνειν πᾶσα πέφυκε καλή. | |
5 | καὶ γάρ τις διὰ τὴν ὥραν τοῖς πολλὰ διδοῦσιν οὐχ ἕπεται· πολλὰς δ’ ἔστι γυναῖκας ἰδεῖν οὐχὶ καλὰς τὴν ὄψιν, ὀπυιομένας ἀκορέστως, καὶ τοῖς χρησαμένοις πολλὰ χαριζομένας. οὐκ, εἴ τις συνάγει τὰς ὀφρύας οὐδὲ γελῶσα | |
10 | φαίνεται ὀφθῆναί τ’ ἀνδράσιν ἐκτρέπεται, σωφροσύνης τρόπος οὗτος ἐχέγγυος· ἀλλά τις εὕροι μαχλάδα μὲν κρύβδην τὴν πάνυ σεμνοτάτην, τὰς δ’ ἱλαρὰς καὶ πᾶσι φιλανθρώπως προσιούσας σώφρονας, εἰ σώφρων ἐστὶ γυνή τις ὅλως. | |
15 | ἡλικίᾳ τοίνυν τάδε κρίνεται; ἀλλ’ Ἀφροδίτης οἴστρων εἰρήνην οὐδὲ τὸ γῆρας ἄγει. ὅρκοις λοιπὸν ἄγει τε πεποίθαμεν· ἀλλὰ μεθ’ ὅρκον | |
ζητεῖν ἔστι θεοὺς δώδεκα καινοτέρους. | 504 in vol. 3 | |
AG.10.57(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γαστέρα μισήσειε θεὸς καὶ βρώματα γαστρός· εἵνεκα γὰρ τούτων σωφροσύνα λύεται. | |
AG.10.58(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γῆς ἐπέβην γυμνὸς γυμνός θ’ ὑπὸ γαῖαν ἄπειμι· καὶ τί μάτην μοχθῶ γυμνὸν ὁρῶν τὸ τέλος; | |
AG.10.59(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Προσδοκίη θανάτου πολυώδυνός ἐστιν ἀνίη· τοῦτο δὲ κερδαίνει θνητὸς ἀπολλύμενος. μὴ τοίνυν κλαύσῃς τὸν ἀπερχόμενον βιότοιο· οὐδὲν γὰρ θανάτου δεύτερόν ἐστι πάθος. | |
AG.10.60(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πλουτεῖς. καὶ τί τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ τὸν πλοῦτον σύρεις εἰς σορὸν ἑλκόμενος; τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον· οὐ δύνασαι δὲ ζωῆς σωρεῦσαι μέτρα περισσότερα. | |
AG.10.61(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Φεύγετε τοὺς πλουτοῦντας, ἀναιδέας, οἰκοτυράννους, | |
μισοῦντας πενίην, μητέρα σωφροσύνας. | 506 in vol. 3 | |
AG.10.62(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ λόγον, οὐ νόμον οἶδε Τύχη, μερόπων δὲ τυραννεῖ, τοῖς ἰδίοις ἀλόγως ῥεύμασι συρομένη. μᾶλλον τοῖς ἀδίκοισι ῥέπει, μισεῖ δὲ δικαίους, ὡς ἐπιδεικνυμένη τὴν ἄλογον δύναμιν. | |
AG.10.63(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδ’ ἀποθνῄσκει· καὶ γὰρ ζῆν δοκέων ὡς νέκυς ἦν ὁ τάλας. οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες, οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου. | |
AG.10.64(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ πῇ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες; νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δὲ οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη. | |
5 | πολλὴ σοί, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ’ ὁμοίως πάντας ἀεὶ παίζεις κεἰσέτι τερπόμεθα. | |
AG.10.65(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Πλοῦς σφαλερὸς τὸ ζῆν· χειμαζόμενοι γὰρ ἐν αὐτῷ πολλάκι ναυηγῶν πταίομεν οἰκτρότερα· τὴν δὲ Τύχην βιότοιο κυβερνήτειραν ἔχοντες ὡς ἐπὶ τοῦ πελάγους ἀμφίβολοι πλέομεν, | |
5 | οἱ μὲν ἐπ’ εὐπλοΐην, οἱ δ’ ἔμπαλιν· ἀλλ’ ἅμα πάντες | |
εἰς ἕνα τὸν κατὰ γῆς ὅρμον ἀπερχόμεθα. | 508 in vol. 3 | |
AG.10.66(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εὖτέ τις ἐκ πενίης πλούτου τύχῃ ἠδὲ καὶ ἀρχῆς, οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον· τήν ποτε γὰρ φιλίην ἀπαναίνεται· ἀφρονέων δὲ τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης. | |
5 | ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος· οὐκ ἐθέλεις δὲ αἰτίζων ἀκόλους νῦν ἑτέροις παρέχειν. πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δ’ ἀπιθήσῃς, ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις. | |
AG.10.67(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Μνήμη καὶ Λήθη, μέγα χαίρετον· ἡ μὲν ἐπ’ ἔργοις Μνήμη τοῖς ἀγαθοῖς, ἡ δ’ ἐπὶ λευγαλέοις. | |
AG.10.68(p1) | ΑΓΑΘΙΟΥ | |
1 | Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ’ ἄρ’ ἀνάγκη, ἀρσενικὴ φιλότης μή ποτέ σε κλονέοι. θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις. | |
5 | δέρκεο τῶν ἀλόγων ζῴων γένος· ἦ γὰρ ἐκείνων οὐδὲν ἀτιμάζει θέσμια συζυγίης· ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δ’ ἀλεγεινοὶ | |
ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον. | 510 in vol. 3 | |
AG.10.69(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα, τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας; μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτ’ αὐτὸν εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον· | |
5 | αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι ἄλλοτ’ ἐπ’ ἄλλον ἐρχόμεναι θνητῶν καὶ μεταβαλλόμεναι. | |
AG.10.70(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι Ἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι, παίζομαι, εἰ βροτός εἰμι· βροτὸς δ’ εὖ οἶδα καὶ αὐτὸς θνητὸς ἐών. δολιχαῖς δ’ ἐλπίσι παιζόμενος | |
5 | αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος οὐδὲ γενοίμην ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης. τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσω παρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν. | |
AG.10.71(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πανδώρης ὁρόων γελόω πίθον οὐδὲ γυναῖκα μέμφομαι, ἀλλ’ αὐτῶν τὰ πτερὰ τῶν ἀγαθῶν. ὡς γὰρ ἐπ’ Οὐλύμποιο μετὰ χθονὸς ἤθεα πάσης πωτῶνται, πίπτειν καὶ κατὰ γῆν ὄφελον. | |
5 | ἡ δὲ γυνὴ μετὰ πῶμα κατωχρήσασα παρειὰς ὤλεσεν ἀγλαΐην, ὧν ἔφερεν, χαρίτων. ἀμφοτέρων δ’ ἥμαρτεν ὁ νῦν βίος, ὅττι καὶ αὐτὴν | |
γηράσκουσαν ἔχει καὶ πίθος οὐδὲν ἔχει. | 512 in vol. 3 | |
AG.10.72(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Σκηνὴ πᾶς ὁ βίος καὶ παίγνιον· ἢ μάθε παίζειν τὴν σπουδὴν μεταθεὶς ἢ φέρε τὰς ὀδύνας. | |
AG.10.73(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ τὸ φέρον σε φέρει, φέρε καὶ φέρου· εἰ δ’ ἀγανακτεῖς, καὶ σαυτὸν λυπεῖς καὶ τὸ φέρον σε φέρει. | |
AG.10.74(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Μήτε βαθυκτεάνοιο τύχης κουφίζεο ῥοίζῳ, μήτε σέο γνάμψῃ φροντὶς ἐλευθερίην. πᾶς γὰρ ὑπ’ ἀσταθέεσσι βίος πελεμίζεται αὔραις τῇ καὶ τῇ θαμινῶς ἀντιμεθελκόμενος. | |
5 | ἡ δ’ ἀρετὴ σταθερόν τι καὶ ἄτροπον, ἧς ἔπι μούνης κύματα θαρσαλέως ποντοπόρει βιότου. | |
AG.10.75(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ἠέρα λεπταλέον μυκτηρόθεν ἀμπνείοντες ζώομεν ἠελίου λαμπάδα δερκόμενοι πάντες, ὅσοι ζῶμεν κατὰ τὸν βίον· ὄργανα δ’ ἐσμὲν αὔραις ζῳογόνοις πνεύματα δεχνύμενοι. | |
5 | εἰ δέ τις οὖν ὀλίγην παλάμῃ σφίγξειεν ἀυτμήν, ψυχὴν συλήσας εἰς Ἀίδην κατάγει. οὕτως οὐδὲν ἐόντες ἀγηνορίῃ τρεφόμεσθα, | |
πνοιῆς ἐξ ὀλίγης ἠέρα βοσκόμενοι. | 514 in vol. 3 | |
AG.10.76(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Οὐ τὸ ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλὰ τὸ ῥῖψαι φροντίδας ἐκ στέρνων τὰς πολιοκροτάφους. πλοῦτον ἔχειν ἐθέλω τὸν ἐπάρκιον· ἡ δὲ περισσὴ θυμὸν ἀεὶ κατέδει χρυσομανὴς μελέτη. | |
5 | ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήεις καὶ πενίην πλούτου καὶ βιότου θάνατον. ταῦτα σὺ γινώσκων κραδίης ἴθυνε κελεύθους εἰς μίαν εἰσορόων ἐλπίδα, τὴν σοφίην. | |
AG.10.77(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Τίπτε μάτην, ἄνθρωπε, πονεῖς καὶ πάντα ταράσσεις κλήρῳ δουλεύων τῷ κατὰ τὴν γένεσιν; τούτῳ σαυτὸν ἄφες, τῷ δαίμονι μὴ φιλονείκει· σὴν δὲ τύχην στέργων ἡσυχίην ἀγάπα· | |
5 | μᾶλλον ἐπ’ εὐφροσύνην δὲ βιάζεο καὶ παρὰ μοίρην, εἰ δυνατόν, ψυχὴν τερπομένην μετάγειν. | |
AG.10.78(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ῥῖπτε γόους, μὴ κάμνε, πόσον χρόνον ἐνθάδε μίμνων, ὡς πρὸς ἐκεῖνον ὅλον τὸν μετὰ ταῦτα βίον. πρὶν τοίνυν σκώληκα λαβεῖν τύμβοις τε ῥιφῆναι, | |
μὴ δαμάσῃς ψυχὴν ζῶν ἔτι κρινομένην. | 516 in vol. 3 | |
AG.10.79(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Νυκτὸς ἀπερχομένης γεννώμεθα ἦμαρ ἐπ’ ἦμαρ τοῦ προτέρου βιότου μηδὲν ἔχοντες ἔτι, ἀλλοτριωθέντες τῆς ἐχθεσινῆς διαγωγῆς, τοῦ λοιποῦ δὲ βίου σήμερον ἀρχόμενοι, | |
5 | μὴ τοίνυν λέγε σαυτὸν ἐτῶν, πρεσβῦτα, περισσῶν· τῶν γὰρ ἀπελθόντων σήμερον οὐ μετέχεις. | |
AG.10.80(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Παίγνιόν ἐστι Τύχης μερόπων βίος, οἰκτρός, ἀλήτης, πλούτου καὶ πενίης μεσσόθι ῥεμβόμενος. καὶ τοὺς μὲν κατάγουσα πάλιν σφαιρηδὸν ἀείρει, τοὺς δ’ ἀπὸ τῶν νεφελῶν εἰς Ἀίδην κατάγει. | |
AG.10.81(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὢ τῆς βραχείας ἡδονῆς τῆς τοῦ βίου· τὴν ὀξύτητα τοῦ χρόνου πενθήσατε. ἡμεῖς καθεζόμεσθα καὶ κοιμώμεθα μοχθοῦντες ἢ τρυφῶντες· ὁ δὲ χρόνος τρέχει, | |
5 | τρέχει καθ’ ἡμῶν τῶν ταλαιπώρων βροτῶν φέρων ἑκάστου τῷ βίῳ καταστροφήν. | |
AG.10.82(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον, Ἕλληνες ἄνδρες, συμφορᾷ πεπτωκότες, ὄνειρον εἰκάζοντες εἶναι τὸν βίον; | |
ἢ ζῶμεν ἡμεῖς τοῦ βίου τεθνηκότος; | 518 in vol. 3 | |
AG.10.83(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καὶ τὸ φρονεῖν πλουτεῦντι περίστασις, ὄχλος, ἀνάγκη, † ζώνη ποικίλη καὶ κολάκων ἀνάγκη. | |
AG.10.84(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δακρυχέων γενόμην καὶ δακρύσας ἀποθνῄσκω· δάκρυσι δ’ ἐν πολλοῖς τὸν βίον εὗρον ὅλον. ὦ γένος ἀνθρώπων πολυδάκρυτον, ἀσθενές, οἰκτρόν, συρόμενον κατὰ γῆς καὶ διαλυόμενον. | |
AG.10.85(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πάντες τῷ θανάτῳ τηρούμεθα καὶ τρεφόμεσθα ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως. | |
AG.10.86(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ δαψιλῶς μέν, ἀλλ’ ὅμως κἀγὼ τρέφω παῖδας, γυναῖκα, δοῦλον, ὄρνιθας, κύνα· κόλαξ γὰρ οὐδεὶς τοὺς ἐμοὺς πατεῖ δόμους. | |
AG.10.87(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην Τύχην τε πόρνης ῥεύμασιν κινουμένην, ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε | |
ἀναξίους ὁρῶντες εὐτυχεστέρους. | 520 in vol. 3 | |
AG.10.88(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σῶμα πάθος ψυχῆς, ᾅδης, μοῖρ’, ἄχθος, ἀνάγκη καὶ δεσμὸς κρατερὸς καὶ κόλασις βασάνων. ἀλλ’ ὅταν ἐξέλθῃ τοῦ σώματος ὡς ἀπὸ δεσμῶν τοῦ θανάτου, φεύγει πρὸς θεὸν ἀθάνατον. | |
AG.10.89(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ θεὸς ἡ Φήμη, κεχολωμένη ἐστὶ καὶ αὐτὴ Ἕλλησι, σφαλεροῖς ἐξαπατῶσα λόγοις. Φήμη δ’, ἄν τι πάθῃς, ἀναφαίνεται εὐθὺς ἀληθής· πολλάκι καὶ Φήμην ἔφθασεν ἡ ταχυτής. | |
AG.10.90(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὢ τῆς μεγίστης τοῦ φθόνου πονηρίας· τὸν εὐτυχῆ μισεῖ τις, ὃν θεὸς φιλεῖ. οὕτως ἀνόητοι τῷ φθόνῳ πλανώμεθα, οὕτως ἑτοίμως μωρίᾳ δουλεύομεν. | |
5 | Ἕλληνές ἐσμεν ἄνδρες ἐσποδωμένοι νεκρῶν ἔχοντες ἐλπίδας τεθαμμένας· ἀνεστράφη γὰρ πάντα νῦν τὰ πράγματα. | |
AG.10.91(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὅταν στυγῇ τις ἄνδρα, τὸν θεὸς φιλεῖ, οὗτος μεγίστην μωρίαν κατεισάγει· φανερῶς γὰρ αὐτῷ τῷ θεῷ κορύσσεται χόλον μέγιστον ἐκ φθόνου δεδεγμένος, | |
5 | δεῖ γὰρ φιλεῖν ἐκεῖνον, ὃν θεὸς φιλεῖ. | 522 in vol. 3 |
AG.10.92(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐπεὶ δικάζεις καὶ σοφιστεύεις λόγοις, κἀγὼ φέρω σοι τῆς ἐμῆς ἀηδόνος ἐπίγραμμα σεμνόν, ἄξιον παρρησίας· ὁ γὰρ σὲ μέλπων τῆς Δίκης ὕμνους χέει. | |
AG.10.93(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Βέλτερόν ἐστι Τύχης καὶ θλιβομένοις ἀνέχεσθαι ἢ τῶν πλουτούντων τῆς ὑπερηφανίης. | |
AG.10.94(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἶναι νομίζω φιλόσοφον καὶ τὸν θεὸν βλασφημίαις τὸν εὐθὺς οὐ θυμούμενον, χρόνῳ δ’ ἐπαυξάνοντα τὰς τιμωρίας τὰς τῶν πονηρῶν καὶ ταλαιπώρων βροτῶν. | |
AG.10.95(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα, | |
χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις. | 524 in vol. 3 | |
AG.10.96(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὅταν λογισμοῖς καταμάθω τὰ πράγματα καὶ τὰς ἀκαίρους μεταβολὰς τὰς τοῦ βίου καὶ ῥεῦμ’ ἄπιστον τῆς ἀνωμάλου Τύχης, πῶς τοὺς πένητας πλουσίους ἐργάζεται | |
5 | καὶ τοὺς ἔχοντας χρημάτων ἀποστερεῖ, τότε κατ’ ἐμαυτὸν τῇ πλάνῃ σκοτούμενος μισῶ τὰ πάντα τῆς ἀδηλίας χάριν. ποίῳ τρόπῳ γὰρ περιγένωμαι τῆς Τύχης τῆς ἐξ ἀδήλου φαινομένης ἐν τῷ βίῳ, | |
10 | πόρνης γυναικὸς τοὺς τρόπους κεκτημένης; | |
AG.10.97(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Λίτραν ἐτῶν ζήσας μετὰ γραμματικῆς βαρυμόχθου. βουλευτὴς νεκύων πέμπομαι εἰς Ἀίδην. | |
AG.10.98(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν, τὸν λόγον ἐγκρύπτων ὡς πάθος αἰσχρότατον. | |
AG.10.99(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πολλάκι, Σέξστ’, ἔστησα τεὴν φιλότητα καὶ ὕβριν· καὶ πολὺ κουφοτέρην σὴν φιλότητα μαθών, λοιδορίην δὲ ῥέπουσαν, ἐχωρίσθην φιλότητος | |
μηκέτι βαστάζων ὕβριν ἀτιμοτάτην. | 526 in vol. 3 | |
AG.10.100(p1) | ΑΝΤΙΦΑΝΟΥΣ | |
1 | Ἀνθρώποις ὀλίγος μὲν ὁ πᾶς χρόνος, ὅν ποτε δειλοὶ ζῶμεν, κἢν πολιὸν γῆρας ἅπασι μένῃ· τῆς δ’ ἀκμῆς καὶ μᾶλλον. ὅτ’ οὖν χρόνος ὥριος ἡμῖν, πάντα χύδην ἔστω, ψαλμός, ἔρως, προπόσεις. | |
5 | χειμὼν τοὐντεῦθεν γήρως βαρύς· οὐδὲ δέκα μνῶν στύσεις· τοιαύτη ς’ ἐκδέχετ’ ὀρχιπέδη. | |
AG.10.101(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Ἠνίδε καὶ χέρσου τὸ γεωτόμον ὅπλον ἐρέσσει καὶ τὸν ὑπουθατίαν μόσχον ἄγει δάμαλις, βούταν μὲν τρομέουσα διάκτορα, τὸν δὲ μένουσα νήπιον, ἀμφοτέρων εὔστοχα φειδομένη· | |
5 | ἴσχες, ἀροτροδίαυλε, πεδώρυχε, μηδὲ διώξῃς τὰν διπλοῖς ἔργοις διπλὰ βαρυνομέναν. | |
AG.10.102(p1) | ΒΑΣΣΟΥ | |
1 | Μήτε με χείματι πόντος ἄγοι θρασύς, οὐδὲ γαλήνης ἀργῆς ἠσπασάμην τὴν πάλι νηνεμίην. αἱ μεσότητες ἄρισται· ὅπῃ δέ γε πρήξιες ἀνδρῶν, καὶ πάλι μέτρον ἐγὼ τἄρκιον ἠσπασάμην. | |
5 | τοῦτ’ ἀγάπα, φίλε Λάμπι, κακὰς δ’ ἔχθαιρε θυέλλας· | |
εἰσί τινες πρηεῖς καὶ βιότου ζέφυροι. | 528 in vol. 3 | |
AG.10.103(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Τὴν πρότερον θυμέλην μήτ’ ἔμβλεπε μήτε παρέλθῃς, ἀλλ’ ἄπαγε δραχμῆς εἰς κολοκορδόκολα. νῦν σῦκον δραχμῆς ἓν γίνεται· ἢν δ’ ἀναμείνῃς, χίλια. τοῖς πτωχοῖς ὁ χρόνος ἐστὶ θεός. | |
AG.10.104(p1) | ΚΡΑΤΗΤΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Χαῖρε, θεὰ δέσποιν’, ἀνδρῶν ἀγαθῶν ἀγάπημα, Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης· σὴν ἀρετὴν τιμῶσιν, ὅσοι τὰ δίκαι’ ἀσκοῦσιν ... | |
AG.10.105(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Χαίρει τις, Θεόδωρος ἐπεὶ θάνον· ἄλλος ἐπ’ αὐτῷ χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα. | |
AG.10.106 | Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι. | |
AG.10.107(p1) | ΕΥΡΙΠΙΔΟΥ | |
1 | Θεοῦ μὲν οὐδεὶς ἐκτὸς εὐτυχεῖ βροτός. | 530 in vol. 3 |
AG.10107b(p1) | 〈ΕΥΡΙΠΙΔΟΥ〉 | |
1 | Φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι· οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεούς. | |
AG.10.108(p1) | ΑΔΗΛΟΝ | |
1 | Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις. | |
AG.10.109(p1) | ΑΔΗΛΟΝ | |
1 | Πᾶς λόγος ἐστὶ μάταιος ὁ μὴ τετελεσμένος ἔργῳ· καὶ πᾶσα πρᾶξις τὸν λόγον ἔργον ἔχει. | |
AG.10.110(p1) | ΑΙΣΧΥΛΟΥ | |
1 | Οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν· μάλιστα μὲν λέοντα μὴ πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. | |
AG.10.111 | Ὁ φθόνος αὐτὸς ἑαυτὸν ἑοῖς βελέεσσι δαμάζει. | |
AG.10.112(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Οἶνος καὶ τὰ λοετρὰ καὶ ἡ περὶ Κύπριν ἐρωὴ | |
ὀξυτέρην πέμπει τὴν ὁδὸν εἰς Ἀίδην. | 532 in vol. 3 | |
AG.10.113(p1) | 〈ΘΕΟΓΝΙΔΟΣ〉 | |
1 | Οὐκ ἐθέλω πλουτεῖν, οὐκ εὔχομαι· ἀλλά μοι εἴη ζῆν ἐκ τῶν ὀλίγων μηδὲν ἔχοντα κακόν. | |
AG.10.114 | Ἦ κρίσις ἐστὶ κάτω καὶ Τάνταλος· οὐδὲν ἀπιστῶ τῇ πενίῃ μελετῶν τὴν ὑπὸ γῆν κόλασιν. | |
AG.10.115(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ζῆσον λογισμῷ, καὶ μένεις ἀνενδεής. | |
AG.10.116 | „Οὐκ ἔστι γήμας, ὅστις οὐ χειμάζεται,“ λέγουσι πάντες καὶ γαμοῦσιν εἰδότες. | |
AG.10.117(p1) | ΦΩΚΥΛΙΔΟΥ | |
1 | Γνήσιός εἰμι φίλος καὶ τὸν φίλον ὡς φίλον οἶδα, τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι· οὐδένα θωπεύω πρὸς ὑπόκρισιν· οὓς δ’ ἄρα τιμῶ, τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ. | |
AG.10.118(p1) | ΑΔΗΛΟΝ | |
1 | Πῶς γενόμην; πόθεν εἰμί; τίνος χάριν ἦλθον; ἀπελθεῖν; πῶς δύναμαί τι μαθεῖν μηδὲν ἐπιστάμενος; οὐδὲν ἐὼν γενόμην· πάλιν ἔσσομαι, ὡς πάρος ἦα· | |
οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος. | 534 in vol. 3 | |
5 | ἀλλ’ ἄγε μοι Βάκχοιο φιλήδονον ἔντυε νᾶμα· τοῦτο γάρ ἐστι κακῶν φάρμακον ἀντίδοτον. | |
AG.10.119(p1) | ΑΔΗΛΟΝ | |
1 | Σώματα πολλὰ τρέφειν καὶ δώματα πόλλ’ ἀνεγείρειν ἀτραπὸς εἰς πενίην ἐστὶν ἑτοιμοτάτη. | |
AG.10.120(p1) | 〈ΝΟΝΝΟΥ〉 | |
1 | Πᾶσα γυνὴ φιλέει πλέον ἀνέρος, αἰδομένη δὲ κεύθει κέντρον ἔρωτος ἐρωμανέουσα καὶ αὐτή. | |
AG.10.121(p1) | ΡΑΡΟΥ | |
1 | Οὐχ οὕτω βλάπτει μισεῖν ὁ λέγων ἀναφανδόν, ὥσπερ ὁ τὴν καθαρὰν ψευδόμενος φιλίαν. τὸν μὲν γὰρ μισοῦντα προειδότες ἐκτρεπόμεσθα, τὸν δὲ λέγοντα φιλεῖν οὐ προφυλασσόμεθα. | |
5 | ἐχθρὸν ἐγὼ κρίνω κεῖνον βαρύν, ὅς ποτε λάθρῃ τὴν ἀπὸ τῆς φιλίας πίστιν ἔχων ἀδικεῖ. | |
AG.10.122(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Πολλὰ τὸ δαιμόνιον δύναται, κἂν ᾖ παράδοξα· τοὺς μικροὺς ἀνάγει, τοὺς μεγάλους κατάγει· καὶ σοῦ τὴν ὀφρὺν καὶ τὸν τῦφον καταπαύσει, κἂν ποταμὸς χρυσοῦ νάματά σοι παρέχῃ. | |
5 | οὐ θρύον, οὐ μαλάχην ἄνεμός ποτε, τὰς δὲ μεγίστας | |
ἢ δρύας ἢ πλατάνους οἶδε χαμαὶ κατάγειν. | 536 in vol. 3 | |
AG.10.123(p1) | [ΑΙΣΩΠΟΥ] | |
1 | Πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ λυγρά, καὶ οὔτε φυγεῖν εὐμαρὲς οὔτε φέρειν. ἡδέα μὲν γάρ σευ τὰ φύσει καλά, γαῖα, θάλασσα, ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου· | |
5 | τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν. | |
AG.10.124(p1) | ΓΛΥΚΩΝΟΣ | |
1 | Πάντα γέλως καὶ πάντα κόνις καὶ πάντα τὸ μηδέν· πάντα γὰρ ἐξ ἀλόγων ἐστὶ τὰ γινόμενα. | |
AG.10124b | Φροντίδες οἱ παῖδες· μέγα μὲν κακόν, εἴ τι πάθοιεν· εἰσὶ δὲ καὶ ζῶντες φροντίδες οὐκ ὀλίγαι. ἡ γαμετὴ χρηστὴ μὲν ἔχει τινὰ τέρψιν ἐν αὐτῇ, ἡ δὲ κακὴ πικρὸν τὸν βίον ἀνδρὶ φέρει. | |
AG.10.125 | Πρᾶγμα μέν ἐσθ’ ὁ φίλος πάνυ δύσκολον· εἰσὶ δὲ πολλοὶ καὶ σχεδὸν οἱ πάντες μέχρι προσηγορίας. | |
AG.10.126 | Χρησαμένῳ θεράπων ὁ χρήσιμός ἐστ’ ἀγαθόν τι· | |
αὐτάρκης δὲ κακῶν ἐστιν ἀπειρότερος. | 538 in vol. 3 | |
AG.11p | ΣΥΜΠΟΤΙΚΑ ΚΑΙ ΣΚΩΠΤΙΚΑ | |
AG.11.1(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Ἑρμαίοις ἡμῖν Ἀφροδίσιος ἓξ χόας οἴνου αἴρων προσκόψας πένθος ἔθηκε μέγα. „οἶνος καὶ Κένταυρον ἀπώλεσεν.“ ὡς ὄφελεν δὲ χἠμᾶς· νῦν δ’ ἡμεῖς τοῦτον ἀπωλέσαμεν. | |
AG.11.2(p1) | ΚΑΛΛΙΚΤΗΡΟΣ | |
1 | Αἰσχυλίδα Θεόδωρε, τί μοι μεμάχηνται ἄριστοι; οὐ διακωλύσεις; πάντες ἔχουσι λίθους. | |
AG.11.3(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἤθελον ἂν πλουτεῖν, ὡς πλούσιος ἦν ποτε Κροῖσος, καὶ βασιλεὺς εἶναι τῆς μεγάλης Ἀσίης· ἀλλ’ ὅταν ἐμβλέψω Νικάνορα τὸν σοροπηγὸν καὶ γνῶ, πρὸς τί ποιεῖ ταῦτα τὰ γλωσσόκομα, | |
5 | ἀκτήν που πάσσας καὶ ταῖς κοτύλαις ὑποβρέξας τὴν Ἀσίην πωλῶ πρὸς μύρα καὶ στεφάνους. | |
AG.11.4(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Αὐτῷ τις γήμας πιθανὴν τῷ γείτονι ῥέγχει καὶ τρέφεται· τοῦτ’ ἦν εὔκολος ἐργασία, μὴ πλεῖν, μὴ σκάπτειν, ἀλλ’ εὐστομάχως ἀπορέγχειν, | |
ἀλλοτρίᾳ δαπάνῃ πλούσια βοσκόμενον. | 546 in vol. 3 | |
AG.11.5(p1) | ΚΑΛΛΙΚΤΗΡΟΣ ΜΑΝΗΣΙΟΥ | |
1 | Ὅστις ἔσω πυροὺς καταλαμβάνει οὐκ ἀγοράζων, κείνου Ἀμαλθείας ἁ γυνά ἐστι κέρας. | |
AG.11.6(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πτωχοῦ ἐστι γάμος κυνέα μάχα, εὐθὺ κυδοιμός, λοιδορίαι, πληγαί, ζημία, ἔργα, δίκαι. | |
AG.11.7(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Οὐδεὶς τὴν ἰδίην συνεχῶς, Χαρίδημε, γυναῖκα κινεῖν ἐκ ψυχῆς τερπόμενος δύναται· οὕτως ἡ φύσις ἐστὶ φιλόκνισος, ἀλλοτριόχρως, καὶ ζητεῖ διόλου τὴν ξενοκυσθαπάτην. | |
AG.11.8(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Μὴ μύρα, μὴ στεφάνους λιθίναις στήλαισι χαρίζου· μηδὲ τὸ πῦρ φλέξῃς· ἐς κενὸν ἡ δαπάνη. ζῶντί μοι, εἴ τι θέλεις, χάρισαι· τέφρην δὲ μεθύσκων πηλὸν ποιήσεις, κοὐχ ὁ θανὼν πίεται. | |
AG.11.9(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Μὴ πάλι μοι μετὰ δόρπον, ὅτ’ οὐκέτι γαστέρα πείθω, οὔθατα καὶ χοίρων ἀρτὰ τίθει τεμάχη· οὐδὲ γὰρ ἐργοπόνοισι μετὰ στάχυν ὄμβρος ἄκαιρος | |
χρήσιμος, οὐ ναύταις ἐν λιμένι ζέφυρος. | 548 in vol. 3 | |
AG.11.10(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὸν τοῦ δειπναρίου νόμον οἴδατε· σήμερον ὑμᾶς, Αὖλε, καλῶ καινοῖς δόγμασι συμποσίου. οὐ μελοποιὸς ἐρεῖ κατακείμενος, οὔτε παρέξεις οὔθ’ ἕξεις αὐτὸς πράγματα γραμματικά. | |
AG.11.11(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκ ᾔδειν σε τραγῳδόν, Ἐπίκρατες, οὐδὲ χοραύλην, οὐδ’ ἄλλ’ οὐδὲν ὅλως, ὧν χορὸν ἔστιν ἔχειν· ἀλλ’ ἐκάλουν σε μόνον· σὺ δ’ ἔχων χορὸν οἴκοθεν ἥκεις ὀρχηστῶν, αὐτοῖς πάντα διδοὺς ὀπίσω. | |
5 | εἰ δ’ οὕτω τοῦτ’ ἐστί, σὺ τοὺς δούλους κατάκλινον, ἡμεῖς δ’ αὖ τούτοις πρὸς πόδας ἐρχόμεθα. | |
AG.11.12(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Οἶνος καὶ Κένταυρον, Ἐπίκρατες, οὐχὶ σὲ μοῦνον ὤλεσεν ἠδ’ ἐρατὴν Καλλίου ἡλικίην. ὄντως οἰνοχάρων ὁ μονόμματος, ᾧ σὺ τάχιστα τὴν αὐτὴν πέμψαις ἐξ Ἀίδεω πρόποσιν. | |
AG.11.13(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Ἠὼς ἐξ ἠοῦς παραπέμπεται, εἶτ’ ἀμελούντων ἡμῶν ἐξαίφνης ἥξει ὁ πορφύρεος καὶ τοὺς μὲν τήξας, τοὺς δ’ ὀπτήσας, ἐνίους δὲ | |
φυσήσας ἄξει πάντας ἐς ἓν βάραθρον. | 550 in vol. 3 | |
AG.11.14(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐχθὲς ἐπὶ ξενίαν κληθείς, ὅτε καιρὸς ὕπνου μοι, τύλῃ ἐπεκλίνθην Γοργόνος ἢ Νιόβης, ἣν οὐδεὶς ὕφηνεν, ἀπέπρισε δ’ ἢ πελεκήσας ἐκ τῶν λατομιῶν ἤγαγεν εἰς τὰ Πρόκλου. | |
5 | ἐξ ἧς, εἰ μὴ θᾶττον ἐπηγέρθην, Πρόκλος ἄν μοι τὴν τύλην στήλην ἢ σορὸν εἰργάσατο. | |
AG.11.15(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ μὲν τοὺς ἀπὸ ἄλφα μόνους κέκρικας κατορύσσειν, Λούκιε, βουλευτάς, καὶ τὸν ἀδελφὸν ἔχεις· εἰ δ’, ὅπερ εὔλογόν ἐστι, κατὰ στοιχεῖον ὁδεύεις, ἤδη, σοὶ προλέγω, Ὠριγένης λέγομαι. | |
AG.11.16(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Κύλλος καὶ Λεῦρος δύο Θεσσαλοὶ ἐγχεσίμωροι· Κύλλος δ’ ἐκ τούτων ἐγχεσιμωρότερος. | |
AG.11.17(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Ἦν Στέφανος πτωχὸς κηπεύς θ’ ἅμα· νῦν δὲ προκόψας πλουτεῖ καὶ γεγένητ’ εὐθὺ Φιλοστέφανος, τέσσαρα τῷ πρώτῳ Στεφάνῳ καλὰ γράμματα προσθείς· ἔσται δ’ εἰς ὥρας Ἱπποκρατιππιάδης | |
5 | ἢ διὰ τὴν σπατάλην Διονυσιοπηγανόδωρος· | |
ἐν δ’ ἀγορανομίῳ παντὶ μένει Στέφανος. | 552 in vol. 3 | |
AG.11.18(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκ ἐν γαστρὶ λαβοῦσα Φιλαίνιον Ἡλιοδώρῳ θήλειαν τίκτει παῖδ’ ἀπὸ ταὐτομάτου· τοῦ δ’ ἐπὶ θηλείῃ λυπουμένου ἓξ διαλείπει ἤματα καὶ τίκτειν ἄρσενα παῖδ’ ἔφατο. | |
5 | οὕτως Βούβαστις καταλύεται· εἰ γὰρ ἑκάστη τέξεται ὡς αὐτή, τίς θεοῦ ἐστι λόγος; | |
AG.11.19(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Καὶ πίε νῦν καὶ ἔρα, Δαμόκρατες· οὐ γὰρ ἐς αἰεὶ πιόμεθ’ οὐδ’ αἰεὶ παισὶ συνεσσόμεθα. καὶ στεφάνοις κεφαλὰς πυκασώμεθα καὶ μυρίσωμεν αὑτούς, πρὶν τύμβοις ταῦτα φέρειν ἑτέρους. | |
5 | νῦν ἐν ἐμοὶ πιέτω μέθυ τὸ πλέον ὀστέα τἀμά· νεκρὰ δὲ Δευκαλίων αὐτὰ κατακλυσάτω. | |
AG.11.20(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Φεύγεθ’, ὅσοι λόκκας ἢ λοφνίδας ἢ καμασῆνας ᾄδετε, ποιητῶν φῦλον ἀκανθολόγων, οἵ τ’ ἐπέων κόσμον λελυγισμένον ἀσκήσαντες κρήνης ἐξ ἱερῆς πίνετε λιτὸν ὕδωρ. | |
5 | σήμερον Ἀρχιλόχοιο καὶ ἄρσενος ἦμαρ Ὁμήρου σπένδομεν· ὁ κρητὴρ οὐ δέχεθ’ ὑδροπότας. | |
AG.11.21(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Πρῴην τὴν σαύραν Ἀγάθων ῥοδοδάκτυλον εἶχεν· | |
νῦν δ’ αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχει. | 554 in vol. 3 | |
AG.11.22(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἔστι Δράκων τις ἔφηβος ἄγαν καλός· ἀλλὰ δράκων ὢν πῶς εἰς τὴν τρώγλην ἄλλον ὄφιν δέχεται; | |
AG.11.23(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ὠκύμορόν με λέγουσι δαήμονες ἀνέρες ἄστρων· εἰμὶ μέν, ἀλλ’ οὔ μοι τοῦτο, Σέλευκε, μέλει. εἰς Ἀίδην μία πᾶσι καταίβασις· εἰ δὲ ταχίων ἡμετέρη, Μίνω θᾶσσον ἐποψόμεθα. | |
5 | πίνωμεν· καὶ δὴ γὰρ ἐτήτυμον εἰς ὁδὸν ἵππος οἶνος, ἐπεὶ πεζοῖς ἀτραπὸς εἰς Ἀίδην. | |
AG.11.24(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὦ Ἑλικὼν Βοιωτέ, σὺ μέν ποτε πολλάκις ὕδωρ εὐεπὲς ἐκ πηγέων ἔβλυσας Ἡσιόδῳ· νῦν δ’ ἡμῖν ἔθ’ ὁ κοῦρος ὁμώνυμος Αὔσονα Βάκχον οἰνοχοεῖ κρήνης ἐξ ἀμεριμνοτέρης. | |
5 | βουλοίμην δ’ ἂν ἔγωγε πιεῖν παρὰ τοῦδε κύπελλον ἓν μόνον ἢ παρὰ σεῦ χίλια Πηγασίδος. | |
AG.11.25(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ὑπνώεις, ὠταῖρε· τὸ δὲ σκύφος αὐτὸ βοᾷ σε· „Ἔγρεο, μὴ τέρπου μοιριδίῃ μελέτῃ.“ μὴ φείσῃ, Διόδωρε· λάβρος δ’ εἰς Βάκχον ὀλισθὼν ἄχρις ἐπὶ σφαλεροῦ ζωροπότει γόνατος. | |
5 | ἔσσεθ’, ὅτ’ οὐ πιόμεσθα, πολὺς πολύς· ἀλλ’ ἄγ’ ἐπείγου· | |
ἡ συνετὴ κροτάφων ἅπτεται ἡμετέρων. | 556 in vol. 3 | |
AG.11.26(p1) | ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Σφάλλομαι ἀκρήτῳ μεμεθυσμένος· ἀλλὰ τίς ἆρα σώσει μ’ ἐκ Βρομίου γυῖα σαλευόμενον; ὡς ἄδικον θεὸν εὗρον, ὅθ’ εἵνεκεν αὐτὸς ἐγὼ σέ, Βάκχε, φέρων ὑπὸ σοῦ τἄμπαλι παρφέρομαι. | |
AG.11.27(p1) | ΜΑΚΗΔΟΝΙΟΥ | |
1 | Συρρέντου τρηχεῖα μυρίπνοε, χαῖρε, κονίη καὶ Πολλεντίνων γαῖα μελιχροτάτη Ἀστή θ’ ἡ τριπόθητος, ἀφ’ ἧς βρομιώδεα πηλὸν φύρησαν Βάκχῳ τριζυγέες Χάριτες, | |
5 | πλούτου καὶ πενίης κοινὸν κτέαρ, οἷς μὲν ἀνάγκης σκεῦος, τοῖς δὲ τρυφῆς χρῆσι περισσοτέρη. | |
AG.11.28(p1) | ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Πέντε θανὼν κείσῃ κατέχων πόδας, οὐδὲ τὰ τερπνὰ ζωῆς οὐδ’ αὐγὰς ὄψεαι ἠελίου· ὥστε λαβὼν Βάκχου ζωρὸν δέπας ἕλκε γεγηθώς, Κίγκιε, καλλίστην ἀγκὰς ἔχων ἄλοχον. | |
5 | εἰ δέ σοι ἀθανάτου σοφίης νόος, ἴσθι, Κλεάνθης καὶ Ζήνων Ἀίδην τὸν βαθὺν ὡς ἔμολον. | |
AG.11.29(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Πέμπε, κάλει· πάντ’ ἐστὶν ἕτοιμά σοι. ἢν δέ τις ἔλθῃ, τί πρήξεις; σαυτῷ δὸς λόγον, Αὐτόμεδον. αὕτη γὰρ λαχάνου σαθρωτέρη ἡ πρὶν ἀκαμπὴς ζῶσα νεκρὰ μηρῶν πᾶσα δέδυκεν ἔσω. | |
5 | πόλλ’ ἐπὶ σοὶ γελάσουσιν, ἀνάρμενος ἂν παραβάλλῃ | |
πλώειν τὴν κώπην μηκέτ’ ἔχων ἐρέτου. | 558 in vol. 3 | |
AG.11.30(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ὁ πρὶν ἐγὼ καὶ πέντε καὶ ἐννέα, νῦν, Ἀφροδίτη, ἓν μόλις ἐκ πρώτης νυκτὸς ἐς ἠέλιον· οἴμοι μοι, καὶ τοῦτο κατὰ βραχύ—πολλάκι δ’ ἤδη ἡμιθανές—θνῄσκει· τοῦτο τὸ τερμέριον. | |
5 | ὦ γῆρας, γῆρας, τί ποθ’ ὕστερον, ἢν ἀφίκηαι, ποιήσεις, ὅτε νῦν ὧδε μαραινόμεθα; | |
AG.11.31(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Οὔ μοι Πληιάδων φοβερὴ δύσις, οὐδὲ θαλάσσης ὠρῦον στυφελῷ κῦμα περὶ σκοπέλῳ, οὐδ’ ὅταν ἀστράπτῃ μέγας οὐρανός, ὡς κακὸν ἄνδρα ταρβέω καὶ μύθων μνήμονας ὑδροπότας. | |
AG.11.32(p1) | ΟΝΕΣΤΟΥ | |
1 | Μούσης νουθεσίην φιλοπαίγμονος εὕρετο Βάκχος, ὦ Σικυών, ἐν σοὶ κῶμον ἄγων Χαρίτων· δὴ γὰρ ἔλεγχον ἔχει γλυκερώτατον ἔν τε γέλωτι κέντρον· χὠ μεθύων ἀστὸν ἐσωφρόνισεν. | |
AG.11.33(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Λάθριον ἑρπηστὴν σκολιὸν πόδα, κισσέ, χορεύσας ἄγχεις τὴν Βρομίου βοτρυόπαιδα χάριν· δεσμεῖς δ’ οὐχ ἡμᾶς, ὀλέκεις δὲ σέ. τίς γὰρ ἕλοιτο | |
κισσὸν ἐπὶ κροτάφοις, μὴ κεράσας Βρόμιον; | 560 in vol. 3 | |
AG.11.34(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Λευκοΐνους πάλι δὴ καὶ ψάλματα καὶ πάλι Χίους οἴνους καὶ πάλι δὴ σμύρναν ἔχειν Συρίην καὶ πάλι κωμάζειν καὶ ἔχειν πάλι διψάδα πόρνην οὐκ ἐθέλω· μισῶ ταῦτα τὰ πρὸς μανίην. | |
5 | ἀλλά με ναρκίσσοις ἀναδήσατε καὶ πλαγιαύλων γεύσατε καὶ κροκίνοις χρίσατε γυῖα μύροις καὶ Μιτυληναίῳ τὸν πνεύμονα τέγξατε Βάκχῳ, καὶ συζεύξατέ μοι φωλάδα παρθενικήν. | |
AG.11.35(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κράμβην Ἀρτεμίδωρος, Ἀρίσταρχος δὲ τάριχον, βολβίσκους δ’ ἡμῖν δῶκεν Ἀθηναγόρας, ἡπάτιον Φιλόδημος, Ἀπολλοφάνης δὲ δύο μνᾶς χοιρείου, καὶ τρεῖς ἦσαν ἀπ’ ἐχθὲς ἔτι. | |
5 | ᾠὸν καὶ στεφάνους καὶ σάμβαλα καὶ μύρον ἡμῖν λάμβανε, παῖ· δεκάτης εὐθὺ θέλω παράγειν. | |
AG.11.36(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἡνίκα μὲν καλὸς ἦς, Ἀρχέστρατε, κἀμφὶ παρειαῖς οἰνωπαῖς ψυχὰς ἔφλεγες ἠιθέων, ἡμετέρης φιλίης οὐδεὶς λόγος· ἀλλὰ μετ’ ἄλλων παίζων τὴν ἀκμὴν ὡς ῥόδον ἠφάνισας. | |
5 | ὡς δ’ ἐπιπερκάζεις μιαρῇ τριχί, νῦν φίλον ἕλκων | |
τὴν καλάμην δωρῇ δοὺς ἑτέροις τὸ θέρος. | 562 in vol. 3 | |
AG.11.37(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἤδη τοι φθινόπωρον, Ἐπίκλεες, ἐκ δὲ Βοώτου ζώνης Ἀρκτούρου λαμπρὸν ὄρωρε σέλας· ἤδη καὶ σταφυλαὶ δρεπάνης ἐπιμιμνήσκονται, καί τις χειμερινὴν ἀμφερέφει καλύβην. | |
5 | σοὶ δ’ οὔτε χλαίνης θερμὴ κροκὺς οὔτε χιτῶνος ἔνδον· ἀποσκλήσῃ δ’ ἀστέρα μεμφόμενος. | |
AG.11.38(p1) | ΠΟΛΕΜΩΝΟΣ ΒΑΣΙΛΕΩΣ | |
1 | Ἡ πτωχῶν χαρίεσσα πανοπλίη, ἀρτολάγυνος αὕτη, καὶ δροσερῶν ἐκ πετάλων στέφανος, καὶ τοῦτο φθιμένοιο προάστιον ἱερὸν ὀστεῦν ἐγκεφάλου, ψυχῆς φρούριον ἀκρότατον. | |
5 | „Πῖνε,“ λέγει τὸ γλύμμα, „καὶ ἔσθιε καὶ περίκεισο ἄνθεα· τοιοῦτοι γινόμεθ’ ἐξαπίνης.“ | |
AG.11.39(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Ἐχθές μοι συνέπινε γυνή, περὶ ἧς λόγος ἔρρει οὐχ ὑγιής. παῖδες, θραύσατε τὰς κύλικας. | |
AG.11.40(p1) | ΑΝΤΙΣΤΙΟΥ | |
1 | Εὐμένεος Κλεόδημος ἔτι βραχύς, ἀλλὰ χορεύει σὺν παισὶν βαιῷ μικρὸς ἔτ’ ἐν θιάσῳ· ἠνίδε, καὶ στικτοῖο δορὴν ἐζώσατο νεβροῦ καὶ σείει ξανθῆς κισσὸν ὑπὲρ κεφαλῆς. | |
5 | ὦνα σύ μιν Καδμεῖε τίθει μέγαν, ὡς ἂν ὁ μύστης | |
ὁ βραχὺς ἡβήτας αὖθις ἄγοι θιάσους. | 564 in vol. 3 | |
AG.11.41(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες, ἤδη μοι βιότου σχιζόμεναι σελίδες· ἤδη καὶ λευκαί με κατασπείρουσιν ἔθειραι, Ξανθίππη, συνετῆς ἄγγελοι ἡλικίης. | |
5 | ἀλλ’ ἔτι μοι ψαλμός τε λάλος κῶμοί τε μέλονται, καὶ πῦρ ἀπλήστῳ τύφετ’ ἐνὶ κραδίῃ. αὐτὴν ἀλλὰ τάχιστα κορωνίδα γράψατε, Μοῦσαι, ταύτην ἡμετέρης, δεσπότιδες, μανίης. | |
AG.11.42(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Εἰ καί σοι ἑδραῖος ἀεὶ βίος οὐδὲ θάλασσαν ἔπλως χερσαίας τ’ οὐκ ἐπάτησας ὁδούς, ἔμπης Κεκροπίης ἐπιβήμεναι, ὄφρ’ ἂν ἐκείνας Δήμητρος μεγάλης νύκτας ἴδῃς ἱερῶν, | |
5 | τῶν ἄπο κἀν ζωοῖσιν ἀκηδέα, κεὖτ’ ἂν ἵκηαι ἐς πλεόνων, ἕξεις θυμὸν ἐλαφρότερον. | |
AG.11.43(p1) | ΖΩΝΑ | |
1 | Δός μοι τοὐκ γαίης πεπονημένον ἁδὺ κύπελλον, ἇς γενόμην καὶ ὑφ’ ᾇ κείσομ’ ἀποφθίμενος. | |
AG.11.44(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Αὔριον εἰς λιτήν σε καλιάδα, φίλτατε Πείσων, ἐξ ἐνάτης ἕλκει μουσοφιλὴς ἕταρος εἰκάδα δειπνίζων ἐνιαύσιον· εἰ δ’ ἀπολείψῃς | |
οὔθατα καὶ Βρομίου χιογενῆ πρόποσιν, | 566 in vol. 3 | |
5 | ἀλλ’ ἑτάρους ὄψει παναληθέας, ἀλλ’ ἐπακούσῃ Φαιήκων γαίης πουλὺ μελιχρότερα· ἢν δέ ποτε στρέψῃς καὶ ἐς ἡμέας ὄμματα, Πείσων, ἄξομεν ἐκ λιτῆς εἰκάδα πιοτέρην. | |
AG.11.45(p1) | ΟΝΕΣΤΟΥ | |
1 | Αὐτοθελὴς ἥδιστος ἀεὶ πότος· ὃς δέ κ’ ἀνάγκῃ, ὑβριστὴς οἴνῳ τ’ ἐστὶ καὶ οἰνοπότῃ· τὸν μὲν γὰρ γαίῃ προχέει κρύφα, τὸν δ’ ὑπὸ γαίῃ πολλάκι πρὸς Λήθης ἤγαγε πικρὸν ὕδωρ. | |
5 | πουλυμεθεῖς, χαίροιτε· τὸ δ’ ὁππόσον ἡδὺ ποθῆναι μέτρον ἐμοὶ πάσης ἄρκιον εὐφροσύνης. | |
AG.11.46(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ ΚΥΖΙΚΗΝΟΥ | |
1 | Ἄνθρωποι δείλης, ὅτε πίνομεν· ἢν δὲ γένηται ὄρθρος, ἐπ’ ἀλλήλους θῆρες ἐγειρόμεθα. | |
AG.11.47(p1) | [ΑΝΑΚΡΕΟΝΤΟΣ] | |
1 | Οὔ μοι μέλει τὰ Γύγεω, τοῦ Σαρδίων ἄνακτος, οὔθ’ αἱρέει με χρυσός, οὐ δὲ φθονῶ τυράννοις· | |
5 | ἐμοὶ μέλει μύροισι καταβρέχειν ὑπήνην· ἐμοὶ μέλει ῥόδοισι καταστέφειν κάρηνα. τὸ σήμερον μέλει μοι· | |
10 | τὸ δ’ αὔριον τίς οἶδεν; | 568 in vol. 3 |
AG.11.48(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Τὸν ἄργυρον τορεύσας, Ἥφαιστέ, μοι ποίησον πανοπλίαν μὲν οὐχί, ποτήριον δὲ κοῖλον, | |
5 | ὅσον δύνῃ, βάθυνον. ποίει δέ μοι κατ’ αὐτοῦ μηδ’ ἄστρα μηδ’ ἁμάξας, μὴ στυγνὸν Ὠρίωνα, ἀλλ’ ἀμπέλους χλοώσας | |
10 | καὶ βότρυας γελῶντας σὺν τῷ καλῷ Λυαίῳ. | |
AG.11.49(p1) | ΕΥΗΝΟΥ | |
1 | Βάκχου μέτρον ἄριστον, ὃ μὴ πολὺ μηδ’ ἐλάχιστον· ἔστι γὰρ ἢ λύπης αἴτιος ἢ μανίης. χαίρει κιρνάμενος δὲ τρισὶν Νύμφαισι τέταρτος· τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος· | |
5 | εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν Ἔρωτας, βαπτίζει δ’ ὕπνῳ, γείτονι τοῦ θανάτου. | |
AG.11.50(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Εὐδαίμων πρῶτον μὲν ὁ μηδενὶ μηδὲν ὀφείλων, εἶτα δ’ ὁ μὴ γήμας, τὸ τρίτον ὅστις ἄπαις. ἢν δὲ μανεὶς γήμῃ τις, ἔχει χάριν, ἢν κατορύξῃ εὐθὺς τὴν γαμετὴν προῖκα λαβὼν μεγάλην. | |
5 | ταῦτ’ εἰδὼς σοφὸς ἴσθι· μάτην δ’ Ἐπίκουρον ἔασον | |
ποῦ τὸ κενὸν ζητεῖν καὶ τίνες αἱ μονάδες. | 570 in vol. 3 | |
AG.11.51(p1) | ΑΔΗΛΟΝ | |
1 | Τῆς ὥρας ἀπόλαυε· παρακμάζει ταχὺ πάντα· ἓν θέρος ἐξ ἐρίφου τρηχὺν ἔθηκε τράγον. | |
AG.11.52(p1) | ΑΔΗΛΟΝ | |
1 | Παιδείῳ, Θρασύβουλε, σαγηνευθεὶς ὑπ’ ἔρωτι ἀσθμαίνεις, δελφὶς ὥς τις ἐπ’ αἰγιαλοῦ κύματος ἱμείρων· δρέπανον δέ σοι οὐδὲ τὸ Περσέως ἀρκεῖ ἀποτμῆξαι δίκτυον, ᾧ δέδεσαι. | |
AG.11.53(p1) | ΑΔΗΛΟΝ | |
1 | Τὸ ῥόδον ἀκμάζει βαιὸν χρόνον· ἢν δὲ παρέλθῃ, ζητῶν εὑρήσεις οὐ ῥόδον, ἀλλὰ βάτον. | |
AG.11.54(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Γηραλέον με γυναῖκες ἀποσκώπτουσι, λέγουσαι εἰς τὸ κάτοπτρον ὁρᾶν λείψανον ἡλικίης. ἀλλ’ ἐγὼ εἰ λευκὰς φορέω τρίχας εἴτε μελαίνας, οὐκ ἀλέγω βιότου πρὸς τέλος ἐρχόμενος. | |
5 | εὐόδμοις δὲ μύροισι καὶ εὐπετάλοις στεφάνοισι καὶ Βρομίῳ παύω φροντίδας ἀργαλέας. | |
AG.11.55(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δὸς πιέειν, ἵνα Βάκχος ἀποσκεδάσειε μερίμνας | |
ἂψ ἀναθερμαίνων ψυχομένην κραδίην. | 572 in vol. 3 | |
AG.11.56(p1) | ΑΔΗΛΟΝ | |
1 | Πῖνε καὶ εὐφραίνου. τί γὰρ αὔριον ἢ τί τὸ μέλλον, οὐδεὶς γινώσκει. μὴ τρέχε, μὴ κοπία· ὡς δύνασαι, χάρισαι, μετάδος, φάγε, θνητὰ λογίζου· τὸ ζῆν τοῦ μὴ ζῆν οὐδὲν ὅλως ἀπέχει. | |
5 | πᾶς ὁ βίος τοιόσδε, ῥοπὴ μόνον· ἂν προλάβῃς, σοῦ, ἂν δὲ θάνῃς, ἑτέρου πάντα, σὺ δ’ οὐδὲν ἔχεις. | |
AG.11.57(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχῳ Οἰνοπίων, ἔμπης δ’ οὐκ ἀπέθηκε δέπας· ἀλλ’ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρὶ ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ· | |
5 | οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ’ ἀπ’ ἀριθμοῦ τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας. πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ’ ἄρα θεῖος Ὅμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη. | |
AG.11.58(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Ἤθελον οὐ χρυσόν τε καὶ ἄστεα μυρία γαίης οὐδ’, ὅσα τὰς Θήβας εἶπεν Ὅμηρος ἔχειν· ἀλλ’ ἵνα μοι τροχόεσσα κύλιξ βλύσσειε Λυαίῳ χείλεος ἀενάῳ νάματι λουομένου, | |
5 | καὶ γεραρῶν συνέπινε λάλος χορός, οἱ δὲ περισσοὶ ἀνέρες ἐργατίναι κάμνον ἐφ’ ἡμερίσιν. οὗτος ἐμοὶ πολὺς ὄλβος, ἀεὶ φίλος· οὐδ’ ἀλεγίζω | |
τῶν χρυσέων ὑπάτων τὴν φιάλην κατέχων. | 574 in vol. 3 | |
AG.11.59(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Χανδοπόται, βασιλῆος ἀεθλητῆρες Ἰάκχου, ἔργα κυπελλομάχου στήσομεν εἰλαπίνης, Ἰκαρίου σπένδοντες ἀφειδέα δῶρα Λυαίου· ἄλλοισιν μελέτω Τριπτολέμοιο γέρα, | |
5 | ᾗχι βόες καὶ ἄροτρα καὶ ἱστοβοεὺς καὶ ἐχέτλη καὶ στάχυς, ἁρπαμένης ἴχνια Φερσεφόνης. εἴ ποτε δὲ στομάτεσσι βαλεῖν τινα βρῶσιν ἀνάγκη, ἀσταφὶς οἰνοπόταις ἄρκιος ἡ Βρομίου. | |
AG.11.60(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Σπείσομεν οἰνοποτῆρες ἐγερσιγέλωτι Λυαίῳ, ὤσομεν ἀνδροφόνον φροντίδα ταῖς φιάλαις. σιτοδόκῳ δ’ ἄγραυλος ἀνὴρ βαρύμοχθος ἰάλλοι γαστρὶ μελαμπέπλου μητέρα Φερσεφόνης· | |
5 | ταυροφόνων δ’ ἀμέγαρτα καὶ αἱμαλέα κρέα δόρπων θηρσὶ καὶ οἰωνοῖς λείψομεν ὠμοβόροις· ὀστέα δ’ αὖ νεπόδων ταμεσίχροα χείλεσι φωτῶν εἰξάτω, οἷς Ἀίδης φίλτερος ἠελίου· ἡμῖν δ’ ὀλβιόδωρον ἀεὶ μέθυ καὶ βόσις ἔστω | |
10 | καὶ ποτόν· ἀμβροσίην δ’ ἄλλος ἔχειν ἐθέλοι. | |
AG.11.61(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Χθιζὸν ἐμοὶ νοσέοντι παρίστατο δήιος ἀνὴρ ἰητρὸς δεπάων νέκταρ ἀπειπάμενος· εἶπε δ’ ὕδωρ πίνειν, ἀνεμώλιος, οὐδ’ ἐδιδάχθη, | |
ὅττι μένος μερόπων οἶνον Ὅμηρος ἔφη. | 576 in vol. 3 | |
AG.11.62(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Πᾶσι θανεῖν μερόπεσσιν ὀφείλεται, οὐδέ τις ἐστίν, αὔριον εἰ ζήσει, θνητὸς ἐπιστάμενος. τοῦτο σαφῶς, ἄνθρωπε, μαθὼν εὔφραινε σεαυτόν, λήθην τοῦ θανάτου τὸν Βρόμιον κατέχων. | |
5 | τέρπεο καὶ Παφίῃ τὸν ἐφημέριον βίον ἕλκων· τἆλλα δὲ πάντα Τύχῃ πράγματα δὸς διέπειν. | |
AG.11.63(p1) | ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Ἀνέρες, οἷσι μέμηλεν ἀπήμονος ὄργια Βάκχου, ἐλπίσιν ἡμερίδων ῥίψατε τὴν πενίην. αὐτὰρ ἐμοὶ κρητὴρ μὲν ἔοι δέπας, ἄγχι δὲ ληνὸς ἀντὶ πίθου, λιπαρῆς ἔνδιον εὐφροσύνης. | |
5 | αὐτίκα δ’ ἡμετέροιο πιὼν κρητῆρα Λυαίου παισὶ Καναστραίοις μάρναμαι, ἢν ἐθέλῃς. οὐ τρομέω δὲ θάλασσαν ἀμείλιχον, οὐδὲ κεραυνούς, πιστὸν ἀταρβήτου θάρσος ἔχων Βρομίου. | |
AG.11.64(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν. ἤδη δ’ ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοι κισσύβια γλυκερῶν νήχεθ’ ὑπὲρ ῥοθίων, | |
5 | οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη θερμῶν Νηιάδων οὐ μάλα δευόμενοι. ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθη μαρμαρυγῇς κάλλους νᾶμα κατηγλάισεν. πάντων δ’ ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων | |
10 | ἦεν, ὃς οὐ Βάκχῳ δάμνατο καὶ Παφίῃ. τλήμονες, ἀλλ’ ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν, | |
τῆς δ’ ἄρ’ ὑπ’ ἐλπωρῇ μοῦνον ἐπαιζόμεθα. | 578 in vol. 3 | |
AG.11.65(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Λιμοῦ καὶ γραίης χαλεπὴ κρίσις· ἀργαλέον μὲν πεινῆν, ἡ κοίτη δ’ ἔστ’ ὀδυνηροτέρα. πεινῶν εὔχετο γραῦν, κοιμώμενος εὔχετο λιμὸν Φίλλις· ἴδ’ ἀκλήρου παιδὸς ἀνωμαλίην. | |
AG.11.66(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Κἢν τείνῃς ῥακόεντα πολυτμήτοιο παρειῆς χρῶτα καὶ ἀβλεφάρους ὦπας ἐπανθρακίσῃς, καὶ λευκὴν βάψῃς μέλανι τρίχα καὶ πυρίφλεκτα βοστρύχια κροτάφοις οὖλα περικρεμάσῃς, | |
5 | οὐδὲν ταῦτα, γελοῖα, καὶ ἢν ἔτι πλείονα ῥέξῃς ... | |
AG.11.67(p1) | ΜΥΡΙΝΟΥ | |
1 | ῏Υ τετρηκόσι’ ἐστίν· ἔχεις δὲ σὺ τοὺς ἐνιαυτοὺς δὶς τόσσους, τρυφερὴ Λαῒ κορωνεκάβη, Σισύφου ὦ μάμμη καὶ Δευκαλίωνος ἀδελφή. βάπτε δὲ τὰς λευκὰς καὶ λέγε πᾶσι „τατᾶ“. | |
AG.11.68(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὰς τρίχας, ὦ Νίκυλλα, τινὲς βάπτειν σε λέγουσιν, ἃς σὺ μελαινοτάτας ἐξ ἀγορᾶς ἐπρίω. | |
AG.11.69(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὰς πολιὰς βάψασα Θεμιστονόη τρικόρωνος | |
γίνεται ἐξαπίνης οὐ νέα, ἀλλὰ Ῥέα. | 580 in vol. 3 | |
AG.11.70(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Γρῆυν ἔγημε Φιλῖνος, ὅτ’ ἦν νέος· ἡνίκα πρέσβυς, δωδεκέτιν· Παφίῃ δ’ ὥριος οὐδέποτε. τοιγὰρ ἄπαις διέμεινέ ποτε σπείρων ἐς ἄκαρπα, νῦν δ’ ἑτέροις γήμας ἀμφοτέρων στέρεται. | |
AG.11.71(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Ἤκμασε Νικονόη· κἀγὼ λέγω· ἤκμασε δ’ αὐτή, ἡνίκα Δευκαλίων ἄπλετον εἶδεν ὕδωρ. ταῦτα μὲν οὖν ἡμεῖς οὐκ οἴδαμεν, ἀλλ’ ὅτι ταύτην οὐκ ἄνδρα ζητεῖν νῦν ἔδει, ἀλλὰ τάφον. | |
AG.11.72(p1) | ΒΑΣΣΟΥ ΣΜΥΡΝΑΙΟΥ | |
1 | Ἡ πολιὴ κροτάφοισι Κυτώταρις, ἡ πολύμυθος γραῖα, δι’ ἣν Νέστωρ οὐκέτι πρεσβύτατος, ἡ φάος ἀθρήσας’ ἐλάφου πλέον, ἡ χερὶ λαιῇ γῆρας ἀριθμεῖσθαι δεύτερον ἀρξαμένη, | |
5 | ζώει καὶ λεύσσουσα καὶ ἀρτίπος οἷά τε νύμφη, ὥστε με διστάζειν, μή τι πέπονθ’ Ἀίδης. | |
AG.11.73(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Γραῖα καλή. τί γάρ; οἶσθας, ὅτ’ ἦν νέα· ἀλλὰ τότ’ ᾔτει, νῦν δ’ ἐθέλει δοῦναι μισθὸν ἐλαυνομένη. εὑρήσεις τεχνῖτιν· ὅταν δὲ πίῃ, τότε μᾶλλον, εἰς ὃ θέλεις, αὐτὴν εὐεπίτακτον ἔχεις. | |
5 | πίνει γὰρ καὶ τρεῖς καὶ τέσσαρας, ἢν ἐθελήσῃς, ξέστας, κἀκ τούτου γίνετ’ ἄνω τὰ κάτω· κολλᾶται, κνίζει, παθικεύεται· ἤν τι διδῷ τις, | |
λαμβάνει· ἢν μὴ δῷ, μισθὸν ἔχει τὸ πάθος. | 582 in vol. 3 | |
AG.11.74(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὴν δύσκωφον γραῖαν, Ὀνήσιμε, πρὸς Διὸς ἔξω ἔκβαλε· πολλὰ λίην πράγματά μοι παρέχει. ἢν αὐτῇ τυροὺς ἁπαλοὺς εἴπωμεν ἐνέγκαι, οὐ τυρούς, πυροὺς δ’ ἔρχετ’ ἔχουσα νέους. | |
5 | πρῴην τὴν κεφαλὴν ἐπόνουν καὶ πήγανον αὐτὴν ᾔτουν· ἡ δ’ ἔφερεν τήγανον ὀστράκινον. ἂν ὀπὸν αἰτήσω, δοκὸν εἰσφέρει· ἂν „Λάχανόν μοι“ εἴπω „δὸσ“ πεινῶν, εὐθὺ φέρει λάσανον· ὄξος ἐὰν αἰτῶ, τόξον φέρει· ἂν δέ γε τόξον, | |
10 | ὄξος· ὅλως δ’ ὃ λέγω, οὔποτ’ ἐπαισθάνεται. αἰσχρὸν τῆς γραός με χάριν κήρυκα γενέσθαι καὶ μελετᾶν ἔξω νυκτὸς ἐγειρόμενον. | |
AG.11.75(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Οὗτος ὁ νῦν τοιοῦτος Ὀλυμπικὸς εἶχε, Σεβαστέ, ῥῖνα, γένειον, ὀφρῦν, ὠτάρια, βλέφαρα· εἶτ’ ἀπογραψάμενος πύκτης ἀπολώλεκε πάντα, ὥστ’ ἐκ τῶν πατρικῶν μηδὲ λαβεῖν τὸ μέρος· | |
5 | εἰκόνιον γὰρ ἀδελφὸς ἔχων προενήνοχεν αὐτοῦ, καὶ κέκριτ’ ἀλλότριος μηδὲν ὅμοιον ἔχων. | |
AG.11.76(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ῥύγχος ἔχων τοιοῦτον, Ὀλυμπικέ, μήτ’ ἐπὶ κρήνην ἔλθῃς, μήτ’ ἐνόρα πρός τι διαυγὲς ὕδωρ. καὶ σὺ γὰρ ὡς Νάρκισσος ἰδὼν τὸ πρόσωπον ἐναργὲς | |
τεθνήξῃ μισῶν σαυτὸν ἕως θανάτου. | 584 in vol. 3 | |
AG.11.77(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰκοσέτους σωθέντος Ὀδυσσέος εἰς τὰ πατρῷα ἔγνω τὴν μορφὴν Ἄργος ἰδὼν ὁ κύων· ἀλλὰ σὺ πυκτεύσας, Στρατοφῶν, ἐπὶ τέσσαρας ὥρας οὐ κυσὶν ἄγνωστος, τῇ δὲ πόλει γέγονας. | |
5 | ἢν ἐθέλῃς τὸ πρόσωπον ἰδεῖν ἐς ἔσοπτρον ἑαυτοῦ, „Οὐκ εἰμὶ Στρατοφῶν,“ αὐτὸς ἐρεῖς ὀμόσας. | |
AG.11.78(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κόσκινον ἡ κεφαλή σου, Ἀπολλόφανες, γεγένηται ἢ τῶν σητοκόπων βυβλαρίων τὰ κάτω· ὄντως μυρμήκων τρυπήματα λοξὰ καὶ ὀρθά, γράμματα τῶν λυρικῶν Λύδια καὶ Φρύγια. | |
5 | πλὴν ἀφόβως πύκτευε· καὶ ἢν τρωθῇς γὰρ ἄνωθεν, ταῦθ’, ὅς’ ἔχεις, ἕξεις· πλείονα δ’ οὐ δύνασαι. | |
AG.11.79(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πύκτης ὢν κατέλυσε Κλεόμβροτος· εἶτα γαμήσας ἔνδον ἔχει πληγῶν Ἴσθμια καὶ Νέμεα, γραῦν μαχίμην τύπτουσαν Ὀλύμπια καὶ τὰ παρ’ αὐτῷ μᾶλλον ἰδεῖν φρίσσων ἤ ποτε τὸ στάδιον. | |
5 | ἂν γὰρ ἀναπνεύσῃ, δέρεται τὰς παντὸς ἀγῶνος πληγάς, ὡς ἀποδῷ· κἂν ἀποδῷ, δέρεται. | |
AG.11.80(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οἱ συναγωνισταὶ τὸν πυγμάχον ἐνθάδ’ ἔθηκαν | |
Ἆπιν· οὐδένα γὰρ πώποτ’ ἐτραυμάτισεν. | 586 in vol. 3 | |
AG.11.81(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πᾶσαν, ὅσαν Ἕλληνες ἀγωνοθετοῦσιν ἅμιλλαν πυγμῆς, Ἀνδρόλεως πᾶσαν ἀγωνισάμαν· ἔσχον δ’ ἐν Πίσῃ μὲν ἓν ὠτίον, ἐν δὲ Πλαταιαῖς ἓν βλέφαρον· Πυθοῖ δ’ ἄπνοος ἐκφέρομαι· | |
5 | Δαμοτέλης δ’ ὁ πατὴρ καρύσσετο σὺν πολιήταις ἆραί με σταδίων ἢ νεκρὸν ἢ κολοβόν. | |
AG.11.82(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Πέντε μετ’ ἄλλων Χάρμος ἐν Ἀρκαδίᾳ δολιχεύων, θαῦμα μέν, ἀλλ’ ὄντως ἕβδομος ἐξέπεσεν. „Ἓξ ὄντων,“ τάχ’ ἐρεῖς, „πῶς ἕβδομος;“ εἷς φίλος αὐτοῦ „Θάρσει, Χάρμε,“ λέγων ἦλθεν ἐν ἱματίῳ. | |
5 | ἕβδομος οὖν οὕτω παραγίνεται· εἰ δ’ ἔτι πέντε εἶχε φίλους, ἦλθ’ ἄν, Ζωίλε, δωδέκατος. | |
AG.11.83(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὸν σταδιῆ πρῴην Ἐρασίστρατον ἡ μεγάλη γῆ πάντων σειομένων οὐκ ἐσάλευσε μόνον. | |
AG.11.84(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὔτε τάχιον ἐμοῦ τις ἐν ἀντιπάλοισιν ἔπιπτεν οὔτε βράδιον ὅλως ἔδραμε τὸ στάδιον· δίσκῳ μὲν γὰρ ὅλως οὐδ’ ἤγγισα, τοὺς δὲ πόδας μου ἐξᾶραι πηδῶν ἴσχυον οὐδέποτε· | |
5 | κυλλὸς δ’ ἠκόντιζεν ἀμείνονα· πέντε δ’ ἀπ’ ἄθλων | |
πρῶτος ἐκηρύχθην πεντετριαζόμενος. | 588 in vol. 3 | |
AG.11.85(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Νύκτα μέσην ἐποίησε τρέχων ποτὲ Μάρκος ὁπλίτης, ὥστ’ ἀποκλεισθῆναι πάντοθε τὸ στάδιον. οἱ γὰρ δημόσιοι κεῖσθαί τινα πάντες ἔδοξαν ὁπλίτην τιμῆς εἵνεκα τῶν λιθίνων. | |
5 | καὶ τί γάρ; εἰς ὥρας ἠνοίγετο· καὶ τότε Μάρκος ἦλθε προσελλείπων τῷ σταδίῳ στάδιον. | |
AG.11.86(p1) | ΑΔΗΛΟΝ | |
1 | Τὸ στάδιον Περικλῆς εἴτ’ ἔδραμεν εἴτ’ ἐκάθητο, οὐδεὶς οἶδεν ὅλως· δαιμόνιος βραδυτής. ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασι, καὶ στεφανοῦτο ἄλλος, καὶ Περικλῆς δάκτυλον οὐ προέβη. | |
AG.11.87(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τιμόμαχον τὸν μακρὸν ὁ πεντόργυιος ἐχώρει οἶκος ὑπὲρ γαίης πάντοτε κεκλιμένον· στῆναι δ’ εἴ ποτ’ ἔχρῃζεν, ἔδει τοὺς παῖδας ἀπ’ ὄρθρου τὴν ὀροφὴν τρῆσαι πέντ’ ἐπὶ πέντε πόδας. | |
AG.11.88(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὴν μικρὴν παίζουσαν Ἐρώτιον ἥρπασε κώνωψ· | |
ἡ δὲ „Τί,“ φησί, „πάθω; Ζεῦ πάτερ, ἦ μ’ ἐθέλεις;“ | 590 in vol. 3 | |
AG.11.89(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὁ βραχὺς Ἑρμογένης, ὅταν ἐκβάλῃ εἰς τὸ χαμαί τι, ἕλκει πρὸς τὰ κάτω τοῦτο δορυδρεπάνῳ. | |
AG.11.90(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῷ πατρὶ θυμωθείς, Διονύσιε, Μάρκος ὁ μικρὸς πυρῆνα στήσας αὑτὸν ἀπηγχόνισεν. | |
AG.11.91(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐν καλάμῳ πήξας ἀθέρα Στρατόνικος ὁ λεπτὸς καὶ τριχὸς ἐκδήσας αὑτὸν ἀπηγχόνισεν· καὶ τί γάρ; οὐχὶ κάτω βρῖσεν βαρύς· ἀλλ’ ὑπὲρ αὐτῶν νηνεμίας οὔσης νεκρὸς ἄνω πέταται. | |
AG.11.92(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γάιος ἐκπνεύσας τὸ πανύστατον ἐχθὲς ὁ λεπτὸς εἰς τὴν ἐκκομιδὴν οὐδὲν ἀφῆκεν ὅλως· καὶ πέρας εἰς Ἀίδην καταβὰς ὅλος, οἷος ὅτ’ ἔζη, τῶν ὑπὸ γῆν σκελετῶν λεπτότατος πέταται. | |
5 | τὴν δὲ κενὴν κλίνην οἱ φράτορες ἦραν ἐπ’ ὤμων ἐγγράψαντες ἄνω· „Γάιος ἐκφέρεται.“ | |
AG.11.93(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῶν Ἐπικουρείων ἀτόμων ποτὲ Μάρκος ὁ λεπτὸς | |
τῇ κεφαλῇ τρήσας εἰς τὸ μέσον διέβη. | 592 in vol. 3 | |
AG.11.94(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σαλπίζων ἔπνευσεν ὅσον βραχὺ Μάρκος ὁ λεπτὸς καὶ κατὰ τῆς κεφαλῆς ὀρθὸς ἀπῆλθε κάτω. | |
AG.11.95(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν μικρὸν Μάκρωνα θέρους κοιμώμενον εὑρὼν εἰς τρώγλην μικροῦ τοῦ ποδὸς εἵλκυσε μῦς· ὃς δ’ ἐν τῇ τρώγλῃ ψιλὸς τὸν μῦν ἀποπνίξας· „Ζεῦ πάτερ,“ εἶπεν, „ἔχεις δεύτερον Ἡρακλέα.“ | |
AG.11.96(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Ἀρκάδας οὐχ οὕτω Στυμφαλίδες, ὡς ἐμὲ κίχλαι αἱ νέκυες ξηροῖς ἤκαχον ὀσταρίοις, Ἅρπυιαι, δραχμῆς ξηρὴ δεκάς. ὦ ἐλεειναὶ λειμώνων ἐτύμως, ἔρρετε, νυκτερίδες. | |
AG.11.97(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Τῷ Στρατονικείῳ πόλιν ἄλλην οἰκοδομεῖτε, ἢ τούτοις ἄλλην οἰκοδομεῖτε πόλιν. | |
AG.11.98(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἔστω μητρόπολις πρῶτον πόλις, εἶτα λεγέσθω | |
μητρόπολις· μὴ νῦν, ἡνίκα μηδὲ πόλις. | 594 in vol. 3 | |
AG.11.99(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὸν λεπτὸν φυσῶντα τὸ πῦρ Πρόκλον ἦρεν ὁ καπνός, καὶ διὰ τῶν θυρίδων ἔνθεν ἀπῆλθεν ἔχων. ἀλλὰ μόλις νεφέλῃ προσενήξατο καὶ δι’ ἐκείνης προσκατέβη τρωθεὶς μυρία ταῖς ἀτόμοις. | |
AG.11.100(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὕτω κουφότατος πέλε Γάιος, ὥστ’ ἐκολύμβα τοῦ ποδὸς ἐκκρεμάσας ἢ λίθον ἢ μόλιβον. | |
AG.11.101(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ῥιπίζων ἐν ὕπνοις Δημήτριος Ἀρτεμιδώραν τὴν λεπτὴν ἐκ τοῦ δώματος ἐξέβαλεν. | |
AG.11.102(p1) | ΑΜΜΙΑΝΟΥ, οἱ δὲ ΝΙΚΑΡΧΟΥ | |
1 | Ἐξαίρων ποτ’ ἄκανθαν ὁ λεπτακινὸς Διόδωρος αὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην. | |
AG.11.103(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ἐξ ἀτόμων Ἐπίκουρος ὅλον τὸν κόσμον ἔγραψεν εἶναι τοῦτο δοκῶν, Ἄλκιμε, λεπτότατον. εἰ δὲ τότ’ ἦν Διόφαντος, ἔγραψεν ἂν ἐκ Διοφάντου τοῦ καὶ τῶν ἀτόμων πουλύ τι λεπτοτέρου | |
5 | ἢ τὰ μὲν ἄλλ’ ἔγραψε συνεστάναι ἐξ ἀτόμων ἄν, | |
ἐκ τούτου δ’ αὐτάς, Ἄλκιμε, τὰς ἀτόμους. | 596 in vol. 3 | |
AG.11.104(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἱππεύων μύρμηκι Μενέστρατος ὡς ἐλέφαντι δύσμορος ἐξαπίνης ὕπτιος ἐξετάθη, λακτισθεὶς δ’, ὡς εἶχε τὸ καίριον· „Ὦ φθόνε,“ φησίν, „οὕτως ἱππεύων ὤλετο καὶ Φαέθων.“ | |
AG.11.105(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν μέγαν ἐζήτουν Εὐμήκιον· ὃς δ’ ἐκάθευδεν μικρῷ ὑπ’ ὀξυβάφῳ τὰς χέρας ἐκτανύσας. | |
AG.11.106(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀρθεὶς ἐξ αὔρης λεπτῆς ἐποτᾶτο δι’ αἴθρης Χαιρήμων ἀχύρου πολλὸν ἐλαφρότερος· καὶ τάχ’ ἂν ἐρροίζητο δι’ αἰθέρος, εἰ μὴ ἀράχνῃ τοὺς πόδας ἐμπλεχθεὶς ὕπτιος ἐκρέματο. | |
5 | αὐτοῦ δὴ νύκτας τε καὶ ἤματα πέντε κρεμασθεὶς ἑκταῖος κατέβη νήματι τῆς ἀράχνης. | |
AG.11.107(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Αἰγείρου φύλλῳ πεφορημένῳ ἐξ ἀνέμοιο πληγεὶς Χαιρήμων ὕπτιος ἐξετάθη. κεῖται δ’ ἢ Τιτυῷ ἐναλίγκιος ἢ πάλι κάμπῃ | |
ἁπλώσας κατὰ γῆς σῶμα τὸ καννάβινον. | 598 in vol. 3 | |
AG.11.108(p1) | ΑΔΗΛΟΝ | |
1 | Κόνων δίπηχυς, ἡ γυνὴ δὲ τεσσάρων· ἐν τῇ κλίνῃ δὲ τῶν ποδῶν ἰσουμένων σκόπει, Κόνωνος ποῦ τὸ χεῖλος ἔρχεται. | |
AG.11.109 | Οὐδ’ ἐπικύψαι ἔχει Δημήτριος οὐδὲν ὁ μικρός· ἔρριπται δὲ χαμαὶ πάντοτ’ ἐπαιρόμενος. | |
AG.11.110(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Τρεῖς λεπτοὶ πρῴην περὶ λεπτοσύνης ἐμάχοντο, τίς προκριθεὶς εἴη λεπτεπιλεπτότερος. ὧν ὁ μὲν εἷς, Ἕρμων, μεγάλην ἐνεδείξατο τέχνην καὶ διέδυ ῥαφίδος τρῆμα λίνον κατέχων· | |
5 | Δημᾶς δ’ ἐκ τρώγλης βαίνων ἐς ἀράχνιον ἔστη, ἡ δ’ ἀράχνη νήθους’ αὐτὸν ἀπεκρέμασεν. Σωσίπατρος δ’ ἐβόησεν· „Ἐμὲ στεφανώσατ’· ἐγὼ γὰρ εἰ βλέπομ’, ἥττημαι· πνεῦμα γάρ εἰμι μόνον.“ | |
AG.11.111(p1) | 〈ΛΟΥΚΙΛΛΙΟΥ〉 | |
1 | Βουλόμενός ποθ’ ὁ λεπτὸς ἀπάγξασθαι Διόφαντος, | |
νῆμα λαβὼν ἀράχνης αὑτὸν ἀπηγχόνισεν. | 600 in vol. 3 | |
AG.11.112(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρίν ς’ ἐναλείψασθαι, Δημόστρατε, „Χαῖρ’, ἱερὸν φῶς,“ εἰπέ, τάλας· οὕτως εὔσκοπός ἐστι Δίων. οὐ μόνον ἐξετύφλωσεν Ὀλυμπικόν, ἀλλὰ δὴ αὐτοῦ εἰκόνος, ἧς εἶχεν, τὰ βλέφαρ’ ἐξέβαλεν. | |
AG.11.113(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοῦ λιθίνου Διὸς ἐχθὲς ὁ κλινικὸς ἥψατο Μάρκος· καὶ λίθος ὢν καὶ Ζεύς, σήμερον ἐκφέρεται. | |
AG.11.114(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἑρμογένην τὸν ἰατρὸν ὁ ἀστρολόγος Διόφαντος εἶπε μόνους ζωῆς ἐννέα μῆνας ἔχειν. κἀκεῖνος γελάσας „Τί μὲν ὁ Κρόνος ἐννέα μηνῶν“ φησὶ „λέγει, σὺ νόει· τἀμὰ δὲ σύντομά σοι.“ | |
5 | εἶπε καὶ ἐκτείνας μόνον ἥψατο, καὶ Διόφαντος, ἄλλον ἀπελπίζων αὐτὸς ἀπησκάρισεν. | |
AG.11.115(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤν τιν’ ἔχῃς ἐχθρόν, Διονύσιε μὴ καταράσῃ τὴν Ἶσιν τούτῳ μηδὲ τὸν Ἁρποκράτην, μηδ’ εἴ τις τυφλοὺς ποιεῖ θεός, ἀλλὰ Σίμωνα, | |
καὶ γνώσῃ, τί θεὸς καὶ τί Σίμων δύναται. | 602 in vol. 3 | |
AG.11.116(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰς Ἄϊδος κατέπεμψε πάλαι ποτέ, δέσποτα Καῖσαρ, ὡς λόγος, Εὐρυσθεὺς τὸν μέγαν Ἡρακλέα· νῦν δ’ ἐμὲ Μηνοφάνης ὁ κλινικός· ὥστε λεγέσθω κλινικὸς Εὐρυσθεύς, μηκέτι Μηνοφάνης. | |
AG.11.117(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Ἰητρὸς Καπίτων Χρύσην ἐνέχρισεν ὁρῶντα ὀκτὼ μὲν μακρὸν πύργον ἀπὸ σταδίων, ἄνδρα δ’ ἀπὸ σταδίου, διὰ δώδεκα δ’ ὄρτυγα πηχῶν, φθεῖρα δ’ ἀπὸ σπιθαμῶν καὶ δύο δερκόμενον. | |
5 | νῦν δ’ ἀπὸ μὲν σταδίου πόλιν οὐ βλέπει, ἐκ δὲ διπλέθρου καιόμενον κατιδεῖν τὸν φάρον οὐ δύναται· ἵππον ἀπὸ σπιθαμῆς δὲ μόλις βλέπει, ἀντὶ δὲ τοῦ πρὶν ὄρτυγος οὐδὲ μέγαν στρουθὸν ἰδεῖν δύναται. ἂν δὲ προσεγχρίσας αὐτὸν φθάσῃ, οὐδ’ ἐλέφαντα | |
10 | οὐκέτι μήποτ’ ἴδῃ πλησίον ἑσταότα. | |
AG.11.118(p1) | 〈ΚΑΛΛΙΚΤΗΡΟΣ〉 | |
1 | Οὔτ’ ἔκλυσεν Φείδων μ’ οὔθ’ ἥψατο, ἀλλὰ πυρέξας ἐμνήσθην αὐτοῦ τοὔνομα κἀπέθανον. | |
AG.11.119(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἰητρὸς τὴν γραῦν εἴτ’ ἔκλυσεν εἴτ’ ἀπέπνιξεν, οὐδεὶς γινώσκει· δαιμόνιον τὸ τάχος. ὁ ψόφος ἦν κλυστῆρος ἐν οὔασι, καὶ στεφανοῦτο | |
ἡ σορός, οἱ δ’ ἄλλοι τὸν φακὸν ηὐτρέπισαν. | 604 in vol. 3 | |
AG.11.120(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὀρθῶσαι τὸν κυρτὸν ὑποσχόμενος Διόδωρον Σωκλῆς τετραπέδους τρεῖς ἐπέθηκε λίθους τοῦ κυρτοῦ στιβαροὺς ἐπὶ τὴν ῥάχιν· ἀλλὰ πιεσθεὶς τέθνηκεν, γέγονεν δ’ ὀρθότερος κανόνος. | |
AG.11.121(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Χειρουργῶν ἔσφαξεν Ἀκεστορίδην Ἀγέλαος· „Ζῶν γὰρ χωλεύειν,“ φησίν, „ἔμελλε τάλας.“ | |
AG.11.122(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πέντ’ ἰητρὸς Ἄλεξις ἅμ’ ἔκλυσε, πέντ’ ἐκάθηρε, πέντ’ ἴδεν ἀρρώστους, πέντ’ ἐνέχρισε πάλιν· καὶ πᾶσιν μία νύξ, ἓν φάρμακον, εἷς σοροπηγός, εἷς τάφος, εἷς Ἀίδης, εἷς κοπετὸς γέγονεν. | |
AG.11.123(p1) | ΗΔΥΛΟΥ | |
1 | Ἆγις Ἀρισταγόρην οὔτ’ ἔκλυσεν οὔτ’ ἔθιγ’ αὐτοῦ· ἀλλ’ ὅσον εἰσῆλθεν, κᾤχετ’ Ἀρισταγόρης. ποῦ τοίην ἀκόνιτος ἔχει φύσιν; ὦ σοροπηγοί, | |
Ἆγιν καὶ μίτραις βάλλετε καὶ στεφάνοις. | 606 in vol. 3 | |
AG.11.124(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Ξεῖνε, τί μὰν πεύθῃ; —„Τίνες ἐν χθονὶ τοῖσδ’ ὑπὸ τύμβοις;“ — Οὓς γλυκεροῦ φέγγους Ζώπυρος ἐστέρισεν, Δᾶμις, Ἀριστοτέλης, Δημήτριος, Ἀρκεσίλαος, Σώστρατος οἵ τ’ ὀπίσω μέχρι Παραιτονίου. | |
5 | κηρύκιον γὰρ ἔχων ξύλινον καὶ πλαστὰ πέδιλα ὡς Ἑρμῆς κατάγει τοὺς θεραπευομένους. | |
AG.11.125(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἰητρὸς Κρατέας καὶ Δάμων ἐνταφιαστὴς κοινὴν ἀλλήλοις θέντο συνωμοσίην. καί ῥ’ ὁ μὲν οὓς κλέπτεσκεν ἀπ’ ἐνταφίων τελαμῶνας, εἰς ἐπιδεσμεύειν πέμπε φίλῳ Κρατέᾳ· | |
5 | τὸν δ’ ἀπαμειβόμενος Κρατέας εἰς ἐνταφιάζειν πέμπεν ὅλους αὐτῷ τοὺς θεραπευομένους. | |
AG.11.126(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὐ μήλῃ, τριόδοντι δ’ ἐνήλειψέν με Χαρῖνος σπόγγον ἔχων κοινὸν τῶν γραφικῶν πινάκων· τὴν μήλην δ’ ἕλκων ἐξέσπασε τὸ βλέφαρόν μου ῥιζόθεν, ἡ μήλη δ’ ἔνδον ἔμεινεν ὅλη. | |
5 | ἂν δὲ δὶς ἐγχρίσῃ με, πονῶν πάλιν οὐκ ἐνοχλήσω ὀφθαλμοὺς αὐτῷ. πῶς γὰρ ὁ μηκέτ’ ἔχων; | |
AG.11.127(p1) | ΠΟΛΛΙΑΝΟΥ | |
1 | Εἰσὶ καὶ ἐν Μούσῃσιν Ἐρινύες, αἵ σε ποιοῦσιν ποιητήν, ἀνθ’ ὧν πολλὰ γράφεις ἀκρίτως. τοίνυν, σοῦ δέομαι, γράφε πλείονα· μείζονα γάρ σοι | |
εὔξασθαι ταύτης οὐ δύναμαι μανίαν. | 608 in vol. 3 | |
AG.11.128(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ μὴ χαίρω, Φλῶρε, γενοίμην δάκτυλος ἢ ποὺς εἷς τῶν σῶν τούτων τῶν κατατεινομένων. χαίρω, νὴ τὸν κλῆρον, ὃν εὐκλήρησας ἐν ἄθλοις ὡς περὶ χοιρείας τοῦ στεφάνου μερίδος. | |
5 | τοιγὰρ θάρσει, Φλῶρε, καὶ εὔθυμος πάλι γίνου· οὕτω νικῆσαι καὶ δόλιχον δύνασαι. | |
AG.11.129(p1) | ΚΕΡΕΑΛΙΟΥ | |
1 | Ποιητὴς ἐλθὼν εἰς Ἴσθμια πρὸς τὸν ἀγῶνα, εὑρὼν ποιητὰς εἶπε παρίσθμι’ ἔχειν. μέλλει δ’ ἐξορμᾶν εἰς Πύθια· κἂν πάλιν εὕρῃ, εἰπεῖν οὐ δύναται· „Καὶ παραπύθι’ ἔχω.“ | |
AG.11.130(p1) | ΠΩΛΛΙΑΝΟΥ | |
1 | Τοὺς κυκλίους τούτους τοὺς „αὐτὰρ ἔπειτα“ λέγοντας μισῶ, λωποδύτας ἀλλοτρίων ἐπέων. καὶ διὰ τοῦτ’ ἐλέγοις προσέχω πλέον· οὐδὲν ἔχω γὰρ Παρθενίου κλέπτειν ἢ πάλι Καλλιμάχου. | |
5 | „θηρὶ μὲν οὐατόεντι“ γενοίμην, εἴ ποτε γράψω, εἴκελος, „ἐκ ποταμῶν χλωρὰ χελιδόνια.“ οἱ δ’ οὕτως τὸν Ὅμηρον ἀναιδῶς λωποδυτοῦσιν, | |
ὥστε γράφειν ἤδη „μῆνιν ἄειδε, θεά.“ | 610 in vol. 3 | |
AG.11.131(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Οὔτ’ ἐπὶ Δευκαλίωνος ὕδωρ, ὅτε πάντ’ ἐγενήθη, οὔθ’ ὁ καταπρήσας τοὺς ἐπὶ γῆς Φαέθων ἀνθρώπους ἔκτεινεν, ὅσους Ποτάμων ὁ ποιητὴς καὶ χειρουργήσας ὤλεσεν Ἑρμογένης. | |
5 | ὥστ’ ἐξ αἰῶνος κακὰ τέσσαρα ταῦτ’ ἐγενήθη, Δευκαλίων, Φαέθων, Ἑρμογένης, Ποτάμων. | |
AG.11.132(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μισῶ, δέσποτα Καῖσαρ, ὅσοις νέος οὐδέποτ’ οὐδεὶς ἤρεσε, κἂν εἴπῃ, „μῆνιν ἄειδε, θεά,“ ἀλλ’ ἢν μὴ Πριάμου τις ἔχῃ χρόνον ἡμιφάλακρος ἢ καὶ κυρτὸς ἄγαν, οὐ δύνατ’ ἄλφα γράφειν. | |
5 | εἰ δ’ ὄντως οὕτως τοῦτ’ ἔστ’ ἔχον, ὦ ὕπατε Ζεῦ, εἰς τοὺς κηλήτας ἔρχεται ἡ σοφία. | |
AG.11.133(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τέθνηκ’ Εὐτυχίδης ὁ μελογράφος. οἱ κατὰ γαῖαν, φεύγετ’· ἔχων ᾠδὰς ἔρχεται Εὐτυχίδης· καὶ κιθάρας αὑτῷ διετάξατο συγκατακαῦσαι δώδεκα καὶ κίστας εἰκοσιπέντε νόμων. | |
5 | νῦν ὑμῖν ὁ Χάρων ἐπελήλυθε. ποῦ τις ἀπέλθῃ λοιπόν, ἐπεὶ χᾄδην Εὐτυχίδης κατέχει; | |
AG.11.134(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀρχόμεθ’, Ἡλιόδωρε; ποιήματα παίζομεν οὕτω ταῦτα πρὸς ἀλλήλους; Ἡλιόδωρε, θέλεις; „Ἆσσον ἴθ’, ὥς κεν θᾶσσον ὀλέθρου ...“ καὶ γὰρ ἔμ’ ὄψει | |
μακροφλυαρητὴν Ἡλιοδωρότερον. | 612 in vol. 3 | |
AG.11.135(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μηκέτι, μηκέτι, Μάρκε, τὸ παιδίον, ἀλλ’ ἐμὲ κόπτου τὸν πολὺ τοῦ παρὰ σοὶ νεκρότερον τεκνίου. εἰς ἐμὲ νῦν ἐλέγους ποίει πάλιν, εἰς ἐμὲ θρήνους, δήμιε, τὸν στιχίνῳ σφαζόμενον θανάτῳ. | |
5 | τοῦ σοῦ γὰρ πάσχω νεκροῦ χάριν, οἷα πάθοιεν οἱ καταδείξαντες βιβλία καὶ καλάμους. | |
AG.11.136(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐχ οὕτω κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν ἄνθρωποι διὰ τὰς ἐξαπίνης ἐνέδρας, οἷον ἀκήρυκτον, Καλλίστρατε, καὶ σὺ προσελθὼν ποιεῖς μοι φονικῶν ἑξαμέτρων πόλεμον. | |
5 | σάλπιγξον ταχέως ἀνακλητικόν· εἰς ἀνοχὰς γὰρ καὶ Πρίαμος κλαύσας ἡμερίων ἔτυχεν. | |
AG.11.137(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὠμοβοείου μοι παραθεὶς τόμον, Ἡλιόδωρε, καὶ τρία μοι κεράσας ὠμοβοειότερα εὐθὺ κατακλύζεις ἐπιγράμμασιν. εἰ δ’ ἀσεβήσας βεβρώκειν τινὰ βοῦν τῶν ἀπὸ Τρινακρίας, | |
5 | βούλομ’ ἅπαξ πρὸς κῦμα χανεῖν· εἰ δ’ ἐστὶ τὸ κῦμα ἔνθε μακράν, ἄρας εἰς τὸ φρέαρ με βάλε. | |
AG.11.138(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ἂν τοῦ γραμματικοῦ μνησθῶ μόνον Ἡλιοδώρου, | |
εὐθὺ σολοικίζον τὸ στόμα μου δέδεται. | 614 in vol. 3 | |
AG.11.139(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γραμματικὸν Ζηνωνὶς ἔχει πώγωνα Μένανδρον, τὸν δ’ υἱὸν τούτῳ φησὶ συνεστακέναι. τὰς νύκτας δ’ αὐτῇ μελετῶν οὐ παύεται οὗτος πτώσεις, συνδέσμους, σχήματα, συζυγίας. | |
AG.11.140(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τούτοις τοῖς παρὰ δεῖπνον ἀοιδομάχοις λογολέσχαις, τοῖς ἀπ’ Ἀριστάρχου γραμματολικριφίσιν, οἷς οὐ σκῶμμα λέγειν, οὐ πεῖν φίλον, ἀλλ’ ἀνάκεινται νηπυτιευόμενοι Νέστορι καὶ Πριάμῳ, | |
5 | μή με βάλῃς κατὰ λέξιν „ἕλωρ καὶ κύρμα γενέσθαι“· σήμερον οὐ δειπνῶ „μῆνιν ἄειδε, θεά.“ | |
AG.11.141(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Χοιρίδιον καὶ βοῦν ἀπολώλεκα καὶ μίαν αἶγα, ὧν χάριν εἴληφας μισθάριον, Μενέκλεις· οὔτε δέ μοι κοινόν τι πρὸς Ὀθρυάδαν γεγένηται, οὔτ’ ἀπάγω κλέπτας τοὺς ἀπὸ Θερμοπυλῶν· | |
5 | ἀλλὰ πρὸς Εὐτυχίδην ἔχομεν κρίσιν· ὥστε τί ποιεῖ ἐνθάδε μοι Ξέρξης καὶ Λακεδαιμόνιοι; πλὴν κἀμοῦ μνήσθητι νόμου χάριν, ἢ μέγα κράξω· | |
„Ἄλλα λέγει Μενεκλῆς, ἄλλα τὸ χοιρίδιον.“ | 616 in vol. 3 | |
AG.11.142(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | „Πολλοῦ δεῖ“ καὶ „σφὶν“ καὶ τρὶς παρ’ ἕκαστα „δικασταὶ ἄνδρεσ“ καὶ „λέγε δὴ τὸν νόμον ἐνθάδε μοι“ καὶ „ταυτὶ“ καὶ „μῶν“ καὶ „τετταράκοντα“ καὶ „ἄττα“ σκεψάμενος καί τοι „νὴ Δία“ καὶ „μὰ Δία“ | |
5 | ῥήτωρ ἐστὶ Κρίτων καὶ παιδία πολλὰ διδάσκει· προσθήσει δ’ αὐτοῖς „γρῦ,“ „φαθὶ“ καὶ „μὶν“ ἔτι. | |
AG.11.143(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ δέχεται Μάρκον τὸν ῥήτορα νεκρὸν ὁ Πλούτων εἰπών· „Ἀρκείτω Κέρβερος ὧδε κύων. εἰ δ’ ἐθέλεις πάντως, Ἰξίονι καὶ Μελίτωνι τῷ μελοποιητῇ, καὶ Τιτυῷ μελέτα. | |
5 | οὐδὲν γὰρ σοῦ χεῖρον ἔχω κακόν, ἄχρις ἂν ἐλθὼν ὧδε σολοικίζῃ Ῥοῦφος ὁ γραμματικός.“ | |
AG.11.144(p1) | ΚΕΡΕΑΛΙΟΥ | |
1 | Οὐ τὸ λέγειν παράσημα καὶ Ἀττικὰ ῥήματα πέντε εὐζήλως ἐστὶν καὶ φρονίμως μελετᾶν· οὐδὲ γὰρ εἰ „κάρκαιρε“ καὶ εἰ „κοναβεῖ“ τό τε „σίζει“ καὶ „κελάρυζε“ λέγεις, εὐθὺς Ὅμηρος ἔσῃ. | |
5 | νοῦν ὑποκεῖσθαι δεῖ τοῖς γράμμασι καὶ φράσιν αὐτῶν εἶναι κοινοτέραν, ὥστε νοεῖν, ἃ λέγεις. | |
AG.11.145(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἰκὼν ἡ Σέξστου μελετᾷ, Σέξστος δὲ σιωπᾷ· | |
εἰκὼν ἦν ῥήτωρ, ὁ δὲ ῥήτωρ εἰκόνος εἰκών. | 618 in vol. 3 | |
AG.11.146(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Ἑπτὰ σολοικισμοὺς Φλάκκῳ τῷ ῥήτορι δῶρον πέμψας ἀντέλαβον πεντάκι διακοσίους· καὶ „Νῦν μέν,“ φησίν, „τούτους ἀριθμῷ σοι ἔπεμψα, τοῦ λοιποῦ δὲ μέτρῳ πρὸς Κύπρον ἐρχόμενος.“ | |
AG.11.147(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ῥήτωρ ἐξαπίνης Ἀσιατικός· οὐδὲν ἄπιστον· καὶ τοῦτ’ ἐν Θήβαις νῦν γέγονεν τὸ τέρας. | |
AG.11.148(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Μηδὲ λαλῶν πρῴην ἐσολοίκισε Φλάκκος ὁ ῥήτωρ καὶ μέλλων χαίνειν εὐθὺς ἐβαρβάρισεν καὶ τῇ χειρὶ τὰ λοιπὰ σολοικίζει διανεύων· κἀγὼ δ’ αὐτὸν ἰδὼν—τὸ στόμα μου δέδεται. | |
AG.11.149(p1) | ΑΔΗΛΟΝ | |
1 | Αὐτὸν ὁρῶ σέ, Μέδον, τὸν ῥήτορα. φεῦ, τί τὸ θαῦμα; στειλάμενος σιγᾶς· οὐδὲν ὁμοιότερον. | |
AG.11.150(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | „Ἀρκαδικὸν πῖλον κατ’ ἐνύπνιον Ἀρκάδι δῶρον Ἑρμείῃ ῥήτωρ θῆκεν Ἀθηναγόρας.“ εἰ μὲν καὶ ῥήτωρ κατ’ ἐνύπνιον, οἴσομεν Ἑρμῇ· | |
εἰ δ’ ὕπαρ, ἀρκείτω· „Θῆκεν Ἀθηναγόρας.“ | 620 in vol. 3 | |
AG.11.151(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ῥήτορος ἅδ’ εἰκών, ὁ δὲ ῥήτωρ εἰκόνος εἰκών. καὶ πῶς; οὐ λαλέει· οὐδὲν ὁμοιότερον. | |
AG.11.152(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Εἰ βούλει τὸν παῖδα διδάξαι ῥήτορα, Παῦλε, ὡς οὗτοι πάντες, γράμματα μὴ μαθέτω. | |
AG.11.153(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Εἶναι μὲν κυνικόν σε, Μενέστρατε, κἀνυπόδητον καὶ ῥιγοῦν οὐδεὶς ἀντιλέγει καθόλου· ἂν δὲ παραρπάξῃς ἄρτους καὶ κλάσματ’ ἀναιδῶς, κἀγὼ ῥάβδον ἔχω, καὶ σὲ λέγουσι κύνα. | |
AG.11.154(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πᾶς, ὃς ἂν ᾖ πτωχὸς καὶ ἀγράμματος, οὐκέτ’ ἀλήθει ὡς τὸ πρὶν οὐδ’ αἴρει φορτία μισθαρίου· ἀλλὰ τρέφει πώγωνα καὶ ἐκ τριόδου ξύλον ἄρας τῆς ἀρετῆς εἶναι φησὶν ὁ πρωτοκύων. | |
5 | Ἑρμοδότου τόδε δόγμα τὸ πάνσοφον· εἴ τις ἀχαλκεῖ, μηκέτι πεινάτω θεὶς τὸ χιτωνάριον. | |
AG.11.155(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὗτος ὁ τῆς ἀρετῆς ἀδάμας βαρύς, οὗτος ὁ πάντῃ πᾶσιν ἐπιπλήσσων, οὗτος ὁ ῥιγομάχος καὶ πώγωνα τρέφων ἑάλω. τί γάρ; ἀπρεπὲς εἰπεῖν· | |
ἀλλ’ ἑάλω ποιῶν ἔργα κακοστομάτων. | 622 in vol. 3 | |
AG.11.156(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Οἴει τὸν πώγωνα φρενῶν ποιητικὸν εἶναι καὶ διὰ τοῦτο τρέφεις, φίλτατε, μυιοσόβην. κεῖρον ἐμοὶ πεισθεὶς ταχέως· οὗτος γὰρ ὁ πώγων φθειρῶν ποιητής, οὐχὶ φρενῶν γέγονεν. | |
AG.11.157(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | „Ὠγαθὲ“ καὶ „μῶν οὖν“ καὶ „ποῖ δὴ καὶ πόθεν, ὦ τᾶν“ καὶ „θαμὰ“ καὶ „φέρε δὴ“ καὶ „κομιδῆ“ καὶ „ἴθι“ καὶ στόλιον, μάλιον, πωγώνιον, ὤμιον ἔξω· ἐκ τούτων ἡ νῦν εὐδοκιμεῖ σοφία. | |
AG.11.158(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Αἰάζει πήρη τε καὶ Ἡράκλειον ἄριστον βριθὺ Σινωπίτου Διογένευς ῥόπαλον καὶ τὸ χύδην ῥυπόεντι πίνῳ πεπαλαγμένον ἔσθος διπλάδιον, κρυερῶν ἀντίπαλον νιφάδων, | |
5 | ὅττι τεοῖς ὤμοισι μιαίνεται· ἦ γὰρ ὁ μέν που οὐράνιος, σὺ δ’ ἔφυς οὑν σποδιῇσι κύων. ἀλλὰ μέθες, μέθες ὅπλα τὰ μὴ σέθεν· ἄλλο λεόντων, ἄλλο γενειητῶν ἔργον ὄρωρε τράγων. | |
AG.11.159(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τῷ πατρί μου τὸν ἀδελφὸν οἱ ἀστρολόγοι μακρόγηρων πάντες ἐμαντεύσανθ’ ὡς ἀφ’ ἑνὸς στόματος· ἀλλ’ Ἑρμοκλείδης αὐτὸν μόνος εἶπε πρόμοιρον, | |
εἶπε δ’, ὅτ’ αὐτὸν ἔσω νεκρὸν ἐκοπτόμεθα. | 624 in vol. 3 | |
AG.11.160(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πάντες, ὅσοι τὸν Ἄρην καὶ τὸν Κρόνον ὡροθετοῦσιν, ἄξιοί εἰσι τυχεῖν πάντες ἑνὸς τυπάνου. ὄψομαι οὐ μακρὰν αὐτοὺς τυχὸν εἰδότας ὄντως, καὶ τί ποεῖ ταῦρος καὶ τί λέων δύναται. | |
AG.11.161(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθεν ὁ πύκτης, εἰ μέλλει γηρᾶν βουλόμενος προμαθεῖν. κἀκεῖνος· „Ναί,“ φησίν, „ἐὰν ἤδη καταλύσῃς· ἂν δέ γε πυκτεύῃς, ὡροθετεῖ σε Κρόνος.“ | |
AG.11.162(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Εἰς Ῥόδον εἰ πλεύσει, τις Ὀλυμπικὸν ἦλθεν ἐρωτῶν τὸν μάντιν, καὶ πῶς πλεύσεται ἀσφαλέως. χὠ μάντις· „Πρῶτον μέν,“ ἔφη, „καινὴν ἔχε τὴν ναῦν, καὶ μὴ χειμῶνος, τοῦ δὲ θέρους ἀνάγου. | |
5 | τοῦτο γὰρ ἂν ποιῇς, ἥξεις κἀκεῖσε καὶ ὧδε, ἂν μὴ πειρατὴς ἐν πελάγει σε λάβῃ.“ | |
AG.11.163(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθ’ ὁ παλαιστὴς καὶ πένταθλος Ὕλας καὶ σταδιεὺς Μενεκλῆς, τίς μέλλει νικᾶν αὐτῶν τὸν ἀγῶνα θέλοντες γνῶναι. κἀκεῖνος τοῖς ἱεροῖς ἐνιδών· | |
5 | „Πάντες,“ ἔφη, „νικᾶτε, μόνον μή τις σὲ παρέλθῃ | |
καὶ σὲ καταστρέψῃ καὶ σὲ παρατροχάσῃ.“ | 626 in vol. 3 | |
AG.11.164(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἶπεν ἐληλυθέναι τὸ πεπρωμένον αὐτὸς ἑαυτοῦ τὴν γένεσιν διαθεὶς Αὖλος ὁ ἀστρολόγος καὶ ζήσειν ὥρας ἔτι τέσσαρας· ὡς δὲ παρῆλθεν εἰς πέμπτην καὶ ζῆν εἰδότα μηδὲν ἔδει, | |
5 | αἰσχυνθεὶς Πετόσιριν ἀπήγξατο· καὶ μετέωρος θνῄσκει μέν, θνῄσκει δ’ οὐδὲν ἐπιστάμενος. | |
AG.11.165(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ γλήχωνι Κρίτων ὁ φιλάργυρος, ἀλλὰ διχάλκῳ αὑτὸν ἀποσφραίνει θλιβομένου στομάχου. | |
AG.11.166(p1) | ΑΔΗΛΟΝ | |
1 | Πλουτεῖν φασί σε πάντες, ἐγὼ δέ σέ φημι πένεσθαι· χρῆσις γὰρ πλούτου μάρτυς, Ἀπολλόφανες. ἂν μετέχῃς αὐτῶν σύ, σὰ γίνεται· ἂν δὲ φυλάττῃς κληρονόμοις, ἀπὸ νῦν γίνεται ἀλλότρια. | |
AG.11.167(p1) | ΠΩΛΛΙΑΝΟΥ | |
1 | Χαλκὸν ἔχων πῶς οὐδὲν ἔχεις, μάθε· πάντα δανείζεις· | |
οὕτως οὐδὲν ἔχεις αὐτός, ἵν’ ἄλλος ἔχῃ. | 628 in vol. 3 | |
AG.11.168(p1) | ΑΝΤΙΦΑΝΟΥΣ | |
1 | Ψηφίζεις, κακόδαιμον· ὁ δὲ χρόνος ὡς τόκον οὕτω καὶ πολιὸν τίκτει γῆρας ἐπερχόμενος· κοὔτε πιὼν οὔτ’ ἄνθος ἐπὶ κροτάφοις ἀναδήσας, οὐ μύρον, οὐ γλαφυρὸν γνούς ποτ’ ἐρωμένιον | |
5 | τεθνήξῃ πλουτοῦσαν ἀφεὶς μεγάλην διαθήκην, ἐκ πολλῶν ὀβολὸν μοῦνον ἐνεγκάμενος. | |
AG.11.169(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Ἐχθὲς ἀπάγχεσθαι μέλλων Δείναρχος ὁ φείδων, Γλαῦκε, δι’ ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν· ἓξ χαλκῶν ἦν γὰρ τὸ σχοινίον· ἀλλ’ ἐδυσώνει εὔωνον ζητῶν ἄλλον ἴσως θάνατον. | |
5 | τοῦτο φιλαργυρίας δεινῆς ὅρος, ὅς γ’ ἀποθνῄσκων, Γλαῦκε, δι’ ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν. | |
AG.11.170(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δακρύει Φείδων ὁ φιλάργυρος, οὐχ ὅτι θνῄσκει, ἀλλ’ ὅτι πέντε μνῶν τὴν σορὸν ἐπρίατο. τοῦτ’ αὐτῷ χαρίσασθε καί, ὡς τόπος ἐστὶν ἐν αὐτῇ, | |
τῶν πολλῶν τεκνίων ἕν τι προσεμβάλετε. | 630 in vol. 3 | |
AG.11.171(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Θνῄσκων Ἑρμοκράτης ὁ φιλάργυρος ἐν διαθήκαις αὑτὸν τῶν ἰδίων ἔγραφε κληρονόμον. ψηφίζων δ’ ἀνέκειτο, πόσον δώσει διεγερθεὶς ἰητροῖς μισθοῦ καὶ τί νοσῶν δαπανᾷ· | |
5 | ὡς δ’ εὗρε πλείω δραχμὴν μίαν, ἢν διασωθῇ· „Λυσιτελεῖ θνῄσκειν,“ εἶπε καὶ ἐξετάθη. κεῖται δ’ οὐδὲν ἔχων ὀβολοῦ πλέον· οἱ δὲ τὰ κείνου [χρήματα κληρονόμοι ἥρπασαν ἀσπασίως]. | |
AG.11.172(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γεννηθὲν τέκνον κατεπόντισεν Αὖλος ὁ κνιπὸς ψηφίζων αὐτοῦ σῳζομένου δαπάνας. | |
AG.11.173(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Εἰ τὸ μὲν ἐκδεδάνεικας, ὃ δ’ ἄρτι δίδως, ὃ δὲ μέλλεις, οὐδέποτ’ εἶ τοῦ σοῦ κύριος ἀργυρίου. | |
AG.11.174(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσας Κύπριν ὅλην χρυσῆν ἐχθὲς ἔκλεψε Δίων· καὶ χερὶ προσκατέσυρεν ὁλοσφύρητον Ἄδωνιν καὶ τὸ παρεστηκὸς μικρὸν Ἐρωτάριον. | |
5 | αὐτοὶ νῦν ἐρέουσιν, ὅσοι ποτὲ φῶρες ἄριστοι· | |
„Οὐκέτι σοὶ χειρῶν εἰς ἔριν ἐρχόμεθα.“ | 632 in vol. 3 | |
AG.11.175(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν θεὸν αὐτὸν ἔκλεψεν, ὃν ὁρκίζεσθαι ἔμελλεν, Εὐτυχίδης εἰπών· „Οὐ δύναμαί ς’ ὀμόσαι.“ | |
AG.11.176(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν πτανὸν Ἑρμᾶν, τὸν θεῶν ὑπηρέταν, τὸν Ἀρκάδων ἄνακτα, τὸν βοηλάταν, ἑστῶτα τῶνδε γυμνασίων ἐπίσκοπον, ὁ νυκτικλέπτας Αὖλος εἶπε βαστάσας· | |
5 | „Πολλοὶ μαθηταὶ κρείσσονες διδασκάλων.“ | |
AG.11.177(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν τῶν κλεπτόντων μανύτορα Φοῖβον ἔκλεψεν Εὐτυχίδης εἰπών· „Μὴ πάνυ πολλὰ λάλει, σύγκρινον δὲ τέχνην τέχνῃ καὶ χείρεσι χρησμοὺς καὶ μάντιν κλέπτῃ καὶ θεὸν Εὐτυχίδῃ· | |
5 | τῶν δ’ ἀχαλινώτων στομάτων χάριν αὐτίκα πραθεὶς τοῖς ὠνησαμένοις πᾶν, ὃ θέλεις, με λέγε.“ | |
AG.11.178(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μή σε Περικλῆς ὁ κλέπτης αὐταῖς βουσὶ συνεξελάσῃ. | |
AG.11.179(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εἰ πόδας εἶχε Δίων οἵας χέρας, οὐκέτ’ ἂν Ἑρμῆς | |
πτηνὸς ἐν ἀνθρώποις, ἀλλὰ Δίων ἐκρίθη. | 634 in vol. 3 | |
AG.11.180(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Εἰδοὺς οὐ κρίνει Πολέμων, νώναις κατακρίνει· κἂν δῷς, κἂν μὴ δῷς, ἔστιν ἀεὶ Πολέμων. | |
AG.11.181(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤιδειμεν, Πολέμων, Ἀντώνιον ὄντα σε πάντες. ἐξαπίνης τρία σοι γράμματα πῶς ἔλιπεν; | |
AG.11.182(p1) | ΔΙΟΝΥΣΙΟΥ | |
1 | „Χοῖρι“ μέν, οὐκ „ἴδιον“ δέ με θύετε· καί με καλεῖτε „χοιρίδιον“ φανερῶς εἰδότες οὐκ „ἴδιον“. | |
AG.11.183(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὴν γένεσιν λυποῦντα μαθὼν Κρόνον Ἡλιόδωρος νύκτωρ ἐκ ναοῦ χρύσεον ἦρε Κρόνον· „Τίς πρῶτος κακοποιὸς ἐλήλυθε, πείρασον,“ εἰπών, „δέσποτα, καὶ γνώσῃ, τίς τίνος ἐστὶ Κρόνος· | |
5 | ὃς δ’ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει· εὑρών μοι τιμήν, πᾶν ἀνάτελλ’, ὃ θέλεις.“ | |
AG.11.184(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐκ τῶν Ἑσπερίδων τῶν τοῦ Διὸς ἦρε Μενίσκος ὡς τὸ πρὶν Ἡρακλέης χρύσεα μῆλα τρία. καὶ τί γάρ; ὡς ἑάλω, γέγονεν μέγα πᾶσι θέαμα | |
ὡς τὸ πρὶν Ἡρακλέης ζῶν κατακαιόμενος. | 636 in vol. 3 | |
AG.11.185(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ἑλλήνων ἀπέλυε πόλιν ποτέ, δέσποτα Καῖσαρ, εἰσελθὼν ᾆσαι Ναύπλιον Ἡγέλοχος. Ναύπλιος Ἑλλήνεσσιν ἀεὶ κακὸν ἢ μέγα κῦμα 〈νηυσὶν ἐπεμβάλλων〉 ἢ κιθαρῳδὸν ἔχων. | |
AG.11.186(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Νυκτικόραξ ᾄδει θανατηφόρον· ἀλλ’ ὅταν ᾄσῃ Δημόφιλος, θνῄσκει καὐτὸς ὁ νυκτικόραξ. | |
AG.11.187(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Σιμύλος ὁ ψάλτης τοὺς γείτονας ἔκτανε πάντας νυκτὸς ὅλης ψάλλων πλὴν ἑνὸς Ὠριγένους· κωφὸν γὰρ φύσις αὐτὸν ἐθήκατο· τοὔνεκεν αὐτῷ ζωὴν ἀντ’ ἀκοῆς δῶκε περισσοτέρην. | |
AG.11.188(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Νικήτης ᾄδων τῶν ᾠδῶν ἐστιν Ἀπόλλων· | |
ἂν δ’ ἰατρεύῃ, τῶν θεραπευομένων. | 638 in vol. 3 | |
AG.11.189(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Πέντ’ ὀβολῶν πέπρακεν Ἀπολλοφάνης ὁ τραγῳδὸς πέντε θεῶν σκευήν, Ἡρακλέους ῥόπαλον, Τισιφόνης τὰ φόβητρα, Ποσειδῶνος τριόδοντα, ὅπλον Ἀθηναίης, Ἀρτέμιδος φαρέτρην. | |
5 | „Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι“ ἐξεδύθησαν εἰς βραχὺ σιταρίου κέρμα καὶ οἰναρίου. | |
AG.11.190(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὸν δασὺν Ἑρμογένην ζητεῖ πόθεν ἄρξεθ’ ὁ κουρεὺς κείρειν τὴν κεφαλὴν ὄνθ’ ὅλον ὡς κεφαλήν. | |
AG.11.191(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | „Ἆρες, Ἄρες βροτολοιγέ, μιαιφόνε,“ παύεο, κουρεῦ, τέμνων· οὐ γὰρ ἔχεις οὐκέτι, ποῦ με τεμεῖς· ἀλλ’ ἤδη μεταβὰς ἐπὶ τοὺς μύας ἢ τὰ κάτωθεν τῶν γονάτων, οὕτω τέμνε με, καὶ παρέχω. | |
5 | νῦν μὲν γὰρ μυιῶν ὁ τόπος γέμει· ἢν δ’ ἐπιμείνῃς, ὄψει καὶ γυπῶν ἔθνεα καὶ κοράκων. | |
AG.11.192(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Μακροτέρῳ σταυρῷ σταυρούμενον ἄλλον ἑαυτοῦ | |
ὁ φθονερὸς Διοφῶν ἐγγὺς ἰδὼν ἐτάκη. | 640 in vol. 3 | |
AG.11.193(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὁ φθόνος ἐστὶ κάκιστος, ἔχει δέ τι καλὸν ἐν αὑτῷ· τήκει γὰρ φθονερῶν ὄμματα καὶ κραδίην. | |
AG.11.194(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Πανὶ φιλοσπήλυγγι καὶ οὐρεοφοιτάσι Νύμφαις καὶ Σατύροις ἱεραῖς τ’ ἔνδον Ἁμαδρυάσιν σὺν κυσὶ καὶ λόγχαις συοφόντισι Μάρκος 〈ὁ ἀγρεὺσ〉 μηδὲν ἑλὼν αὐτὸς τοὺς κύνας ἐκρέμασεν. | |
AG.11.195(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Γάλλον Ἀρισταγόρης ὠρχήσατο· τοὺς δὲ φιλόπλους Τημενίδας ὁ καμὼν πολλὰ διῆλθον ἐγώ. χὠ μὲν τιμηθεὶς ἀπεπέμπετο· τὴν δὲ τάλαιναν Ὑρνηθὼ κροτάλων εἷς ψόφος ἐξέβαλεν. | |
5 | εἰς πῦρ ἡρώων ἴτε πρήξιες· ἐν γὰρ ἀμούσοις καὶ κόρυδος κύκνου φθέγξετ’ ἀοιδότερον. | |
AG.11.196(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ῥύγχος ἔχουσα Βιτὼ τριπιθήκινον, οἷον ἰδοῦσαν τὴν Ἑκάτην αὑτὴν οἴομ’ ἀπαγχονίσαι· „Εἰμί,“ λέγει, „σώφρων, Λουκίλλιε, καὶ μονοκοιτῶ.“ αἰδεῖται γὰρ ἴσως „Παρθένος εἰμί“ λέγειν. | |
5 | εἰ δέ γέ τις μισεῖ με, κακὸν τοιοῦτο γαμήσας | |
τῆς αὐτῆς σχοίη τέκνα σαοφροσύνης. | 642 in vol. 3 | |
AG.11.197(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤθελε „δριμὺσ“ ἄγαν τὸ πρόσθ’ Ἱερώνυμος εἶναι· νῦν δὲ τὸ „δρῖ“ μὲν ἔχει, „λοσ“ δὲ τὸ „μὺσ“ γέγονεν. | |
AG.11.198(p1) | ΘΕΟΔΩΡΟΥ | |
1 | Ἑρμοκράτης τᾶς ῥινός· ἐπεὶ τὰν ῥῖνα λέγοντες Ἑρμοκράτους μικροῖς μακρὰ χαριζόμεθα. | |
AG.11.199(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἰχθῦν ὁ γρυπὸς Σωσίπτολις οὐκ ἀγοράζει, προῖκα δ’ ἔχει πολλὴν ἐξ ἁλὸς εὐβοσίην· οὐ λίνον, οὐ κάλαμον προσάγων, τῇ ῥινὶ δὲ προσθεὶς ἄγκιστρον σύρει πάντα τὰ νηχόμενα. | |
AG.11.200(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ζηνογένους οἶκος κατεκαίετο, πολλὰ δ’ ἐμόχθει ἐκ θυρίδος ζητῶν αὑτὸν ὑπεκχαλάσαι· ἴκρια συμπήξας οὐκ ἔφθανεν· ὀψὲ δ’ ἐπιγνούς, τὴν ῥῖν’ Ἀντιμάχου κλίμακα θεὶς ἔφυγεν. | |
AG.11.201(p1) | ΑΜΜΩΝΙΔΟΥ | |
1 | Ἀντιπάτραν γυμνὴν εἴ τις Πάρθοισιν ἔδειξεν, | |
ἔκτοθεν ἂν στηλῶν Ἡρακλέους ἔφυγον. | 644 in vol. 3 | |
AG.11.202(p1) | ΑΔΗΛΟΝ | |
1 | Τὴν γραῦν ἐκκομίσας φρονίμως πάνυ Μόσχος ἔγημε παρθένον· ἡ φερνὴ δ’ ἔνδον ἔμεινεν ὅλη. ἄξιον αἰνῆσαι Μόσχου φρένας, ὃς μόνος οἶδε, καὶ τίνα δεῖ κινεῖν καὶ τίνα κληρονομεῖν. | |
AG.11.203 | Ἡ ῥὶς Κάστορός ἐστιν, ὅταν σκάπτῃ τι, δίκελλα· σάλπιγξ δ’, ἂν ῥέγχῃ· τῇ δὲ τρύγῃ δρέπανον, ἐν πλοίοις ἄγκυρα, κατασπείροντι δ’ ἄροτρον, ἄγκιστρον ναύταις, ὀψοφάγοις κρεάγρα, | |
5 | ναυπηγοῖς σχένδυλα, γεωργοῖς δὲ πρασόκουρον, τέκτοσιν ἀξίνη, τοῖς δὲ πυλῶσι κόραξ. οὕτως εὐχρήστου σκεύους Κάστωρ τετύχηκε ῥῖνα φέρων πάσης ἄρμενον ἐργασίης. | |
AG.11.204(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ῥήτορα Μαῦρον ἰδὼν ἐτεθήπεα ῥυγχελέφαντα, χείλεσι λιτραίοις φθόγγον ἱέντα φόνον. | |
AG.11.205(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Οὐδὲν ἀφῆκεν ὅλως, Διονύσιε, λείψανον Αὔλῳ Εὐτυχίδης δειπνῶν, ἦρε δὲ πάντ’ ὀπίσω· καὶ νῦν Εὐτυχίδης μὲν ἔχει μέγα δεῖπνον ἐν οἴκῳ, | |
μὴ κληθεὶς δ’ Αὖλος ξηροφαγεῖ καθίσας. | 646 in vol. 3 | |
AG.11.206(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὕτω σοι πέψαι, Διονύσιε, ταῦτα γένοιτο πάντα· νόμου δὲ χάριν δός τι καὶ ὧδε φαγεῖν· κἀγὼ κέκλημαι, κἀμοὶ παρέθηκέ τι τούτων γεύσασθαι Πόπλιος, κἀμὸν ἔπεστι μέρος· | |
5 | εἰ μὴ λεπτὸν ἰδών με δοκεῖς κατακεῖσθαι ἄρωστον, εἶθ’ οὕτως τηρεῖς, μή σε λαθών τι φάγω. | |
AG.11.207(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καὶ τρώγεις, ὅσα πέντε λύκοι, Γάμε, καὶ τὰ περισσά, οὐ τὰ σά, τῶν δὲ πέριξ πάντα δίδως ὀπίσω. πλὴν μετὰ τοῦ κοφίνου τοῦ πρὸς πόδας αὔριον ἔρχου πρίσματα καὶ σπόγγον καὶ σάρον εὐθὺς ἔχων. | |
AG.11.208(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἦν βραδὺς Εὐτυχίδας σταδιοδρόμος, ἀλλ’ ἐπὶ δεῖπνον ἔτρεχεν, ὥστε λέγειν· „Εὐτυχίδας πέταται.“ | |
AG.11.209(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Κἂν μέχρις Ἡρακλέους στηλῶν ἔλθῃς παρορίζων, γῆς μέρος ἀνθρώποις πᾶσιν ἴσον σε μένει· κείσῃ δ’ Ἴρῳ ὅμοιος ἔχων ὀβολοῦ πλέον οὐδὲν | |
εἰς τὴν οὐκέτι σὴν γῆν ἀναλυόμενος. | 648 in vol. 3 | |
AG.11.210(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ἄνθρακα καὶ δάφνην παραβύεται ὁ στρατιώτης Αὖλος ἀποσφίγξας μήλινα λωμάτια· φρίσσει καὶ τὸ μάτην ἴδιον ξίφος· ἢν δέ ποτ’ εἴπῃς· „Ἔρχοντ’,“ ἐξαπίνης ὕπτιος ἐκτέταται. | |
5 | οὐδενὶ δ’ οὐ Πολέμωνι προσέρχεται, οὐ Στρατοκλείδῃ, ἀλλὰ φίλῳ χρῆται πάντοτε Λυσιμάχῳ. | |
AG.11.211(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γραπτὴν ἐν τοίχῳ Καλπούρνιος ὁ στρατιώτης, ὡς ἔθος ἐστίν, ἰδὼν τὴν ἐπὶ ναυσὶ μάχην, ἄσφυκτος καὶ χλωρὸς ὁ θούριος ἐξετανύσθη „Ζωγρεῖτε,“ κράξας, „Τρῶες ἀρηίφιλοι.“ | |
5 | καὶ μὴ τέτρωται, κατεμάνθανε καὶ μόλις ἔγνω ζῆν, ὅτε τοῖς τοίχοις ὡμολόγησε λύτρα. | |
AG.11.212(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | 〈Τεκνίον εὔμορφον, Διόδωρε, γράφειν ς’ ἐκέλευσα·〉 ἀλλὰ σύ μοι προφέρεις τεκνίον ἀλλότριον, τὴν προτομὴν αὐτῷ περιθεὶς κυνός, ὥστε με κλάειν, πῶς μοι Ζωπυρίων ἐξ Ἑκάβης γέγονεν. | |
5 | καὶ πέρας ἓξ δραχμῶν Ἐρασίστρατος ὁ κρεοπώλης ἐκ τῶν Ἰσείων υἱὸν Ἄνουβιν ἔχω. | |
AG.11.213(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Εἰκόνα Μηνοδότου γράψας Διόδωρος ἔθηκεν | |
πλὴν τοῦ Μηνοδότου πᾶσιν ὁμοιοτάτην. | 650 in vol. 3 | |
AG.11.214(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Γράψας Δευκαλίωνα, Μενέστρατε, καὶ Φαέθοντα ζητεῖς, τίς τούτων ἄξιός ἐστι τίνος. τοῖς ἰδίοις αὐτοὺς τιμήσομεν· ἄξιος ὄντως ἐστὶ πυρὸς Φαέθων, Δευκαλίων δ’ ὕδατος. | |
AG.11.215(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴκοσι γεννήσας ὁ ζωγράφος Εὔτυχος υἱοὺς οὐδ’ ἀπὸ τῶν τέκνων οὐδὲν ὅμοιον ἔχει. | |
AG.11.216(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὸν φιλόπαιδα Κράτιππον ἀκούσατε· θαῦμα γὰρ ὑμῖν καινὸν ἀπαγγέλλω· πλὴν μεγάλαι Νεμέσεις. τὸν φιλόπαιδα Κράτιππον ἀνεύρομεν ἄλλο γένος τι τῶν ἑτεροζήλων. ἤλπισα τοῦτ’ ἂν ἐγώ; | |
5 | ἤλπισα τοῦτο, Κράτιππε· μανήσομαι, εἰ, λύκος εἶναι πᾶσι λέγων, ἐφάνης ἐξαπίνης ἔριφος; | |
AG.11.217(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Φεύγων τὴν ὑπόνοιαν Ἀπολλοφάνης ἐγάμησεν, καὶ διὰ τῆς ἀγορᾶς νυμφίος ἦλθε μέσης· „Αὔριον εὐθύ,“ λέγων, „ἕξω τέκνον.“ εἶτα προῆλθεν | |
αὔριον ἀντὶ τέκνου τὴν ὑπόνοιαν ἔχων. | 652 in vol. 3 | |
AG.11.218(p1) | ΚΡΑΤΗΤΟΣ | |
1 | Χοιρίλος Ἀντιμάχου πολὺ λείπεται· ἀλλ’ ἐπὶ πᾶσιν Χοιρίλον Εὐφορίων εἶχε διὰ στόματος καὶ κατάγλωσς’ ἐπόει τὰ ποήματα καὶ τὰ φίλητρα ἀτρεκέως ᾔδει· καὶ γὰρ Ὁμηρικὸς ἦν. | |
AG.11.219(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Οὐ προσέχω, καίτοι πιστοί τινες· ἀλλὰ μεταξύ, πρὸς Διός, εἴ με φιλεῖς, Πάμφιλε, μή με φίλει. | |
AG.11.220(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἀλφειοῦ στόμα φεῦγε· φιλεῖ κόλπους Ἀρεθούσης πρηνὴς ἐμπίπτων ἁλμυρὸν ἐς πέλαγος. | |
AG.11.221(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Οὐχ, ὅτι τὸν κάλαμον λείχεις, διὰ τοῦτό σε μισῶ, ἀλλ’ ὅτι τοῦτο ποιεῖς καὶ δίχα τοῦ καλάμου. | |
AG.11.222(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Χείλων καὶ Λείχων ἴσα γράμματα. ἐς τί δὲ τοῦτο; λείχει γὰρ Χείλων, κἂν ἴσα, κἂν ἄνισα. | |
AG.11.223(p1) | [ΜΕΛΕΑΓΡΟΥ] | |
1 | Εἰ βινεῖ Φαβορῖνος, ἀπιστεῖς· μηκέτ’ ἀπίστει· | |
αὐτός μοι βινεῖν εἶπ’ ἰδίῳ στόματι. | 654 in vol. 3 | |
AG.11.224(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ἑστηκὸς τὸ Κίμωνος ἰδὼν πέος εἶφ’ ὁ Πρίηπος· „Οἴμοι, ὑπὸ θνητοῦ λείπομαι ἀθάνατος.“ | |
AG.11.225(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Ἡ κλίνη πάσχοντας ἔχει δύο καὶ δύο δρῶντας, οὓς σὺ δοκεῖς πάντας τέσσαρας· εἰσὶ δὲ τρεῖς. ἢν δὲ πύθῃ „Πῶς τοῦτο;“ τὸν ἐν μέσσῳ δὶς ἀρίθμει κοινὰ πρὸς ἀμφοτέρους ἔργα σαλευόμενον. | |
AG.11.226(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Εἴη σοι κατὰ γῆς κούφη κόνις, οἰκτρὲ Νέαρχε, ὄφρα σε ῥηιδίως ἐξερύσωσι κύνες. | |
AG.11.227(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θᾶττον ποιήσει μέλι κάνθαρος ἢ γάλα κώνωψ, ἢ σύ τι ποιήσεις σκορπίος ὢν ἀγαθόν· οὔτε γὰρ αὐτὸς ἑκοντὶ ποιεῖς οὔτ’ ἄλλον ἀφίης ὡς ἀστὴρ Κρονικὸς πᾶσιν ἀπεχθόμενος. | |
AG.11.228(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μητέρα τις, πατέρ’ ἄλλος ἀπέκτανεν, ἄλλος ἀδελφόν, | |
Πωλιανὸς τοὺς τρεῖς, πρῶτος ἀπ’ Οἰδίποδος. | 656 in vol. 3 | |
AG.11.229(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὀψέ ποθ’ ἡ ποδάγρα τὸν ἑαυτῆς ἄξιον εὗρεν, ὃν ποδαγρᾶν πρὸ ἐτῶν ἄξιον ἦν ἑκατόν. | |
AG.11.230(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μασταύρων ἀφελὼν δύο γράμματα, Μάρκε, τὰ πρῶτα ἄξιος εἶ πολλῶν τῶν ὑπολειπομένων. | |
AG.11.231(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θηρίον εἶ παρὰ γράμμα καὶ ἄνθρωπος διὰ γράμμα· ἄξιος εἶ πολλῶν, ὧν παρὰ γράμμα γράφῃ. | |
AG.11.232(p1) | ΚΑΛΛΕΟΥ ΑΡΓΕΙΟΥ | |
1 | Αἰεὶ χρυσίον ἦσθα, Πολύκριτε· νῦν δὲ πεπωκὼς ἐξαπίνης ἐγένου λυσσομανές τι κακόν· αἰεί μοι δοκέεις κακὸς ἔμμεναι. οἶνος ἐλέγχει τὸν τρόπον· οὐκ ἐγένου νῦν κακός, ἀλλ’ ἐφάνης. | |
AG.11.233(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Φαῖδρος πραγματικὸς καὶ ζωγράφος ἤρισε Ῥοῦφος, τίς θᾶσσον γράψει καὶ τίς ὁμοιότερον. ἀλλ’ ἐν ὅσῳ Ῥοῦφος τρίβειν τὰ χρώματ’ ἔμελλεν, | |
Φαῖδρος ἔγραψε λαβὼν εἰκονικὴν ἀποχήν. | 658 in vol. 3 | |
AG.11.234(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοὺς πόδας εἰ Κρατερὸς καὶ τὰς χέρας εἶχ’ ὁλοκλήρους, οὐκ αὖ τὴν κεφαλὴν εἶχε τοιαῦτα γράφων. | |
AG.11.235(p1) | ΔΗΜΟΔΟΚΟΥ | |
1 | Καὶ τόδε Δημοδόκου· Χῖοι κακοί, οὐχ ὁ μέν, ὃς δ’ οὔ, πάντες, πλὴν Προκλέους· καὶ Προκλέης δὲ Χίος. | |
AG.11.236(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πάντες μὲν Κίλικες κακοὶ ἀνέρες· ἐν δὲ Κίλιξιν εἷς ἀγαθὸς Κινύρης, καὶ Κινύρης δὲ Κίλιξ. | |
AG.11.237(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καππαδόκην ποτ’ ἔχιδνα κακὴ δάκεν, ἀλλὰ καὶ αὐτὴ κάτθανε γευσαμένη αἵματος ἰοβόλου. | |
AG.11.238(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες φαυλότεροι, κέρδους δ’ εἵνεκα φαυλότατοι. ἢν δ’ ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης, δὴ τότε γίνονται φαυλεπιφαυλότατοι. | |
5 | μή, λίτομαι, βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς | |
κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος. | 660 in vol. 3 | |
AG.11.239(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Οὔτε Χίμαιρα τοιοῦτον ἔπνει κακὸν ἡ καθ’ Ὅμηρον, οὐκ ἀγέλη ταύρων, ὡς ὁ λόγος, πυρίπνους, οὐ Λῆμνος σύμπασα καὶ Ἁρπυιῶν τὰ περισσά, οὐδ’ ὁ Φιλοκτήτου ποὺς ἀποσηπόμενος, | |
5 | ὥστε σε παμψηφεὶ νικᾶν, Τελέσιλλα, Χιμαίρας, σηπεδόνας, ταύρους, ὄρνεα, Λημνιάδας. | |
AG.11.240(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ μόνον αὐτὴ πνεῖ Δημοστρατίς, ἀλλὰ δὴ αὐτῆς τοὺς ὀσμησαμένους πνεῖν πεποίηκε τράγου. | |
AG.11.241(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Τὸ στόμα χὠ πρωκτὸς ταὐτόν, Θεόδωρε, σοῦ ὄζει, ὥστε διαγνῶναι τοῖς φυσικοῖς καλὸν ἦν. ἦ γράψαι σε ἔδει, ποῖον στόμα, ποῖον ὁ πρωκτός· νῦν δὲ λαλοῦντός σου 〈βδεῖν ς’ ἐνόμιζον ἐγώ〉. | |
AG.11.242(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ δύναμαι γνῶναι, πότερον χαίνει Διόδωρος | |
ἢ βδῆς’· ἓν γὰρ ἔχει πνεῦμα κάτω καὶ ἄνω. | 662 in vol. 3 | |
AG.11.243(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Λούσασθαι πεπόρευται Ὀνήσιμος εἰς βαλανεῖον δωδεκάτῃ Δύστρου μηνὸς ἐπ’ Ἀντιφίλου, παῖδα λιπὼν οἴκοις ἐπιτίτθιον, ὃν δύο τέκνων ἄλλων εὑρήσει λουσάμενος πατέρα ... | |
5 | ἥξειν δ’ εἰς ὥρας ἡμῖν γράφει· οἱ βαλανεῖς γὰρ εἰς τότε τάσσονται τὴν πυρίαν καθελεῖν. | |
AG.11.244 | Ἠγόρασας χαλκοῦν μιλιάριον, Ἡλιόδωρε, τοῦ περὶ τὴν Θρᾴκην ψυχρότερον Βορέου. μὴ φύσα, μὴ κάμνε· μάτην τὸν καπνὸν ἐγείρεις· εἰς τὸ θέρος χαλκῆν βαύκαλιν ἠγόρασας. | |
AG.11.245(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Οἱ τοῖχοι, Διόφαντε, τὰ κύματα πάντα δέχονται, καὶ διὰ τῶν θυρίδων Ὠκεανὸς φέρεται· δελφίνων δ’ ἀγέλαι καὶ Νηρέος ἀγλαὰ τέκνα ἐν τῷ πλοίῳ σου νηχόμενα βλέπεται. | |
5 | ἂν δ’ ἀναμείνωμεν, πλεύσει τάχα καί τις ἐν ἡμῖν· | |
οὐ γὰρ ἔνεστιν ὕδωρ οὐκέτι τῷ πελάγει. | 664 in vol. 3 | |
AG.11.246(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐκ ποίων ἔταμες, Διονύσιε, τὰ ξύλα ταῦτα λατομιῶν; ποίων τὸ σκάφος ἐστὶ μύλων; εἰ γὰρ ἐγώ τι νοῶ, μολίβου γένος, οὐ δρυός ἐστιν οὐδ’ ἐλάτης, μικροῦ ῥιζοβολεῖ τὰ κάτω· | |
5 | καὶ τυχὸν ἐξαπίνης ἔσομαι λίθος· εἶτα, τὸ χεῖρον, γράψει μ’ ὡς Νιόβην δρᾶμα σαπρὸν Μελίτων. | |
AG.11.247(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἦ πέλαγος πλέομεν, Διονύσιε, καὶ γεγέμισται τὸ πλοῖον παντὸς πανταχόθεν πελάγους. ἀντλεῖται δ’ Ἀδρίας, Τυρρηνικός, Ἰσσικός, Αἴγων· οὐ πλοῖον, πηγὴ δ’ Ὠκεανοῦ ξυλίνη. | |
5 | ὁπλίζου, Καῖσαρ· Διονύσιος ἄρχεται ἤδη οὐκέτι ναυκληρεῖν, ἀλλὰ θαλασσοκρατεῖν. | |
AG.11.248(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Τὸ σκάφος οὐ βυθὸς εἷλε (πόθεν βυθός; οὐ γὰρ ἔπλωσεν), οὐδὲ Νότος, πρὸ Νότου δ’ ὤλετο καὶ πελάγευς. ἤδη γάρ μιν ἅπασαν ἐπὶ ζυγὰ γομφωθεῖσαν ἤλειφον πεύκης τῇ λιπαρῇ νοτίδι· | |
5 | πίσσα δ’ ὑπερβρασθεῖσα πυρὸς φλογὶ τὴν ἁλὶ πιστὴν | |
τευχομένην γαίῃ δεῖξεν ἀπιστοτέρην. | 666 in vol. 3 | |
AG.11.249(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ἀγρὸν Μηνοφάνης ὠνήσατο καὶ διὰ λιμὸν ἐκ δρυὸς ἀλλοτρίας αὑτὸν ἀπηγχόνισεν. γῆν δ’ αὐτῷ τεθνεῶτι βαλεῖν οὐκ ἔσχον ἄνωθεν, ἀλλ’ ἐτάφη μισθοῦ πρός τινα τῶν ὁμόρων. | |
5 | εἰ δ’ ἔγνω τὸν ἀγρὸν τὸν Μηνοφάνους Ἐπίκουρος, πάντα γέμειν ἀγρῶν εἶπεν ἄν, οὐκ ἀτόμων. | |
AG.11.250(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τὸν παχὺν εὖ ἔγραψ’ ὁ ζωγράφος· ἀλλ’ ἀπόλοιτο, εἰ δύο μισητοὺς ἀνθ’ ἑνὸς ὀψόμεθα. | |
AG.11.251(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Δυσκώφῳ δύσκωφος ἐκρίνετο, καὶ πολὺ μᾶλλον ἦν ὁ κριτὴς τούτων τῶν δύο κωφότερος. ὧν ὁ μὲν ἀντέλεγεν τὸ ἐνοίκιον αὐτὸν ὀφείλειν μηνῶν πένθ’, ὁ δ’ ἔφη νυκτὸς ἀληλεκέναι. | |
5 | ἐμβλέψας δ’ αὐτοῖς ὁ κριτὴς λέγει· „Ἐς τί μάχεσθε; μήτηρ ἔσθ’ ὑμῶν· ἀμφότεροι τρέφετε.“ | |
AG.11.252(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴ με φιλεῖς, μισεῖς με, καὶ εἰ μισεῖς σύ, φιλεῖς με· | |
εἰ δέ με μὴ μισεῖς, φίλτατε, μή με φίλει. | 668 in vol. 3 | |
AG.11.253(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ἐκ ποίων ὁ πατήρ σε δρυῶν τέτμηκεν, Ἀρίστων, ἢ ποίων σε μύλου κόψατο λατομιῶν; ἦ γὰρ ἀπὸ δρυὸς ἐσσὶ παλαιφάτου ἢ ἀπὸ πέτρης, ὀρχηστής, Νιόβης ἔμπνοον ἀρχέτυπον, | |
5 | ὥστε με θαυμάζοντα λέγειν, ὅτι „Καὶ σύ τι Λητοῖ ἤρισας· οὐ γὰρ ἂν ἦς αὐτομάτως λίθινος.“ | |
AG.11.254(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πάντα καθ’ ἱστορίην ὀρχούμενος, ἓν τὸ μέγιστον τῶν ἔργων παριδὼν ἠνίασας μεγάλως. τὴν μὲν γὰρ Νιόβην ὀρχούμενος ὡς λίθος ἔστης, καὶ πάλιν ὢν Καπανεὺς ἐξαπίνης ἔπεσες· | |
5 | ἀλλ’ ἐπὶ τῆς Κανάκης ἀφυῶς, ὅτι καὶ ξίφος ἦν σοι καὶ ζῶν ἐξῆλθες· τοῦτο παρ’ ἱστορίην. | |
AG.11.255(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Δάφνην καὶ Νιόβην ὠρχήσατο Μέμφις ὁ Σῖμος, ὡς ξύλινος Δάφνην, ὡς λίθινος Νιόβην. | |
AG.11.256(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Λούεσθαί σε λέγουσι πολὺν χρόνον, Ἡλιοδώρα, γραῖαν ἐτῶν ἑκατὸν μὴ καταλυομένην. πλὴν ἔγνωκα, τίνος ποιεῖς χάριν· ὡς ὁ παλαιὸς | |
ἐλπίζεις Πελίας ἑψομένη νεάσαι. | 670 in vol. 3 | |
AG.11.257(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἑρμογένην τὸν ἰατρὸν ἰδὼν Διόφαντος ἐν ὕπνοις οὐκέτ’ ἀνηγέρθη καὶ περίαμμα φέρων. | |
AG.11.258(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τῷ Πίσης μεδέοντι τὸ κρανίον Αὖλος ὁ πύκτης, ἓν καθ’ ἓν ἀθροίσας ὀστέον, ἀντίθεται. σωθεὶς δ’ ἐκ Νεμέας, Ζεῦ δέσποτα, σοὶ τάχα θήσει καὶ τοὺς ἀστραγάλους τοὺς ἔτι λειπομένους. | |
AG.11.259(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Θεσσαλὸν ἵππον ἔχεις, Ἐρασίστρατε, ἀλλὰ σαλεῦσαι οὐ δύνατ’ αὐτὸν ὅλης φάρμακα Θεσσαλίης, ὄντως δούριον ἵππον, ὅν, εἰ Φρύγες εἷλκον ἅπαντες σὺν Δαναοῖς, Σκαιὰς οὐκ ἂν ἐσῆλθε πύλας· | |
5 | ὃν στήσας ἀνάθημα θεοῦ τινος, εἰ προσέχεις μοι, τὰς κριθὰς ποίει τοῖς τεκνίοις πτισάνην. | |
AG.11.260(p1) | ΑΔΗΛΟΝ | |
1 | Τοῦτο τὸ „βουλεύειν“ εἶχες πάλαι; ἀλλὰ τὸ βῆτα οὐκ ἐπιγινώσκω· δέλτα γὰρ ἐγράφετο. | |
AG.11.261(p1) | ΑΔΗΛΟΝ | |
1 | Υἱὸς Πατρικίου μάλα κόσμιος, ὃς διὰ Κύπριν | |
οὐχ ὁσίην ἑτάρους πάντας ἀποστρέφεται. | 672 in vol. 3 | |
AG.11.262(p1) | ΑΔΗΛΟΝ | |
1 | Αἰθερίην διὰ νύκτα νέοι κατάγουσι Σελήνην ἠίθεοι Φαρίης ἄνδιχα τεμνομένην. | |
AG.11.263(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Παύλῳ κωμῳδῷ κατ’ ὄναρ στὰς εἶπε Μένανδρος· „Οὐδὲν ἐγὼ κατὰ σοῦ, καὶ σὺ κακῶς με λέγεις.“ | |
AG.11.264(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ποιήσας δαπάνην ἐν ὕπνοις ὁ φιλάργυρος Ἕρμων ἐκ περιωδυνίας αὑτὸν ἀπηγχόνισεν. | |
AG.11.265(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ μὲν ἐπ’ ἀττελάβους ἄγεται στρατὸς ἢ κυνομυίας ἢ μύας ἢ ψυλλῶν ἱππικὸν ἢ βατράχων, Γάιε, καὶ σὺ φοβοῦ, μὴ καί σέ τις ἐγκαταλέξῃ ὡς ἂν τῆς τούτων ἄξιον ὄντα μάχης. | |
5 | εἰ δ’ ἀρετῆς ἀνδρῶν ἄγεται στρατός, ἄλλο τι παῖζε· Ῥωμαίοις δ’ οὐδεὶς πρὸς γεράνους πόλεμος. | |
AG.11.266(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ψευδὲς ἔσοπτρον ἔχει Δημοσθενίς· εἰ γὰρ ἀληθὲς | |
ἔβλεπεν, οὐκ ἂν ὅλως ἤθελεν αὐτὸ βλέπειν. | 674 in vol. 3 | |
AG.11.267(p1) | ΑΔΗΛΟΝ | |
1 | Κερκίδος οὐ χρῄζεις ὁ λογιστικός, οὐδὲ μέλει σοι· καὶ γὰρ ἀβασκάντως ῥῖνα τρίπηχυν ἔχεις. | |
AG.11.268 | Οὐ δύναται τῇ χειρὶ Πρόκλος τὴν ῥῖν’ ἀπομύσσειν, τῆς ῥινὸς γὰρ ἔχει τὴν χέρα μικροτέρην· οὐδὲ λέγει „Ζεῦ, σῶσον,“ ἐὰν πταρῇ· οὐ γὰρ ἀκούει τῆς ῥινός, πολὺ γὰρ τῆς ἀκοῆς ἀπέχει. | |
AG.11.269 | Ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς οὐκ εἰμὶ Λούκιος, ἀλλ’ ἀναγκάζουσί με. | |
AG.11.270 | Εἰκόνα σοί, βασιλεῦ κοσμοφθόρε, τήνδε σιδήρου ἄνθεσαν ὡς χαλκοῦ πολλὸν ἀτιμοτέρην ἀντὶ φόνου πενίης τ’ ὀλοῆς λιμοῦ τε καὶ ὀργῆς, | |
οἷς πάντα φθείρεις ἐκ φιλοχρημοσύνης. | 676 in vol. 3 | |
AG.11.271 | Ἐγγύθι τῆς Σκύλλης χαλεπὴν στήσαντο Χάρυβδιν, ἄγριον ὠμηστὴν τοῦτον Ἀναστάσιον. δείδιθι καὶ σύ, Σκύλλα, τεαῖς φρεσί, μὴ σὲ καὶ αὐτὴν βρώξῃ, χαλκείην δαίμονα κερματίσας. | |
AG.11.272 | Ἀνέρας ἠρνήσαντο καὶ οὐκ ἐγένοντο γυναῖκες· οὔτ’ ἄνδρες γεγάασιν, ἐπεὶ πάθον ἔργα γυναικῶν, οὐδὲ γυναῖκες ἔασιν, ἐπεὶ φύσιν ἔλλαχον ἀνδρῶν. ἀνέρες εἰσὶ γυναιξὶ καὶ ἀνδράσιν εἰσὶ γυναῖκες. | |
AG.11.273 | Χωλὸν ἔχεις τὸν νοῦν ὡς τὸν πόδα· καὶ γὰρ ἀληθῶς εἰκόνα τῶν ἐντὸς σὴ φύσις ἐκτὸς ἔχει. | |
AG.11.274(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Εἰπέ μοι εἰρομένῳ, Κυλλήνιε, πῶς κατέβαινεν Λολλιανοῦ ψυχὴ δῶμα τὸ Φερσεφόνης; θαῦμα μέν, εἰ σιγῶσα· τυχὸν δέ τι καὶ σὲ διδάσκειν ἤθελε· φεῦ, κείνου καὶ νέκυν ἀντιάσαι. | |
AG.11.275(p1) | ΑΠΟΛΛΩΝΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς· | |
αἴτιος ὁ γράψας Αἴτια Καλλίμαχος. | 678 in vol. 3 | |
AG.11.276(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Εἰς φυλακὴν βληθείς ποτε Μάρκος ὁ ἀργός, ἑκοντὶ ὀκνῶν ἐξελθεῖν ὡμολόγησε φόνον. | |
AG.11.277(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῆς νυκτὸς τροχάσας ἐν ὕπνοις ποτὲ Μάρκος ὁ ἀργὸς οὐκέτ’ ἐκοιμήθη, μὴ πάλι που τροχάσῃ. | |
AG.11.278(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ἔξω παιδεύεις Πάριδος κακὰ καὶ Μενελάου ἔνδον ἔχων πολλοὺς σῆς Ἑλένης Πάριδας. | |
AG.11.279(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐδεὶς γραμματικῶν δύναταί ποτε 〈ὄλβιοσ〉 εἶναι ὀργὴν καὶ μῆνιν καὶ χόλον εὐθὺς ἔχων. | |
AG.11.280(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Βέλτερον Ἡγέμονος λῃστοκτόνου ἐς κρίσιν ἐλθεῖν ἢ τοῦ χειρουργοῦ Γενναδίου παλάμας. ὃς μὲν γὰρ φονέας ὁσίως στυγέων κατατέμνει, | |
ὃς δὲ λαβὼν μισθοὺς εἰς Ἀίδην κατάγει. | 680 in vol. 3 | |
AG.11.281(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μάγνος ὅτ’ εἰς Ἀίδην κατέβη, τρομέων Ἀϊδωνεὺς εἶπεν· „Ἀναστήσων ἤλυθε καὶ νέκυας.“ | |
AG.11.282 | Τοὺς καταλείψαντας γλυκερὸν φάος οὐκέτι θρηνῶ, τοὺς δ’ ἐπὶ προσδοκίῃ ζῶντας ἀεὶ θανάτου. | |
AG.11.283(p1) | 〈ΠΑΛΛΑΔΑ〉 | |
1 | Πολλοὶ πολλὰ λέγουσιν, ὅμως δ’ οὐ πάντα δύνανται ῥήμασιν ἐξειπεῖν ῥεύματα σῶν παθέων· ἓν δ’ ἐπὶ σοῦ παράδοξον ἐθαυμάσαμεν καὶ ἄπιστον, δάκρυα πῶς κλέπτων εἶχες ἑτοιμότατα. | |
5 | Χαλκίδος ἐκ γαίης ἀπεχάλκισε τὴν πόλιν ἡμῶν κλέπτων, καὶ κλέπτων δάκρυσι κερδαλέοις. | |
AG.11.284(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐκ γῆς Λωτοφάγων μέγας ὄρχαμος ἦλθε Λυκάων Χαλκίδος ἐκ γαίης ἀντιοχευόμενος. | |
AG.11.285(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θηλυφανὲς παράδοξον ἐθαυμάσαμεν πάθος ἄλλο· ἔκλαιεν κλέπτων, κλεπτομένους ἐλεῶν, ὃς κλέπτων ἥγνευε καὶ ἁγνεύων ἀπεσύλα | |
μηδὲν ἔχων καθαρόν, μηδὲ τὸ σῶμα ῥύπου. | 682 in vol. 3 | |
AG.11.286(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐδὲν γυναικὸς χεῖρον, οὐδὲ τῆς καλῆς· δούλου δὲ χεῖρον οὐδέν, οὐδὲ τοῦ καλοῦ· χρῄζεις ὅμως οὖν τῶν ἀναγκαίων κακῶν· εὔνουν νομίζεις δοῦλον εἶναι δεσπότῃ; | |
5 | καλὸς δ’ ἂν εἴη δοῦλος ὁ τὰ σκέλη κλάσας. | |
AG.11.287(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὁ τὴν γυναῖκα τὴν ἄμορφον δυστυχῶν λύχνους ἀνάψας ἑσπέρας σκότος βλέπει. | |
AG.11.288(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κουρεὺς καὶ ῥαφιδεὺς κατεναντίον ἦλθον ἀγῶνος, καὶ τάχα νικῶσιν τὸ ξυρὸν αἱ ῥαφίδες. | |
AG.11.289(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὢ τῆς ταχίστης ἁρπαγῆς τῆς τοῦ βίου· ἀνὴρ δανειστὴς τῶν χρόνων γλύφων τόκους τέθνηκεν εὐθὺς ἐν ῥοπῆς καιρῷ βραχεῖ, ἐν δακτύλοισι τοὺς τόκους σφίγγων ἔτι. | |
AG.11.290(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δακτυλικὴν ψῆφόν τις ἔχων πέρι δάκτυλα χειρῶν ψήφῳ τοῦ θανάτου προὔλαβεν εἰς Ἀίδην. ζῇ δ’ ἡ ψῆφος νῦν τοῦ ψηφίζοντος ἐρήμη | |
ψυχῆς ἁρπαγίμης ἔνθεν ἐλαυνομένης. | 684 in vol. 3 | |
AG.11.291(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τί ὠφέλησας τὴν πόλιν στίχους γράφων, χρυσὸν τοσοῦτον λαμβάνων βλασφημίας, πωλῶν ἰάμβους ὡς ἔλαιον ἔμπορος; | |
AG.11.292(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ἄντυγος οὐρανίης ὑπερήμενος ἐς πόθον ἦλθες ἄντυγος ἀργυρέης· αἶσχος ἀπειρέσιον· ἦσθά ποτε κρείσσων, αὖθις δ’ ἐγένου πολὺ χείρων. δεῦρ’ ἀνάβηθι κάτω, νῦν γὰρ ἄνω κατέβης. | |
AG.11.293(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἵππον ὑποσχόμενός μοι Ὀλύμπιος ἤγαγεν οὐράν, ἧς ὀλιγοδρανέων ἵππος ἀπεκρέματο. | |
AG.11.294(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Πλοῦτον μὲν πλουτοῦντος ἔχεις, ψυχὴν δὲ πένητος, ὦ τοῖς κληρονόμοις πλούσιε, σοὶ δὲ πένης. | |
AG.11.295(p1) | 〈ΛΟΥΚΙΛΛΙΟΥ〉 | |
1 | Εἴ τιν’ ἔχεις Διόνυσον ἐνὶ μεγάροισι τεοῖσι, | |
τὸν κισσὸν ἀφελὼν θριδάκων φύλλοις στεφάνωσον. | 686 in vol. 3 | |
AG.11.296(p1) | ΤΙΜΩΝΟΣ | |
1 | Τίς δ’ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν; μωλύτης, ἐπέων λίθος Ἄσσιος, ὅλμος ἄτολμος. | |
AG.11.297 | Πῶς φιλέεις, ὦ μῆτερ, ἐμοῦ πλέον υἱέος οἶνον; δὸς πιέειν οἴνοιο, ἐπεὶ γάλα τὸ πρὶν ἔδωκας. — „Ὦ παῖ, σὴν μὲν δίψαν ἐμὸν γάλα τὸ πρὶν ἔπαυσε· νῦν ἴθι, πῖνε ὕδωρ καὶ παύεο δίψαν ἑοῖο.“ | |
AG.11.298 | Δέρκεο, πῶς διψῶν υἱὸς χέρα μητέρι τείνει· ἡ δὲ γυνή, ἅτε πᾶσα γυνή, κεκρατημένη οἴνῳ, ἐν λαγύνῳ πίνουσα τόδ’ ἔννεπε λοξὸν ἰδοῦσα· „Ἐκ βρόχθου ὀλίγοιο τί σοι δῶ, τέκνον ἐμεῖο; | |
5 | ξέστας γὰρ τριάκοντα μόνους λάγυνός γ’ ὅδε χωρεῖ.“ | |
5 | — — — „Μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, ἀμπέλου ἡδυτάτης τάδε δάκρυα δός μοι ἀφύσσειν.“ | |
7 | — — — „Μῆτερ ἐμή, δύσμητερ ἀπηνέα θυμὸν ἔχουσα, εἰ φιλέεις με τὸν υἷα, δίδου μέ τι τυτθὸν ἀφύσσειν.“ | |
AG.11.299(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ὑβρίζεις. τί τὸ θαῦμα; τί δυσχερές; ἀλλὰ φέρω σε· | |
τῶν γὰρ ὑβριζόντων ἡ θρασύτης κόλασις. | 688 in vol. 3 | |
AG.11.300(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πολλὰ λαλεῖς, ἄνθρωπε, χαμαὶ δὲ τίθῃ μετὰ μικρόν. σίγα καὶ μελέτα ζῶν ἔτι τὸν θάνατον. | |
AG.11.301(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἥλιος ἀνθρώποις αὐγῆς θεός· εἰ δὲ καὶ αὐτὸς ὕβριζεν φαίνων, οὐδὲ τὸ φῶς ἐπόθουν. | |
AG.11.302(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκ ἐμέ, τὴν πενίην δὲ καθύβρισας· εἰ δὲ καὶ ὁ Ζεὺς ἦν ἐπὶ γῆς πτωχός, καὐτὸς ἔπασχεν ὕβριν. | |
AG.11.303(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ πένομαι, τί πάθω; τί με μισεῖς οὐκ ἀδικοῦντα; πταῖσμα τόδ’ ἐστὶ Τύχης, οὐκ ἀδίκημα τρόπων. | |
AG.11.304(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πάντες μὲν δειλοὶ καὶ ἀλαζόνες εἰσὶ καί, εἴ τι ἐν τοῖς ἀνθρώποις ἄλλο πέφυκε πάθος· ἀλλ’ ὁ λογισμὸν ἔχων τῷ πλησίον οὐκ ἀναφαίνει ἔνδον ἀποκρύπτων τῇ συνέσει τὸ πάθος. | |
5 | σῆς δὲ θύρα ψυχῆς ἀναπέπταται· οὐδένα λήθεις | |
οὔτε καταπτήσσων οὔτε θρασυνόμενος. | 690 in vol. 3 | |
AG.11.305(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τέκνον Ἀναιδείης, ἀμαθέστατε, θρέμμα Μορίης, εἰπέ, τί βρενθύῃ μηδὲν ἐπιστάμενος; ἐν μὲν γραμματικοῖς ὁ Πλατωνικός· ἂν δὲ Πλάτωνος δόγματά τις ζητῇ, γραμματικὸς σὺ πάλιν. | |
5 | ἐξ ἑτέρου φεύγεις ἐπὶ θάτερον· οὔτε δὲ τέχνην οἶσθα γραμματικὴν οὔτε Πλατωνικὸς εἶ. | |
AG.11.306(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἂν μετ’ Ἀλεξάνδρειαν ἐς Ἀντιόχειαν ἀπέλθῃς καὶ μετὰ τὴν Συρίην Ἰταλίας ἐπιβῇς, τῶν δυνατῶν οὐδείς σε γαμήσει· τοῦτο γὰρ αἰεὶ οἰομένη πηδᾷς εἰς πόλιν ἐκ πόλεως. | |
AG.11.307(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Υἱὸν ἔχεις τὸν Ἔρωτα, γυναῖκα δὲ τὴν Ἀφροδίτην· οὐκ ἀδίκως, χαλκεῦ, τὸν πόδα χωλὸν ἔχεις. | |
AG.11.308(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὸν πόδα τῇ βελόνῃ τρυπῶν Κλεόνικος ὁ λεπτὸς | |
αὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην. | 692 in vol. 3 | |
AG.11.309(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θαρσύμαχε, πλοῦτον πολὺν ὤλεσας ἐξ ἐπιβουλῆς, εἰς οὐδὲν δ’ ἥκεις ἄθλιος ἐξαπίνης φεισάμενος, δανίσας, τοκίσας τόκον, ὑδροποτήσας, πολλάκι μηδὲ φαγών, ὥστε τι πλεῖον ἔχειν. | |
5 | ἀλλ’ εἴ μοι λογίσαιο τὸ πεινῆν καὶ τότε καὶ νῦν, οὐδὲν ἔλαττον ἔχεις, ὧν τότ’ ἔδοξας ἔχειν. | |
AG.11.310(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἠγόρασας πλοκάμους, φῦκος, μέλι, κηρόν, ὀδόντας· τῆς αὐτῆς δαπάνης ὄψιν ἂν ἠγόρασας. | |
AG.11.311(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὕτως ἔστ’ ἀργὸς Πανταίνετος, ὥστε πυρέξας μηκέτ’ ἀναστῆναι παντὸς ἐδεῖτο θεοῦ. καὶ νῦν οὐκ ἐθέλων μὲν ἐγείρεται. ἐν δέ οἱ αὐτῷ κωφὰ θεῶν ἀδίκων οὔατα μεμφόμενος. | |
AG.11.312(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐδενὸς ἐνθάδε νῦν τεθνηκότος, ὦ παροδῖτα, Μάρκος ὁ ποιητὴς ᾠκοδόμηκε τάφον καὶ γράψας ἐπίγραμμα μονόστιχον ὧδ’ ἐχάραξε· „Κλαύσατε δωδεκέτη Μάξιμον ἐξ Ἐφέσου.“ | |
5 | οὐδὲ γὰρ εἶδον ἐγώ τινα Μάξιμον· εἰς δ’ ἐπίδειξιν | |
ποιητοῦ κλαίειν τοῖς παριοῦσι λέγω. | 694 in vol. 3 | |
AG.11.313(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀργυρέῃ λιμῷ τις ἐς εἰλαπίνην με καλέσσας, ἔκτανε πειναλέους τοὺς πίνακας προφέρων. ὀχθήσας δ’ ἄρ’ ἔειπον ἐν ἀργυροφεγγέι λιμῷ· „Ποῦ μοι χορτασίη ὀστρακίνων πινάκων;“ | |
AG.11.314(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἐζήτουν, πινάκων πόθεν οὔνομα τοῦτο καλέσσω, καὶ παρὰ σοὶ κληθεὶς εὗρον, ὅθεν λέγεται. πείνης γὰρ μεγάλης μεγάλους πίνακας παρέθηκας, ὄργανα τοῦ λιμοῦ, πειναλέους πίνακας. | |
AG.11.315(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴσιδεν Ἀντίοχος τὴν Λυσιμάχου ποτὲ τύλην, κοὐκέτι τὴν τύλην εἴσιδε Λυσίμαχος. | |
AG.11.316 | Εἰς ἱερόν ποτ’ ἀγῶνα Μίλων μόνος ἦλθ’ ὁ παλαιστής· τὸν δ’ εὐθὺς στεφανοῦν ἀθλοθέτης ἐκάλει. προσβαίνων δ’ ὤλισθεν ἐπ’ ἰσχίον· οἱ δ’ ἐβόησαν τοῦτον μὴ στεφανοῦν, εἰ μόνος ὢν ἔπεσεν. | |
5 | ἀνστὰς δ’ ἐν μέσσοις ἀντέκραγεν· „Οὐχὶ τρί’ ἐστίν, | |
ἓν κεῖμαι· λοιπὸν τἆλλα μέ τις βαλέτω.“ | 696 in vol. 3 | |
AG.11.317(p1) | 〈ΠΑΛΛΑΔΑ〉 | |
1 | Ἀντίσπαστον ἐμοί τις ὄνον μακρόθυμον ἔδωκεν, τῶν βασταζομένων ὅρμον ὁδοιπορίης, υἱὸν τῆς βραδυτῆτος, ὄνον, πόνον, ὄκνον, ὄνειρον, τῶν ἀνακαμπτόντων ὑστάτιον πρότερον. | |
AG.11.318(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Ἀντικράτης ᾔδει τὰ σφαιρικὰ μᾶλλον Ἀράτου πολλῷ, τὴν ἰδίην δ’ οὐκ ἐνόει γένεσιν· διστάζειν γὰρ ἔφη, πότερ’ ἐν κριῷ γεγένηται ἢ διδύμοις ἢ τοῖς ἰχθύσιν ἀμφοτέροις. | |
5 | εὕρηται δὲ σαφῶς ἐν τοῖς τρισί· καὶ γὰρ ὀχευτὴς καὶ μωρὸς μαλακός τ’ ἐστὶ καὶ ὀψοφάγος. | |
AG.11.319(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Ἀνθρακίων δέκα μέτρα φέρων ἔσο καὶ σὺ πολίτης· ἢν δὲ καὶ ὗν ἀγάγῃς, αὐτὸς ὁ Τριπτόλεμος. δεῖ δὲ καὶ Ἡρακλείδῃ ὑφηγητῆρι δοθῆναι ἢ καυλοὺς κράμβης ἢ φακὸν ἢ κοχλίας. | |
5 | ταῦτ’ ἔχε καὶ λέγε σαυτὸν Ἐρεχθέα, Κέκροπα, Κόδρον, | |
ὅν κ’ ἐθέλῃς· οὐδεὶς οὐδὲν ἐπιστρέφεται. | 698 in vol. 3 | |
AG.11.320(p1) | ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | Ἀντιγόνην ἔστεργε Φιλόστρατος· ἦν δὲ παλαισταῖς ὁ τλήμων Ἴρου πέντε πενιχρότερος. εὗρε δ’ ὑπὸ κρυμοῦ γλυκὺ φάρμακον· ἀντία γὰρ σχὼν γούνατ’ ἐκοιμήθη, ξεῖνε, μετ’ Ἀντιγόνης. | |
AG.11.321(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Γραμματικοὶ Μώμου στυγίου τέκνα, σῆτες ἀκανθῶν, τελχῖνες βίβλων, Ζηνοδότου σκύλακες, Καλλιμάχου στρατιῶται, ὃν ὡς ὅπλον ἐκτανύσαντες, οὐδ’ αὐτοῦ κείνου γλῶσσαν ἀποστρέφετε, | |
5 | συνδέσμων λυγρῶν θηρήτορες, οἷς τὸ „μὶν“ ἢ „σφὶν“ εὔαδε καὶ ζητεῖν, εἰ κύνας εἶχε Κύκλωψ, τρίβοισθ’ εἰς αἰῶνα κατατρύζοντες ἀλιτροὶ ἄλλων· ἐς δ’ ἡμᾶς ἰὸν ἀποσβέσατε. | |
AG.11.322(p1) | ΑΝΤΙΦΑΝΟΥΣ | |
1 | Γραμματικῶν περίεργα γένη, ῥιζωρύχα μούσης ἀλλοτρίης, ἀτυχεῖς σῆτες ἀκανθοβάται, τῶν μεγάλων κηλῖδες, ἐπ’ Ἠρίννῃ δὲ κομῶντες, πικροὶ καὶ ξηροὶ Καλλιμάχου πρόκυνες, | |
5 | ποιητῶν λῶβαι, παισὶ σκότος ἀρχομένοισιν, | |
ἔρροιτ’, εὐφώνων λαθροδάκναι κόριες. | 700 in vol. 3 | |
AG.11.323(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ῥῶ καὶ λάμβδα μόνον κόρακας κολάκων διορίζει· λοιπὸν ταὐτὸ κόραξ βωμολόχος τε κόλαξ. τοὔνεκά μοι, βέλτιστε, τόδε ζῷον πεφύλαξο εἰδὼς καὶ ζώντων τοὺς κόλακας κόρακας. | |
AG.11.324(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Δέξαι, Φοῖβε, τὸ δεῖπνον, ὅ σοι φέρω. —„Ἤν τις ἐάσῃ, δέξομαι.“ —Εἶτα φοβῇ καὶ σύ τι, Λητοΐδη; — „Οὐδένα τῶν ἄλλων πλὴν Ἄρριον· οὗτος ἔχει γὰρ ἅρπαγος ἰκτίνου χεῖρα κραταιοτέρην, | |
5 | ἀκνίσου βωμοῖο νεωκόρος· ἢν τελέσῃ δὲ τὴν πομπήν, ἄρας ᾤχεθ’ ἅπαντα πάλιν. ἐν Διὸς ἀμβροσίῃ πολλὴ χάρις· εἷς γὰρ ἂν ὑμέων ἤμην, εἰ λιμοῦ καὶ θεὸς ᾐσθάνετο.“ | |
AG.11.325(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐχθὲς δειπνήσας τράγεον πόδα καὶ δεκαταῖον κανναβίνης κράμβης μήλινον ἀσπάραγον εἰπεῖν τὸν καλέσαντα φυλάσσομαι· ἔστι γὰρ ὀξύς, καὶ φόβος οὐχ ὁ τυχών, μή με πάλιν καλέσῃ. | |
AG.11.326(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πώγων καὶ λάσιαι μηρῶν τρίχες, ὡς ταχὺ πάντα ὁ χρόνος ἀλλάσσει· Κόννιχε, τοῦτ’ ἐγένου. οὐκ ἔλεγον· „Μὴ πάντα βαρὺς θέλε μηδὲ βάναυσος εἶναι· καὶ κάλλους εἰσί τινες Νεμέσεισ“; | |
5 | ἦλθες ἔσω μάνδρης, ὑπερήφανε· νῦν ὅτι βούλει, | |
οἴδαμεν, ἀλλ’ ἐξῆν καὶ τότ’ ἔχειν σε φρένας. | 702 in vol. 3 | |
AG.11.327(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ | |
1 | Τὴν ξηρὴν ἐπὶ νῶτα Λυκαινίδα, τὴν Ἀφροδίτης λώβην, τὴν ἐλάφου παντὸς ἀπυγοτέρην, αἰπόλος ᾗ μεθύων οὐκ ἄν ποτε, φασί, συνῴκει. γοῖ, γοῖ, τοιαῦται Σιθονίων ἄλοχοι. | |
AG.11.328(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Τὴν μίαν Ἑρμογένης κἀγώ ποτε καὶ Κλεόβουλος ἤγομεν εἰς κοινὴν Κύπριν Ἀριστοδίκην· ἧς ἔλαχον μὲν ἐγὼ πολιὴν ἅλα ναιέμεν αὐτός· εἷς γὰρ ἕν, οὐ πάντες πάντα, διειλόμεθα. | |
5 | Ἑρμογένης δ’ ἔλαχε στυγερὸν δόμον εὐρώεντα, ὕστατον, εἰς ἀφανῆ χῶρον ὑπερχόμενος, ἔνθ’ ἀκταὶ νεκύων καὶ ἐρινεοὶ ἠνεμόεντες δινεῦνται πνοιῇ δυσκελάδων ἀνέμων. Ζῆνα δὲ θὲς Κλεόβουλον, ὃς οὐρανὸν εἰσαναβαίνειν, | |
10 | τὸ ψολόεν κατέχων ἐν χερὶ πῦρ, ἔλαχεν. γῆ δ’ ἔμενε ξυνὴ πάντων· ψίαθον γὰρ ἐν αὐτῇ στρώσαντες τὴν γραῦν ὧδε διειλόμεθα. | |
AG.11.329(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δημῶναξ, μὴ πάντα κάτω βλέπε, μηδὲ χαρίζου τῇ γλώσσῃ· δεινὴν χοῖρος ἄκανθαν ἔχει. καὶ σὺ ζῇς ἡμῖν, ἐν Φοινίκῃ δὲ καθεύδεις | |
κοὐκ ὢν ἐκ Σεμέλης μηροτραφὴς γέγονας. | 704 in vol. 3 | |
AG.11.330(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐκλήθην ἐχθές, Δημήτριε· σήμερον ἦλθον δειπνεῖν. μὴ μέμψῃ, κλίμακ’ ἔχεις μεγάλην· ἐν ταύτῃ πεποίηκα πολὺν χρόνον· οὐδ’ ἂν ἐσώθην σήμερον, ἀλλ’ ἀνέβην κέρκον ὄνου κατέχων. | |
5 | ἧψαι τῶν ἄστρων· Ζεὺς ἡνίκα τὸν Γανυμήδην ἥρπασε, τῇδ’ αὐτόν, φαίνετ’, ἔχων ἀνέβη. ἔνθεν δ’ εἰς Ἀίδην ποτ’ ἀφίξεαι; οὐκ ἀφυὴς εἶ· εὕρηκας τέχνην, πῶς ἔσῃ ἀθάνατος. | |
AG.11.331(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἶχε Φίλων λέμβον Σωτήριχον· ἀλλ’ ἐν ἐκείνῳ σωθῆν’ οὐδὲ Ζεὺς αὐτὸς ἴσως δύναται. οὔνομα γὰρ μόνον ἦν Σωτήριχος, οἱ δ’ ἐπιβάντες ἔπλεον ἢ παρὰ γῆν ἢ παρὰ Φερσεφόνην. | |
AG.11.332(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ πλεῖν, ἀλλ’ ἀντλεῖν ἡμᾶς Εἴκανδρος ὁ πρωρεὺς εἰς τὴν εἰκόσορον φαίνεται ἐμβιβάσας· οὐκ ὀλίγον γὰρ ἔνεστιν ὕδωρ ἔσω, ἀλλ’ ὁ Ποσειδῶν ἐν ταύτῃ διαπλεῖν φαίνεται εἰς τὸ πέραν· | |
5 | νῦν πρῶτον ναῦς ὦπται ὑδρωπική, ἀλλά γε 〈δείδω〉, μὴ σορὸν οὖσαν ἴδῃς τὴν πάλαι εἰκόσορον. | |
AG.11.333(p1) | 〈ΚΑΛΛΙΚΤΗΡΟΣ〉 | |
1 | Φαρμακίοισι Ῥόδων λέπραν καὶ χοιράδας αἴρει, | |
τἆλλα δὲ πάντ’ αἴρει καὶ δίχα φαρμακίων. | 706 in vol. 3 | |
AG.11.334(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Δαμαγόραν καὶ λοιμὸν ἰσόψηφόν τις ἀκούσας ἔστης’ ἀμφοτέρων τὸν τρόπον ἐκ κανόνος· εἰς τὸ μέρος δὲ καθείλκετ’ ἀνελκυσθὲν τὸ τάλαντον Δαμαγόρου, λοιμὸν δ’ εὗρεν ἐλαφρότερον. | |
AG.11.335(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὦ τλῆμον Κυνέγειρε, καὶ ἐν ζωοῖς καὶ ἀπελθὼν ὡς αἰεὶ κόπτῃ ῥήμασι καὶ κοπίσιν. πρόσθε μὲν ἐν πολέμοισι τεὴ πέσε μαρναμένη χείρ, νῦν δέ ς’ ὁ γραμματικὸς καὶ ποδὸς ἐστέρισεν. | |
AG.11.336(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τῆς Ἀσίης τὰ λάφυρα λαβὼν ἔπλευσε Καρῖνος ἤματι χειμερίῳ δυομένων Ἐρίφων· εἶδε καὶ Ἀδράστεια τὸ φορτίον· ὃς δ’ ἐφορώσης ᾤχετο καὶ πελάγους δαίμοσιν ἐγγελάσας. | |
AG.11.337(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Βουλεύεις, Ἀγαθῖνε· τὸ βῆτα δὲ τοῦτ’ ἐπρίω νῦν, εἰπέ, πόσης τιμῆς; δέλτα γὰρ ἦν πρότερον. | |
AG.11.338(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τὴν φωνὴν ἐνοπήν σε λέγειν ἐδίδαξεν Ὅμηρος· | |
τὴν γλῶσσαν δ’ ἐνοπὴν τίς ς’ ἐδίδαξεν ἔχειν; | 708 in vol. 3 | |
AG.11.339(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τὴν κεφαλὴν σείεις καὶ τὴν πυγὴν ἀνασείεις· ἓν μὲν μαινομένου, ἓν δὲ περαινομένου. | |
AG.11.340(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ὤμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖν, πολλῶν γὰρ μωρῶν ἔχθραν ἐπεσπασάμην· ἀλλ’ ὁπόταν κατίδω τοῦ Παφλαγόνος τὸ πρόσωπον Πανταγάθου, στέξαι τὴν νόσον οὐ δύναμαι. | |
AG.11.341(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αἰνίζειν μὲν ἄριστον, ὁ δὲ ψόγος ἔχθεος ἀρχή, ἀλλὰ κακῶς εἰπεῖν Ἀττικόν ἐστι μέλι. | |
AG.11.342(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Κήλην κηλήτου μὴ φαινομένου προτέθηκας. μή μοι τὴν κήλην· αὐτὸν ἰδεῖν δέομαι. | |
AG.11.343 | Σιλβανὸς δύο παῖδας ἔχων, Οἶνόν τε καὶ Ὕπνον, οὐκέτι τὰς Μούσας οὐδὲ φίλους φιλέει· ἀλλ’ ὁ μὲν ἐκ λεχέων νιν ἐύρροος ἐς φρένα θέλγει, | |
ἄλλος δ’ ἐς θαλάμους ῥεγχόμενον κατέχει. | 710 in vol. 3 | |
AG.11.344 | Μητρόδοτος στυγέων πρασίνων αἰώνιον ἄχθος μνημοσύνην μίσους τήνδε τράπεζαν ἔχει. | |
AG.11.345 | Μητρόφανες, κύκνοψι, δασύθριξ, δῖε πελαργέ, τῇ καὶ τῇ κραδάων κεφαλὴν γεράνοισιν ὁμοίην μηκεδανὸν καράκαλλον ὑπὲκ δαπέδοιο κομίζεις. | |
AG.11.346(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Μέχρι τίνος, Πολύκαρπε, κενῆς παράσιτε τραπέζης, λήσῃ κερματίοις χρώμενος ἀλλοτρίοις; οὐ γὰρ ἔτ’ εἰν ἀγορῇ σε βλέπω πολύν, ἀλλ’ ὑποκάμπτεις ἤδη καὶ ζητεῖς, ποῖ σε φέρωσι πόδες. | |
5 | πᾶσιν ἐπαγγέλλῃ· „Κόμισαι τὸ σὸν αὔριον· ἔρχου καὶ λάβε.“ κοὐδ’ ὀμόσας οὐκέτι πίστιν ἔχεις. Κυζικόθεν σε φέρων ἄνεμος Σαμόθρᾳξι πέλασσεν· τοῦτό σε τοῦ λοιποῦ τέρμα μένει βιότου. | |
AG.11.347(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Χαίροιθ’, οἱ περὶ κόσμον ἀεὶ πεπλανηκότες ὄμμα οἵ τ’ ἀπ’ Ἀριστάρχου σῆτες ἀκανθολόγοι. ποῖ γὰρ ἐμοὶ ζητεῖν, τίνας ἔδραμεν Ἥλιος οἴμους καὶ τίνος ἦν Πρωτεὺς καὶ τίς ὁ Πυγμαλίων; | |
5 | γινώσκοιμ’, ὅσα λευκὸν ἔχει στίχον· ἡ δὲ μέλαινα | |
ἱστορίη τήκοι τοὺς Περικαλλιμάχους. | 712 in vol. 3 | |
AG.11.348(p1) | ΑΝΤΙΦΑΝΟΥΣ | |
1 | Ὦ θηρῶν βροτὲ μᾶλλον ἀνήμερε, πάντα σε μισεῖ, πατρολέτωρ· πάντῃ δ’ ἐκδέχεταί σε μόρος. ἢν ἐπὶ γῆς φεύγῃς, ἀγχοῦ λύκος· ἢν δὲ πρὸς ὕψος δενδροβατῇς, ἀσπὶς δεῖμ’ ὑπὲρ ἀκρεμόνων. | |
5 | πειράζεις καὶ Νεῖλον; ὁ δ’ ἐν δίναις κροκόδειλον ἔτρεφεν, εἰς ἀσεβεῖς θῆρα δικαιότατον. | |
AG.11.349(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Εἰπέ, πόθεν σὺ μετρεῖς κόσμον καὶ πείρατα γαίης ἐξ ὀλίγης γαίης σῶμα φέρων ὀλίγον. σαυτὸν ἀρίθμησον πρότερον καὶ γνῶθι σεαυτόν, καὶ τότ’ ἀριθμήσεις γαῖαν ἀπειρεσίην. | |
5 | εἰ δ’ ὀλίγον πηλὸν τοῦ σώματος οὐ καταριθμεῖς, πῶς δύνασαι γνῶναι τῶν ἀμέτρων τὰ μέτρα; | |
AG.11.350(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν, οὐ νοέεις δὲ ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην; ῥήτρῃ πιστεύεις πυκινόφρονι σῇ τε μενοινῇ ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένῃ. | |
5 | ἐλπίζειν ἔξεστι· Θέμιν δ’ οὐκ οἶδεν ἀμεῖψαι | |
τῆς σῆς ἠλεμάτου παίγνια φαντασίης. | 714 in vol. 3 | |
AG.11.351(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Τῷ πτισάνην πωλοῦντι τὸ κελλίον ἐχθὲς ἔδωκα καὶ φοβερὸν πύκτην σήμερον εὗρον ἔσω. ὡς δ’ ἔλεγον „Σὺ τίς εἶ; πόθεν ἤλυθες ἡμέτερον δῶ;“ πυγμαχίης κατ’ ἐμοῦ χεῖρας ἀνέσχεν ἄνω. | |
5 | ψύττα δ’ ἐγὼ κατέτεινα φοβεύμενος ἄγριον ἄνδρα, τὸν πτισανᾶν πύκτην ἐξαπίνης ὁρόων. ἀλλά σε πρὸς πύκτου Πολυδεύκεος ἠδὲ καὶ αὐτοῦ Κάστορος ἱκνοῦμαι καὶ Διὸς ἱκεσίου, τὸν πύκτην ἀπόκρουσον, ἐμὸν χόλον· οὐ δύναμαι γὰρ | |
10 | πυκτεύειν καθάπαξ μηνὸς ἐπερχομένου. | |
AG.11.352(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Τὸν σοφὸν ἐν κιθάρῃ, τὸν μουσικὸν Ἀνδροτίωνα εἴρετό τις τοίην κρουματικὴν σοφίην· „Δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας, ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως | |
5 | λεπτὸν ὑποτρύζουσα καὶ ἀντίτυπον τερέτισμα πάσχει τῆς ἰδίης πλησσομένης ὑπάτης, ὥστε με θαυμάζειν, πῶς ἄπνοα νεῦρα ταθέντα ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.“ ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν | |
10 | ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην· „Ἔστι,“ δ’ ἔφη, „λύσις ἥδε· τὰ νευρία πάντα τέτυκται ἐξ ὄιος χολάδων ἄμμιγα τερσομένων· τοὔνεκέν εἰσιν ἀδελφὰ καὶ ὡς ξύμφυλα συνηχεῖ ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα. | |
15 | γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα, καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων. καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῷ | |
πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.“ | 716 in vol. 3 | |
AG.11.353(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ἑρμολύκου θυγάτηρ μεγάλῳ παρέλεκτο πιθήκῳ· ἡ δ’ ἔτεκεν πολλοὺς Ἑρμοπιθηκιάδας. εἰ δ’ Ἑλένην ὁ Ζεὺς καὶ Κάστορα καὶ Πολυδεύκην ἐκ Λήδης ἔτεκεν κύκνον ἀμειψάμενος, | |
5 | Ἑρμιόνῃ γε Κόραξ παρελέξατο· ἡ δὲ τάλαινα φρικτῶν δαιμονίων ἑρμαγέλην ἔτεκεν. | |
AG.11.354(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, σκινδαλαμοφράστην αἰπυτάτης σοφίης, τοῖα περὶ ψυχῆς τις ἀνείρετο· „Πῶς θέμις εἰπεῖν τὴν ψυχήν; θνητὴν ἢ πάλιν ἀθάνατον; | |
5 | σῶμα δὲ δεῖ καλέειν ἢ ἀσώματον; ἐν δὲ νοητοῖς τακτέον ἢ ληπτοῖς ἢ τὸ συναμφότερον;“ αὐτὰρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους, καὶ παρὰ τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνοὺς | |
10 | πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην. εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου ἄκρα καταψήχων τὴν λύσιν ἐξέφερεν· „Εἴπερ ὅλως ἔστι ψυχῆς φύσις—οὐδὲ γὰρ οἶδα—, ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος, | |
15 | στεγνοφυὴς ἢ ἄυλος· ὅταν δ’ Ἀχέροντα περήσῃς, κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων. εἰ δ’ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην μιμοῦ καὶ τεγέων σὸν δέμας ἐκχάλασον· καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτὸν | |
20 | μοῦνον, ὅπερ ζητεῖς, τοῦθ’ ὑπολειπόμενος.“ | 718 in vol. 3 |
AG.11.355(p1) | ΠΑΛΛΑΔΑ | |
1 | „Πάντα μὲν οἶδα,“ λέγεις, ἀτελὴς δ’ ἐν πᾶσιν ὑπάρχεις· γευόμενος πάντων οὐδὲν ἔχεις ἴδιον. | |
AG.11.356(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἰς σὲ καὶ ἀψευδὴς ἐψεύσατο βίβλος Ὁμήρου, ὁπλοτέρων ἐνέπουσα μετήορα δήνεα φωτῶν. | |
AG.11.357(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Υἱὸς καὶ γενετὴρ δῆριν φιλόνεικον ἔθεντο, τίς πλέον ἐκδαπανῶν κλῆρον ἅπαντα φάγῃ. καὶ μετὰ τὴν βρῶσιν τὴν χρηματικὴν μάλα πᾶσαν ὕστατον ἀλλήλους λοιπὸν ἔχουσι φαγεῖν. | |
AG.11.358 | Ῥουφινιανός, Ῥοῦφος ὢν δισύλλαβος, συνεξέτεινε τοῖς κακοῖς τὰς συλλαβάς· οὐ λανθάνει δὲ τὴν δισύλλαβον Δίκην. κληθήσεται γὰρ καὶ δισύλλαβος πάλιν | |
5 | Ῥοῦφος κακοῦργος καὶ γόης, ὡς ἦν ποτέ. | 720 in vol. 3 |
AG.11.359 | Ὦ τῆς ἁπάσης δυνάμεως ὑπέρτατε, σῶσόν με τὸν δύστηνον ἐκ παντὸς φθόνου· θέλεις ἀκοῦσαι, βούλομαι κἀγὼ λέγειν· τὸ γὰρ θέλημα τὴν χάριν τίκτει διπλῆν, | |
5 | διπλοῦν τε κάλλος τῷ λόγῳ χαρίζεται λέγοντι κόσμος καὶ κλύοντι σεμνότης· φωστὴρ γὰρ εἶ σὺ καὶ λόγων καὶ τῶν νόμων νόμοις δικάζων καὶ λόγοισιν ἐκπρέπων. Αἴλουρον εἶδον χρυσίου τὸν πρίγκιπα | |
10 | ἢ βδέλλαν ὠμήν, χρυσοκόλλητον χόλον. | |
AG.11.360 | Νῦν ὁ στρατηγὸς Ἑρμανούβης ἐγένετο κύων ἀδελφοὺς συλλαβὼν Ἑρμᾶς δύο ἀσημοκλέπτας συνδεθέντας σχοινίῳ, ψυχροὺς ἀώρους Ταρταρίους τε δαίμονας. | |
5 | οὐκ οἶδα χῶρον τοῦ τρόπου κατήγορον· τρόπον δὲ χώρου τὸν κατήγορον λέγω. | |
AG.11.361(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Ἡμίονοι σύγγηροι ἐμὴν κομέουσιν ἀπήνην ταῖσιν Ὁμηρείοις πάντα Λιταῖς ἴκελαι, χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ, Ἡφαίστου πομπή, σκύτινα δαιμόνια, | |
5 | οὔ ποτε γευσάμεναι, μὰ τὸν Ἥλιον, οὐδ’ ἐν ὀνείρῳ, οὐ θέρεος κριθήν, οὐκ ἔαρος βοτάνην. τοὔνεκ’ ἐμεῦ μὲν ἕκητι βίον ζώοιτε κορώνης | |
〈ἢ ἐλάφου κε〉νεὴν ἠέρα βοσκόμεναι. | 722 in vol. 3 | |
AG.11.362(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Εὐδαίμων, ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας, Λεύκαρε, τὰν λίαν οὐκ ἐμάνη μανίαν οὐδ’ ἔλαβ’ ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει τὸν φίλον· ἀλλ’ αἰ χἢν δρᾶμ’ ἐδίδαξε μόνον, | |
5 | ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε· τοῦτο ποήσας κἠγὼ τὼς πολλὼς οὐκέτ’ ἔχω Πυλάδας. | |
AG.11.363(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Οὐκέτ’ Ἀλεξανδρεῦσι τὰ τίμια, χὠ Πτολεμαίου Μόσχος ἐν ἠιθέοις λαμπάδι κῦδος ἔχει, ὁ Πτολεμαίου Μόσχος. ἰὼ πόλι. ποῦ δὲ τὰ μητρὸς αἴσχεα πάνδημοί τ’ ἐργασίαι τέγεος; | |
5 | ποῦ δὲ 〈κασαύρια; ποῦ δὲ〉 συφόρβια; τίκτετε, πόρναι, τίκτετε τῷ Μόσχου πειθόμεναι στεφάνῳ. | |
AG.11.364(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Οὗτος ὁ μηδέν, ὁ λιτός, ὁ καὶ λάτρις, οὗτος, ὁρᾶτε, ἐστί τινος ψυχῆς κύριος ἀλλοτρίης. | |
AG.11.365(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίῃ, οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου· ᾔτεε δ’ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ ἔσται καὶ σταχύων ἄφθονος εὐπορίη. | |
5 | ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων | |
δάκτυλά τε γνάμπτων φθέγξατο Καλλιγένει· „Εἴπερ ἐπομβρηθῇ τὸ ἀρούριον, ὅσσον ἀπόχρη, μηδέ τιν’ ὑλαίην τέξεται ἀνθοσύνην, μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ | 724 in vol. 3 | |
10 | ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου, μηδὲ κεμὰς κείρῃσι τὰ λήια, μηδέ τιν’ ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην, ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ’ ἀποκόψεις τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.“ | |
AG.11.366(p1) | ΜΑΚΕΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Φειδωλός τις ἀνὴρ ἁφόων θησαυρὸν ὀνείρῳ ἤθελ’ ἀποθνῄσκειν πλούσιον ὕπνον ἔχων· ὡς δ’ ἴδε τὴν προτέρην σκιόεν μετὰ κέρδος ὀνείρου ἐξ ὕπνου πενίην, ἀντικάθευδε πάλιν. | |
AG.11.367(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΝΤΙΚΗΝΣΟΡΟΣ | |
1 | Ὄψιν ἔχεις στρουθῷ πανομοίιον. ἦ ῥά σε Κίρκη ἐς πτηνὴν μετέθηκε φύσιν κυκεῶνα πιόντα. | |
AG.11.368(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀμητὸς πολύς ἐστι τεὴν κατὰ δάσκιον ὄψιν· τῷ σε χρὴ δρεπάνοισι καὶ οὐ ψαλίδεσσι καρῆναι. | |
AG.11.369(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀσφαλέως οἴκησον ἐν ἄστεϊ, μή σε κολάψῃ | |
αἵματι Πυγμαίων ἡδομένη γέρανος. | 726 in vol. 3 | |
AG.11.370(p1) | ΜΑΚΕΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Οὐ λαλέει τὸ κάτοπτρον· ἐγὼ δέ σε πᾶσιν ἐλέγξω τὴν νοθοκαλλοσύνην φύκεϊ χριομένην. τοῦτο καὶ ἡδυλύρης ποτὲ Πίνδαρος ... ἐλέγχων εἶπεν „Ἄριστον ὕδωρ,“ φύκεος ἐχθρότατον. | |
AG.11.371(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Μή με κάλει δίσκων ἐπιίστορα λιμοφορήων βρωτύν μοι φορέων τὴν κολοκυνθιάδα. ἀργυρέην ὕλην οὐ τρώγομεν, ἣν παραβάλλεις λιμῷ κρητίζων τοὺς μελέους πίνακας. | |
5 | ζήτει νηστεύοντας ἐς ἀργυρέην ἐπίδειξιν, καὶ τότε θαυμάζῃ κοῦφον ἄσημον ἔχων. | |
AG.11.372(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Σῶμα φέρων σκιοειδές, ἀδερκέι σύμπνοον αὔρῃ, μή ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι, μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομίσσῃ ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον. | |
5 | οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἀμείψας ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις. | |
AG.11.373(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστιν· | |
ἡ σὴ Καλλιόπη Ταβλιόπη λέγεται. | 728 in vol. 3 | |
AG.11.374(p1) | ΜΑΚΕΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Τῷ ψιμύθῳ μὲν ἀεὶ λιποσαρκέα τεῖνε παρειήν, Λαοδίκη, λαοῖς ἔνδικα τινυμένη· μή ποτε δ’ εὐρύνῃς σέο χείλεα. τίς γὰρ ὀδόντων ὄρχατον ἐμπήξει φαρμακόεντι δόλῳ; | |
5 | τὴν χάριν ἐξέρρευσας, ὅσην ἔχες· οὐκ ἀπὸ πηγῆς ἀγλαΐη μελέων ἕλκεται ἀενάου. ὡς δὲ ῥόδον θαλέθεσκες ἐν εἴαρι· νῦν δ’ ἐμαράνθης γήραος αὐχμηρῷ καρφομένη θέρεϊ. | |
AG.11.375(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἔπταρον ἄγχι τάφοιο καὶ ἤθελον αὐτόθ’ ἀκοῦσαι, οἷά περ ὠισάμην μοῖραν ἐμῆς ἀλόχου. ἔπταρον εἰς ἀνέμους· ἄλοχον δέ μοι οὔ τι κιχάνει λύτρον ἐν ἀνθρώποις, οὐ νόσος, οὐ θάνατος. | |
AG.11.376(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν εἴρετό μιν τοίης ἀμφὶ δικασπολίης· „Ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν ἀλλοτρίην τ’ εἶναι λάτριν ἐπιστάμενος | |
5 | ζεῦξεν ἑῷ θεράποντι· τέκεν δ’ ὑπὸ παῖδας ἐκείνῳ. καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;“ ὃς δ’ ὅτε μερμήριξε καὶ ἔδρακε βίβλον ἑκάστην, εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον· „Ἢ σοὶ ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη | |
10 | δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις· δίζεο δ’ εὐμενέοντα δικασπόλον, αἶψα δ’ ἀποίσῃ | |
ψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.“ | 730 in vol. 3 | |
AG.11.377(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ὄρνεον ἠσθίομεν κεκλημένοι ἄθλιον ἄνδρες ἄλλων ὀρνίθων βρώματα γινόμενοι· καὶ τὸν μὲν Τιτυὸν κατὰ γῆς δύο γῦπες ἔδουσιν, ἡμᾶς δὲ ζῶντας τέσσαρες αἰγυπιοί. | |
AG.11.378(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ δύναμαι γαμετῆς καὶ γραμματικῆς ἀνέχεσθαι, γραμματικῆς ἀπόρου καὶ γαμετῆς ἀδίκου. ἀμφοτέρων τὰ πάθη θάνατος καὶ μοῖρα τέτυκται. τὴν οὖν γραμματικὴν νῦν μόλις ἐξέφυγον, | |
5 | οὐ δύναμαι δ’ ἀλόχου τῆς ἀνδρομάχης ἀναχωρεῖν· εἴργει γὰρ χάρτης καὶ νόμος Αὐσόνιος. | |
AG.11.379(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας ὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσῃ· εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ, ναὶ τάχα δαρδάψεις καὶ φίλον, ὃν καλέεις. | |
5 | ἀλλ’ οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος. εἰ δέ ποτ’ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ’ ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας· ἀλλ’ ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἴ σε περήσω | |
10 | Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον. | 732 in vol. 3 |
AG.11.380(p1) | ΜΑΚΕΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Παρθένος εὐπατέρεια Δίκη, πρέσβειρα πολήων, οὐ τὸν ἐν εὐσεβίῃ χρυσὸν ἀποστρέφεται· ἀλλὰ καὶ αὐτὰ τάλαντα Διὸς πάγχρυσα τελέσθη, οἷσι ταλαντεύει πάντα νόμον βιότου· | |
5 | „καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,“ εἰ μὴ Ὁμηρείων ἐξελάθου χαρίτων. | |
AG.11.381(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Πᾶσα γυνὴ χόλος ἐστίν· ἔχει δ’ ἀγαθὰς δύο ὥρας, τὴν μίαν ἐν θαλάμῳ, τὴν μίαν ἐν θανάτῳ. | |
AG.11.382(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθὲν καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων· | |
5 | ἦλθε δὲ Καλλίγνωτος ὁ Κώιος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης, πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον. Ἀλκιμένους δ’ ἐδόκευεν ἀνάκλισιν ἔκ τε προσώπου | |
10 | φράζετο καὶ παλάμης ψαῦεν ἐπισταμένως καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα πάντ’ ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους. καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευόμενος· | |
15 | „Εἴ γε φάρυγξ βομβεῦσα καὶ ἄγρια τύμματα πλευροῦ | |
καὶ πυρετῷ λήξῃ πνεῦμα δασυνόμενον, οὐκέτι τεθνήξει πλευρίτιδι· τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης. θάρσει· τὸν νομικὸν δὲ κάλει καὶ χρήματα σαυτοῦ | 734 in vol. 3 | |
20 | εὖ διαθεὶς βιότου λῆγε μεριμνοτόκου, καί με τὸν ἰητρὸν προρρήσιος εἵνεκεν ἐσθλῆς ἐν τριτάτῃ μοίρῃ κάλλιπε κληρονόμον.“ | |
AG.11.383(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Ἦν ἄρα καὶ κάνθωσι Τύχη χαλεπή τε καὶ ἐσθλή, καὶ Κρόνος ὡρονομεῖ τετραπόδων γένεσιν. ἐξότε γὰρ καὶ τοῦτον ὄνον χαλεπὸς χρόνος ἔσχεν, ἐξ ἀλαβαρχείης γραμματικοῦ γέγονεν. | |
5 | τλῆθι φέρειν λοιπόν, κανθήλιε· γραμματικοῖς γὰρ οὐδὲ τέλος κριθῇ, κρῖ δὲ μόνον λέγεται. | |
AG.11.384(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ μοναχοί, τί τοσοίδε; τοσοίδε δέ, πῶς πάλι μοῦνοι; ὦ πληθὺς μοναχῶν ψευσαμένη μονάδα. | |
AG.11.385(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πλαστὸν ἔχεις τὸν ἔρωτα, φόβῳ δὲ φιλεῖς καὶ ἀνάγκῃ· | |
τοῦ δὲ φιλεῖν οὕτως οὐδὲν ἀπιστότερον. | 736 in vol. 3 | |
AG.11.386(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Στυγνὴν τὴν Νίκην τις ἰδὼν κατὰ τὴν πόλιν ἐχθὲς εἶπε· „Θεὰ Νίκη, τίπτε πέπονθας ἄρα;“ ἡ δ’ ἀποδυρομένη καὶ μεμφομένη κρίσιν εἶπεν· „Οὐκ ἔγνως σὺ μόνος; Πατρικίῳ δέδομαι.“ | |
5 | ἦν ἄρα καὶ Νίκη πολυώδυνος, ἣν παρὰ θεσμὸν Πατρίκιος ναύτης ἥρπασεν ὡς ἄνεμον. | |
AG.11.387(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πάντες ἅπαξ τρώγουσιν· ὅταν δὲ τρέφῃ Σαλαμῖνος, οἴκαδ’ ἀριστῶμεν δεύτερον ἐρχόμενοι. | |
AG.11.388(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Ἄχρις ἂν ᾖς ἄγαμος, Νουμήνιε, πάντα δοκεῖ σοι ἐν τῷ ζῆν εἶναι τῶν ἀγαθῶν ἀγαθά· εἶθ’ ὅταν εἰσέλθῃ γαμετή, πάλιν εὐθὺ δοκεῖ σοι ἐν τῷ ζῆν εἶναι πάντα κακῶν τὰ κακά. — | |
5 | „Ἀλλὰ χάριν τεκνίων.“ —Ἕξεις, Νουμήνιε, τέκνα χαλκὸν ἔχων· πτωχὸς δ’ οὐδὲ τὰ τέκνα φιλεῖ. | |
AG.11.389(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ μὲν ζῇς ἐλάφου ταναὸν χρόνον ἠὲ κορώνης, συγγνώμη πλεῖστον πλοῦτον ἀγειρομένῳ· εἰ δέ τίς ἐσσι βροτῶν, οὓς αὐτίκα γῆρας ἰάπτει, μή σέ γ’ ἀπειρεσίων οἶστρος ἕλῃ κτεάνων· | |
5 | μὴ σὺ μὲν ἀτλήτοισιν ἐν ἄλγεσι θυμὸν ὀλέσσῃς, | |
χρήσωνται δ’ ἄλλοι σοῖς ἀγαθοῖς ἀπόνως. | 738 in vol. 3 | |
AG.11.390(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴ με φιλεῖς, ἔργῳ με φίλει καὶ μή μ’ ἀδικήσῃς ἀρχὴν τοῦ βλάπτειν τὴν φιλίαν θέμενος. πᾶσι γὰρ ἀνθρώποισιν ἐγὼ πολὺ κρέσσονά φημι τὴν φανερὰν ἔχθραν τῆς δολερῆς φιλίας. | |
5 | φασὶ δὲ καὶ νήεσσιν ἁλιπλανέεσσι χερείους τὰς ὑφάλους πέτρας τῶν φανερῶν σπιλάδων. | |
AG.11.391(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μῦν Ἀσκληπιάδης ὁ φιλάργυρος εἶδεν ἐν οἴκῳ καὶ „Τί ποιεῖς,“ φησίν, „φίλτατε μῦ, παρ’ ἐμοί;“ ἡδὺ δ’ ὁ μῦς γελάσας „Μηδέν, φίλε,“ φησί, „φοβηθῇς· οὐχὶ τροφῆς παρὰ σοὶ χρῄζομεν, ἀλλὰ μονῆς.“ | |
AG.11.392(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μύρμηκος πτερόεντος ὑπὲρ νώτοιο καθεσθεὶς Ἄδραστος ῥήτωρ τοῖον ἔλεξεν ἔπος· „Ἵπτασο· τὸν σὸν ἔχεις, ὦ Πήγασε, Βελλεροφόντην,“ φέρτατον ἡρώων, ἡμιθανῆ σκελετόν. | |
AG.11.393(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκ ἔστιν θυγατρὸς μεῖζον βάρος· εἰ δὲ δοκεῖ σοι, Εὐκτήμων, εἶναι κοῦφον, ἄκουσον ἐμοῦ. ἔστιν σοὶ κήλη κἀμοὶ θυγάτηρ· λάβε ταύτην | |
καὶ δός μοι κήλας ἀντὶ μιᾶς ἑκατόν. | 740 in vol. 3 | |
AG.11.394 | Ποιητὴς πανάριστος ἀληθῶς ἐστιν ἐκεῖνος, ὅστις δειπνίζει τοὺς ἀκροασαμένους. ἢν δ’ ἀναγινώσκῃ καὶ νήστιας οἴκαδε πέμπῃ, εἰς αὑτὸν τρεπέτω τὴν ἰδίαν μανίην. | |
AG.11.395(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Πορδὴ ἀποκτέννει πολλοὺς ἀδιέξοδος οὖσα, πορδὴ καὶ σῴζει τραυλὸν ἱεῖσα μέλος. οὐκοῦν εἰ σῴζει καὶ ἀποκτέννει πάλι πορδή, τοῖς βασιλεῦσιν ἴσην πορδὴ ἔχει δύναμιν. | |
AG.11.396(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Πολλάκις οἶνον ἔπεμψας ἐμοί, καὶ πολλάκις ἔγνων σοὶ χάριν ἡδυπότῳ νέκταρι τερπόμενος. νῦν δ’, εἴπερ με φιλεῖς, μὴ πέμψῃς· οὐ δέομαι γὰρ οἴνου τοιούτου μηκέτ’ ἔχων θρίδακας. | |
AG.11.397(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πολλὰς μυριάδας ψηφίζων Ἀρτεμίδωρος καὶ μηδὲν δαπανῶν ζῇ βίον ἡμιόνων, πολλάκις αἳ χρυσοῦ τιμαλφέα φόρτον ἔχουσαι | |
πολλὸν ὑπὲρ νώτου, χόρτον ἔδουσι μόνον. | 742 in vol. 3 | |
AG.11.398(p1) | 〈ΝΙΚΑΡΧΟΥ〉 | |
1 | Τὴν κεφαλὴν βάπτων τις ἀπώλεσε τὰς τρίχας αὐτὰς καὶ δασὺς ὢν λίαν ᾠὸν ἅπας γέγονεν. τοῦτο βαφεὺς ἐπόησε τὸ μηκέτι κουρέα τέμνειν μήτε κόμην λευκὴν μήτε μελαινομένην. | |
AG.11.399(p1) | ΑΠΟΛΛΙΝΑΡΙΟΥ | |
1 | Γραμματικός ποτ’ ὄνῳ ἐποχούμενος ἐξεκυλίσθη καὶ τῆς γραμματικῆς, ὡς λόγος, ἐξέπεσεν· εἶθ’ ἑξῆς ἐβίου κοινὸν βίον ὡς ἰδιώτης, ὧν ἐδίδασκεν ἀεί, μηδὲν ἐπιστάμενος. | |
5 | ἀλλὰ Γλύκων ἔπαθεν τοὐναντίον· ὢν γὰρ ἄπειρος καὶ κοινῆς γλώττης, οὐχ ὅτι γραμματικῆς, νῦν Λιβυκοὺς κάνθωνας ὀχούμενος, εἶτ’ ἀποπίπτων πολλάκις ἐξαίφνης γραμματικὸς γέγονεν. | |
AG.11.400(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Ἵλαθι, Γραμματικὴ φυσίζοε, ἵλαθι, λιμοῦ φάρμακον εὑρομένη „Μῆνιν ἄειδε, θεά.“ νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι καὶ βωμὸν θυέων μή ποτε δευόμενον. | |
5 | καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσα | |
καὶ λιμένες, πάντων δέκτρια Γραμματική. | 744 in vol. 3 | |
AG.11.401(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν, ὥστε μαθεῖν παρ’ ἐμοὶ ταῦτα τὰ γραμματικά. ὡς δὲ τὸ „μῆνιν ἄειδε“ καὶ „ἄλγεα μυρί’ ἔθηκεν“ ἔγνω καὶ τὸ τρίτον τοῖσδ’ ἀκόλουθον ἔπος | |
5 | „πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν,“ οὐκέτι μιν πέμπει πρός με μαθησόμενον. ἀλλά μ’ ἰδὼν ὁ πατήρ· „Σοὶ μὲν χάρις,“ εἶπεν, „ἑταῖρε· αὐτὰρ ὁ παῖς παρ’ ἐμοὶ ταῦτα μαθεῖν δύναται· καὶ γὰρ ἐγὼ πολλὰς ψυχὰς Ἄϊδι προϊάπτω | |
10 | καὶ πρὸς τοῦτ’ οὐδὲν γραμματικοῦ δέομαι.“ | |
AG.11.402(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μηδείς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου ποιήσειε θεῶν, ᾗ σὺ κατασπαταλᾷς ἔσθων ἐκτραπέλως στομάχων κακὰ χείρονα λιμοῦ, οἷα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία. | |
5 | πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον ἢ πρὶν ἐπείνων, ἢ χορτασθείην τῆς παρὰ σοὶ σπατάλης. | |
AG.11.403(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα, ἡ τὸ καλῶς ζῆσαι πάντοτ’ ἐπισταμένη, εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις πιλοφορεῖν τ’ οἶδας καὶ μύρα σοι μέλεται, | |
5 | τέρπει καὶ στέφανός σε καὶ Αὐσονίου πόμα Βάκχου· ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε. τοὔνεκά νυν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν, | |
τέρπῃ δ’ αὖ πλούτου πρὸς πόδας ἐρχομένη. | 746 in vol. 3 | |
AG.11.404(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐδέποτ’ εἰς πορθμεῖον ὁ κηλήτης Διόφαντος ἐμβαίνει μέλλων εἰς τὸ πέραν ἀπίναι· τῆς κήλης δ’ ἐπάνωθε τὰ φορτία πάντα τεθεικὼς καὶ τὸν ὄνον, διαπλεῖ σινδόν’ ἐπαράμενος. | |
5 | ὥστε μάτην Τρίτωνες ἐν ὕδασι δόξαν ἔχουσιν, εἰ καὶ κηλήτης ταὐτὸ ποιεῖν δύναται. | |
AG.11.405(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὁ γρυπὸς Νίκων ὀσφραίνεται οἴνου ἄριστα, οὐ δύναται δ’ εἰπεῖν, οἷος ἂν ᾖ, ταχέως. ἐν τρισὶν ὥραις γὰρ θεριναῖς μόλις αἰσθάνετ’ αὐτὸς ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων. | |
5 | ὢ μεγάλου μυκτῆρος· ὅταν ποταμὸν διαβαίνῃ, θηρεύει τούτῳ πολλάκις ἰχθύδια. | |
AG.11.406(p1) | ΝΙΚΑΡΧΟΥ | |
1 | Τοῦ γρυποῦ Νίκωνος ὁρῶ τὴν ῥῖνα, Μένιππε· αὐτὸς δ’ οὐ μακρὰν φαίνεται εἶναι ἔτι. πλὴν ἥξει, μείνωμεν ὅμως· εἰ γὰρ πολύ, πέντε τῆς ῥινὸς σταδίους, οἴομαι, οὐκ ἀπέχει. | |
5 | ἀλλ’ αὐτὴ μέν, ὁρᾷς, προπορεύεται· ἢν δ’ ἐπὶ βουνὸν | |
ὑψηλὸν στῶμεν, καὐτὸν ἐσοψόμεθα. | 748 in vol. 3 | |
AG.11.407(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν λεπτὸν θακεῦντα Μενέστρατον εἴαρος ὥρῃ μύρμηξ ἐξελθὼν εἵλκυσεν εἰς ῥαγάδα· μυῖα δ’ ἐπιπτᾶς’ αὐτὸν ἀνήρπασεν, ὡς Γανυμήδην αἰετὸς εἰς θαλάμους οὐρανίους Κρονίδεω· | |
5 | πίπτεν δ’ ἐκ χειρῶν μυίης, κοὐδ’ ὣς θίγε γαίης, ἐκ δ’ ἀράχνης ἱστοῦ τῶν βλεφάρων κρέμαται. | |
AG.11.408(p1) | ΛΟΥΚΙΛΛΙΟΥ | |
1 | Τὴν κεφαλὴν βάπτεις, τὸ δὲ γῆρας οὔποτε βάψεις, οὐδὲ παρειάων ἐκτανύσεις ῥυτίδας. μὴ τοίνυν τὸ πρόσωπον ἅπαν ψιμύθῳ κατάπλαττε, ὥστε προσωπεῖον κοὐχὶ πρόσωπον ἔχειν. | |
5 | οὐδὲν γὰρ πλέον ἐστί. τί μαίνεαι; οὔποτε φῦκος καὶ ψίμυθος τεύξει τὴν Ἑκάβην Ἑλένην. | |
AG.11.409(p1) | ΓΑΙΤΟΥΛΙΚΟΥ | |
1 | Τετράκις ἀμφορέως περὶ χείλεσι χείλεα θεῖσα Σειληνὶς πάσας ἐξερόφησε τρύγας. εὐχαίτα Διόνυσε, σὲ δ’ ὕδασιν οὐκ ἐμίηνεν· ἀλλ’ οἷος πρώτης ἦλθες ἀπ’ οἰνοπέδης, | |
5 | τοῖόν σε προὔπινεν ἀφειδεές, ἄγγος ἔχουσα, | |
εἰσότε καὶ νεκύων ἦλθεν ἐπὶ ψάμαθον. | 750 in vol. 3 | |
AG.11.410(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Τοῦ πωγωνοφόρου κυνικοῦ, τοῦ βακτροπροσαίτου, εἴδομεν ἐν δείπνῳ τὴν μεγάλην σοφίαν. θέρμων μὲν γὰρ πρῶτον ἀπέσχετο καὶ ῥαφανίδων, μὴ δεῖν δουλεύειν γαστρὶ λέγων ἀρετήν. | |
5 | εὖτε δ’ ἐν ὀφθαλμοῖσιν ἴδεν χιονώδεα βόλβαν στρυφνήν, ἣ πινυτὸν ἤδη ἔκλεπτε νόον, ᾔτησεν παρὰ προσδοκίαν καὶ ἔτρωγεν ἀληθῶς κοὐδὲν ἔφη βόλβαν τὴν ἀρετὴν ἀδικεῖν. | |
AG.11.411 | Τοῦτο πυρὰν μᾶλλον κλῄζειν δεῖ κοὐ βαλανεῖον, ἥν ποθ’ ὁ Πηλείδης ἧψε Μενοιτιάδῃ, ἢ τὸν Μηδείης στέφανον, τὸν ἀνεῖρεν Ἐρινὺς ἐν θαλάμοις Γλαύκης εἵνεκεν Αἰσονίδου. | |
5 | φεῖσαί μου, βαλανεῦ, πρὸς τοῦ Διός· εἰμὶ γὰρ ἀνὴρ πάντα γράφων τὰ βροτῶν ἔργα καὶ ἀθανάτων. εἰ δὲ πρόκειταί σοι πολλοὺς ζῶντας κατακαίειν, ἅπτε πυρὰν ξυλίνην, δήμιε, μὴ λιθίνην. | |
AG.11.412(p1) | ΑΝΤΙΟΧΟΥ | |
1 | Ψυχὴν μὲν γράψαι χαλεπόν, μορφὴν δὲ χαράξαι ῥᾴδιον· ἀλλ’ ἐπὶ σοὶ τοὔμπαλιν ἀμφότερον. τῆς μὲν γὰρ ψυχῆς τὸ διάστροφον ἔξω ἄγουσα ἐν τοῖς φαινομένοις ἡ Φύσις εἰργάσατο. | |
5 | τὸν δ’ ἐπὶ τῆς μορφῆς θόρυβον καὶ σώματος ὕβριν | |
πῶς ἄν τις γράψαι, μηδ’ ἐσιδεῖν ἐθέλων; | 752 in vol. 3 | |
AG.11.413(p1) | ΑΜΜΙΑΝΟΥ | |
1 | Ὡς κῆπον τεθυκὼς δεῖπνον παρέθηκεν Ἀπελλῆς οἰόμενος βόσκειν ἀντὶ φίλων πρόβατα. ἦν ῥαφανίς, σέρις ἦν, τῆλις, θρίδακες, πράσα, βολβοί, ὤκιμον, ἡδύοσμον, πήγανον, ἀσπάραγος· | |
5 | δείσας δ’ ἐκ τούτων, μὴ καὶ χόρτον παραθῇ μοι, δειπνήσας θέρμους ἡμιβρεχεῖς ἔφυγον. | |
AG.11.414(p1) | ΗΔΥΛΟΥ | |
1 | Λυσιμελοῦς Βάκχου καὶ λυσιμελοῦς Ἀφροδίτης γεννᾶται θυγάτηρ λυσιμελὴς ποδάγρα. | |
AG.11.415(p1) | [ΑΝΤΙΠΑΤΡΟΥ ἢ] ΝΙΚΑΡΧΟΥ | |
1 | Τίς σοῦ, Μεντορίδη, προφανῶς οὕτως μετέθηκεν τὴν πυγήν, οὗπερ τὸ στόμ’ ἔκειτο πρὸ τοῦ; βδεῖς γὰρ κοὐκ ἀναπνεῖς, φθέγγῃ δ’ ἐκ τῶν καταγείων. θαῦμά μ’ ἔχει, τὰ κάτω πῶς σου ἄνω γέγονεν. | |
AG.11.416 | Χρήματα καὶ πόρναις παραγίνεται· οὐκ ἀλεγίζω. μισείτω με τάλας χρυσὸς ὁ πορνοφίλας. | |
AG.11.417 | Ἄλλην δρῦν βαλάνιζε, Μενέσθιον· οὐ γὰρ ἔγωγε ἔκκαιρον μήλων προσδέχομαι ῥυτίδα, ἀλλ’ αἰεὶ πεπόθηκα συνακμάζουσαν ὀπώρην. | |
ὥστε τί πειράζεις λευκὸν ἰδεῖν κόρακα; | 754 in vol. 3 | |
AG.11.418(p1) | ΤΡΑΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ | |
1 | Ἀντίον ἠελίου στήσας ῥίνα καὶ στόμα χάσκων δείξεις τὰς ὥρας πᾶσι παρερχομένοις. | |
AG.11.419(p1) | ΦΙΛΩΝΟΣ | |
1 | Αἱ πολιαὶ σὺν νῷ γεραρώτεραι· αἱ γὰρ ἄτερ νοῦ μᾶλλον τῶν πολλῶν εἰσὶν ὄνειδος ἐτῶν. | |
AG.11.420 | Αἱ τρίχες, ἢν σιγᾷς, εἰσὶ φρένες· ἢν δὲ λαλήσῃς, ὡς αἱ τῆς ἥβης οὐ φρένες, ἀλλὰ τρίχες. | |
AG.11.421(p1) | ΑΠΟΛΛΙΝΑΡΙΟΥ | |
1 | Ἂν μὲν ἀπόντα λέγῃς με κακῶς, οὐδὲν ἀδικεῖς με, ἂν δὲ παρόντα καλῶς, ἴσθι κακῶς με λέγων. | |
AG.11.422(p1) | ΑΝΤΙΟΧΟΥ | |
1 | Βήσας, εἰ φρένας εἶχεν, ἀπήγχετο· νῦν δ’ ὑπ’ ἀνοίας καὶ ζῇ καὶ πλουτεῖ, καὶ μετὰ τὴν πάροδον. | |
AG.11.423(p1) | ΕΛΛΑΔΙΟΥ | |
1 | Βάπτων πάντα, βαφεῦ, καὶ χρωματίοις μεταβάλλων, | |
καὶ πενίην βάψας πλούσιος ἐξεφάνης. | 756 in vol. 3 | |
AG.11.424(p1) | ΠΙΣΩΝΟΣ | |
1 | Γαίης ἐκ Γαλατῶν μηδ’ ἄνθεα, ἧς ἀπὸ κόλπων ἀνθρώποις ὀλέτειραι Ἐρινύες ἐβλάστησαν. | |
AG.11.425 | Γινώσκειν σε θέλω, Πλακιανέ, σαφῶς, ὅτι πᾶσα ἔγχαλκος γραῖα πλουσία ἐστὶ σορός. | |
AG.11.426 | Γράμμα περισσὸν ἔχεις τὸ προκείμενον· ἢν ἀφέλῃ τις τοῦτό σοι, οἰκεῖον κτήσῃ ἁπλῶς ὄνομα. | |
AG.11.427(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Δαίμονα πολλὰ λαλῶν ὀζόστομος ἐξορκιστὴς ἐξέβαλ’, οὐχ ὅρκων, ἀλλὰ κόπρων δυνάμει. | |
AG.11.428(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εἰς τί μάτην νίπτεις δέμας Ἰνδικόν; ἴσχεο τέχνης· | |
οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι. | 758 in vol. 3 | |
AG.11.429(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐν πᾶσιν μεθύουσιν Ἀκίνδυνος ἤθελε νήφειν, τοὔνεκα καὶ μεθύειν αὐτὸς ἔδοξε μόνος. | |
AG.11.430(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν, καὶ τράγος εὐπώγων αἶψ’ ὅλος ἐστὶ Πλάτων. | |
AG.11.431(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ ταχὺς εἰς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχεις, τοῖς ποσί σου τρῶγε καὶ τρέχε τῷ στόματι. | |
AG.11.432(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἔσβεσε τὸν λύχνον μῶρος ψυλλῶν ὑπὸ πολλῶν δακνόμενος, λέξας· „Οὐκέτι με βλέπετε.“ | |
AG.11.433(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ζωγράφε, τὰς μορφὰς κλέπτεις μόνον· οὐ δύνασαι δὲ | |
φωνὴν συλῆσαι χρώματι πειθόμενος. | 760 in vol. 3 | |
AG.11.434(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἢν ἐσίδῃς κεφαλὴν μαδαρὰν καὶ στέρνα καὶ ὤμους, μηδὲν ἐρωτήσῃς· μῶρον ὁρᾷς φαλακρόν. | |
AG.11.435(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θαυμάζειν μοι ἔπεισιν, ὅπως Βύτος ἐστὶ σοφιστὴς οὔτε λόγον κοινὸν οὔτε λογισμὸν ἔχων. | |
AG.11.436(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θᾶττον ἔην λευκοὺς κόρακας πτηνάς τε χελώνας εὑρεῖν ἢ δόκιμον ῥήτορα Καππαδόκην. | |
AG.11.437(p1) | ΑΡΑΤΟΥ | |
1 | Αἰάζω Διότιμον, ὃς ἐν πέτραισι κάθηται Γαργαρέων παισὶν βῆτα καὶ ἄλφα λέγων. | |
AG.11.438(p1) | ΜΕΝΑΝΔΡΟΥ | |
1 | Κορινθίῳ † πίστευε καὶ μὴ χρῶ φίλῳ. | |
AG.11.439(p1) | ΔΙΦΙΛΟΥ | |
1 | Τὸ μὲν Ἄργος ἵππιον, οἱ δ’ ἐνοικοῦντες λύκοι. | 762 in vol. 3 |
AG.11.440(p1) | ΠΙΤΤΑΚΟΣ | |
1 | Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί. | |
AG.11.441(p1) | ΦΙΛΙΣΚΟΥ | |
1 | Ὁ Πειραιεὺς κάρυον μέγ’ ἐστὶ καὶ κενόν. | |
AG.11.442 | Τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο, τὸν μέγαν ἐν βουλῇ Πεισίστρατον, ὃς τὸν Ὅμηρον ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον· | |
5 | ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης, | |
εἴπερ Ἀθηναῖοι Σμύρναν ἀπῳκίσαμεν. | 764 in vol. 3 | |
AG.12p | ΣΤΡΑΤΩΝΟΣ ΤΟΥ ΣΑΡΔΙΑΝΟΥ ΠΑΙΔΙΚΗ ΜΟΥΣΑ | |
AG.12.1(p1) | 〈ΣΤΡΑΤΩΝΟΣ〉 | |
1 | Ἐκ Διὸς ἀρχώμεσθα, καθὼς εἴρηκεν Ἄρατος· ὑμῖν δ’, ὦ Μοῦσαι, σήμερον οὐκ ἐνοχλῶ. εἰ γὰρ ἐγὼ παῖδάς τε φιλῶ καὶ παισὶν ὁμιλῶ, τοῦτο τί πρὸς Μούσας τὰς Ἑλικωνιάδας; | |
AG.12.2(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Μὴ ζήτει δέλτοισιν ἐμαῖς Πρίαμον παρὰ βωμοῖς, μηδὲ τὰ Μηδείης πένθεα καὶ Νιόβης, μηδ’ Ἴτυν ἐν θαλάμοις καὶ ἀηδόνας ἐν πετάλοισιν· ταῦτα γὰρ οἱ πρότεροι πάντα χύδην ἔγραφον· | |
5 | ἀλλ’ ἱλαραῖς Χαρίτεσσι μεμιγμένον ἡδὺν Ἔρωτα καὶ Βρόμιον· τούτοις δ’ ὀφρύες οὐκ ἔπρεπον. | |
AG.12.3(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῶν παίδων, Διόδωρε, τὰ προσθέματ’ εἰς τρία πίπτει σχήματα, καὶ τούτων μάνθαν’ ἐπωνυμίας. τὴν ἔτι μὲν γὰρ ἄθικτον ἀκμὴν λάλου ὀνόμαζε, κοκκὼ τὴν φυσᾶν ἄρτι καταρχομένην· | |
5 | τὴν δ’ ἤδη πρὸς χεῖρα σαλευομένην λέγε σαύραν· | |
τὴν δὲ τελειοτέρην οἶδας, ἃ χρή σε καλεῖν. | 12 in vol. 4 | |
AG.12.4(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀκμῇ δωδεκέτους ἐπιτέρπομαι· ἔστι δὲ τούτου χὠ τρισκαιδεκέτης πουλὺ ποθεινότερος· χὠ τὰ δὶς ἑπτὰ νέμων γλυκερώτερον ἄνθος Ἐρώτων, τερπνότερος δ’ ὁ τρίτης πεντάδος ἀρχόμενος· | |
5 | ἑξεπικαιδέκατον δὲ θεῶν ἔτος· ἑβδόματον δὲ καὶ δέκατον ζητεῖν οὐκ ἐμόν, ἀλλὰ Διός. εἰ δ’ ἔτι πρεσβυτέρου τις ἔχει πόθον, οὐκέτι παίζει, ἀλλ’ ἤδη ζητεῖ „τὸν δ’ ἀπαμειβόμενοσ“. | |
AG.12.5(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοὺς λευκοὺς ἀγαπῶ, φιλέω δ’ ἅμα τοὺς μελιχρώδεις καὶ ξανθούς, στέργω δ’ ἔμπαλι τοὺς μέλανας· οὐδὲ κόρας ξανθὰς παραπέμπομαι· ἀλλὰ περισσῶς τοὺς μελανοφθάλμους αἰγλοφανεῖς τε φιλῶ. | |
AG.12.6(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρωκτὸς καὶ χρυσὸς τὴν αὐτὴν ψῆφον ἔχουσιν· ψηφίζων δ’ ἀφελῶς τοῦτό ποθ’ εὗρον ἐγώ. | |
AG.12.7(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σφιγκτὴρ οὐκ ἔστιν παρὰ παρθένῳ οὐδὲ φίλημα ἁπλοῦν, οὐ φυσικὴ χρωτὸς ἐυπνοΐη, οὐ λόγος ἡδὺς ἐκεῖνος ὁ πορνικὸς οὐδ’ ἀκέραιον βλέμμα, διδασκομένη δ’ ἐστὶ κακιοτέρα· | |
5 | ψυχροῦνται δ’ ὄπιθεν πᾶσαι· τὸ δὲ μεῖζον ἐκεῖνο, | |
οὐκ ἔστιν, ποῦ θῇς τὴν χέρα πλαζομένην. | 14 in vol. 4 | |
AG.12.8(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἶδον ἐγώ τινα παῖδα ἐπανθοπλοκοῦντα κόρυμβον ἄρτι παρερχόμενος τὰ στεφανηπλόκια· οὐδ’ ἄτρωτα παρῆλθον· ἐπιστὰς δ’ ἥσυχος αὐτῷ φημί· „Πόσου πωλεῖς τὸν σὸν ἐμοὶ στέφανον;“ | |
5 | μᾶλλον τῶν καλύκων δ’ ἐρυθαίνετο καὶ κατακύψας φησί· „Μακρὰν χώρει, μή σε πατὴρ ἐσίδῃ.“ ὠνοῦμαι προφάσει στεφάνους καὶ οἴκαδ’ ἀπελθὼν ἐστεφάνωσα θεοὺς κεῖνον ἐπευξάμενος. | |
AG.12.9(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄρτι καλός, Διόδωρε, σὺ καὶ φιλέουσι πέπειρος· ἀλλὰ καὶ ἢν γήμῃς, οὐκ ἀπολειψόμεθα. | |
AG.12.10(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ καί σοι τριχόφοιτος ἐπεσκίρτησεν ἴουλος καὶ τρυφεραὶ κροτάφων ξανθοφυεῖς ἕλικες, οὐδ’ οὕτω φεύγω τὸν ἐρώμενον· ἀλλὰ τὸ κάλλος τούτου, κἂν πώγων, κἂν τρίχες, ἡμέτερον. | |
AG.12.11(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐχθὲς ἔχων ἀνὰ νύκτα Φιλόστρατον οὐκ ἐδυνήθην κείνου—πῶς εἴπω; —πάντα παρασχομένου. ἀλλ’ ἐμὲ μηκέτ’ ἔχοιτε, φίλοι, φίλον, ἀλλ’ ἀπὸ πύργου ῥίψατ’, ἐπεὶ λίην Ἀστυάναξ γέγονα. | |
AG.12.12(p1) | ΦΛΑΚΚΟΥ | |
1 | Ἄρτι γενειάζων ὁ καλὸς καὶ στερρὸς ἐρασταῖς | |
παιδὸς ἐρᾷ Λάδων. σύντομος ἡ Νέμεσις. | 16 in vol. 4 | |
AG.12.13(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Ἰητροὺς εὗρόν ποτ’ ἐγὼ λείους δυσέρωτας τρίβοντας φυσικῆς φάρμακον ἀντιδότου. οἱ δέ γε φωραθέντες „Ἔχ’ ἡσυχίην“ ἐδέοντο· κἀγὼ ἔφην· „Σιγῶ, καὶ θεραπεύσετ’ ἐμέ.“ | |
AG.12.14(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Δημόφιλος τοιοῖσδε φιλήμασιν εἰ πρὸς ἐραστὰς χρήσεται ἀκμαίην, Κύπρι, καθ’ ἡλικίην, ὡς ἐμὲ νῦν ἐφίλησεν ὁ νήπιος, οὐκέτι νύκτωρ ἥσυχα τῇ κείνου μητρὶ μενεῖ πρόθυρα. | |
AG.12.15(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Εἰ Γραφικοῦ πυγαῖα σανὶς δέδαχ’ ἐν βαλανείῳ, ἄνθρωπος τί πάθω; καὶ ξύλον αἰσθάνεται. | |
AG.12.16(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μὴ κρύπτῃς τὸν ἔρωτα, Φιλόκρατες· αὐτὸς ὁ δαίμων λακτίζειν κραδίην ἡμετέρην ἱκανός· ἀλλ’ ἱλαροῦ μετάδος τι φιλήματος. ἔσθ’ ὅτε καὶ σὺ αἰτήσεις τοιάνδ’ ἐξ ἑτέρων χάριτα. | |
AG.12.17(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὔ μοι θῆλυς ἔρως ἐγκάρδιος, ἀλλά με πυρσοὶ ἄρσενος ἀσβέστῳ θῆκαν ἐπ’ ἀνθρακιῇ. πλειότερον τόδε θάλπος· ὅσῳ δυνατώτερος ἄρσην | |
θηλυτέρης, τόσσῳ χὠ πόθος ὀξύτερος. | 18 in vol. 4 | |
AG.12.18(p1) | ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ | |
1 | Τλήμονες, οἷς ἀνέραστος ἔφυ βίος· οὔτε γὰρ ἔρξαι εὐμαρὲς οὔτ’ εἰπεῖν ἐστί τι νόσφι πόθων. καὶ γὰρ ἐγὼ νῦν εἰμι λίην βραδύς· εἰ δ’ ἐσίδοιμι Ξεινόφιλον, στεροπῆς πτήσομαι ὀξύτερος. | |
5 | τοὔνεκεν οὐ φεύγειν γλυκὺν Ἵμερον, ἀλλὰ διώκειν πᾶσι λέγω. ψυχῆς ἐστιν Ἔρως ἀκόνη. | |
AG.12.19(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὐ δύναμαί σε θέλων θέσθαι φίλον· οὔτε γὰρ αἰτεῖς οὔτ’ αἰτοῦντι δίδως οὔθ’, ἃ δίδωμι, δέχῃ. | |
AG.12.20(p1) | ΙΟΥΛΙΟΥ ΛΕΩΝΙΔΑ | |
1 | Ὁ Ζεὺς Αἰθιόπων πάλι τέρπεται εἰλαπίναισιν ἢ χρυσὸς Δανάης εἵρπυσεν εἰς θαλάμους· θαῦμα γάρ, εἰ Περίανδρον ἰδὼν οὐχ ἥρπασε γαίης τὸν καλόν. ἢ φιλόπαις οὐκέτι νῦν ὁ θεός; | |
AG.12.21(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Κλέψομεν ἄχρι τίνος τὰ φιλήματα καὶ τὰ λαθραῖα νεύσομεν ἀλλήλοις ὄμμασι φειδομένοις; μέχρι τίνος δ’ ἀτέλεστα λαλήσομεν, ἀμβολίαισι ζευγνύντες κενεὰς ἔμπαλιν ἀμβολίας; | |
5 | μέλλοντες τὸ καλὸν δαπανήσομεν· ἀλλὰ πρὶν ἐλθεῖν | |
τὰς φθονεράς, Φείδων, θῶμεν ἐπ’ ἔργα λόγοις. | 20 in vol. 4 | |
AG.12.22(p1) | ΣΚΥΘΙΝΟΥ | |
1 | Ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ, Ἰλισὸς πλήρης τῶν ἐς ἔρωτ’ ἐτέων, αὐτὰ τὰ καίρι’ ἔχων ἑκκαίδεκα καὶ μετὰ τούτων πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας | |
5 | καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι καὶ τὸ φιλῆσαι χείλεα καὶ τὸ λαβεῖν ἔνδον ἀμεμπτότατον. καὶ τί πάθω; φασὶν γὰρ ὁρᾶν μόνον· ἦ ῥ’ ἀγρυπνήσω πολλάκι τῇ κενεῇ Κύπριδι χειρομαχῶν. | |
AG.12.23(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἠγρεύθην ὁ πρόσθεν ἐγώ ποτε τοῖς δυσέρωσι κώμοις ἠιθέων πολλάκις ἐγγελάσας· καί μ’ ἐπὶ σοῖς ὁ πτανὸς Ἔρως προθύροισι, Μυΐσκε, στῆσεν ἐπιγράψας· „Σκῦλ’ ἀπὸ Σωφροσύνης.“ | |
AG.12.24(p1) | ΛΑΥΡΕΑ | |
1 | Εἴ μοι χαρτὸς ἐμὸς Πολέμων καὶ σῶος ἀνέλθοι, οἷος ἄ〈ρ’ ἦν, Δήλου〉 κοίρανε, πεμπόμενος, ῥέξειν οὐκ ἀπόφημι τὸν ὀρθροβόην παρὰ βωμοῖς ὄρνιν, ὃν εὐχωλαῖς ὡμολόγησα τεαῖς· | |
5 | εἰ δέ τι τῶν ὄντων τότε οἱ πλέον ἢ καὶ ἔλασσον ἔλθοι ἔχων, λέλυται τοὐμὸν ὑποσχέσιον. ἦλθε δὲ σὺν πώγωνι· τόδ’ εἰ φίλον αὐτὸς ἑαυτῷ | |
εὔξατο, τὴν θυσίην πρᾶσσε τὸν εὐξάμενον. | 22 in vol. 4 | |
AG.12.25(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ | |
1 | Σῶόν μοι Πολέμωνα μολεῖν, ὅτ’ ἔπεμπον, Ἀπόλλω ᾐτούμην, θυσίην ὄρνιν ὑποσχόμενος. ἦλθε δέ μοι Πολέμων λάσιος γένυν. οὐ μὰ σέ, Φοῖβε, ἦλθεν ἐμοί, πικρῷ δ’ ἐξέφυγέν με τάχει. | |
5 | οὐκέτι σοι θύω τὸν ἀλέκτορα· μή με σοφίζου, κωφήν μοι σταχύων ἀντιδιδοὺς καλάμην. | |
AG.12.26(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴ μοι σῳζόμενος Πολέμων, ὃν ἔπεμπον, ἀνέλθοι, . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . νῦν δ’ αὑτῷ Πολέμων ἀνασῴζεται—οὐκ ἀπαφήσεις, Φοῖβε—, δασὺς δ’ ἥκων οὐκέτι σῶος ἐμοί. | |
5 | αὐτὸς ἴσως σκιάσαι γένυν εὔξατο· θυέτω αὐτὸς ἀντία ταῖσιν ἐμαῖς ἐλπίσιν εὐξάμενος. | |
AG.12.27(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σαῖς ἴκελον προὔπεμπον ἐγὼ Πολέμωνα παρειαῖς, ἢν ἔλθῃ, θύσειν ὄρνιν ὑποσχόμενος· οὐ δέχομαι φθονεροῖς, Παιάν, φρίσσοντα γενείοις, τοιούτου τλήμων εἵνεκεν εὐξάμενος. | |
5 | οὐδὲ μάτην τίλλεσθαι ἀναίτιον ὄρνιν ἔοικεν, ἢ συντιλλέσθω, Δήλιε, καὶ Πολέμων. | |
AG.12.28(p1) | ΝΟΥΜΗΝΙΟΥ ΤΑΡΣΕΩΣ | |
1 | Κῦρος κύριός ἐστι. τί μοι μέλει, εἰ παρὰ γράμμα; | |
οὐκ ἀναγινώσκω τὸν καλόν, ἀλλὰ βλέπω. | 24 in vol. 4 | |
AG.12.29(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Πρώταρχος καλός ἐστι καὶ οὐ θέλει, ἀλλὰ θελήσει ὕστερον· ἡ δ’ ὥρη λαμπάδ’ ἔχουσα τρέχει. | |
AG.12.30(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἡ κνήμη, Νίκανδρε, δασύνεται· ἀλλὰ φύλαξαι, μή σε καὶ ἡ πυγὴ ταὐτὸ παθοῦσα λάθῃ· καὶ γνώσῃ, φιλέοντος ὅση σπάνις. ἀλλ’ ἔτι καὶ νῦν τῆς ἀμετακλήτου φρόντισον ἡλικίης. | |
AG.12.31(p1) | ΦΑΝΙΟΥ | |
1 | Ναὶ Θέμιν, ἀκρήτου καὶ τὸ σκύφος, ᾧ σεσάλευμαι, Πάμφιλε, βαιὸς ἔχει τὸν σὸν ἔρωτα χρόνος· ἤδη γὰρ καὶ μηρὸς ὑπὸ τρίχα, καὶ γένυς ἡβᾷ, καὶ Πόθος εἰς ἑτέρην λοιπὸν ἄγει μανίην. | |
5 | ἀλλ’ ὅτε 〈σοι〉 σπινθῆρος ἔτ’ ἴχνια βαιὰ λέλειπται, φειδωλὴν ἀπόθου· Καιρὸς ἔρωτι φίλος. | |
AG.12.32(p1) | ΘΥΜΟΚΛΕΟΥΣ | |
1 | Μέμνῃ που, μέμνῃ, ὅτε τοι ἔπος ἱερὸν εἶπον· Ὥρη κάλλιστον, χὤρη ἐλαφρότατον· ὥρην οὐδ’ ὁ τάχιστος ἐν αἰθέρι παρσύθη ὄρνις· | |
νῦν, ἴδε, πάντ’ ἐπὶ γῆς ἄνθεα σεῦ κέχυται. | 26 in vol. 4 | |
AG.12.33(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἦν καλὸς Ἡράκλειτος, ὅτ’ ἦν ποτε· νῦν δὲ παρ’ ἥβην κηρύσσει πόλεμον δέρρις ὀπισθοβάταις· ἀλλά, Πολυξενίδη, τάδ’ ὁρῶν μὴ γαῦρα φρυάσσου· ἔστι καὶ ἐν γλουτοῖς φυομένη Νέμεσις. | |
AG.12.34(p1) | ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Πρὸς τὸν παιδοτρίβην Δημήτριον ἐχθὲς ἐδείπνουν, πάντων ἀνθρώπων τὸν μακαριστότατον. εἷς αὐτοῦ κατέκειθ’ ὑποκόλπιος, εἷς ὑπὲρ ὦμον, εἷς ἔφερεν τὸ φαγεῖν, εἷς δὲ πιεῖν ἐδίδου· | |
5 | ἦ τετρὰς ἡ περίβλεπτος. ἐγὼ παίζων δὲ πρὸς αὐτὸν φημί· „Σὺ καὶ νύκτωρ, φίλτατε, παιδοτριβεῖς;“ | |
AG.12.35(p1) | ΔΙΟΚΛΕΟΥΣ | |
1 | Χαῖρέ ποτ’ οὐκ εἰπόντα προσεῖπέ τις. ἀλλ’ ὁ περισσὸς κάλλεϊ νῦν Δάμων οὐδὲ τὸ χαῖρε λέγει; ἥξει τις τούτου χρόνος ἔκδικος· εἶτα δασυνθεὶς ἄρξει χαῖρε λέγειν οὐκ ἀποκρινομένοις. | |
AG.12.36(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ, 〈οἱ δὲ ΔΙΟΤΙΜΟΥ〉 ΑΔΡΑΜΥΤΤΗΝΟΥ | |
1 | Νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλος ἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος· εἶτα λέγεις· „Ἥδιον ἐμοὶ τόδε.“ καὶ τίς ἂν εἴποι | |
κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας; | 28 in vol. 4 | |
AG.12.37(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Πυγὴν Σωσάρχοιο διέπλασεν Ἀμφιπολίτεω μυελίνην παίζων ὁ βροτολοιγὸς Ἔρως, Ζῆνα θέλων ἐρεθίξαι, ὁθούνεκα τῶν Γανυμήδους μηρῶν οἱ τούτου πουλὺ μελιχρότεροι. | |
AG.12.38(p1) | ΡΙΑΝΟΥ | |
1 | Ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον, ὦ πυγά· κνώσσειν δ’ οὐδὲ γέροντας ἐᾷς. λέξον μοι, τίνος ἐσσὶ μάκαιρα τὺ καὶ τίνα παίδων κοσμεῖς; ἁ πυγὰ δ’ εἶπε· „Μενεκράτεος.“ | |
AG.12.39(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἐσβέσθη Νίκανδρος, ἀπέπτατο πᾶν ἀπὸ χροιῆς ἄνθος, καὶ χαρίτων λοιπὸν ἔτ’ οὐδ’ ὄνομα, ὃν πρὶν ἐν ἀθανάτοις ἐνομίζομεν. ἀλλὰ φρονεῖτε μηδὲν ὑπὲρ θνητούς, ὦ νέοι· εἰσὶ τρίχες. | |
AG.12.40(p1) | ΑΔΗΛΟΝ | |
1 | Μὴ ’κδύσῃς, ἄνθρωπε, τὸ χλαινίον, ἀλλὰ θεώρει οὕτως ἀκρολίθου κἀμὲ τρόπον ξοάνου. γυμνὴν Ἀντιφίλου ζητῶν χάριν, ὡς ἐπ’ ἀκάνθαις εὑρήσεις ῥοδέαν φυομένην κάλυκα. | |
AG.12.41(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οὐκέτι μοι Θήρων γράφεται καλὸς οὐδ’ ὁ πυραυγὴς πρίν ποτε, νῦν δ’ ἤδη δαλὸς Ἀπολλόδοτος. στέργω θῆλυν ἔρωτα· δασυτρώγλων δὲ πίεσμα | |
λασταύρων μελέτω ποιμέσιν αἰγοβάταις. | 30 in vol. 4 | |
AG.12.42(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Βλέψον ἐς Ἑρμογένην πλήρει χερί, καὶ τάχα πρήξεις, παιδοκόραξ ὧν σοι θυμὸς ὀνειροπολεῖ, καὶ στυγνὴν ὀφρύων λύσεις τάσιν· ἢν δ’ ἁλιεύῃ ὀρφανὸν ἀγκίστρου κύματι δοὺς κάλαμον, | |
5 | ἕλξεις ἐκ λιμένος πολλὴν δρόσον· οὐδὲ γὰρ αἰδὼς οὐδ’ ἔλεος δαπάνῳ κόλλοπι συντρέφεται. | |
AG.12.43(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικὸν οὐδὲ κελεύθῳ χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει· μισῶ καὶ περίφοιτον ἐρώμενον οὐδ’ ἀπὸ κρήνης πίνω· σικχαίνω πάντα τὰ δημόσια. | |
5 | Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, ἠχώ φησί τις· „Ἄλλος ἔχει.“ | |
AG.12.44(p1) | ΓΛΑΥΚΟΥ | |
1 | Ἦν ὅτε παῖδας ἔπειθε πάλαι ποτὲ δῶρα φιλεῦντας ὄρτυξ καὶ ῥαπτὴ σφαῖρα καὶ ἀστράγαλοι· νῦν δὲ λοπὰς καὶ κέρμα· τὰ παίγνια δ’ οὐδὲν ἐκεῖνα ἰσχύει. ζητεῖτ’ ἄλλο τι, παιδοφίλαι. | |
AG.12.45(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Ναὶ ναὶ βάλλετ’, Ἔρωτες· ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖς κεῖμαι. μὴ φείσησθ’, ἄφρονες· ἢν γὰρ ἐμὲ νικήσητ’, ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθε | |
τοξόται ὡς μεγάλης δεσπόται ἰοδόκης. | 32 in vol. 4 | |
AG.12.46(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Οὐκ εἴμ’ οὐδ’ ἐτέων δύο κεἴκοσι καὶ κοπιῶ ζῶν. Ὤρωτες, τί κακὸν τοῦτο; τί με φλέγετε; ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; δῆλον, Ἔρωτες, ὡς τὸ πάρος παίξεσθ’ ἄφρονες ἀστραγάλοις. | |
AG.12.47(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ματρὸς ἔτ’ ἐν κόλποισιν ὁ νήπιος ὀρθρινὰ παίζων ἀστραγάλοις τοὐμὸν πνεῦμ’ ἐκύβευσεν Ἔρως. | |
AG.12.48(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Κεῖμαι· λὰξ ἐπίβαινε κατ’ αὐχένος, ἄγριε δαῖμον. οἶδά σε, ναὶ μὰ θεούς, καὶ βαρὺν ὄντα φέρειν· οἶδα καὶ ἔμπυρα τόξα. βαλὼν δ’ ἐπ’ ἐμὴν φρένα πυρσούς, οὐ φλέξεις ἤδη· πᾶσα γάρ ἐστι τέφρη. | |
AG.12.49(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ζωροπότει, δύσερως, καὶ σεῦ φλόγα τὰν φιλόπαιδα κοιμάσει λάθας δωροδότας Βρόμιος· ζωροπότει καὶ πλῆρες ἀφυσσάμενος σκύφος οἴνας | |
ἔκκρουσον στυγερὰν ἐκ κραδίας ὀδύναν. | 34 in vol. 4 | |
AG.12.50(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Πῖν’, Ἀσκληπιάδη. τί τὰ δάκρυα ταῦτα; τί πάσχεις; οὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο, οὐδ’ ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺς πικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι; | |
5 | πίνωμεν Βάκχου ζωρὸν πόμα· δάκτυλος ἀώς. ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν; πίνομεν· οὐ γὰρ ἔρως· μετά τοι χρόνον οὐκέτι πουλύν, σχέτλιε, τὴν μακρὰν νύκτ’ ἀναπαυσόμεθα. | |
AG.12.51(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἔγχει καὶ πάλιν εἰπέ· „Διοκλέοσ“. οὐδ’ Ἀχελῷος κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων. καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶ φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά. | |
AG.12.52(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οὔριος ἐμπνεύσας ναύταις Νότος, ὦ δυσέρωτες, ἥμισύ μευ ψυχᾶς ἅρπασεν Ἀνδράγαθον. τρὶς μάκαρες νᾶες, τρὶς δ’ ὄλβια κύματα πόντου, τετράκι δ’ εὐδαίμων παιδοφορῶν ἄνεμος. | |
5 | εἴθ’ εἴην δελφίς, ἵν’ ἐμοῖς βαστακτὸς ἐπ’ ὤμοις | |
πορθμευθεὶς ἐσίδῃ τὰν γλυκόπαιδα Ῥόδον. | 36 in vol. 4 | |
AG.12.53(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὔφορτοι νᾶες πελαγίτιδες, αἳ πόρον Ἕλλης πλεῖτε, καλὸν κόλποις δεξάμεναι Βορέην, ἤν που ἐπ’ ἠιόνων Κῴαν κατὰ νᾶσον ἴδητε Φανίον εἰς χαροπὸν δερκομέναν πέλαγος, | |
5 | τοῦτ’ ἔπος ἀγγείλαιτε· „Καλὴ νυέ, σός με κομίζει ἵμερος οὐ ναύταν, ποσσὶ δὲ πεζοπόρον.“ εἰ γὰρ τοῦτ’ εἴποιτ’, εὐάγγελοι, αὐτίκα καὶ Ζεὺς οὔριος ὑμετέρας πνεύσεται εἰς ὀθόνας. | |
AG.12.54(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀρνεῖται τὸν Ἔρωτα τεκεῖν ἡ Κύπρις, ἰδοῦσα ἄλλον ἐν ἠιθέοις Ἵμερον Ἀντίοχον. ἀλλά, νέοι, στέργοιτε νέον Πόθον· ἦ γὰρ ὁ κοῦρος εἴρηται κρείσσων οὗτος Ἔρωτος Ἔρως. | |
AG.12.55(p1) | [ΑΔΗΛΟΝ, οἱ δὲ] ΑΡΤΕΜΩΝΟΣ | |
1 | Λητοΐδη, σὺ μὲν ἔσχες ἁλίρρυτον αὐχένα Δήλου, κοῦρε Διὸς μεγάλου, θέσφατα πᾶσι λέγων· Κεκροπίαν δ’ Ἐχέδημος, ὁ δεύτερος Ἀτθίδι Φοῖβος, ᾧ καλὸν ἁβροκόμης ἄνθος ἔλαμψεν Ἔρως. | |
5 | ἡ δ’ ἀνὰ κῦμ’ ἄρξασα καὶ ἐν χθονὶ πατρὶς Ἀθήνη | |
νῦν κάλλει δούλην Ἑλλάδ’ ὑπηγάγετο. | 38 in vol. 4 | |
AG.12.56(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Εἰκόνα μὲν Παρίην ζωογλύφος ἄνυς’ Ἔρωτος Πραξιτέλης, Κύπριδος παῖδα τυπωσάμενος· νῦν δ’ ὁ θεῶν κάλλιστος Ἔρως ἔμψυχον ἄγαλμα αὑτὸν ἀπεικονίσας ἔπλασε Πραξιτέλην, | |
5 | ὄφρ’ ὁ μὲν ἐν θνατοῖς, ὁ δ’ ἐν αἰθέρι φίλτρα βραβεύῃ γῆς θ’ ἅμα καὶ μακάρων σκηπτροφορῶσι Πόθοι. ὀλβίστη Μερόπων ἱερὰ πόλις, ἃ θεόπαιδα καινὸν Ἔρωτα νέων θρέψεν ὑφαγεμόνα. | |
AG.12.57(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πραξιτέλης, ὁ πάλαι ζωογλύφος, ἁβρὸν ἄγαλμα ἄψυχον, μορφᾶς κωφὸν ἔτευξε τύπον πέτρον ἐνειδοφορῶν· ὁ δὲ νῦν ἔμψυχα μαγεύων τὸν τριπανοῦργον Ἔρωτ’ ἔπλασεν ἐν κραδίᾳ. | |
5 | ἦ τάχα τοὔνομ’ ἔχει ταὐτὸν μόνον, ἔργα δὲ κρέσσω οὐ λίθον, ἀλλὰ φρενῶν πνεῦμα μεταρρυθμίσας. ἵλαος πλάσσοι τὸν ἐμὸν τρόπον, ὄφρα τυπώσας ἐντὸς ἐμὴν ψυχὴν ναὸν Ἔρωτος ἔχῃ. | |
AG.12.58(p1) | ΡΙΑΝΟΥ | |
1 | Ἦ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοις αἰνήσας παίδων οὐδὲ τὸν ὑστάτιον. τόσσον δ’ Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις | |
ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον. | 40 in vol. 4 | |
AG.12.59(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἁβρούς, ναὶ τὸν Ἔρωτα, τρέφει Τύρος· ἀλλὰ Μυΐσκος ἔσβεσεν ἐκλάμψας ἀστέρας ἠέλιος. | |
AG.12.60(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἢν ἐσίδω Θήρωνα, τὰ πάνθ’ ὁρῶ· ἢν δὲ τὰ πάντα βλέψω, τόνδε δὲ μή, τἄμπαλιν οὐδὲν ὁρῶ. | |
AG.12.61(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἄθρει· μὴ διὰ παντὸς ὅλαν κατάτηκ’, Ἀρίβαζε, τὰν Κνίδον· ἁ πέτρα θρυπτομένα φέρεται. | |
AG.12.62 | Ματέρες αἱ Περσῶν, καλὰ μὲν καλὰ τέκνα τέκεσθε, ἀλλ’ Ἀρίβαζος ἐμοὶ κάλλιον ἢ τὸ καλόν. | |
AG.12.63(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Σιγῶν Ἡράκλειτος ἐν ὄμμασι τοῦτ’ ἔπος αὐδᾷ· „Καὶ Ζηνὸς φλέξω πῦρ τὸ κεραυνοβόλον.“ ναὶ μὴν καὶ Διόδωρος ἐνὶ στέρνοις τόδε φωνεῖ· „Καὶ πέτρον τήκω χρωτὶ χλιαινόμενον.“ | |
5 | δύστανος, παίδων ὃς ἐδέξατο τοῦ μὲν ἀπ’ ὄσσων | |
λαμπάδα, τοῦ δὲ πόθοις τυφόμενον γλυκὺ πῦρ. | 42 in vol. 4 | |
AG.12.64(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Ζεύς, Πίσης μεδέων, Πειθήνορα, δεύτερον υἷα Κύπριδος, αἰπεινῷ στέψον ὑπὸ Κρονίῳ· μηδέ μοι οἰνοχόον κυλίκων σέθεν αἰετὸς ἀρθεὶς μάρψαις ἀντὶ καλοῦ, κοίρανε, Δαρδανίδου. | |
5 | εἰ δέ τι Μουσάων τοι ἐγὼ φίλον ὤπασα δῶρον, νεύσαις μοι θείου παιδὸς ὁμοφροσύνην. | |
AG.12.65(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Εἰ Ζεὺς κεῖνος ἔτ’ ἐστὶν ὁ καὶ Γανυμήδεος ἀκμὴν ἁρπάξας, ἵν’ ἔχῃ νέκταρος οἰνοχόον, κἠμοὶ τὸν καλόν ἐστιν 〈ἐνὶ〉 σπλάγχνοισι Μυΐσκον κρύπτειν, μή με λάθῃ παιδὶ βαλὼν πτέρυγας. | |
AG.12.66(p1) | ΑΔΗΛΟΝ | |
1 | Κρίνατ’, Ἔρωτες, ὁ παῖς τίνος ἄξιος. εἰ μὲν ἀληθῶς ἀθανάτων, ἐχέτω· Ζανὶ γὰρ οὐ μάχομαι. εἰ δέ τι καὶ θνατοῖς ὑπολείπεται, εἴπατ’, Ἔρωτες, Δωρόθεος τίνος ἦν καὶ τίνι νῦν δέδοται. | |
5 | ἐν φανερῷ φωνεῦσιν, ἐμὴ χάρις. „ἀλλ’ ἀποχώρει, μηκέτι πρὸς τὸ καλὸν καὶ σὺ μάταια φέρῃ.“ | |
AG.12.67(p1) | ΑΔΗΛΟΝ | |
1 | Τὸν καλὸν οὐχ ὁρόω Διονύσιον. ἆρά γ’ ἀναρθείς, Ζεῦ πάτερ, 〈ἀθανάτοισ〉 δεύτερος οἰνοχοεῖ; αἰετέ, τὸν χαρίεντα ποτὶ πτερὰ πυκνὰ τινάξας | |
πῶς ἔφερες; μή που κνίσματ’ ὄνυξιν ἔχει; | 44 in vol. 4 | |
AG.12.68(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οὐκ ἐθέλω Χαρίδαμον· ὁ γὰρ καλὸς εἰς Δία λεύσσει, ὡς ἤδη νέκταρ τῷ θεῷ οἰνοχοῶν· οὐκ ἐθέλω. τί δέ μοι τὸν ἐπουρανίων βασιλῆα ἄνταθλον νίκης τῆς ἐν ἔρωτι λαβεῖν; | |
5 | ἀρκοῦμαι δ’, ἢν μοῦνον ὁ παῖς ἀνιὼν ἐς Ὄλυμπον ἐκ γῆς νίπτρα ποδῶν δάκρυα τἀμὰ λάβῃ, μναμόσυνον στοργῆς· γλυκὺ δ’ ὄμμασι νεῦμα δίυγρον δοίη, καί τι φίλημ’ ἁρπάσαι ἀκροθιγές. τἆλλα δὲ πάντ’ ἐχέτω Ζεύς, ὡς θέμις· εἰ δ’ ἐθελήσοι, | |
10 | ἦ τάχα που κἠγὼ γεύσομαι ἀμβροσίας. | |
AG.12.69(p1) | ΑΔΗΛΟΝ | |
1 | Ζεῦ, προτέρω τέρπευ Γανυμήδεϊ· τὸν δ’ ἐμόν, ὦναξ, Δέξανδρον δέρκευ τηλόθεν· οὐ φθονέω. εἰ δὲ βίῃ τὸν καλὸν ἀποίσεαι, οὐκέτ’ ἀνεκτῶς δεσπόζεις· ἀπίτω καὶ τὸ βιοῦν ἐπὶ σεῦ. | |
AG.12.70(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Στήσομ’ ἐγὼ καὶ Ζηνὸς ἐναντίον, εἰ σέ, Μυΐσκε, ἁρπάζειν ἐθέλοι νέκταρος οἰνοχόον. καίτοι πολλάκις αὐτὸς ἐμοὶ τάδ’ ἔλεξε· „Τί ταρβεῖς; οὔ σε βαλῶ ζήλοις· οἶδα παθὼν ἐλεεῖν.“ | |
5 | χὠ μὲν δὴ τάδε φησίν· ἐγὼ δ’, ἢν μυῖα παραπτῇ, | |
ταρβῶ, μὴ ψεύστης Ζεὺς ἐπ’ ἐμοὶ γέγονεν. | 46 in vol. 4 | |
AG.12.71(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν· οὐ μὰ τὸν ὀξὺν ἥλιον, οὐκ ἔγνων. σχέτλιε, ποῦ γέγονας; ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων οὑμὸς ἔχει, χαλεπῇ δ’ ἤντεο θευμορίῃ; | |
5 | ἔγνων· Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼν τὸν καλόν, ὦ μόχθηρ’, ἔβλεπες ἀμφοτέροις. | |
AG.12.72(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἤδη μὲν γλυκὺς ὄρθρος· ὁ δ’ ἐν προθύροισιν ἄυπνος Δᾶμις ἀποψύχει πνεῦμα τὸ λειφθὲν ἔτι, σχέτλιος, Ἡράκλειτον ἰδών· ἔστη γὰρ ὑπ’ αὐγὰς ὀφθαλμῶν βληθεὶς κηρὸς ἐς ἀνθρακιήν. | |
5 | ἀλλά μοι ἔγρεο, Δᾶμι δυσάμμορε· καὐτὸς Ἔρωτος ἕλκος ἔχων ἐπὶ σοῖς δάκρυσι δακρυχέω. | |
AG.12.73(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ’ οὐκ οἶδ’ εἴτ’ Ἔρος εἴτ’ Ἀίδης ἥρπασε· πλὴν ἀφανές. ἦ ῥά τιν’ ἐς παίδων πάλιν ᾤχετο. καὶ μὲν ἀπεῖπον πολλάκι· „Τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.“ | |
5 | οὗ Κῖσος, δίφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος | |
κείνη καὶ δύσερως οἶδ’ ὅτι που στρέφεται. | 48 in vol. 4 | |
AG.12.74(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἤν τι πάθω, Κλεόβουλε, —τὸ γὰρ πλέον ἐν πυρὶ παίδων βαλλόμενος κεῖμαι λείψανον ἐν σποδιῇ— λίσσομαι, ἀκρήτῳ μέθυσον, πρὶν ὑπὸ χθόνα θέσθαι, κάλπιν ἐπιγράψας· „Δῶρον Ἔρως Ἀίδῃ.“ | |
AG.12.75(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Εἰ πτερά σοι προσέκειτο καὶ ἐν χερὶ τόξα καὶ ἰοί, οὐκ ἂν Ἔρως ἐγράφη Κύπριδος, ἀλλὰ σύ, παῖς. | |
AG.12.76(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Εἰ μὴ τόξον Ἔρως μηδὲ πτερὰ μηδὲ φαρέτραν μηδὲ πυριβλήτους εἶχε πόθων ἀκίδας, οὐκ, αὐτὸν τὸν πτανὸν ἐπόμνυμαι, οὔποτ’ ἂν ἔγνως ἐκ μορφᾶς, τίς ἔφυ Ζωίλος ἢ τίς Ἔρως. | |
AG.12.77(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ [ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ] | |
1 | Εἰ καθύπερθε λάβοις χρύσεα πτερὰ καί σευ ἀπ’ ὤμων τείνοιτ’ ἀργυρέων ἰοδόκος φαρέτρη καὶ σταίης παρ’ Ἔρωτα, φίλ’ Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν, | |
οὐδ’ αὐτὴ Κύπρις γνώσεται, ὃν τέτοκεν. | 50 in vol. 4 | |
AG.12.78(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Εἰ χλαμύδ’ εἶχεν Ἔρως καὶ μὴ πτερὰ μηδ’ ἐπὶ νώτων τόξα τε καὶ φαρέτραν, ἀλλ’ ἐφόρει πέτασον, ναίχι τὸν ἁβρὸν ἔφηβον ἐπόμνυμαι, Ἀντίοχος μὲν ἦν ἂν Ἔρως, ὁ δ’ Ἔρως τἄμπαλιν Ἀντίοχος. | |
AG.12.79(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἀντίπατρός μ’ ἐφίλης’ ἤδη λήγοντος ἔρωτος, καὶ πάλιν ἐκ ψυχρῆς πῦρ ἀνέκαυσε τέφρης· δὶς δὲ μιῆς ἄκων ἔτυχον φλογός. ὦ δυσέρωτες, φεύγετε, μὴ πρήσω τοὺς πέλας ἁψάμενος. | |
AG.12.80(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ψυχὴ δυσδάκρυτε, τί σοι τὸ πεπανθὲν Ἔρωτος τραῦμα διὰ σπλάγχνων αὖθις ἀναφλέγεται; μή, μή, πρός σε Διός, μή, πρὸς Διός, ὦ φιλάβουλε, κινήσῃς τέφρῃ πῦρ ὑπολαμπόμενον. | |
5 | αὐτίκα γάρ, λήθαργε κακῶν, πάλιν εἴ σε φυγοῦσαν λήψετ’ Ἔρως, εὑρὼν δραπέτιν αἰκίσεται. | |
AG.12.81(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ψυχαπάται δυσέρωτες, ὅσοι φλόγα τὰν φιλόπαιδα οἴδατε τοῦ πικροῦ γευσάμενοι μέλιτος, ψυχρὸν ὕδωρ, λίτομαι, ψυχρόν, τάχος, ἄρτι τακείσης ἐκ χιόνος τῇ ’μῇ χεῖτε περὶ κραδίῃ· | |
5 | ἦ γὰρ ἰδεῖν ἔτλην Διονύσιον. ἀλλ’, ὁμόδουλοι, | |
πρὶν ψαῦσαι σπλάγχνων, πῦρ ἀπ’ ἐμεῦ σβέσατε. | 52 in vol. 4 | |
AG.12.82(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἔσπευδον τὸν Ἔρωτα φυγεῖν· ὁ δὲ βαιὸν ἀνάψας φανίον ἐκ τέφρης εὗρέ με κρυπτόμενον· κυκλώσας δ’ οὐ τόξα, χερὸς δ’ ἀκρώνυχα δισσά, κνίσμα πυρὸς θραύσας, εἰς μὲ λαθὼν ἔβαλεν· | |
5 | ἐκ δὲ φλόγες πάντῃ μοι ἐπέδραμον. ὦ βραχὺ φέλλος λάμψαν ἐμοὶ μέγα πῦρ, Φανίον, ἐν κραδίᾳ. | |
AG.12.83(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὔ μ’ ἔτρωσεν Ἔρως τόξοις, οὐ λαμπάδ’ ἀνάψας, ὡς πάρος, αἰθομέναν θῆκεν ὑπὸ κραδίᾳ· σύγκωμον δὲ Πόθοισι φέρων Κύπριδος μυροφεγγὲς φανίον, ἄκρον ἐμοῖς ὄμμασι πῦρ ἔβαλεν· | |
5 | ἐκ δέ με φέγγος ἔτηξε. τὸ δὲ βραχὺ φανίον ὤφθη πῦρ ψυχῆς τῇ ’μῇ καιόμενον κραδίᾳ. | |
AG.12.84(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὤνθρωποι, βωθεῖτε· τὸν ἐκ πελάγευς ἐπὶ γαῖαν ἄρτι με πρωτόπλουν ἴχνος ἐρειδόμενον ἕλκει τῇδ’ ὁ βίαιος Ἔρως· φλόγα δ’ οἷα προφαίνων παιδὸς ἀπαστράπτει κάλλος ἐραστὸν ἰδεῖν. | |
5 | βαίνω δ’ ἴχνος ἐπ’ ἴχνος, ἐν ἀέρι δ’ ἡδὺ τυπωθὲν εἶδος ἀφαρπάζων χείλεσιν ἡδὺ φιλῶ. ἆρά γε τὴν πικρὰν προφυγὼν ἅλα πουλύ τι κείνης | |
πικρότερον χέρσῳ κῦμα περῶ Κύπριδος; | 54 in vol. 4 | |
AG.12.85(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οἰνοπόται, δέξασθε τὸν ἐκ πελάγευς ἅμα πόντον καὶ κλῶπας προφυγόντ’, ἐν χθονὶ δ’ ὀλλύμενον. ἄρτι γὰρ ἐκ νηός με μόνον πόδα θέντ’ ἐπὶ γαῖαν ἀγρεύσας ἕλκει τῇδ’ ὁ βίαιος Ἔρως, | |
5 | ἐνθάδ’ ὅπου τὸν παῖδα διαστείχοντ’ ἐνόησα· αὐτομάτοις δ’ ἄκων ποσσὶ ταχὺς φέρομαι. κωμάζω δ’ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς. ἀλλὰ φίλῳ, ξεῖνοι, βαιὸν ἐπαρκέσατε, ἀρκέσατ’, ὦ ξεῖνοι, κἀμὲ Ξενίου πρὸς Ἔρωτος | |
10 | δέξασθ’ ὀλλύμενον τὸν φιλίας ἱκέτην. | |
AG.12.86(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἁ Κύπρις θήλεια γυναικομανῆ φλόγα βάλλει, ἄρσενα δ’ αὐτὸς Ἔρως ἵμερον ἁνιοχεῖ. ποῖ ῥέψω; ποτὶ παῖδ’ ἢ ματέρα; φαμὶ δὲ καὐτὰν Κύπριν ἐρεῖν· „Νικᾷ τὸ θρασὺ παιδάριον.“ | |
AG.12.87(p1) | ΑΔΗΛΟΝ | |
1 | Τλῆμον Ἔρως, οὐ θῆλυν ἐμοὶ πόθον, ἀλλά τιν’ αἰεὶ δινεύεις στεροπὴν καύματος ἀρσενικοῦ. ἄλλοτε γὰρ Δήμωνι πυρούμενος, ἄλλοτε λεύσσων Ἰσμηνόν, δολιχοὺς αἰὲν ἔχω καμάτους. | |
5 | οὐ μούνοις δ’ ἐπὶ τοῖσι δεδόρκαμεν, ἀλλ’ ἐπιπάντων | |
ἄρκυσι πουλυμανῆ κανθὸν ἐφελκόμεθα. | 56 in vol. 4 | |
AG.12.88(p1) | ΑΔΗΛΟΝ | |
1 | Δισσοί με τρύχουσι καταιγίζοντες ἔρωτες, Εὔμαχε, καὶ δισσαῖς ἐνδέδεμαι μανίαις· ᾗ μὲν ἐπ’ Ἀσάνδρου κλίνω δέμας, ᾗ δὲ πάλιν μοι ὀφθαλμὸς νεύει Τηλέφου ὀξύτερος. | |
5 | τμήξατ’, ἐμοὶ τοῦθ’ ἡδύ, καὶ εἰς πλάστιγγα δικαίην νειμάμενοι κλήρῳ τἀμὰ φέρεσθε μέλη. | |
AG.12.89(p1) | ΑΔΗΛΟΝ | |
1 | Κύπρι, τί μοι τρισσοὺς ἐφ’ ἕνα σκοπὸν ἤλασας ἰούς, ἐν δὲ μιῇ ψυχῇ τρισσὰ πέπηγε βέλη; καὶ τῇ μὲν φλέγομαι, τῇ δ’ ἕλκομαι· ᾗ δ’ ἀπονεύσω, διστάζω, λάβρῳ δ’ ἐν πυρὶ πᾶς φλέγομαι. | |
AG.12.90(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὐκέτ’ ἐρῶ. πεπάλαικα πόθοις τρισίν· εἷς μὲν ἑταίρης, εἷς δέ με παρθενικῆς, εἷς δέ μ’ ἔκαυσε νέου· καὶ κατὰ πᾶν ἤλγηκα. γεγύμνασμαι μὲν ἑταίρης πείθων τὰς ἐχθρὰς οὐδὲν ἔχοντι θύρας· | |
5 | ἔστρωμαι δὲ κόρης ἐπὶ παστάδος αἰὲν ἄυπνος ἕν, τὸ ποθεινότατον, παιδὶ φίλημα διδούς. οἴμοι, πῶς εἴπω πῦρ τὸ τρίτον; ἐκ γὰρ ἐκείνου | |
βλέμματα καὶ κενεὰς ἐλπίδας οἶδα μόνον. | 58 in vol. 4 | |
AG.12.91(p1) | ΠΟΛΥΣΤΡΑΤΟΥ | |
1 | Δισσὸς Ἔρως αἴθει ψυχὴν μίαν. ὦ τὰ περισσὰ ὀφθαλμοὶ πάντῃ πάντα κατοσσόμενοι, εἴδετε τὸν χρυσέαισι περίσκεπτον Χαρίτεσσιν Ἀντίοχον, λιπαρῶν ἄνθεμον ἠιθέων. | |
5 | ἀρκείτω. τί τὸν ἡδὺν ἐπηυγάσσασθε καὶ ἁβρὸν Στασικράτη, Παφίης ἔρνος ἰοστεφάνου; καίεσθε, τρύχεσθε, καταφλέχθητέ ποτ’ ἤδη· οἱ δύο γὰρ ψυχὴν οὐκ ἂν ἕλοιτε μίαν; | |
AG.12.92(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ὦ προδόται ψυχῆς, παίδων κύνες, αἰὲν ἐν ἰξῷ Κύπριδος, ὀφθαλμοί, βλέμματα χριόμενοι, ἡρπάσατ’ ἄλλον Ἔρωτ’, ἄρνες λύκον, οἷα κορώνη σκορπίον, ὡς τέφρη πῦρ ὑποθαλπόμενον. | |
5 | δρᾶθ’, ὅ τι καὶ βούλεσθε. τί μοι νενοτισμένα χεῖτε δάκρυα, πρὸς δ’ Ἱκέτην αὐτομολεῖτε τάχος; ὀπτᾶσθ’ ἐν κάλλει, τύφεσθ’ ὑποκαόμενοι νῦν, ἄκρος ἐπεὶ ψυχῆς ἐστὶ μάγειρος Ἔρως. | |
AG.12.93(p1) | ΡΙΑΝΟΥ | |
1 | Οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται. τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς ἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιον· | |
5 | τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθ’ ὕψος οὐ μέγας, οὐρανίη δ’ ἀμφιτέθηλε χάρις· ἢν δ’ ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα | |
κινήσεις, ἀλύτῳ δ’ ὡς ἀδάμαντι μένεις ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει | 60 in vol. 4 | |
10 | κοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας. χαίρετε, καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε ἥβην καὶ λευκὴν ἀμφιέσαισθε κόμην. | |
AG.12.94(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Τερπνὸς μὲν Διόδωρος, ἐν ὄμμασι δ’ Ἡράκλειτος, ἡδυεπὴς δὲ Δίων, ὀσφύι δ’ Οὐλιάδης. ἀλλὰ σὺ μὲν ψαύοις ἁπαλόχροος, ᾧ δέ, Φιλόκλεις, ἔμβλεπε, τῷ δὲ λάλει, τὸν δὲ ... τὸ λειπόμενον, | |
5 | ὡς γνῷς, οἷος ἐμὸς νόος ἄφθονος· ἢν δὲ Μυΐσκῳ λίχνος ἐπιβλέψῃς, μηκέτ’ ἴδοις τὸ καλόν. | |
AG.12.95(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴ σε Πόθοι στέργουσι, Φιλόκλεες, ἥ τε μυρόπνους Πειθὼ καὶ κάλλευς ἀνθολόγοι Χάριτες, ἀγκὰς ἔχοις Διόδωρον, ὁ δὲ γλυκὺς ἀντίος ᾄδοι Δωρόθεος, κείσθω δ’ εἰς γόνυ Καλλικράτης, | |
5 | ἰαίνοι δὲ Δίων τόδ’ ἐύστοχον ἐν χερὶ τείνων σὸν κέρας, Οὐλιάδης δ’ αὐτὸ περισκυθίσαι, δοίη δ’ ἡδὺ φίλημα Φίλων, Θήρων δὲ λαλήσαι, θλίβοις δ’ Εὐδήμου τιτθὸν ὑπὸ χλαμύδι. εἰ γάρ σοι τάδε τερπνὰ πόροι θεός, ὦ μάκαρ, οἵαν | |
10 | ἀρτύσεις παίδων Ῥωμαϊκὴν λοπάδα. | 62 in vol. 4 |
AG.12.96(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὔτι μάταν θνατοῖσι φάτις τοιάδε βοᾶται, ὡς οὐ πάντα θεοὶ πᾶσιν ἔδωκαν ἔχειν. εἶδος μὲν γὰρ ἄμωμον, ἐπ’ ὄμμασι δ’ ἁ περίσαμος αἰδώς, καὶ στέρνοις ἀμφιτέθαλε χάρις, | |
5 | οἷσι καὶ ἠιθέους ἐπιδάμνασαι· ἀλλ’ ἐπὶ ποσσὶν οὐκέτι τὰν αὐτὰν δῶκαν ἔχειν σε χάριν. πλὴν κρηπὶς κρύψει ποδὸς ἴχνιον, ὠγαθὲ Πύρρε, κάλλεϊ δὲ σφετέρῳ τέρψει ἀγαλλόμενον. | |
AG.12.97(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Εὐπάλαμος ξανθὸν μὲν ἐρεύθεται ἶσον Ἔρωτι, μέσφα ποτὶ Κρητῶν ποιμένα Μηριόνην· ἐκ δέ νυ Μηριόνεω Ποδαλείριος οὐκέτ’ ἐς Ἠὼ νεῖται· ἴδ’, ὡς φθονερὰ παγγενέτειρα Φύσις. | |
5 | εἰ γὰρ τῷ τά τ’ ἔνερθε τά θ’ ὑψόθεν ἶσα πέλοιτο, ἦν ἂν Ἀχιλλῆος φέρτερος Αἰακίδεω. | |
AG.12.98(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπ’ ἀκάνθαις κοιμίζειν ἐθέλει πῦρ ὑπὸ πλευρὰ βαλών· ἡ δὲ πρὶν ἐν βύβλοις πεπονημένη ἄθλια τρίζει | |
ψυχὴ ἀνιηρῷ δαίμονι μεμφομένη. | 64 in vol. 4 | |
AG.12.99(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἠγρεύθην ὑπ’ Ἔρωτος ὁ μηδ’ ὄναρ, οὐδ’ ἔμαθον πῦρ ἄρσεν ποιμαίνειν θερμὸν ὑπὸ κραδίας, ἠγρεύθην. ἀλλ’ οὔ με κακῶν πόθος, ἀλλ’ ἀκέραιον σύντροφον αἰσχύνῃ βλέμμα κατηνθράκισεν. | |
5 | τηκέσθω Μουσέων ὁ πολὺς πόνος· ἐν πυρὶ γὰρ νοῦς βέβληται γλυκερῆς ἄχθος ἔχων ὀδύνης. | |
AG.12.100(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἰς οἵων με πόθων λιμένα ξένον, ὦ Κύπρι, θεῖσα οὐκ ἐλεεῖς καὐτὴ πεῖραν ἔχουσα πόνων; ἦ μ’ ἐθέλεις ἄτλητα παθεῖν καὶ τοῦτ’ ἔπος εἰπεῖν· „Τὸν σοφὸν ἐν Μούσαις Κύπρις ἔτρωσε μόνη“; | |
AG.12.101(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Τόν με Πόθοις ἄτρωτον ὑπὸ στέρνοισι Μυΐσκος ὄμμασι τοξεύσας τοῦτ’ ἐβόησεν ἔπος· „Τὸν θρασὺν εἷλον ἐγώ· τὸ δ’ ἐπ’ ὀφρύσι κεῖνο φρύαγμα σκηπτροφόρου σοφίας ἠνίδε ποσσὶ πατῶ.“ | |
5 | τῷ δ’, ὅσον ἀμπνεύσας, τόδ’ ἔφην· „Φίλε κοῦρε, τί θαμβεῖς; καὐτὸν ἀπ’ Οὐλύμπου Ζῆνα καθεῖλεν Ἔρως.“ | |
AG.12.102(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος, στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ· „Τῆ, τόδε βέβληται θηρίον,“ οὐκ ἔλαβεν. | |
5 | χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν | |
οἶδε, τὰ δ’ ἐν μέσσῳ κείμενα παρπέταται. | 66 in vol. 4 | |
AG.12.103(p1) | ΑΔΗΛΟΝ | |
1 | Οἶδα φιλεῖν φιλέοντας· ἐπίσταμαι, ἤν μ’ ἀδικῇ τις, μισεῖν· ἀμφοτέρων εἰμὶ γὰρ οὐκ ἀδαής. | |
AG.12.104(p1) | ΑΔΗΛΟΝ | |
1 | Οὑμὸς ἔρως παρ’ ἐμοὶ μενέτω μόνον· ἢν δὲ πρὸς ἄλλους φοιτήσῃ, μισῶ κοινὸν ἔρωτα, Κύπρι. | |
AG.12.105(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Μικρὸς Ἔρως ἐκ μητρὸς ἔτ’ εὐθήρατος ἀποπτὰς ἐξ οἴκων ὑψοῦ Δάμιδος οὐ πέτομαι· ἀλλ’ αὐτοῦ, φιλέων τε καὶ ἀζήλωτα φιληθείς, οὐ πολλοῖς, εὐκρὰς δ’ εἷς ἑνὶ συμφέρομαι. | |
AG.12.106(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἓν καλὸν οἶδα τὸ πᾶν, ἕν μοι μόνον οἶδε τὸ λίχνον ὄμμα, Μυΐσκον ὁρᾶν· τἆλλα δὲ τυφλὸς ἐγώ. πάντα δὲ κεῖνος ἐμοὶ φαντάζεται. ἆρ’ ἐσορῶσιν ὀφθαλμοὶ ψυχῇ πρὸς χάριν, οἱ κόλακες; | |
AG.12.107(p1) | ΑΔΗΛΟΝ | |
1 | Τὸν καλόν, ὦ Χάριτες, Διονύσιον, εἰ μὲν ἕλοιτο τἀμά, καὶ εἰς ὥρας αὖθις ἄγοιτε καλόν· εἰ δ’ ἕτερον στέρξειε παρεὶς ἐμέ, μύρτον ἕωλον | |
ἐρρίφθω ξηροῖς φυρόμενον σκυβάλοις. | 68 in vol. 4 | |
AG.12.108(p1) | ΔΙΟΝΥΣΙΟΥ | |
1 | Εἰ μὲν ἐμὲ στέρξεις, εἴης ἰσόμοιρος, Ἄκρατε, Χίῳ καὶ Χίου πουλὺ μελιχρότερος· εἰ δ’ ἕτερον κρίναις ἐμέθεν πλέον, ἀμφὶ σὲ βαίη κώνωψ ὀξηρῷ φυόμενος κεράμῳ. | |
AG.12.109(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ὁ τρυφερὸς Διόδωρος ἐς ἠιθέους φλόγα βάλλων ἤγρευται λαμυροῖς ὄμμασι Τιμαρίου, τὸ γλυκύπικρον Ἔρωτος ἔχων βέλος. ἦ τόδε καινὸν θάμβος ὁρῶ· φλέγεται πῦρ πυρὶ καιόμενον. | |
AG.12.110(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤστραψε γλυκὺ κάλλος· ἰδοὺ φλόγας ὄμμασι βάλλει. ἆρα κεραυνομάχαν παῖδ’ ἀνέδειξεν Ἔρως; χαῖρε Πόθων ἀκτῖνα φέρων θνατοῖσι, Μυΐσκε, καὶ λάμποις ἐπὶ γᾷ πυρσὸς ἐμοὶ φίλιος. | |
AG.12.111(p1) | ΑΔΗΛΟΝ | |
1 | Πτανὸς Ἔρως, σὺ δὲ ποσσὶ ταχύς· τὸ δὲ κάλλος ὁμοῖον ἀμφοτέρων· τόξοις, Εὔβιε, λειπόμεθα. | |
AG.12.112(p1) | ΑΔΗΛΟΝ | |
1 | Εὐφαμεῖτε, νέοι· τὸν Ἔρωτ’ ἄγει Ἀρκεσίλαος | |
πορφυρέῃ δήσας Κύπριδος ἁρπεδόνῃ. | 70 in vol. 4 | |
AG.12.113(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Καὐτὸς Ἔρως ὁ πτανὸς ἐν αἰθέρι δέσμιος ἥλω, ἀγρευθεὶς τοῖς σοῖς ὄμμασι, Τιμάριον. | |
AG.12.114(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἠοῦς ἄγγελε, χαῖρε, Φαεσφόρε, καὶ ταχὺς ἔλθοις Ἕσπερος, ἣν ἀπάγεις, λάθριος αὖθις ἄγων. | |
AG.12.115(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἄκρητον μανίην ἔπιον· μεθύων μέγα μύθοις ὥπλισμαι πολλὴν εἰς ὁδὸν ἀφροσύναν. κωμάσομαι. τί δέ μοι βροντέων μέλει ἢ τί κεραυνῶν, ἢν βάλλῃ, τὸν ἔρωθ’ ὅπλον ἄτρωτον ἔχων; | |
AG.12.116(p1) | ΑΔΗΛΟΝ | |
1 | Κωμάσομαι· μεθύω γὰρ ὅλος μέγα. παῖ, λάβε τοῦτον τὸν στέφανον, τὸν ἐμοῖς δάκρυσι λουόμενον· μακρὴν δ’ οὐχὶ μάτην ὁδὸν ἵξομαι· ἔστι δ’ ἀωρὶ καὶ σκότος· ἀλλὰ μέγας φανὸς ἐμοὶ Θεμίσων. | |
AG.12.117(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Βεβλήσθω κύβος· ἅπτε· πορεύσομαι. —„Ἠνίδε τόλμαν, οἰνοβαρές. τίν’ ἔχεις φροντίδα;“ —Κωμάσομαι. — „Κωμάσομαι; ποῖ, θυμέ, τρέπῃ;“ —Τί δ’ ἔρωτι λογισμός; ἅπτε τάχος. —„Ποῦ δ’ ἡ πρόσθε λόγων μελέτη;“ — | |
5 | Ἐρρίφθω σοφίας ὁ πολὺς πόνος· ἓν μόνον οἶδα | |
τοῦθ’, ὅτι καὶ Ζηνὸς λῆμα καθεῖλεν Ἔρως. | 72 in vol. 4 | |
AG.12.118(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Εἰ μὲν ἑκών, Ἀρχῖν’, ἐπεκώμασα, μυρία μέμφου· εἰ δ’ ἄκων ἥκω, τὴν προπέτειαν ἔα. ἄκρητος καὶ Ἔρως μ’ ἠνάγκασαν· ὧν ὁ μὲν αὐτῶν εἷλκεν, ὁ δ’ οὐκ εἴα σώφρονα θυμὸν ἔχειν. | |
5 | ἐλθὼν δ’ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ’ ἐφίλησα τὴν φλιήν· εἰ τοῦτ’ ἔστ’ ἀδίκημ’, ἀδικῶ. | |
AG.12.119(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οἴσω, ναὶ μὰ σέ, Βάκχε, τὸ σὸν θράσος· ἁγέο, κώμων ἄρχε· θεὸς θνατὰν ἁνιόχει κραδίαν· ἐν πυρὶ γενναθεὶς στέργεις φλόγα τὰν ἐν Ἔρωτι καί με πάλιν δήσας τὸν σὸν ἄγεις ἱκέτην. | |
5 | ἦ προδότας κἄπιστος ἔφυς, τεὰ δ’ ὄργια κρύπτειν αὐδῶν ἐκφαίνειν τἀμὰ σὺ νῦν ἐθέλεις. | |
AG.12.120(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Εὐοπλῶ καὶ πρὸς σὲ μαχήσομαι, οὐδ’ ἀπεροῦμαι θνητὸς ἐών· σὺ δ’, Ἔρως, μηκέτι μοι πρόσαγε. ἤν με λάβῃς μεθύοντ’, ἄπαγ’ ἔκδοτον· ἄχρι δὲ νήφω, | |
τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω. | 74 in vol. 4 | |
AG.12.121(p1) | ΡΙΑΝΟΥ | |
1 | Ἦ ῥά νύ τοι, Κλεόνικε, δι’ ἀτραπιτοῖο κιόντι στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες· καί σε ποτὶ ῥοδέῃσιν ἐπηχύναντο χέρεσσιν, κοῦρε, πεποίησαι δ’ ἡλίκος ἐσσὶ χάρις· | |
5 | τηλόθι μοι μάλα χαῖρε· πυρὸς δ’ οὐκ ἀσφαλὲς ἆσσον ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα. | |
AG.12.122(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ὦ Χάριτες, τὸν καλὸν Ἀρισταγόρην ἐσιδοῦσαι ἀντίον εἰς τρυφερὰς ἠγκαλίσασθε χέρας, οὕνεκα καὶ μορφᾷ βάλλει φλόγα καὶ γλυκυμυθεῖ καίρια καὶ σιγῶν ὄμμασι τερπνὰ λαλεῖ. | |
5 | τηλόθι μοι πλάζοιτο. τί δὲ πλέον; ὡς γὰρ Ὀλύμπου Ζεὺς νέον οἶδεν ὁ παῖς μακρὰ κεραυνοβολεῖν. | |
AG.12.123(p1) | ΑΔΗΛΟΝ | |
1 | Πυγμῇ νικήσαντα τὸν Ἀντικλέους Μενέχαρμον λημνίσκοις μαλακοῖς ἐστεφάνωσα δέκα καὶ τρισσῶς ἐφίλησα πεφυρμένον αἵματι πολλῷ· ἀλλ’ ἐμοὶ ἦν σμύρνης κεῖνο μελιχρότερον. | |
AG.12.124(p1) | [ΑΔΗΛΟΝ, οἱ δὲ] ΑΡΤΕΜΩΝΟΣ | |
1 | Λάθρῃ παπταίνοντα παρὰ φλιὴν Ἐχέδημον λάθριος ἀκρήβην τὸν χαρίεντ’ ἔκυσα. δειμαίνω· καὶ γάρ μοι ἐνύπνιος ἦλθε φαρέτρην ἀνταίρων καὶ δοὺς ᾤχετ’ ἀλεκτρυόνα, | |
5 | ἄλλοτε μειδιόων, ὁτὲ δ’ οὐ φίλος. ἦ ῥα μελισσέων | |
ἑσμοῦ καὶ κνίδης καὶ πυρὸς ἡψάμεθα. | 76 in vol. 4 | |
AG.12.125(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἡδύ τί μοι διὰ νυκτὸς ἐνύπνιον ἁβρὰ γελῶντος ὀκτωκαιδεκέτους παιδὸς ἔτ’ ἐν χλαμύδι ἤγαγ’ Ἔρως ὑπὸ χλαῖναν· ἐγὼ δ’ ἁπαλῷ περὶ χρωτὶ στέρνα βαλὼν κενεὰς ἐλπίδας ἐδρεπόμαν. | |
5 | καί μ’ ἔτι νῦν θάλπει μνήμης πόθος· ὄμμασι δ’ ὕπνον ἀγρευτὴν πτηνοῦ φάσματος αἰὲν ἔχω. ὦ δύσερως ψυχή, παῦσαί ποτε καὶ δι’ ὀνείρων εἰδώλοις κάλλευς κωφὰ χλιαινομένη. | |
AG.12.126(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἦρκταί μευ κραδίας ψαύειν πόνος· ἦ γὰρ ἀλύων ἀκρονυχεὶ ταύταν ἔκνις’ ὁ θερμὸς Ἔρως· εἶπε δὲ μειδήσας· „Ἕξεις πάλι τὸ γλυκὺ τραῦμα, ὦ δύσερως, λάβρῳ καιόμενος μέλιτι.“ | |
5 | ἐξ οὗ δὴ νέον ἔρνος ἐν ἠιθέοις Διόφαντον λεύσσων οὔτε φυγεῖν οὔτε μένειν δύναμαι. | |
AG.12.127(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰνόδιον στείχοντα μεσαμβρινὸν εἶδον Ἄλεξιν, ἄρτι κόμαν καρπῶν κειρομένου θέρεος. διπλαῖ δ’ ἀκτῖνές με κατέφλεγον· αἱ μὲν Ἔρωτος παιδὸς ἀπ’ ὀφθαλμῶν, αἱ δὲ παρ’ ἠελίου. | |
5 | ἀλλ’ ἃς μὲν νὺξ αὖθις ἐκοίμισεν· ἃς δ’ ἐν ὀνείροις εἴδωλον μορφῆς μᾶλλον ἀνεφλόγισεν. λυσίπονος δ’ ἑτέροις ἐπ’ ἐμοὶ πόνον ὕπνος ἔτευξεν | |
ἔμπνουν πῦρ ψυχῇ κάλλος ἀπεικονίσας. | 78 in vol. 4 | |
AG.12.128(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αἰπολικαὶ σύριγγες, ἐν οὔρεσι μηκέτι Δάφνιν φωνεῖτ’ αἰγιβάτῃ Πανὶ χαριζόμεναι· μηδὲ σὺ τὸν στεφθέντα, λύρη, Φοίβοιο προφῆτι, δάφνῃ παρθενίῃ μέλφ’ Ὑάκινθον ἔτι. | |
5 | ἦν γάρ, ὅτ’ ἦν Δάφνις μὲν Ὀρειάσι, σοὶ δ’ Ὑάκινθος τερπνός· νῦν δὲ Πόθων σκῆπτρα Δίων ἐχέτω. | |
AG.12.129(p1) | ΑΡΑΤΟΥ | |
1 | Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός, αἵ τε Κορίνθου στῆλαι καὶ Μεγαρέων ταὐτὸ βοῶσι τάφοι· γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου ὡς καλός. ἀλλ’ ὀλίγον· γράμμασι λειπόμεθα. | |
5 | τῷδ’ οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς αὐτὸς ἰδών, ἑτέρου δ’ ἐστὶ περισσότερος. | |
AG.12.130(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἶπα καὶ αὖ πάλιν εἶπα· „Καλός, καλός.“ ἀλλ’ ἔτι φήσω, ὡς καλός, ὡς χαρίεις ὄμμασι Δωσίθεος. οὐ δρυὸς οὐδ’ ἐλάτης ἐχαράξαμεν οὐδ’ ἐπὶ τοίχου τοῦτ’ ἔπος· ἀλλ’ ἐν ἐμῇ ἴσχετ’ Ἔρως κραδίᾳ. | |
5 | εἰ δέ τις οὐ φήσει, μὴ πείθεο. ναὶ μὰ σέ, δαῖμον, ψεύδετ’· ἐγὼ δ’ ὁ λέγων ἀτρεκὲς οἶδα μόνος. | |
AG.12.131(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Ἃ Κύπρον ἅ τε Κύθηρα καὶ ἃ Μίλητον ἐποιχνεῖς καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον, ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴν | |
οὐδέποτ’ οἰκείων ὦσεν ἀπὸ προθύρων. | 80 in vol. 4 | |
AG.12.132(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Οὔ σοι ταῦτ’ ἐβόων, ψυχή· „Ναὶ Κύπριν, ἁλώσει, ὦ δύσερως, ἰξῷ πυκνὰ προσιπταμένη“; οὐκ ἐβόων; εἷλέν σε πάγη. τί μάτην ἐνὶ δεσμοῖς σπαίρεις; αὐτὸς Ἔρως τὰ πτερά σου δέδεκεν | |
5 | καί ς’ ἐπὶ πῦρ ἔστησε, μύροις δ’ ἔρρανε λιπόπνουν, δῶκε δὲ διψώσῃ δάκρυα θερμὰ πιεῖν. ἆ ψυχὴ βαρύμοχθε, σὺ δ’ ἄρτι μὲν ἐκ πυρὸς αἴθῃ, ἄρτι δ’ ἀναψύχεις πνεῦμ’ ἀναλεξαμένη. τί κλαίεις; τὸν ἄτεγκτον ὅτ’ ἐν κόλποισιν Ἔρωτα | |
10 | ἔτρεφες, οὐκ ᾔδεις, ὡς ἐπὶ σοὶ τρέφετο; οὐκ ᾔδεις; νῦν γνῶθι καλῶν ἄλλαγμα τροφείων, πῦρ ἅμα καὶ ψυχρὰν δεξαμένη χιόνα. αὐτὴ ταῦθ’ εἵλου· φέρε τὸν πόνον. ἄξια πάσχεις, ὧν ἔδρας, ὀπτῷ καιομένη μέλιτι. | |
AG.12.133(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Διψῶν ὡς ἐφίλησα θέρευς ἁπαλόχροα παῖδα, εἶπα τότ’ αὐχμηρὰν δίψαν ἀποπροφυγών· „Ζεῦ πάτερ, ἆρα φίλημα τὸ νεκτάρεον Γανυμήδευς πίνεις, καὶ τόδε σοι χείλεσιν οἰνοχοεῖ; | |
5 | καὶ γὰρ ἐγὼ τὸν καλὸν ἐν ἠιθέοισι φιλήσας Ἀντίοχον ψυχῆς ἡδὺ πέπωκα μέλι.“ | |
AG.12.134(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν πνεῦμα διὰ στηθέων—εἶδες; —ἀνηγάγετο, τὸ τρίτον ἡνίκ’ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί· | |
5 | ὤπτηται μέγα δή τι, μὰ δαίμονας· οὐκ ἀπὸ ῥυσμοῦ | |
εἰκάζω, φωρὸς δ’ ἴχνια φὼρ ἔμαθον. | 82 in vol. 4 | |
AG.12.135(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Οἶνος ἔρωτος ἔλεγχος· ἐρᾶν ἀρνεύμενον ἡμῖν ἤτασαν αἱ πολλαὶ Νικαγόρην προπόσεις· καὶ γὰρ ἐδάκρυσεν καὶ ἐνύστασε καί τι κατηφὲς ἔβλεπε, χὠ σφιγχθεὶς οὐκ ἔμενε στέφανος. | |
AG.12.136(p1) | ΑΔΗΛΟΝ | |
1 | Ὄρνιθες ψίθυροι, τί κεκράγατε; μή μ’ ἀνιᾶτε τὸν τρυφερῇ παιδὸς σαρκὶ χλιαινόμενον, ἑζόμεναι πετάλοισιν ἀηδόνες· εἰ δὲ λάληθρον θῆλυ γένος, δέομαι, μείνατ’ ἐφ’ ἡσυχίης. | |
AG.12.137(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ὀρθροβόας, δυσέρωτι κακάγγελε, νῦν, τρισάλαστε, ἐννύχιος κράζεις πλευροτυπῆ κέλαδον γαῦρος ὑπὲρ κοίτας, ὅτι μοι βραχὺ τοῦτ’ ἔτι νυκτὸς παιδοφιλεῖν, ἐπ’ ἐμαῖς δ’ ἁδὺ γελᾷς ὀδύναις. | |
5 | ἅδε φίλα θρεπτῆρι χάρις; ναὶ τὸν βαθὺν ὄρθρον, ἔσχατα γηρύσῃ ταῦτα τὰ πικρὰ μέλη. | |
AG.12.138(p1) | ΜΝΑΣΑΛΚΟΥ | |
1 | Ἄμπελε, μήποτε φύλλα χαμαὶ σπεύδουσα βαλέσθαι δείδιας ἑσπέριον Πλειάδα δυομέναν; μεῖνον ἐπ’ Ἀντιλέοντι πεσεῖν ὑπὸ τὶν γλυκὺν ὕπνον, | |
ἐς τότε, τοῖς καλοῖς πάντα χαριζομένα. | 84 in vol. 4 | |
AG.12.139(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ, ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ· οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθει τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός. | |
5 | τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ. | |
AG.12.140(p1) | ΑΔΗΛΟΝ | |
1 | Τὸν καλὸν ὡς ἰδόμαν Ἀρχέστρατον, οὐ μὰ τὸν Ἑρμᾶν, οὐ καλὸν αὐτὸν ἔφαν, οὐ γὰρ ἄγαν ἐδόκει. εἶπα, καὶ ἁ Νέμεσίς με συνάρπασε, κεὐθὺς ἐκείμαν ἐν πυρί, παῖς δ’ ἐπ’ ἐμοὶ Ζεὺς ἐκεραυνοβόλει. | |
5 | τὸν παῖδ’ ἱλασόμεσθ’ ἢ τὰν θεόν; ἀλλὰ θεοῦ μοι ἔστιν ὁ παῖς κρέσσων· χαιρέτω ἁ Νέμεσις. | |
AG.12.141(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἐφθέγξω, ναὶ Κύπριν, ἃ μὴ θεός, ὦ μέγα τολμᾶν θυμὲ μαθών· Θήρων σοὶ καλὸς οὐκ ἐφάνη· σοὶ καλὸς οὐκ ἐφάνη Θήρων· ἀλλ’ αὐτὸς ὑπέστης, οὐδὲ Διὸς πτήξας πῦρ τὸ κεραυνοβόλον. | |
5 | τοιγάρ, ἰδού, τὸν πρόσθε λάλον προὔθηκεν ἰδέσθαι | |
δεῖγμα θρασυστομίης ἡ βαρύφρων Νέμεσις. | 86 in vol. 4 | |
AG.12.142(p1) | ΩΣ ΡΙΑΝΟΥ | |
1 | Ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ κόσσυφον ἀγρεύσας εἷλε κατὰ πτερύγων· χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις. ἀλλ’ ἐγώ, ὦ φίλ’ Ἔρως καὶ θαλεραὶ Χάριτες, | |
5 | εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω. | |
AG.12.143(p1) | ΑΔΗΛΟΝ | |
1 | Ἑρμῆ, τοξευθεὶς ἐξέσπασα πικρὸν ἐφήβῳ. — „Κἠγὼ τὴν αὐτήν, ξεῖνε, λέλογχα τύχην.“ — Ἀλλά μ’ Ἀπολλοφάνους τρύχει πόθος. —„Ὦ φιλάεθλε, ἔφθασας· εἰς ἓν πῦρ οἱ δύ’ ἐνηλάμεθα.“ | |
AG.12.144(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Τί κλαίεις, φρενολῃστά; τί δ’ ἄγρια τόξα καὶ ἰοὺς ἔρριψας διφυῆ ταρσὸν ἀνεὶς πτερύγων; ἦ ῥά γε καὶ σὲ Μυΐσκος ὁ δύσμαχος ὄμμασιν αἴθει; ὡς μόλις, οἷ’ ἔδρας πρόσθε, παθὼν ἔμαθες. | |
AG.12.145(p1) | ΑΔΗΛΟΝ | |
1 | Παύετε, παιδοφίλαι, κενεὸν πόνον· ἴσχετε μόχθων, δύσφρονες· ἀπρήκτοις ἐλπίσι μαινόμεθα. ἶσον ἐπὶ ψαφαρὴν ἀντλεῖν ἅλα κἀπὸ Λιβύσσης ψάμμου ἀριθμητὴν ἀρτιάσαι ψεκάδα, | |
5 | ἶσον καὶ παίδων στέργειν πόθον, ὧν τὸ κεναυχὲς κάλλος ἐνὶ χθονίοις ἡδύ τ’ ἐν ἀθανάτοις. δέρκεσθ’ εἰς ἐμὲ πάντες· ὁ γὰρ πάρος εἰς κενὸν ἡμῶν | |
μόχθος ἐπὶ ξηροῖς ἐκκέχυτ’ αἰγιαλοῖς. | 88 in vol. 4 | |
AG.12.146(p1) | ΡΙΑΝΟΥ | |
1 | Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς μυρία καὶ στήσας δίκτυα καὶ στάλικας σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δ’ ἀμογητὶ τἀμὰ φέρουσιν, Ἔρως, οἷς σὺ γένοιο βαρύς. | |
AG.12.147(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἅρπασται. τίς τόσσον ἐναιχμάσαι ἄγριος ἦεν; τίς τόσος ἀντᾶραι καὶ πρὸς Ἔρωτα μάχην; ἅπτε τάχος πεύκας· καίτοι κτύπος· Ἡλιοδώρας. βαῖνε πάλιν στέρνων ἐντὸς ἐμῶν, κραδίη. | |
AG.12.148(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Οἶδ’, ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε, μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί. ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων· ναί, φίλε, τῶν παρὰ σεῦ τοῦτ’ ἀνεραστότατον. | |
AG.12.149(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | „Ληφθήσει, περίφευγε, Μενέκρατες,“ εἶπα Πανήμου εἰκάδι, καὶ Λῴου τῇ—τίνι; τῇ δεκάτῃ ἦλθεν ὁ βοῦς ὑπ’ ἄροτρον ἑκούσιος. εὖ γ’, ἐμὸς Ἑρμῆς, | |
εὖ γ’, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα. | 90 in vol. 4 | |
AG.12.150(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ. αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία. | |
5 | τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον. ἔσθ’ ἁμὶν χἀκάστοτ’ ἀφειδέα πρὸς τὸν Ἔρωτα τοῦτ’ εἶπαι· „Κείρευ τὰ πτερά, παιδάριον· οὐδ’ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ | |
10 | οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.“ | |
AG.12.151(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἴ τινά που παίδων ἐρατώτατον ἄνθος ἔχοντα εἶδες, ἀδιστάκτως εἶδες Ἀπολλόδοτον. εἰ δ’ ἐσιδών, ὦ ξεῖνε, πυριφλέκτοισι πόθοισιν οὐκ ἐδάμης, πάντως ἢ θεὸς ἢ λίθος εἶ. | |
AG.12.152 | Μάγνης Ἡράκλειτος, ἐμοὶ πόθος, οὔτι σίδηρον πέτρῳ, πνεῦμα δ’ ἐμὸν κάλλει ἐφελκόμενος. | |
AG.12.153(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο· νῦν δὲ τάλαιναν οὐδ’ ὅσσον παίζων εἰς ἔμ’ ἐπιστρέφεται. οὐδ’ ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς· ἀλλ’ ἀνιήσας | |
πολλάκις ἡδίων γίνετ’ ἐρῶσι θεός. | 92 in vol. 4 | |
AG.12.154(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἡδὺς ὁ παῖς, καὶ τοὔνομ’ ἐμοὶ γλυκύς ἐστι Μυΐσκος καὶ χαρίεις. τίν’ ἔχω μὴ οὐχὶ φιλεῖν πρόφασιν; καλὸς γάρ, ναὶ Κύπριν, ὅλος καλός· εἰ δ’ ἀνιηρός, οἶδε τὸ πικρὸν Ἔρως συγκεράσαι μέλιτι. | |
AG.12.155(p1) | ΑΔΗΛΟΝ | |
1 | Μή μ’ εἴπῃς πάλιν ὧδε. —„Τί δ’ αἴτιος; αὐτὸς ἔπεμψε.“ — Δεύτερον οὖν φήσεις; —„Δεύτερον· εἶπεν· Ἴθι. ἀλλ’ ἔρχευ, μὴ μέλλε· μένουσί σε.“ —Πρῶτον ἐκεῖνον εὑρήσω χἤξω· τὸ τρίτον οἶδα πάλαι. | |
AG.12.156(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἰαρινῷ χειμῶνι πανείκελος, ὦ Διόδωρε, οὑμὸς ἔρως ἀσαφεῖ κρινόμενος πελάγει· καί ποτε μὲν φαίνεις πολὺν ὑετόν, ἄλλοτε δ’ αὖτε εὔδιος, ἁβρὰ γελῶν δ’ ὄμμασιν ἐκκέχυσαι. | |
5 | τυφλὰ δ’, ὅπως ναυηγὸς ἐν οἴδματι, κύματα μετρῶν δινεῦμαι, μεγάλῳ χείματι πλαζόμενος. ἀλλά μοι ἢ φιλίης ἔκθες σκοπὸν ἢ πάλι μίσους, ὡς εἰδῶ, ποτέρῳ κύματι νηχόμεθα. | |
AG.12.157(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Κύπρις ἐμοὶ ναύκληρος, Ἔρως δ’ οἴακα φυλάσσει ἄκρον ἔχων ψυχῆς ἐν χερὶ πηδάλιον· χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, οὕνεκα δὴ νῦν | |
παμφύλῳ παίδων νήχομαι ἐν πελάγει. | 94 in vol. 4 | |
AG.12.158(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σοί με Πόθων δέσποινα θεὴ πόρε, σοί με, Θεόκλεις, ἁβροπέδιλος Ἔρως γυμνὸν ὑπεστόρεσεν, ξεῖνον ἐπὶ ξείνης, δαμάσας ἀλύτοισι χαλινοῖς· ἱμείρω δὲ τυχεῖν ἀκλινέος φιλίας. | |
5 | ἀλλὰ σὺ τὸν στέργοντ’ ἀπαναίνεαι, οὐδέ σε θέλγει οὐ χρόνος, οὐ ξυνῆς σύμβολα σωφροσύνης. ἵλαθ’, ἄναξ, ἵληθι· σὲ γὰρ θεὸν ὥρισε Δαίμων· ἐν σοί μοι ζωῆς πείρατα καὶ θανάτου. | |
AG.12.159(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐν σοὶ τἀμά, Μυΐσκε, βίου πρυμνήσι’ ἀνῆπται· ἐν σοὶ καὶ ψυχῆς πνεῦμα τὸ λειφθὲν ἔτι. ναὶ γὰρ δὴ τὰ σά, κοῦρε, τὰ καὶ κωφοῖσι λαλεῦντα ὄμματα, ναὶ μὰ τὸ σὸν φαιδρὸν ἐπισκύνιον, | |
5 | ἤν μοι συννεφὲς ὄμμα βάλῃς ποτέ, χεῖμα δέδορκα· ἢν δ’ ἱλαρὸν βλέψῃς, ἠδὺ τέθηλεν ἔαρ. | |
AG.12.160(p1) | ΑΔΗΛΟΝ | |
1 | Θαρσαλέως τρηχεῖαν ὑπὸ σπλάγχνοισιν ἀνίην οἴσω, καὶ χαλεπῆς δεσμὸν ἀλυκτοπέδης· οὐ γάρ πω, Νίκανδρε, βολὰς ἐδάημεν Ἔρωτος νῦν μόνον, ἀλλὰ πόθων πολλάκις ἡψάμεθα. | |
5 | καὶ σὺ μέν, Ἀδρήστεια, κακῆς ἀντάξια βουλῆς | |
τῖσαι, καὶ μακάρων πικροτάτη Νέμεσις. | 96 in vol. 4 | |
AG.12.161(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Δόρκιον ἡ φιλέφηβος ἐπίσταται ὡς ἁπαλὸς παῖς ἕσθαι πανδήμου Κύπριδος ὠκὺ βέλος ἵμερον ἀστράπτουσα κατ’ ὄμματος, † ἠδ’ ὑπὲρ ὤμων σὺν πετάσῳ, γυμνὸν μηρὸν ἔφαινε χλαμύς. | |
AG.12.162(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὔπω τοξοφορῶν οὐδ’ ὥριος, ἀλλὰ νεογνὸς οὑμὸς Ἔρως παρὰ τὴν Κύπριν ὑποστρέφεται δέλτον ἔχων χρυσέην· τὰ Φιλοκράτεος δὲ Διύλλου τραυλίζει ψυχῇ φίλτρα κατ’ Ἀντιγένους. | |
AG.12.163(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὗρεν Ἔρως τι καλῷ μῖξαι καλόν, οὐχὶ μάραγδον χρυσῷ, ὃ μήτ’ ἀνθεῖ μήτε γένοιτ’ ἐν ἴσῳ, οὐδ’ ἐλέφαντ’ ἐβένῳ, λευκῷ μέλαν, ἀλλὰ Κλέανδρον Εὐβιότῳ, πειθοῦς ἄνθεα καὶ φιλίης. | |
AG.12.164(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Ἡδὺ μὲν ἀκρήτῳ κεράσαι γλυκὺ νᾶμα μελισσῶν, ἡδὺ δὲ παιδοφιλεῖν καὐτὸν ἐόντα καλόν, οἷα τὸν ἁβροκόμην στέργει Κλεόβουλον Ἄλεξις, | |
ἀθάνατον τούτω Κύπριδος οἰνόμελι. | 98 in vol. 4 | |
AG.12.165(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Λευκανθὴς Κλεόβουλος, ὁ δ’ ἀντία τοῦδε μελίχρους Σώπολις, οἱ δισσοὶ Κύπριδος ἀνθοφόροι. τοὔνεκά μοι παίδων ἕπεται πόθος· οἱ γὰρ Ἔρωτες πλέξειν ἐκ λευκοῦ φασί με καὶ μέλανος. | |
AG.12.166(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Τοῦθ’, ὅ τι μοι λοιπὸν ψυχῆς, ὅ τι δήποτ’, Ἔρωτες, τοῦτό γ’ ἔχειν πρὸς θεῶν ἡσυχίην ἄφετε· εἰ μή, ναὶ τόξοις μὴ βάλλετέ μ’, ἀλλὰ κεραυνοῖς, ναὶ πάντως τέφρην θέσθε με κἀνθρακιήν. | |
5 | ναὶ ναὶ βάλλετ’, Ἔρωτες· ἐνεσκληκὼς γὰρ ἀνίαις ὀξύτερον τούτων, εἴ γέ τι, βούλομ’ ἔχειν. | |
AG.12.167(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Χειμέριον μὲν πνεῦμα· φέρει δ’ ἐπὶ σοί με, Μυΐσκε, ἁρπαστὸν κώμοις ὁ γλυκύδακρυς Ἔρως. χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, ἀλλά μ’ ἐς ὅρμον δέξαι, τὸν ναύτην Κύπριδος ἐν πελάγει. | |
AG.12.168(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Ναννοῦς καὶ Λύδης ἐπίχει δύο καὶ φέρ’ ἑκάστου Μιμνέρμου καὶ τοῦ σώφρονος Ἀντιμάχου· συγκέρασον τὸν πέμπτον ἐμοῦ, τὸν δ’ ἕκτον „Ἑκάστου,“ Ἡλιόδωρ’, εἴπας, „ὅστις ἐρῶν ἔτυχεν.“ | |
5 | ἕβδομον Ἡσιόδου, τὸν δ’ ὄγδοον εἶπον Ὁμήρου, τὸν δ’ ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον. μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι· τἆλλα δ’ Ἔρωτες | |
νήφοντ’, οἰνωθέντ’ οὐχὶ † λίην ἄχαριν. | 100 in vol. 4 | |
AG.12.169(p1) | ΔΙΟΣΚΟΡΙΔΟΥ | |
1 | Ἐξέφυγον, Θεόδωρε, τὸ σὸν βάρος. ἀλλ’ ὅσον εἴπας „Ἐξέφυγον τὸν ἐμὸν δαίμονα πικρότατον,“ πικρότερός με κατέσχεν. Ἀριστοκράτει δὲ λατρεύων μυρία δεσπόσυνον καὶ τρίτον ἐκδέχομαι. | |
AG.12.170(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σπονδὴ καὶ λιβανωτὲ καὶ οἱ κρητῆρι μιγέντες δαίμονες, οἳ φιλίης τέρματ’ ἐμῆς ἔχετε, ὑμέας, ὦ σεμνοί, μαρτύρομαι, οὓς ὁ μελίχρως κοῦρος Ἀθήναιος πάντας ἐπωμόσατο. | |
AG.12.171(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸν καλόν, ὡς ἔλαβες, κομίσαις πάλι πρός με θεωρὸν Εὐαγόρην, ἀνέμων πρηΰτατε Ζέφυρε, εἰς ὀλίγων τείνας μηνῶν μέτρον, ὡς καὶ ὁ μικρὸς μυριέτης κέκριται τῷ φιλέοντι χρόνος. | |
AG.12.172(p1) | ΕΥΗΝΟΥ | |
1 | Εἰ μισεῖν πόνος ἐστί, φιλεῖν πόνος, ἐκ δύο λυγρῶν | |
αἱροῦμαι χρηστῆς ἕλκος ἔχειν ὀδύνης. | 102 in vol. 4 | |
AG.12.173(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Δημώ με κτείνει καὶ Θέρμιον· ἡ μὲν ἑταίρη δήμῳ, ἡ δ’ οὔπω Κύπριν ἐπισταμένη· καὶ τῆς μὲν ψαύω, τῆς δ’ οὐ θέμις. οὐ μὰ σέ, Κύπρι, οὐκ οἶδ’, ἣν εἰπεῖν δεῖ με ποθεινοτέρην. | |
5 | Δημάριον λέξω τὴν παρθένον· οὐ γὰρ ἕτοιμα βούλομαι, ἀλλὰ ποθῶ πᾶν τὸ φυλασσόμενον. | |
AG.12.174(p1) | ΦΡΟΝΤΩΝΟΣ | |
1 | Μέχρι τίνος πολεμεῖς μ’, ὦ φίλτατε Κῦρε; τί ποιεῖς; τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι. μὴ γίνου Μῆδος· Σάκας γὰρ ἔσῃ μετὰ μικρόν, καί σε ποιήσουσιν αἱ τρίχες Ἀστυάγην. | |
AG.12.175(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Ἢ μὴ ζηλοτύπει δούλοις ἐπὶ παισὶν ἑταίρους ἢ μὴ θηλυπρεπεῖς οἰνοχόους πάρεχε. τίς γὰρ ἀνὴρ ἐς ἔρωτ’ ἀδαμάντινος; ἢ τίς ἀτειρὴς οἴνῳ; τίς δὲ καλοὺς οὐ περίεργα βλέπει; | |
5 | ζώντων ἔργα τάδ’ ἐστίν· ὅπου δ’ οὐκ εἰσὶν ἔρωτες οὐδὲ μέθαι, Διοφῶν, ἢν ἐθέλῃς, ἄπιθι κἀκεῖ Τειρεσίην ἢ Τάνταλον ἐς πότον ἕλκε, τὸν μὲν ἐπ’ οὐδὲν ἰδεῖν, τὸν δ’ ἐπὶ μοῦνον ἰδεῖν. | |
AG.12.176(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Στυγνὸς δὴ τί, Μένιππε, κατεσκέπασαι μέχρι πέζης ὁ πρὶν ἐπ’ ἰγνύης λῶπος ἀνελκόμενος; ἢ τί κάτω κύψας με παρέδραμες οὐδὲ προσειπών; | |
οἶδα, τί με κρύπτεις· ἤλυθον, ἃς ἔλεγον. | 104 in vol. 4 | |
AG.12.177(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἑσπερίην Μοῖρίς με, καθ’ ἣν ὑγιαίνομεν ὥρην, —οὐκ οἶδ’, εἴτε σαφῶς εἴτ’ ὄναρ—ἠσπάσατο. ἤδη γὰρ τὰ μὲν ἄλλα μάλ’ ἀτρεκέως ἐνόησα, χὠκόσα μοι προσέφη, χὠκός’ ἐπυνθάνετο· | |
5 | εἰ δέ με καὶ πεφίληκε, τεκμαίρομαι· εἰ γὰρ ἀληθές, πῶς ἀποθειωθεὶς πλάζομ’ ἐπιχθόνιος; | |
AG.12.178(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐξεφλέγην, ὅτε Θεῦδις ἐλάμπετο παισὶν ἐν ἄλλοις οἷος ἐπαντέλλων ἀστράσιν ἠέλιος. τοὔνεκ’ ἔτι φλέγομαι καὶ νῦν, ὅτε νυκτὶ λαχνοῦται· δυόμενος γὰρ ὅμως ἥλιός ἐστιν ἔτι. | |
AG.12.179(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὤμοσά σοι, Κρονίδη, μηπώποτε—μηδ’ ἐμοὶ αὐτῷ— ἐξειπεῖν, ὅ τι μοι Θεῦδις ἔειπε λαβεῖν. ψυχὴ δ’ ἡ δυσάπιστος ἀγαλλομένη πεπότηται ἠέρι καὶ στέξαι τἀγαθὸν οὐ δύναται· | |
5 | ἀλλ’ ἐρέω, σύγγνωθι σύ μοι· „Κεῖνος δὲ πέπεισται.“ Ζεῦ πάτερ, ἀγνώστου τίς χάρις εὐτυχίης; | |
AG.12.180(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καῦμά μ’ ἔχει μέγα δή τι· σὺ δ’, ὦ παῖ, παύεο λεπτὸν ἠέρι δινεύων ἐγγὺς ἐμεῖο λίνον. ἄλλο τι πῦρ ἐμοῦ ἔνδον ἔχω κυάθοισιν ἀναφθὲν | |
καὶ περὶ σῇ ῥιπῇ μᾶλλον ἐγειρόμενον. | 106 in vol. 4 | |
AG.12.181(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ψεύδεα μυθίζουσι, Θεόκλεες, ὡς ἀγαθαὶ μὲν αἱ Χάριτες, τρισσαὶ δ’ εἰσὶ κατ’ Ὀρχομενόν· πεντάκι γὰρ δέκα σεῖο περισκιρτῶσι πρόσωπα τοξοβόλοι, ψυχέων ἅρπαγες ἀλλοτρίων. | |
AG.12.182(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ταῦτά με νῦν τὰ περισσὰ φιλεῖς, ὅτ’ ἔρωτος ἀπέσβη πυρσός, ὅτ’ οὐδ’ ἄλλως ἡδὺν ἔχω σε φίλον. μέμνημαι γὰρ ἐκεῖνα τὰ δύσμαχα· πλὴν ἔτι, Δάφνι, ὀψὲ μέν, ἀλλ’ ἐχέτω καὶ μετάνοια τόπον. | |
AG.12.183(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τίς χάρις, Ἡλιόδωρε, φιλήμασιν, εἴ με λάβροισιν χείλεσι μὴ φιλέεις ἀντιβιαζόμενος, ἀλλ’ ἐπ’ ἄκροις ἀσάλευτα μεμυκόσιν, οἷα κατ’ οἴκους καὶ δίχα σοῦ με φιλεῖ πλάσμα τὸ κηρόχυτον; | |
AG.12.184(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Μὴ σπεύσῃς Μενέδημον ἑλεῖν δόλῳ, ἀλλ’ ἐπίνευσον ὀφρύσι, καὶ φανερῶς αὐτὸς ἐρεῖ· „Πρόαγε.“ οὐ γὰρ ἀνάβλησις· φθάνει δέ τε καὶ τὸν ἄγοντα, | |
οὐδ’ ἀμάρης, ποταμοῦ δ’ ἐστὶν ἑτοιμότερος. | 108 in vol. 4 | |
AG.12.185(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοὺς σοβαροὺς τούτους καὶ τοὺς περιπορφυροσήμους παῖδας, ὅσους ἡμεῖς οὐ προσεφιέμεθα, ὥσπερ σῦκα πέτραισιν ἐπ’ ἀκρολόφοισι πέπειρα ἔσθουσιν γῦπες, Δίφιλε, καὶ κόρακες. | |
AG.12.186(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄχρι τίνος ταύτην τὴν ὀφρύα τὴν ὑπέροπτον, Μέντορ, τηρήσεις μηδὲ τὸ „χαῖρε“ λέγων, ὡς μέλλων αἰῶνα μένειν νέος ἢ διὰ παντὸς ὀρχεῖσθαι πυρίχην; καὶ τὸ τέλος πρόβλεπε. | |
5 | ἥξει σοι πώγων, κακὸν ἔσχατον, ἀλλὰ μέγιστον· καὶ τότ’ ἐπιγνώσῃ, τί σπάνις ἐστὶ φίλων. | |
AG.12.187(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πῶς ἀναγινώσκειν, Διονύσιε, παῖδα διδάξεις, μηδὲ μετεκβῆναι φθόγγον ἐπιστάμενος; ἐκ νήτης μετέβης οὕτως ταχὺς εἰς βαρύχορδον φθόγγον, ἀπ’ ἰσχνοτάτης εἰς τάσιν ὀγκοτάτην. | |
5 | πλὴν οὐ βασκαίνω· μελέτα μόνον· ἀμφοτέρους δὲ κρούων τοῖς φθονεροῖς λάμβδα καὶ ἄλφα λέγε. | |
AG.12.188(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴ σε φιλῶν ἀδικῶ καὶ τοῦτο δοκεῖς ὕβριν εἶναι, τὴν αὐτὴν κόλασιν καὶ σὺ φίλει με λαβών. | |
AG.12.189(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τίς σε κατεστεφάνωσε ῥόδοις ὅλον; εἰ μὲν ἐραστής, | |
ἆ μάκαρ· εἰ δ’ ὁ πατήρ, ὄμματα καὐτὸς ἔχει. | 110 in vol. 4 | |
AG.12.190(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὄλβιος ὁ γράψας σε, καὶ ὄλβιος οὗτος ὁ κάλλει τῷ σῷ νικᾶσθαι κηρὸς ἐπιστάμενος. θριπὸς ἐγὼ καὶ σύρμα τερηδόνος εἴθε γενοίμην, ὡς ἀναπηδήσας τὰ ξύλα ταῦτα φάγω. | |
AG.12.191(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκ ἐχθὲς παῖς ἦσθα; καὶ οὐδ’ ὄναρ οὗτος ὁ πώγων ἤλυθε. πῶς ἀνέβη τοῦτο τὸ δαιμόνιον καὶ τριχὶ πάντ’ ἐκάλυψε τὰ πρὶν καλά; φεῦ, τί τὸ θαῦμα; ἐχθὲς Τρωίλος ὢν πῶς ἐγένου Πρίαμος; | |
AG.12.192(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐ τέρπουσι κόμαι με περισσότεροί τε κίκιννοι, τέχνης, οὐ φύσεως ἔργα διδασκόμενοι· ἀλλὰ παλαιστρίτου παιδὸς ῥύπος ὁ ψαφαρίτης καὶ χροιὴ μελέων σαρκὶ λιπαινομένη. | |
5 | ἡδὺς ἀκαλλώπιστος ἐμὸς πόθος· ἡ δὲ γοῆτις μορφὴ θηλυτέρης ἔργον ἔχει Παφίης. | |
AG.12.193(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐδέ, Σμυρναῖαι Νεμέσεις ὅ τι σοὶ ’πιλέγουσιν, Ἀρτεμίδωρε, νοεῖς· „Μηδὲν ὑπὲρ τὸ μέτρον.“ ἀλλ’ οὕτως ὑπέροπτα καὶ ἄγρια κοὐδὲ πρέποντα κωμῳδῷ φθέγγῃ πάνθ’ ὑποκρινόμενος. | |
5 | μνησθήσῃ τούτων, ὑπερήφανε, καὶ σὺ φιλήσεις | |
καὶ κωμῳδήσεις τὴν „Ἀποκλειομένην.“ | 112 in vol. 4 | |
AG.12.194(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ Ζεὺς ἐκ γαίης θνητοὺς ἔτι παῖδας ἐς αἴθρην ἥρπαζεν, γλυκεροῦ νέκταρος οἰνοχόους, αἰετὸς ἂν πτερύγεσσιν Ἀγρίππαν τὸν καλὸν ἡμῶν ἤδη πρὸς μακάρων ἦγε διηκονίας. | |
5 | ναὶ μὰ σὲ γάρ, Κρονίδη, κόσμου πάτερ, ἢν ἐσαθρήσῃς, τὸν Φρύγιον ψέξεις αὐτίκα Δαρδανίδην. | |
AG.12.195(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄνθεσιν οὐ τόσσοισι φιλοζέφυροι χλοάουσι λειμῶνες, πυκιναῖς εἴαρος ἀγλαΐαις, ὅσσους εὐγενέτας, Διονύσιε, παῖδας ἀθρήσεις, χειρῶν Κυπρογενεῦς πλάσματα καὶ Χαρίτων. | |
5 | ἔξοχα δ’ ἐν τούτοις Μιλήσιος ἠνίδε θάλλει ὡς ῥόδον εὐόδμοις λαμπόμενον πετάλοις. ἀλλ’ οὐκ οἶδεν ἴσως, ἐκ καύματος ὡς καλὸν ἄνθος, οὕτω τὴν ὥρην ἐκ τριχὸς ὀλλυμένην. | |
AG.12.196(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὀφθαλμοὺς σπινθῆρας ἔχεις, θεόμορφε Λυκῖνε, μᾶλλον δ’ ἀκτῖνας, δέσποτα, πυρσοβόλους. ἀντωπὸς βλέψαι βαιὸν χρόνον οὐ δύναμαί σοι, οὕτως ἀστράπτεις ὄμμασιν ἀμφοτέροις. | |
AG.12.197(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | „Καιρὸν γνῶθι“ σοφῶν τῶν ἑπτά τις εἶπε, Φίλιππε· πάντα γὰρ ἀκμάζοντ’ ἐστὶν ἐραστότερα· καὶ σίκυος πρῶτός που ἐπ’ ἀνδήροισιν ὁραθεὶς | |
τίμιος, εἶτα συῶν βρῶμα πεπαινόμενος. | 114 in vol. 4 | |
AG.12.198(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἡλικίης φίλος εἰμὶ καὶ οὐδένα παῖδα προτάσσω πρὸς τὸ καλὸν κρίνων· ἄλλο γὰρ ἄλλος ἔχει. | |
AG.12.199(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄρκιον ἤδη μοι πόσιος μέτρον· εὐσταθίη γὰρ λύεται ἥ τε φρενῶν ἥ τε διὰ στόματος. χὠ λύχνος ἔσχισται διδύμην φλόγα, καὶ δὶς ἀριθμέω πολλάκι πειράζων τοὺς ἀνακεκλιμένους· | |
5 | ἤδη δ’ οὐκέτι μοῦνον ἐπ’ οἰνοχόον σεσόβημαι, ἀλλὰ πάρωρα βλέπω κἠπὶ τὸν ὑδροχόον. | |
AG.12.200(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μισῶ δυσπερίληπτα φιλήματα καὶ μαχιμώδεις φωνὰς καὶ σθεναρὴν ἐκ χερὸς ἀντίθεσιν· καὶ μὴν καὶ τόν, ὅτ’ ἐστὶν ἐν ἀγκάσιν, εὐθὺ θέλοντα καὶ παρέχοντα χύδην οὐ πάνυ δή τι θέλω, | |
5 | ἀλλὰ τὸν ἐκ τούτων ἀμφοῖν μέσον, οἷον ἐκεῖνον τὸν καὶ μὴ παρέχειν εἰδότα καὶ παρέχειν. | |
AG.12.201(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εἰ μὴ νῦν Κλεόνικος ἐλεύσεται, οὐκέτ’ ἐκεῖνον δέξομ’ ἐγὼ μελάθροις, οὐ μὰ τόν—οὐκ ὀμόσω. εἰ γὰρ ὄνειρον ἰδὼν οὐκ ἤλυθεν, εἶτα παρείη | |
αὔριον, οὐ παρὰ τὴν σήμερον ὀλλύμεθα. | 116 in vol. 4 | |
AG.12.202(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Πτηνὸς Ἔρως ἄγαγέν με δι’ ἠέρος, ἡνίκα, Δᾶμι, γράμμα σὸν εἶδον, ὅ μοι δεῦρο μολεῖν ς’ ἔλεγεν· ῥίμφα δ’ ἀπὸ Σμύρνης ἐπὶ Σάρδιας· ἔδραμεν ἄν μου ὕστερον, εἰ Ζήτης ἔτρεχεν ἢ Κάλαϊς. | |
AG.12.203(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκ ἐθέλοντα φιλεῖς με, φιλῶ δ’ ἐγὼ οὐκ ἐθέλοντα· εὔκολος, ἢν φεύγω· δύσκολος, ἢν ἐπάγω. | |
AG.12.204(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | „Χρύσεα χαλκείων“ νῦν εἴπατε· „δός, λάβε“ παίζει Σωσιάδας ὁ καλὸς καὶ Διοκλῆς ὁ δασύς. τίς κάλυκας συνέκρινε βάτῳ, τίς σῦκα μύκησιν; ἄρνα γαλακτοπαγῆ τίς συνέκρινε βοΐ; | |
5 | οἷα δίδως, ἀλόγιστε, καὶ ἔμπαλιν οἷα κομίζῃ; οὕτω Τυδείδης Γλαῦκον ἐδωροδόκει. | |
AG.12.205(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Παῖς τις ὅλως ἁπαλὸς τοῦ γείτονος οὐκ ὀλίγως με κνίζει· πρὸς τὸ θέλειν δ’ οὐκ ἀμύητα γελᾷ· οὐ πλεῦν δ’ ἐστὶν ἐτῶν δυοκαίδεκα. νῦν ἀφύλακτοι | |
ὄμφακες· ἢν δ’ ἀκμάσῃ, φρούρια καὶ σκόλοπες. | 118 in vol. 4 | |
AG.12.206(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἢν τούτῳ φωνῇς, τὸ μέσον λάβε καὶ κατακλίνας ζεύγνυε καὶ πρώσας πρόσπεσε καὶ κάτεχε. — „Οὐ φρονέεις, Διόφαντε· μόλις δύναμαι γὰρ ἔγωγε ταῦτα ποιεῖν· παίδων δ’ ἡ πάλη ἔσθ’ ἑτέρα.“ — | |
5 | Ὀχλοῦ καὶ μένε, Κῦρι, καὶ ἐμβάλλοντος ἀνάσχου· πρῶτον συμμελετᾶν ἢ μελετᾶν μαθέτω. | |
AG.12.207(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐχθὲς λουόμενος Διοκλῆς ἀνενήνοχε σαύραν ἐκ τῆς ἐμβάσεως τὴν Ἀναδυομένην. ταύτην εἴ τις ἔδειξεν Ἀλεξάνδρῳ τότ’ ἐν Ἴδῃ, τὰς τρεῖς ἂν ταύτης προκατέκρινε θεάς. | |
AG.12.208(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὐτυχές, οὐ φθονέω, βιβλίδιον· ἦ ῥά ς’ ἀναγνοὺς παῖς τις ἀναθλίβει πρὸς τὰ γένεια τιθεὶς ἢ τρυφεροῖς σφίγξει περὶ χείλεσιν ἢ κατὰ μηρῶν εἰλήσει δροσερῶν, ὦ μακαριστότατον· | |
5 | πολλάκι φοιτήσεις ὑποκόλπιον ἢ παρὰ δίφρους βληθὲν τολμήσεις κεῖνα θιγεῖν ἀφόβως. πολλὰ δ’ ἐν ἠρεμίῃ προλαλήσεις· ἀλλ’ ὑπὲρ ἡμῶν, χαρτάριον, δέομαι, πυκνότερόν τι λάλει. | |
AG.12.209(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μήτε λίην στυγνὸς παρακέκλισο μήτε κατηφής, Δίφιλε, μηδ’ εἴης παιδίον ἐξ ἀγέλης. ἔστω που προὔνεικα θιγήματα καὶ τὰ πρὸ ἔργων | |
παίγνια, πληκτισμοί, κνίσμα, φίλημα, λόγος. | 120 in vol. 4 | |
AG.12.210(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τρεῖς ἀρίθμει τοὺς πάντας ὑπὲρ λέχος, ὧν δύο δρῶσιν καὶ δύο πάσχουσιν. θαῦμα δοκῶ τι λέγειν· καὶ μὴν οὐ ψεῦδος· δυσὶν εἷς μέσσος γὰρ ὑπουργεῖ τέρπων ἐξόπιθεν, πρόσθε δὲ τερπόμενος. | |
AG.12.211(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ μὲν ἔφυς ἀμύητος ἀκμήν, ὑπὲρ οὗ ς’ ἐπιπείθω, ὀρθῶς ἂν δείσαις δεινὸν ἴσως δοκέων· εἰ δέ σε δεσποτικὴ κοίτη πεποίηκε τεχνίτην, τί φθονέεις δοῦναι ταὐτὸ λαβὼν ἑτέρῳ; | |
5 | ὃς μὲν γὰρ καλέσας ἐπὶ τὸ χρέος, εἶτ’ ἀπολύσας εὕδει κύριος ὤν, μηδὲ λόγου μεταδούς· ἄλλη δ’ ἔνθα τρυφή· παίξεις ἴσα, κοινὰ λαλήσεις, τἆλλα δ’ ἐρωτηθεὶς κοὐκ ἐπιτασσόμενος. | |
AG.12.212(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Αἰαῖ μοι, τί πάλιν δεδακρυμένον ἢ τί κατηφές, παιδίον; εἶπον ἁπλῶς, μηδ’ ὀδύνα. τί θέλεις; τὴν χέρα μοι κοίλην προσενήνοχας· ὡς ἀπόλωλα· μισθὸν ἴσως αἰτεῖς. τοῦτ’ ἔμαθες δὲ πόθεν; | |
5 | οὐκέτι σοι κοπτῆς φίλιαι πλάκες οὐδὲ μελιχρὰ σήσαμα καὶ καρύων παίγνιος εὐστοχίη· ἀλλ’ ἤδη πρὸς κέρδος ἔχεις φρένας. ὡς ὁ διδάξας τεθνάτω· οἷόν μου παιδίον ἠφάνικεν. | |
AG.12.213(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῷ τοίχῳ κέκλικας τὴν ὀσφύα τὴν περίβλεπτον, | |
Κῦρι. τί πειράζεις τὸν λίθον; οὐ δύναται. | 122 in vol. 4 | |
AG.12.214(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δός μοι καὶ λάβε χαλκόν. ἐρεῖς ὅτι „Πλούσιός εἰμι.“ δώρησαι τοίνυν τὴν χάριν ὡς βασιλεύς. | |
AG.12.215(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Νῦν ἔαρ εἶ, μετέπειτα θέρος. κἄπειτα τί μέλλεις, Κῦρις; βούλευσαι, καὶ καλάμη γὰρ ἔσῃ. | |
AG.12.216(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Νῦν ὀρθή, κατάρατε, καὶ εὔτονος, ἡνίκα μηδέν· ἡνίκα δ’ ἦν ἐχθές, οὐδὲν ὅλως ἀνέπνεις. | |
AG.12.217(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤδη ἐπὶ στρατιῆς ὁρμᾷς, ἔτι παῖς ἀδαὴς ὢν καὶ τρυφερός. τί ποιεῖς, οὗτος, ὅρα· μετάθου. οἴμοι, τίς ς’ ἀνέπεισε λαβεῖν δόρυ, τίς χερὶ πέλτην, τίς κρύψαι ταύτην τὴν κεφαλὴν κόρυθι; | |
5 | ὦ μακαριστὸς ἐκεῖνος, ὅτις ποτέ, καινὸς Ἀχιλλεὺς τοίῳ ἐνὶ κλισίῃ τερπόμενος Πατρόκλῳ. | |
AG.12.218(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μέχρι τίνος σε γελῶντα μόνον, μηδὲν δὲ λαλοῦντα οἴσομεν; εἶπον ἁπλῶς ταῦτα σύ, Πασίφιλε. αἰτῶ, καὶ σὺ γελᾷς· πάλιν αἰτῶ, κοὐκ ἀποκρίνῃ· | |
δακρύω, σὺ γελᾷς. βάρβαρε, τοῦτο γέλως; | 124 in vol. 4 | |
AG.12.219(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καὶ μισθοὺς αἰτεῖτε, διδάσκαλοι; ὡς ἀχάριστοι ἐστέ. τί γάρ; τὸ βλέπειν παιδία μικρὸν ἴσως; καὶ τούτοισι λαλεῖν ἀσπαζομένους τε φιλῆσαι; τοῦτο μόνον χρυσῶν ἄξιον οὐχ ἑκατόν; | |
5 | πεμπέτω, εἴ τις ἔχει καλὰ παιδία· κἀμὲ φιλείτω, μισθὸν καὶ παρ’ ἐμοῦ λαμβανέτω, τί θέλει. | |
AG.12.220(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐχὶ τὸ πῦρ κλέψας δέδεσαι, κακόβουλε Προμηθεῦ, ἀλλ’ ὅτι τὸν πηλὸν τοῦ Διὸς ἠφάνισας. πλάττων ἀνθρώπους ἔβαλες τρίχας· ἔνθεν ὁ δεινὸς πώγων καὶ κνήμη παισὶ δασυνομένη. | |
5 | εἶτά σε δαρδάπτει Διὸς αἰετός, ὃς Γανυμήδην ἥρπας’· ὁ γὰρ πώγων καὶ Διός ἐστ’ ὀδύνη. | |
AG.12.221(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Στεῖχε πρὸς αἰθέρα δῖον, ἀνέρχεο παῖδα κομίζων, αἰετέ, τὰς διφυεῖς ἐκπετάσας πτέρυγας, στεῖχε τὸν ἁβρὸν ἔχων Γανυμήδεα, μηδὲ μεθείης τὸν Διὸς ἡδίστων οἰνοχόον κυλίκων· | |
5 | φείδεο δ’ αἱμάξαι κοῦρον γαμψώνυχι ταρσῷ, μὴ Ζεὺς ἀλγήσῃ τοῦτο βαρυνόμενος. | |
AG.12.222(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εὐκαίρως ποτὲ παιδοτρίβης λεῖον προδιδάσκων εἰς τὸ γόνυ γνάμψας μέσσον ἐπαιδοτρίβει τῇ χερὶ τοὺς κόκκους ἐπαφώμενος· ἀλλὰ τυχαίως | |
τοῦ παιδὸς χρῄζων ἦλθεν ὁ δεσπόσυνος. | 126 in vol. 4 | |
5 | ὃς δὲ τάχος τοῖς ποσσὶν ὑποζώσας ἀνέκλινεν ὕπτιον ἐμπλέξας τῇ χερὶ τὴν φάρυγα. ἀλλ’ οὐκ ὢν ἀπάλαιστος ὁ δεσπόσυνος προσέειπεν· „Παῦσαι· πνιγίζεις,“ φησί, „τὸ παιδάριον.“ | |
AG.12.223(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τερπνὸν ὅλως τὸ πρόσωπον ἐμοὶ προσιόντος ἀπαρκεῖ· οὐκέτι δ’ ἐξόπιθεν καὶ παριόντα βλέπω. οὕτω γὰρ καὶ ἄγαλμα θεοῦ καὶ νηὸν ὁρῶμεν ἀντίον, οὐ πάντως καὶ τὸν ὀπισθόδομον. | |
AG.12.224(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰς ἀγαθὴν συνέβημεν ἀταρπιτόν, ἣν ἀπὸ πρώτης φράζευ, ὅπως ἔσται, Δίφιλε, καὶ μονίμη. ἄμφω γὰρ πτηνόν τι λελόγχαμεν· ἔστι μὲν ἐν σοὶ κάλλος, ἔρως δ’ ἐν ἐμοί· καίρια δ’ ἀμφότερα. | |
5 | ἄρτι μὲν ἁρμοσθέντα μένει χρόνον· εἰ δ’ ἀφύλακτα μίμνετον ἀλλήλων, οἴχετ’ ἀποπτάμενα. | |
AG.12.225(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐδέποτ’ ἠελίου φάος ὄρθριον ἀντέλλοντος μίσγεσθαι ταύρῳ χρὴ φλογόεντα κύνα, μή ποτε καρπολόχου Δημήτερος ὑγρανθείσης | |
βρέξῃς τὴν λασίην Ἡρακλέους ἄλοχον. | 128 in vol. 4 | |
AG.12.226(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πάννυχα μυδαλόεντα πεφυρμένος ὄμματα κλαυθμῷ ἄγρυπνον ἀμπαύω θυμὸν ἀδημονίῃ, ἥ με κατ’ οὖν ἐδάμασσεν ἀποζευχθέντος ἑταίρου, μοῦνον ἐπεί με λιπὼν εἰς ἰδίην Ἔφεσον | |
5 | χθιζὸς ἔβη Θεόδωρος· ὃς εἰ πάλι μὴ ταχὺς ἔλθοι, οὐκέτι, μουνολεχεῖς κοῖται, ἀνεξόμεθα. | |
AG.12.227(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἤν τινα καὶ παριδεῖν ἐθέλω καλὸν ἀντισυναντῶν, βαιὸν ὅσον παραβὰς εὐθὺ μεταστρέφομαι. | |
AG.12.228(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Παῖδα μὲν ἠλιτόμηνον ἐς ἄφρονα καιρὸν ἁμαρτεῖν τῷ πείθοντι φέρει πλεῖον ὕβρισμα φίλῳ· ἤδη δ’ ἐν νεότητι παρήλικα παιδικὰ πάσχειν, τῷ παρέχοντι πάλιν τοῦτο δὶς αἰσχρότερον. | |
5 | ἔστι δ’ ὅτ’ ἀμφοτέροις τὸ μὲν οὐκέτι, Μοῖρι, τὸ δ’ οὔπω ἀπρεπές, οἷον ἐγὼ καὶ σὺ τὸ νῦν ἔχομεν. | |
AG.12.229(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὡς ἀγαθὴ θεός ἐστι, δι’ ἣν ὑπὸ κόλπον, Ἄλεξι, πτύομεν ὑστερόπουν ἁζόμενοι Νέμεσιν. ἣν σὺ μετερχομένην οὐκ ἔβλεπες, ἀλλ’ ἐνόμιζες ἕξειν τὸ φθονερὸν κάλλος ἀειχρόνιον. | |
5 | νῦν δὲ τὸ μὲν διόλωλεν· ἐλήλυθε δ’ ἡ τριχάλεπτος | |
δαίμων· χοἰ θέραπες νῦν σε παρερχόμεθα. | 130 in vol. 4 | |
AG.12.230(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ’ ἔχθει, τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις· ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ, καὶ σύ ποτ’ ἠράσθης. οὐκέτι μακρὰ λέγω. | |
AG.12.231(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Εὐκλείδῃ φιλέοντι πατὴρ θάνεν. ἆ μάκαρ αἰεί, καὶ πρίν, ἐς ὅττι θέλοι, χρηστὸν ἔχων πατέρα καὶ νῦν εὔφρονα νεκρόν. ἐγὼ δ’ ἔτι λάθρια παίζω. φεῦ μοίρης τε κακῆς καὶ πατρὸς ἀθανάτου. | |
AG.12.232(p1) | ΣΚΥΘΙΝΟΥ | |
1 | Ὀρθὸν νῦν ἕστηκας, ἀνώνυμον, οὐδὲ μαραίνῃ, ἐντέτασαι δ’ ὡς ἂν μήποτε παυσόμενον· ἀλλ’ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτὸν πάντα διδούς, ἃ θέλω, νεκρὸν ἀπεκρέμασο. | |
5 | τείνεο καὶ ῥήσσου καὶ δάκρυε· πάντα ματαίως· οὐχ ἕξεις ἔλεον χειρὸς ἀφ’ ἡμετέρης. | |
AG.12.233(p1) | ΦΡΟΝΤΩΝΟΣ | |
1 | Τὴν ἀκμὴν „Θησαυρὸν“ ἔχειν, κωμῳδέ, νομίζεις οὐκ εἰδὼς αὐτὴν „Φάσματοσ“ ὀξυτέρην. ποιήσει ς’ ὁ χρόνος „Μισούμενον“, εἶτα „Γεωργόν“, | |
καὶ τότε μαστεύσεις τὴν „Περικειρομένην“. | 132 in vol. 4 | |
AG.12.234(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Εἰ κάλλει καυχᾷ, γίνωσχ’, ὅτι καὶ ῥόδον ἀνθεῖ· ἀλλὰ μαρανθὲν ἄφνω σὺν κοπρίοις ἐρίφη. ἄνθος γὰρ καὶ κάλλος ἴσον χρόνον ἐστὶ λαχόντα· ταῦτα δ’ ὁμῇ φθονέων ἐξεμάρανε χρόνος. | |
AG.12.235(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ μὲν γηράσκει τὸ καλόν, μετάδος, πρὶν ἀπέλθῃ· εἰ δὲ μένει, τί φοβῇ τοῦθ’, ὃ μένει, διδόναι; | |
AG.12.236(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὐνοῦχός τις ἔχει καλὰ παιδία· πρὸς τίνα χρῆσιν; καὶ τούτοισι βλάβην οὐχ ὁσίην παρέχει. ὄντως ὡς ὁ κύων φάτνῃ ῥόδα, μωρὰ δ’ ὑλακτῶν οὔθ’ αὑτῷ παρέχει τἀγαθὸν οὔθ’ ἑτέρῳ. | |
AG.12.237(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Χαῖρε σύ, μισοπόνηρε πεπλασμένε, χαῖρε, βάναυσε, ὁ πρῴην ὀμόσας μηκέτι μὴ διδόναι. μηκέτι νῦν ὀμόσῃς. ἔγνωκα γάρ, οὐδέ με λήθεις· | |
οἶδα τὸ ποῦ καὶ πῶς καὶ τίνι καὶ τὸ πόσου. | 134 in vol. 4 | |
AG.12.238(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἀλλήλοις παρέχουσιν ἀμοιβαδίην ἀπόλαυσιν οἱ κύνεοι πῶλοι μειρακιευόμενοι· ἀμφαλλὰξ δὲ οἱ αὐτοὶ ἀπόστροφα νωτοβατοῦνται τὸ δρᾶν καὶ τὸ παθεῖν ἀντιπεραινόμενοι. | |
5 | οὐ πλεονεκτεῖται δ’ οὐδ’ ἅτερος· ἄλλοτε μὲν γὰρ ἵσταται ὁ προδιδοὺς ἄλλοτ’ ὄπισθε πάλιν. τοῦτ’ ἐστὶν πάντως τὸ παροίμιον· εἰς γὰρ ἀμοιβήν, ὡς λέγεται, κνήθειν οἶδεν ὄνος τὸν ὄνον. | |
AG.12.239(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πέντ’ αἰτεῖς; δέκα δώσω, ἐείκοσι δ’ ἀντία ἕξεις. ἀρκεῖ σοι χρυσοῦς; ἤρκεσε καὶ Δανάῃ. | |
AG.12.240(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἤδη μοι πολιαὶ μὲν ἐπὶ κροτάφοισιν ἔθειραι, καὶ πέος ἐν μηροῖς ἀργὸν ἀποκρέμαται· ὄρχεις δ’ ἄπρηκτοι, χαλεπὸν δέ με γῆρας ἱκάνει. οἴμοι, πυγίζειν οἶδα καὶ οὐ δύναμαι. | |
AG.12.241(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄγκιστρον πεπόηκας, ἔχεις ἰχθὺν ἐμέ, τέκνον· ἕλκε μ’, ὅπου βούλει· μὴ τρέχε, μή σε φύγω. | |
AG.12.242(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρῴην τὴν σαύραν ῥοδοδάκτυλον, Ἄλκιμ’, ἔδειξας· | |
νῦν αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχεις. | 136 in vol. 4 | |
AG.12.243(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἴ με τὸ πυγίζειν ἀπολώλεκε καὶ διὰ τοῦτο ἐκτρέφομαι ποδαγρῶν, Ζεῦ, κρεάγραν με πόει. | |
AG.12.244(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἢν ἐσίδω τινὰ λευκόν, ἀπόλλυμαι· ἢν δὲ μελίχρουν, καίομαι· ἢν ξανθὸν δ’, εὐθὺς ὅλος λέλυμαι. | |
AG.12.245(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πᾶν ἄλογον ζῷον βινεῖ μόνον· οἱ λογικοὶ δὲ τῶν ἄλλων ζῴων τοῦτ’ ἔχομεν τὸ πλέον πυγίζειν εὑρόντες. ὅσοι δὲ γυναιξὶ κρατοῦνται, τῶν ἀλόγων ζῴων οὐδὲν ἔχουσι πλέον. | |
AG.12.246(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ζεῦγος ἀδελφειῶν με φιλεῖ· οὐκ οἶδα, τίν’ αὐτῶν δεσπόσυνον κρίνω· τοὺς δύο γὰρ φιλέω. χὠ μὲν ἀποστείχει, ὁ δ’ ἐπέρχεται· ἔστι δὲ τοῦ μὲν κάλλιστον τὸ παρόν, τοῦ δὲ τὸ λειπόμενον. | |
AG.12.247(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οἷον ἐπὶ Τροίῃ ποτ’ ἀπὸ Κρήτης, Θεόδωρε, Ἰδομενεὺς θεράποντ’ ἤγαγε Μηριόνην, τοῖον ἔχω σε φίλον περιδέξιον. ἦ γὰρ ἐκεῖνος ἄλλα μὲν ἦν θεράπων, ἄλλα δ’ ἑταιρόσυνος· | |
5 | καὶ σὺ τὰ μὲν βιότοιο πανήμερος ἔργα τέλει μοι, | |
νύκτα δὲ πειρῶμεν, ναὶ Δία, Μηριόνην. | 138 in vol. 4 | |
AG.12.248(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τίς δύναται γνῶναι τὸν ἐρώμενον εἰ παρακμάζει, πάντα συνὼν αὐτῷ μηδ’ ἀπολειπόμενος; τίς δύνατ’ οὐκ ἀρέσαι τὴν σήμερον, ἐχθὲς ἀρέσκων; εἰ δ’ ἀρέσει, τί παθὼν αὔριον οὐκ ἀρέσει; | |
AG.12.249(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα παιδὸς ἐφ’ ὑαλέην ὄψιν ὑπερπέτασαι; οὐ παύσῃ βομβεῦσα καὶ ἀνθολόγοισι θέλουσα ποσσὶν ἐφάψασθαι χρωτὸς ἀκηροτάτου; | |
5 | ἔρρ’ ἐπὶ σοὺς μελίπαιδας ὅποι ποτέ, δραπέτι, σίμβλους, μή σε δάκω· κἠγὼ κέντρον ἔρωτος ἔχω. | |
AG.12.250(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Νυκτερινὴν ἐπίκωμος ἰὼν μεταδόρπιον ὥρην ἄρνα λύκος θυρέτροις εὗρον ἐφεσταότα, υἱὸν Ἀριστοδίκου τοῦ γείτονος· ὃν περιπλεχθεὶς ἐξεφίλουν ὅρκοις πολλὰ χαριζόμενος. | |
5 | νῦν δ’ αὐτῷ τί φέρων δωρήσομαι; οὔτ’ ἀπάτης γὰρ ἄξιος, Ἑσπερίης οὔτ’ ἐπιορκοσύνης. | |
AG.12.251(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρόσθε μὲν ἀντιπρόσωπα φιλήματα καὶ τὰ πρὸ πείρας εἴχομεν· ἦς γὰρ ἀκμήν, Δίφιλε, παιδάριον. νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι οὐ παρεόντων | |
ὕστερον· ἔστω γὰρ πάντα καθ’ ἡλικίην. | 140 in vol. 4 | |
AG.12.252(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐμπρήσω σέ, θύρη, τῇ λαμπάδι, καὶ τὸν ἔνοικον συμφλέξας μεθύων εὐθὺς ἄπειμι φυγάς, καὶ πλώσας Ἀδριανὸν ἐπ’ οἴνοπα πόντον ἀλήτης φωλήσω γε θύραις νυκτὸς ἀνοιγομέναις. | |
AG.12.253(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δεξιτερὴν ὀλίγον δὸς ἐπὶ χρόνον, οὐχ ἵνα παύσῃς —κεἴ μ’ ὁ καλὸς χλεύην ἔσχε—χοροιτυπίης. ἀλλ’, εἰ μὴ πλευρῇ παρεκέκλιτο πατρὸς ἀκαίρως, οὐκ ἂν δή με μάτην εἶδε μεθυσκόμενον. | |
AG.12.254(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἐκ ποίου ναοῦ, πόθεν ὁ στόλος οὗτος Ἐρώτων πάντα καταστίλβων; ἄνδρες, ἀμαυρὰ βλέπω. τίς τούτων δοῦλος, τίς ἐλεύθερος, οὐ δύναμ’ εἰπεῖν. ἄνθρωπος τούτων κύριος; οὐ δύναται. | |
5 | εἰ δ’ ἐστίν, μείζων πολλῷ Διός, ὃς Γανυμήδην ἔσχε μόνως, θεὸς ὢν πηλίκος· ὃς δὲ πόσους. | |
AG.12.255(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐδ’ αὐτή ς’ ἡ λέξις, ἀκοινώνητε, διδάσκει ἐξ ἐτύμου φωνῆς ῥήμασιν ἑλκομένη; πᾶς φιλόπαις λέγεται, Διονύσιε, κοὐ φιλοβούπαις. πρὸς τοῦτ’ ἀντειπεῖν μή τι πάλιν δύνασαι; | |
5 | Πύθι’ ἀγωνοθετῶ, σὺ δ’ Ὀλύμπια· χοὒς ἀποβάλλων | |
ἐκκρίνω, τούτους εἰς τὸν ἀγῶνα δέχῃ. | 142 in vol. 4 | |
AG.12.256(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Πάγκαρπόν σοι, Κύπρι, καθήρμοσε χειρὶ τρυγήσας παίδων ἄνθος Ἔρως ψυχαπάτην στέφανον. ἐν μὲν γὰρ κρίνον ἡδὺ κατέπλεξεν Διόδωρον, ἐν δ’ Ἀσκληπιάδην, τὸ γλυκὺ λευκόιον. | |
5 | ναὶ μὴν Ἡράκλειτον ἐπέπλεκεν, ὡς ἀπ’ ἀκάνθης εἳς ῥόδον, οἰνάνθη δ’ ὥς τις ἔθαλλε Δίων· χρυσανθῆ δὲ κόμαισι κρόκον, Θήρωνα, συνῆψεν, ἐν δ’ ἔβαλ’ ἑρπύλλου κλωνίον Οὐλιάδην· ἁβροκόμην δὲ Μυΐσκον, ἀειθαλὲς ἔρνος ἐλαίης, | |
10 | ἱμερτοὺς Ἀρέτου κλῶνας ἀπεδρέπετο. ὀλβίστη νήσων ἱερὰ Τύρος, ἣ τὸ μυρόπνουν ἄλσος ἔχει παίδων Κύπριδος ἀνθοφόρον. | |
AG.12.257(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἁ πύματον καμπτῆρα καταγγέλλουσα κορωνίς, ἑρκοῦρος γραπταῖς πιστοτάτα σελίσιν, φαμὶ τὸν ἐκ πάντων ἠθροισμένον εἰς ἕνα μόχθον ὑμνοθετᾶν βύβλῳ τᾷδ’ ἐνελιξάμενον | |
5 | ἐκτελέσαι Μελέαγρον, ἀείμνηστον δὲ Διοκλεῖ ἄνθεσι συμπλέξαι μουσοπόλον στέφανον. οὖλα δ’ ἐγὼ καμφθεῖσα δρακοντείοις ἴσα νώτοις, σύνθρονος ἵδρυμαι τέρμασιν εὐμαθίας. | |
AG.12.258(p1) | ΣΤΡΑΤΩΝΟΣ | |
1 | Ἦ τάχα τις μετόπισθε κλύων ἐμὰ παίγνια ταῦτα πάντας ἐμοὺς δόξει τοὺς ἐν ἔρωτι πόνους· ἄλλα δ’ ἐγὼν ἄλλοισιν ἀεὶ φιλόπαισι χαράσσω | |
γράμματ’, ἐπεί τις ἐμοὶ τοῦτ’ ἐνέδωκε θεός. | 144 in vol. 4 | |
AG.13p | ΕΠΙΓΡΑΜΜΑΤΑ ΔΙΑΦΟΡΩΝ ΜΕΤΡΩΝ | |
AG.13.1(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Χαῖρε, θεὰ Παφίη· σὴν γὰρ ἀεὶ δύναμιν κάλλος τ’ ἀθάνατον καὶ σέβας ἱμερόεν πάντες τιμῶσιν θνατοὶ ἐφαμέριοι ἐν πᾶσιν μύθοις ἔργοισίν τε καλοῖς· | |
5 | πάντῃ γὰρ πᾶσιν σὴν δηλοῖς τιμήν. | |
AG.13.2(p1) | ΦΑΙΔΙΜΟΥ | |
1 | Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε, ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον· Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ, Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω. | |
AG.13.3(p1) | ΘΕΟΚΡΙΤΟΥ | |
1 | Ὁ μουσοποιὸς ἐνθάδ’ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ· εἰ δ’ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον. | |
AG.13.4(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ | |
1 | Ἀλκίμων ς’, Ὠριστοκλείδη, πρῶτον οἰκτίρω φίλων· | |
ὤλεσας δ’ ἥβην ἀμύνων πατρίδος δουληίην. | 150 in vol. 4 | |
AG.13.5(p1) | ΦΑΛΑΙΚΟΥ | |
1 | Νικῶ δίαυλον. —„Ἀλλ’ ἐγὼ παλαίων.“ — Ἐγὼ δὲ πεντάεθλον. —„Ἀλλ’ ἐγὼ πύξ.“ — Καὶ τίς τύ; —„Τιμόδημος.“ —Ἀλλ’ ἐγὼ Κρής. — „Ἐγὼ δὲ Κρηθεύς.“ —Ἀλλ’ ἐγὼ Διοκλῆς. — | |
5 | „Καὶ τίς πατήρ τοι;“ —Κλεῖνος. —„Ὥσπερ ἄμμιν.“ — Ἔμπη δὲ νικῇς; —„Ἰσθμοῖ. ἦ τὺ δ’ ἔμπη;“ — Νέμειον ἂν λειμῶνα καὶ παρ’ Ἥρᾳ. | |
AG.13.6(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τοῦτ’ ἐγὼ τὸ περισσὸν εἰκόνισμα τοῦ κωμῳδογέλωτος εἰς θρίαμβον κισσῷ καὶ στεφάνοισιν ἀμπυκασθὲν ἕστακ’, ὄφρα Λύκωνι σᾶμ’ ἐπείη. | |
5 | ὅσσα γὰρ καθυπῆρχε λαμπρὸς ἁνήρ, μνᾶμα τοῦ χαρίεντος ἔν τε λέσχᾳ ἔν τ’ οἴνῳ τόδε κἄτι τοῖς ἔπειτα ἄγκειται παράδειγμα τᾶς ὀπωπᾶς. | |
AG.13.7(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ὁ Λύκτιος Μενίτας τὰ τόξα ταῦτ’ ἐπειπὼν ἔθηκε· „Τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην, | |
5 | Σάραπι· τοὺς δ’ ὀιστοὺς | |
ἔχουσιν Ἑσπερῖται.“ | 152 in vol. 4 | |
AG.13.8(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Ἐκ δολίχου τἤρᾳ σφυρήλατον, ὃν τάχει κρατήσας, Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα. | |
AG.13.9(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπ’ οἰνηρῆς Χίου ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων. | |
AG.13.10(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας ἅρπαξας, ποτί τε Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω ... | |
AG.13.11(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Τίς εἰκόνα τάνδ’ ἀνέθηκεν; —„Δωριεὺς ὁ Θούριος.“ — Οὐ Ῥόδιος γένος ἦν; —„Ναί, πρὶν φυγεῖν γε πατρίδα, | |
δεινᾷ γε χειρὶ πόλλ’ ἔρξας ἔργα καὶ βίαια.“ | 154 in vol. 4 | |
AG.13.12(p1) | ΗΓΗΣΙΠΠΟΥ | |
1 | Ἐρρέτω ἦμαρ ἐκεῖνο καὶ οὐλομένη σκοτόμαινα βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός, οἵ ποτε νῆ’ ἐκύλισαν, ἐφ’ ἧς ὁ τὰ πολλὰ μελίφρων Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο· | |
5 | ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνι τρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθι προξείνων ὑπὸ χερσὶ λαχὼν πυρὸς ἵκετο πάτρην Ἄβδηρα κρωσσῷ χαλκέῳ περισταλείς. | |
AG.13.13(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱὸς εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ. Κυδωνιήτας Κρησίλας εἰργάσσατο. | |
AG.13.14(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται νίκαις ἱππόβοτον πατρίδ’ ἐπευκλεΐσας Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία, δύω δ’ ἐν Ἰσθμῷ, πεντεκαίδεκ’ ἐν Νεμέᾳ· | |
5 | τὰς δ’ ἄλλας νίκας οὐκ εὐμαρές ἐστ’ ἀριθμῆσαι. | |
AG.13.15(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἰμὶ Δίκων υἱὸς Καλλιμβρότου, αὐτὰρ ἐνίκων τετράκις ἐν Νεμέᾳ, δὶς Ὀλύμπια, πεντάκι Πυθοῖ, | |
τρὶς δ’ Ἰσθμῷ· στεφανῶ δ’ ἄστυ Συρακοσίων. | 156 in vol. 4 | |
AG.13.16(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί· ἅρματι δ’ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκα εἰκόνα τάνδ’ ἔστασα. μόναν δ’ ἐμέ φαμι γυναικῶν Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον. | |
AG.13.17 | Ἰφίων ἔγραψεν ἑᾷ χερί, τόν ποκα ὕδωρ θρέψε Πειρήνης ἄπο. | |
AG.13.18(p1) | ΠΑΡΜΕΝΟΝΤΟΣ | |
1 | Χάλκεα ἔργα, λέγοισθε θοῆς ἐπινίκια πώλου, ἥτις κεντροραγὴς βαλοῦσα παῖδα ψιλὴ λευρὸν ἔθυσε περὶ δρόμον. ἐκ δ’ ἄρ’ ἐκείνου Παρμένων χρυσέης κύρησε νίκης. | |
5 | Φώκριτε, σῷ δ’ ἄρα παιδὶ Ἀμυκλαΐδαι βασιλῆες πατρῴων ἔδοσαν λαχεῖν ἀέθλων. | |
AG.13.19(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Ἄνθηκεν τόδ’ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα ἐν Δελφοῖς ποτε Νικολᾴδας καὶ Παναθηναίοις στεφάνους λάβε πέντ’ ἐπ’ ἀέθλοις ἑξῆς ἀμφιφορεῖς ἐλαίου· | |
5 | Ἰσθμῷ δ’ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ—οἶδεν ἑλόντα ἀκτὰ Ποντομέδοντος ἆθλα— καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα | |
Πελλάνᾳ, δύο δ’ ἐν Λυκαίῳ καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ’ Ἐπιδαύρῳ | 158 in vol. 4 | |
10 | καὶ Θήβᾳ Μεγάρων τε δάμῳ, ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας ηὔφρανεν μεγάλαν Κόρινθον. | |
AG.13.20(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθήνης, τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς τούσδε σὺν Ἡφαίστῳ τελέσας ἀνέθηκ’ Ἀφροδίτῃ καλοῦ δαμασθεὶς ἱμέρῳ Βρύσωνος. | |
AG.13.21(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταιΐδα τῶ ’λεγῃοποιῶ· ἁ Μῶσα δ’ αὐτῶ τᾶς Σιμωνίδα πλάτας ἧς ἀποσπάραγμα | |
5 | κενά τε κλαγγὰν καὶ ’πιλακυθίστρια διθυραμβοχάνα· τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν, | |
τύμπανόν κ’ ἐφύση. | 160 in vol. 4 | |
AG.13.22(p1) | ΦΑΙΔΙΜΟΥ | |
1 | Τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος, ἴσχε βίης, ἑκάεργ’ ἀνάσσων· οὔ σοι φαρέτρη λύεται λυκοκτόνος· τοῖσδε δ’ ἐπ’ ἠιθέοις ὀιστὸν | |
5 | στρέφειν Ἔρωτος, τόφρ’ ἀλέξωνται πάτρῃ θαρσαλέοι φιλότατι κούρων· πυρὸς γὰρ ἀλκή, καὶ θεῶν ὑπέρτατος αἰὲν ὅδε προμάχους ἀέξειν. Μελιστίωνος δ’, ὦ πατρώιον σέβας | |
10 | Σχοινιέων, ἐπίηρα δέχθαι. | |
AG.13.23(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον τὰ Βότρυος περισσὰ δῆτα κήδη, ὃς πρέσβυς ὀγδώκοντ’ ἐτῶν τὸν ἐκ νέων ἔθαψεν ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα. | |
5 | φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ, ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ. | |
AG.13.24(p1) | ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τὰ δῶρα τἀφροδίτῃ Σῖμον ἡ περίφοιτος εἰκόν’ αὑτῆς ἔθηκε τήν τε μίτρην, ἣ μαστοὺς ἐφίλησε, τόν τε πανὸν | |
5 | καὶ τούς 〈ποτ’ ἀντίναξεν〉 | |
ἀυτοῦς’ ἀν’ ὄρη τάλαινα θύρσους. | 162 in vol. 4 | |
AG.13.25(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δήμητρι τῇ Πυλαίῃ, τῇ τοῦτον οὑκ Πελασγῶν Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ’ ὁ Ναυκρατίτης καὶ τῇ κάτω θυγατρὶ | |
5 | τὰ δῶρα Τιμόδημος εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθ’ οὕτως. | |
AG.13.26(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Μνήσομαι, οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδ’ Ἀρχεναύτεω κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν Ξανθίππην, Περιάνδρου ἀπέκγονον, ὅς ποθ’ ὑψιπύργου σήμαινε λαοῖς τέρμ’ ἔχων Κορίνθου. | |
AG.13.27(p1) | ΦΑΛΑΙΚΟΥ | |
1 | Φῶκος ἐπὶ ξείνῃ μὲν ἀπέφθιτο· κῦμα γὰρ μέλαινα νεῦς οὐχ ὑπεξήνεικεν οὐδ’ ἐδέξατο· ἀλλὰ κατ’ Αἰγαίοιο πολὺν βυθὸν ᾤχετο πόντου βίῃ Νότου πρήσαντος ἐσχάτην ἅλα. | |
5 | τύμβου δ’ ἐν πατέρων κενεοῦ λάχεν, ὃν πέρι Προμηθὶς μήτηρ, λυγρῇ ὄρνιθι πότμον εἰκέλη, αἰαῖ, κωκύει τὸν ἑὸν γόνον ἤματα πάντα, | |
λέγουσα τὸν πρόωρον ὡς ἀπέφθιτο. | 164 in vol. 4 | |
AG.13.28(p1) | [ΒΑΚΧΥΛΙΔΟΥ ἢ ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν, | |
5 | οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων ἔθηκαν· εὖ τούσδ’ Ἀντιγένης ἐδίδασκεν ἄνδρας, εὖ δ’ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς, τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος, | |
10 | Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς, αἵ οἱ ἐπ’ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν θεοῦ θ’ ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν. | |
AG.13.29(p1) | ΝΙΚΑΙΝΕΤΟΥ | |
1 | „Οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ· ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν.“ τοῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου. | |
5 | τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ | |
μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον. | 166 in vol. 4 | |
AG.13.30(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε. υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου. | |
AG.13.31(p1) | ΤΙΜΟΚΡΕΟΝΤΟΣ ΡΟΔΙΟΥ | |
1 | Κηία με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα. | |
οὐκ ἐθέλοντά με προσῆλθε Κηία φλυαρία. | 168 in vol. 4 | |
AG.14p | ΑΡΙΘΜΗΤΙΚΑ ΚΑΙ ΓΡΙΦΟΙ | |
AG.14.1(p1) | ΣΩΚΡΑΤΟΥΣ | |
1 | Ὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος, εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατ’ ἀγῶνα σοῖσι δόμοισιν ἔασιν ἀεθλεύοντες ἄριστα. — „Τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες· ἡμίσεες μὲν | |
5 | ἀμφὶ καλὰ σπεύδουσι μαθήματα· τέτρατοι αὖτε ἀθανάτου φύσεως πεπονήαται· ἑβδομάτοις δὲ σιγὴ πᾶσα μέμηλε καὶ ἄφθιτοι ἔνδοθι μῦθοι· τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δ’ ἔξοχος ἄλλων. τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ.“ | |
AG.14.2 | Παλλὰς ἐγὼ χρυσῆ σφυρήλατος· αὐτὰρ ὁ χρυσὸς αἰζηῶν πέλεται δῶρον ἀοιδοπόλων. ἥμισυ μὲν χρυσοῖο Χαρίσιος, ὀγδοάτην δὲ Θέσπις καὶ δεκάτην μοῖραν ἔδωκε Σόλων, | |
5 | αὐτὰρ ἐεικοστὴν Θεμίσων· τὰ δὲ λοιπὰ τάλαντα ἐννέα καὶ τέχνη δῶρον Ἀριστοδίκου. | |
AG.14.3 | Ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα· „Τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν;“ ὃς δ’ ἀπάμειπτο· „Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη | |
αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος. | 174 in vol. 4 | |
5 | Κλειὼ μὲν μήλων πέμπτον λάβε, δωδέκατον δὲ Εὐτέρπη· ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια· Μελπομένη δ’ εἰκοστὸν ἀπαίνυτο, Τερψιχόρη δὲ τέτρατον· ἑβδομάτην δ’ Ἐρατὼ μετεκίαθε μοίρην· ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων, | |
10 | Οὐρανίη δ’ ἑκατόν τε καὶ εἴκοσι· Καλλιόπη δὲ βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε. σοὶ δ’ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.“ | |
AG.14.4 | Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο πληθὺν βουκολίων διζήμενος· ὃς δ’ ἀπάμειπτο· „Ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε· μοίρη δ’ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται· | |
5 | δωδεκάτη δ’ ἀπάνευθε Ταραξίπποιο παρ’ ἱρόν· ἀμφὶ δ’ ἄρ’ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται· αὐτὰρ ἐν Ἀρκαδίηφι τριηκοστὴν προλέλοιπα· λοιπὰς δ’ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.“ | |
AG.14.5 | Εἰμὶ πατρὸς λευκοῖο μέλαν τέκος, ἄπτερος ὄρνις ἄχρι καὶ οὐρανίων ἱπτάμενος νεφέων· κούραις δ’ ἀντομένῃσιν ἀπενθέα δάκρυα τίκτω· εὐθὺ δὲ γεννηθεὶς λύομαι εἰς ἀέρα. | |
AG.14.6(p1) | ΑΛΛΟ | |
1 | Ὡρονόμων ὄχ’ ἄριστε, πόσον παρελήλυθεν ἠοῦς; — | |
„Ὅσσον ἀποιχομένοιο δύο τρίτα, δὶς τόσα λείπει.“ | 176 in vol. 4 | |
AG.14.7 | Χάλκεός εἰμι λέων· κρουνοὶ δέ μοι ὄμματα δοιὰ καὶ στόμα καὶ τὸ θέναρ δεξιτεροῖο ποδός. πλήθει δὲ κρητῆρα δύ’ ἤμασι δεξιὸν ὄμμα καὶ λαιὸν τρισσοῖς καὶ πισύροισι θέναρ· | |
5 | ἄρκιον ἓξ ὥραις πλῆσαι στόμα· σὺν δ’ ἅμα πάντα, καὶ στόμα καὶ γλῆναι καὶ θέναρ, εἰπὲ πόσον. | |
AG.14.8 | Ἕξ, ἕν, πέντε, δύο, τρία, τέσσαρα κῦβος ἐλαύνει. | |
AG.14.9 | Ἄνδρ’ ἐμὸν εἷλ’ ἑκυρός, ἑκυρὸν δ’ ἐμὸς ἔκτανεν ἀνὴρ καὶ δαὴρ ἑκυρὸν καὶ ἑκυρὸς γενέτην. | |
AG.14.10 | Λέβητας ἔγνων μὴ σιωπᾶν εἰδότας, πλὴν ἄρτια τὸν χαλκὸν ἠχεῖν προτρέπειν ἀντικτυποῦντος τοῦ πρώτου τῷ δευτέρῳ καὶ μεταδιδόντος τῷ τετάρτῳ τοῦ τρίτου. | |
5 | ἐὰν δὲ τὸ κινοῦν ἠρεμῇ καὶ μὴ πνέῃ, ἄφωνος ὁ λέβης· τῇ φύσει γὰρ οὐ λάλος. τῶν σῶν δὲ λεβήτων ἡ φύσις μὲν εὔστομος, νοῖ δ’ ἐντυχοῦσα γίνετ’ εὐστομωτέρα | |
σιγῶς’, ὅταν δεῖ, καὶ λαλοῦς’, ὅταν δέῃ. | 178 in vol. 4 | |
AG.14.11 | Τοὺς χιλίους στατῆρας, οὓς ἐκτησάμην, λαβεῖν κελεύω τοὺς ἐμοὺς παῖδας δύο· πλὴν γνησίου τὸ πέμπτον ηὐξήσθω δέκα μέτρου τετάρτου τῶν λαχόντων τῷ νόθῳ. | |
AG.14.12 | Ἓξ μνῶν ἓξ φιάλας Κροῖσος βασιλεὺς ἀνέθηκεν δραχμῇ τὴν ἑτέρην μείζονα τῆς ἑτέρης. | |
AG.14.13 | Ἄμφω μὲν ἡμεῖς εἴκοσι μνᾶς ἕλκομεν, Ζῆθός τε χὠ ξύναιμος· ἢν δέ μου λάβῃς τρίτον τὸ τέτρατον τε τοῦδ’ Ἀμφίονος, ἓξ πάντ’ ἀνευρὼν μητρὸς εὑρήσεις σταθμόν. | |
AG.14.14 | Εἷς ἄνεμος, δύο νῆες, ἐρέττουσιν δέκα ναῦται· εἷς δὲ κυβερνήτης ἀμφοτέρας ἐλάει. | |
AG.14.15 | Ἓξ πόδες ἐν χώραισι τόσαις μετροῦσιν ἴαμβον, σπονδεῖος, χόριος καὶ δάκτυλος ἠδ’ ἀνάπαιστος, πυρρίχιος καὶ ἴαμβος· ἔχει δέ τε οἶκον ἕκαστος. πυρριχίου τέλος ἔσθ’· ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ, | |
5 | πρώτη καὶ τριτάτη, πέμπτη δέ τε τόνδε κατίσχει· οἱ δ’ ἄλλοι κατὰ πᾶσαν ὁμῶς βαίνουσιν ἀταρπόν· | |
μοῦνον ἴαμβον ἄνακτα φέρει τόπος, ὅν κ’ ἐθελήσῃ. | 180 in vol. 4 | |
AG.14.16 | Νῆσος ὅλη, μύκημα βοὸς φωνή τε δανειστοῦ. | |
AG.14.17 | Θήρη μὲν πολέμου μελέτη, θήρη δὲ διδάσκει κρυπτὸν ἑλεῖν, ἐπιόντα μένειν, φεύγοντα διώκειν. | |
AG.14.18 | Ἕκτορα τὸν Πριάμου Διομήδης ἔκτανεν ἀνὴρ Αἴας πρὸ Τρώων ἔγχεϊ μαρνάμενον. | |
AG.14.19 | Εἶδον ἐγώ ποτε θῆρα δι’ ὕλης τμητοσιδήρου ὕπτιον ὀρθὰ τρέχοντα, ποσὶν δ’ οὐχ ἥπτετο γαίης. | |
AG.14.20 | Εἰ πυρὸς αἰθομένου μέσσην ἑκατοντάδα θείης, παρθένου εὑρήσεις υἱέα καὶ φονέα. | |
AG.14.21 | Ἐς μέσον Ἡφαίστοιο βαλὼν ἑκατοντάδα μούνην | |
παρθένου εὑρήσεις υἱέα καὶ φονέα. | 182 in vol. 4 | |
AG.14.22 | Μὴ λέγε, καὶ λέξεις ἐμὸν οὔνομα. δεῖ δέ σε λέξαι; ὧδε πάλιν (μέγα θαῦμα) λέγων ἐμὸν οὔνομα λέξεις. | |
AG.14.23 | Νηρέος ὄντα με παῖδα φέρει γαιήιος υἱός, τὸν Στυγὸς ἱμερτοῖς νάμασι δυόμενον. | |
AG.14.24 | 〈Ἀνδρό〉μεον Διόνυσον ὁρᾷς ἐμέ· τίκτε με νηδὺς διχθαδίη, μνήμης δὲ πατὴρ ἐμὸς ἡγεμονεύει· θηροφόρον δέ με πρῶτον ἐγείνατο νηλεόθυμον· αὐτοκασιγνήτης δὲ προκὸς φίλον υἷα κατακτὰς | |
5 | οὐκέτι θῆρα φέρω, ἀλλ’ οὐρανὸν ἠδὲ θάλασσαν καὶ χθόνα καὶ μακάρων ἱερὸν χορὸν ἄφθιτον αἰεί. | |
AG.14.25 | Ὀφθαλμοὺς Σκύλλης ποθέω, τοὺς ἔσβεσεν αὐτὸς ἠέλιος μήνη τε· πατὴρ δέ με δείδιε κούρην· λοῦμαι δ’ ἀενάοισι δύω ποταμοῖσι θανοῦσα, οὓς κορυφὴ προΐησιν ἐπ’ ὀφρυόεντι κολωνῷ. | |
AG.14.26 | Ξανθὴ μέν τις ἐγὼν ἤμην πάρος, ἀλλὰ κοπεῖσα γίνομαι ἀργεννῆς λευκοτέρη χιόνος· χαίρω δὲ γλυκερῷ τε καὶ ἰχθυόεντι λοετρῷ | |
πρώτη δαιτυμόνων ἐς χορὸν ἐρχομένη. | 184 in vol. 4 | |
AG.14.27 | Παρθένον ἐν πελάγει ζητῶν τὴν πρόσθε λέοντα τηθὴν εὑρήσεις παιδοφόνου Ἑκάβης. | |
AG.14.28 | Ἐξ ἁλὸς ἰχθυόεν γένος ἔλλαχον· εἷς δέ μ’ ἄεθλος εἰς Διονυσιακοὺς οἶδεν ἀγῶνας ἄγειν· καὶ δέμας ἐν σταδίοισιν ἀλειψάμενος λίπ’ ἐλαίῳ, υἱέα μὲν Δηοῦς ὤλεσα χερσὶν ἐμαῖς· | |
5 | δεύτερον αὖτε Γίγαντας ἀολλέας ἄλλοθεν ἄλλους ἐκπέμπω πολλαῖς χείρεσιν ἑλκομένους. | |
AG.14.29 | Μούνῳ μοι φίλον ἐστὶ γυναιξί περ ἐν φιλότητι μίγνυσθαι αὐτῶν λισσομένων ποσίων. | |
AG.14.30 | Κριὸν ἔχω γενετῆρα, τέκεν δέ με τῷδε χελώνη· τικτομένη δ’ ἄμφω πέφνον ἐμοὺς γονέας. | |
AG.14.31 | Οἴνου τὴν ἑτέρην γράφε μητέρα καὶ θὲς ἐπ’ ἄρθρῳ ἄρθρον, καὶ πάτρην πατρὸς ἄκοιτιν ὁρᾷς. | |
AG.14.32 | Κτανθεὶς τὸν κτείναντα κατέκτανον· ἀλλ’ ὁ μὲν οὐδ’ ὣς | |
ἤλυθεν εἰς Ἀίδην· αὐτὰρ ἔγωγ’ ἔθανον. | 186 in vol. 4 | |
AG.14.33 | Τόν με κατακτείναντα κατέκτανον, οὐ δέ μοι ἦδος· θῆκε γὰρ ἀθάνατον τὸν κτάμενον θάνατος. | |
AG.14.34 | Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα· ἔνθ’ ἀπ’ ἐμῆς ἔσθ’ αἷμα ὁμοῦ καὶ Κέκροπος αἷμα· ἔνθ’ Ἥφαιστος ἔχει χαίρων γλαυκῶπιν Ἀθήνην· | |
5 | κεῖθι θυηπολίην πέμπειν κελόμην Ἡρακλεῖ. | |
AG.14.35 | Ἀνθρώπου μέλος εἰμί, ὃ καὶ τέμνει με σίδηρος· γράμματος αἰρομένου δύεται ἠέλιος. | |
AG.14.36 | Πικρή μοι ζωή, θάνατος γλυκύς, ὕδατα δ’ ἄμφω, θνῄσκω ἀναιμάκτοις ἔγχεσι νυσσόμενος· ἢν δέ τις ἐν ζώοντι νέκυν τύμβῳ με καλύψῃ, αἵματι συγγενέων πρῶτον ἀποβρέχομαι. | |
AG.14.37 | Παλλάδος εἰμὶ φίλη, τίκτω δ’ ἀπερείσια τέκνα, ἃ κατὰ πετράων ἄνδρες βάλον· ὀλλυμένων δὲ | |
Πηλείδῃ φάος ἔσκε, βροτῶν ἄκος, ἕρκος ἀγώνων. | 188 in vol. 4 | |
AG.14.38 | Κτεῖνα κάσιν, κτάνε δ’ αὖ με κάσις, θάνομεν δ’ ὑπὸ πατρός· μητέρα δ’ ἀμφότεροι τεθναότες κτάνομεν. | |
AG.14.39 | Νῆσόν τις καλέων μ’ οὐ ψεύσεται· ὡς ἐτεὸν γὰρ πολλοὺς ἐς κελάδους οὔνομ’ ἔθηκεν ἐμόν. | |
AG.14.40 | Εἰσὶ κασίγνηται δύ’ ἀδελφεαί· ἡ μία τίκτει τὴν ἑτέρην, αὐτὴ δὲ τεκοῦς’ ἀπὸ τῆσδε τεκνοῦται, ὥστε κασιγνήτας οὔσας ἅμα καὶ συνομαίμους αὐτοκασιγνήτας κοινῇ καὶ μητέρας εἶναι. | |
AG.14.41 | Μητέρ’ ἐμὴν τίκτω καὶ τίκτομαι· εἰμὶ δὲ ταύτης ἄλλοτε μὲν μείζων, ἄλλοτε μειοτέρη. | |
AG.14.42 | Παρθένος εἰμὶ γυνή, καὶ παρθένου εἰμὶ γυναικός, καὶ κατ’ ἔτος τίκτω παρθένος οὖσα γυνή. | |
AG.14.43 | Εἰμὶ πόλου μίμημα· δύω δέ με θῆρες ἄγουσι, πρόσθε μὲν Ἠριγόνης, Πασιφάης δ’ ὄπιθεν· Ἡρακλέους τηρεῖ με συνευνέτις, ἡ δέ με Φοίβου | |
τείρει νύμφα φίλη πολλάκι δαιομένη. | 190 in vol. 4 | |
AG.14.44 | Νυκτὶ μιῇ καὶ Τρωσὶν ἐπήλυθα, καὶ τὰ Πελασγῶν φῦλα διατμήξας εἷλον ἄνευ δόρατος· οὐ μὲν ὁ Τυδείδης οὐδ’ ὁ πτολίπορθος Ὀδυσσεὺς τὸν θρασὺν ἐκ νηῶν ἔσθενον ἐξελάσαι· | |
5 | ἀλλὰ μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἀέξων Ἀργείων στρατιὴν ὤλεσα καὶ Φρυγίων. | |
AG.14.45 | Εἰμὶ μέλας, λευκός, ξανθὸς ξηρός τε καὶ ὑγρός· εὖτε δὲ δουρατέων πεδίων ὕπερ ἐντανύσῃς με, Ἄρεϊ καὶ παλάμῃ φθέγγομαι οὐ λαλέων. | |
AG.14.46 | Γράμματος ἀρνυμένου πληγὴν ποδὸς οὔνομα τεύχει ἡμέτερον· πταίειν δὲ βροτῶν πόδας οὔποτ’ ἐάσει. | |
AG.14.47 | Εἵνεκα φωτὸς ἐγὼ φῶς ὤλεσα· φὼς δὲ παραστὰς φῶς μοι ὄπασσε φίλον ποσσὶ χαριζόμενος. | |
AG.14.48 | Αἱ Χάριτες μήλων καλάθους φέρον, ἐν δὲ ἑκάστῃ ἶσον ἔην πλῆθος. Μοῦσαι σφίσιν ἀντεβόλησαν ἐννέα καὶ μήλων σφέας ᾔτεον· αἳ δ’ ἄρ’ ἔδωκαν ἶσον ἑκάστῃ πλῆθος, ἔχον δ’ ἴσα ἐννέα καὶ τρεῖς. | |
5 | εἰπέ, πόσον μὲν δῶκαν, ὅπως δ’ ἴσα πᾶσαι ἔχεσκον. | 192 in vol. 4 |
AG.14.49 | Τεῦξόν μοι στέφανον, χρυσὸν χαλκόν τε κεράσσας κασσίτερόν θ’ ἅμα τοῖσι πολύκμητόν τε σίδηρον, μνῶν ἑξήκοντα· χρυσὸς δ’ ἐχέτω μετὰ χαλκοῦ δοιὰ μέρη τρισσῶν· χρυσὸς δ’ ἅμα κασσίτερός τε | |
5 | τρισσὰ μέρη τετόρων· χρυσὸς δ’ αὖτ’ ἠδὲ σίδηρος τόσσα μέρη τῶν πέντε. πόσον δ’ ἄρα δεῖ σε κεράσσαι λέξον τοῦ χρυσοῦ, χαλκοῦ πόσον, ἀλλ’ ἔτι λέξον, κασσιτέροιο πόσον, λοιποῦ πόσον εἰπὲ σιδήρου, ὥστε σε τὸν στέφανον τεῦξαι μνῶν ἑξήκοντα. | |
AG.14.50(p1) | ΑΛΛΟ | |
1 | Τὸ τρίτον, ἀργυροποιέ, προσέμβαλε καὶ τὸ τέταρτον τῆς φιάλης εἰς ἕν, καὶ τὸ δυωδέκατον· εἰς δὲ κάμινον ἔλαυνε βαλὼν καὶ πάντα κυκήσας ἔξελέ μοι βῶλον· μνᾶν δέ μοι ἑλκυσάτω. | |
AG.14.51(p1) | ΑΛΛΟ | |
1 | Ἔχω τὸν ἑξῆς καὶ τὸ τοῦ τρίτου τρίτον. — ‚Κἀγὼ τὸν ἑξῆς καὶ τὸ τοῦ πρώτου τρίτον.‛ — „Κἀγὼ δέκα μνᾶς καὶ τὸ τοῦ μέσου τρίτον.“ | |
AG.14.52 | Ἦν ὅτε σὺν Λαπίθῃσι καὶ ἀλκίμῳ Ἡρακλῆι Κενταύρους διφυεῖς ὤλεσα μαρνάμενος· ἦν ὅτε μουνογένεια κόρη θάνεν ἐν τρισὶ πληγαῖς ἡμετέραις, Κρονίδην δ’ ἤκαχον εἰνάλιον· | |
5 | νῦν δέ με Μοῦσα τρίτη πυρίναις Νύμφαισι μιγέντα | |
δέρκεται ὑελίνῳ κείμενον ἐν δαπέδῳ. | 194 in vol. 4 | |
AG.14.53 | Ἡφαίστῳ ποτὲ Παλλὰς ὑπ’ ἀγκοίνῃσι δαμεῖσα εἰς εὐνὴν ἐμίγη Πηλέος ἐν θαλάμοις· τοὶ δ’ ὡς οὖν λιπαρῇσι καλυφθήτην ὀθόνῃσιν, αὐτίκ’ ἐγεννήθη νυκτιπόλος Φαέθων. | |
AG.14.54 | Κἀμὲ σοφὴ ποίησε τέχνη Παιήονος ἔμπνουν πῦρ ὑπὸ χαλκελάτοις χείλεσι κευθομένην· δειλῶν δ’ αἷμα κελαινὸν ἀπ’ ἀνθρώπων ἐρύουσα Ἥφαιστον κτείνω γαστρὶ περισχομένη. | |
AG.14.55 | Μούνῳ μοι θέμις ἐστὶ γυναικῶν ἐν φιλότητι μίσγεσθαι φανερῶς λισσομένων ποσίων· μοῦνος δ’ ἠιθέοισι καὶ ἀνδράσιν ἠδὲ γέρουσιν παρθενικαῖς τ’ ἐπέβην ἀχνυμένων τοκέων. | |
5 | μαχλοσύνην ἤχθηρα· φιλεῖ δέ με παιονίη χεὶρ Ἀμφιτρυωνιάδην ἐκτελέοντα πόνον. ἀμφὶ δ’ ὀπυιομένοισι καὶ ἂν Πλουτῆι μαχοίμην αἰὲν ὑπὲρ ψυχῆς τῶν, ὁπόσοις ἐμίγην. εὔρινον δέ με παῖδα καὶ ἀργιόδοντα τίθησιν | |
10 | ἰδρείῃ μερόπων αἰγὶ μιγεὶς ἐλέφας. | |
AG.14.56 | Ἄν μ’ ἐσίδῃς, καὶ ἐγὼ σέ. σὺ μὲν βλεφάροισι δέδορκας, ἀλλ’ ἐγὼ οὐ βλεφάροις· οὐ γὰρ ἔχω βλέφαρα. ἂν δ’ ἐθέλῃς, λαλέω φωνῆς δίχα· σοὶ γὰρ ὑπάρχει | |
φωνή, ἐμοὶ δὲ μάτην χείλε’ ἀνοιγόμενα. | 196 in vol. 4 | |
AG.14.57 | Οὔνομα μητρὸς ἔχω, γλυκερώτερός εἰμι τεκούσης· ἀλλ’ ἡ μὲν δολιχή, τυτθὸς ἐγὼ δὲ πέλω· ἄβρωτος κείνη πλὴν κράατος· εἰμὶ δ’ ἔγωγε τρωκτὸς ἅπας, μοῦνον δ’ ἔντερ’ ἄβρωτα φέρω. | |
AG.14.58 | Ἐγκέφαλον φορέω κεφαλῆς ἄτερ· εἰμὶ δὲ χλωρὴ αὐχένος ἐκ δολιχοῦ γῆθεν ἀειρομένη· σφαίρῃ δ’ ὡς ὑπὲρ αὐλὸν ἐείδομαι· ἢν δὲ ματεύσῃς ἔνδον ἐμῶν λαγόνων, μητρὸς ἔχω πατέρα. | |
AG.14.59 | Υἷας πεντήκοντα μιῇ ἐνὶ γαστρὶ λαβοῦσα φηλητῶν πάντων ἔκτανον ἡγεμόνα. αὐτὰρ ὃ δὶς τέθνηκεν, ἐπεὶ δύο γαστέρες αὐτὸν τίκτον, χαλκείη καὶ πάρος ἀνδρομέη. | |
AG.14.60 | Ὕλη μέν με τέκεν, καινούργησεν δὲ σίδηρος· εἰμὶ δὲ Μουσάων μυστικὸν ἐκδόχιον· κλειομένη σιγῶ· λαλέω δ’, ὅταν ἐκπετάσῃς με, | |
κοινωνὸν τὸν Ἄρη μοῦνον ἔχουσα λόγων. | 198 in vol. 4 | |
AG.14.61(p1) | ΑΛΛΟ | |
1 | Οὔρεσι μὲν γενόμην, δένδρον δέ μοι ἔπλετο μήτηρ, πῦρ δὲ πατήρ, βῶλος δ’ εἰμὶ μελαινομένη· ἢν δέ μ’ ἔσω κεράμοιο πατὴρ τήξῃσι, βαθείας ἅρματος ὠτειλὰς ῥύομαι εἰναλίου. | |
AG.14.62 | Λίην ἔντριχός εἰμι· τὰ φύλλα δέ μου κατακρύπτει τὰς τρίχας, εἰ τρύπη φαίνεται οὐδαμόθεν· πολλοῖς παιδαρίοις ἐμπαίζομαι· εἰ δέ τίς ἐστιν εἰς τὸ βαλεῖν ἀφυής, ἵσταται ὥσπερ ὄνος. | |
AG.14.63(p1) | ΜΕΣΟΜΗΔΟΥΣ | |
1 | Ἕρπουσα, βεβῶσα, ποτωμένα, νόθον ἴχνος ἀειρομένα δρομάς, πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά, τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ, | |
5 | τὰ δ’ ὄπισθεν ἑλισσόμενος δράκων. οὔθ’ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά, οὔτ’ ὄρνις ὅλον δέμας οὔτε θήρ· κούρα γὰρ ἐφαίνετ’ ἄνευ ποδῶν, κεφαλὰν δ’ οὐκ ἔσχε βρέμουσα θήρ. | |
10 | φύσιν εἶχεν ἄτακτα κεκραμέναν· | |
ἀτέλεστα τέλεια μεμιγμένα. | 200 in vol. 4 | |
AG.14.64 | Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσς’ ἐπὶ γαῖαν ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ, | |
5 | ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ. | |
AG.14.65 | Ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι. | |
AG.14.66 | Ὄλβιε καὶ δύσδαιμον—ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι—, πατρίδα δίζηαι· μητρὸς δέ τοι, οὐ πατρός ἐστι μητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης, Μίνωος γαίης, οὔτε σχεδὸν οὔτ’ ἀποτηλοῦ· | |
5 | ἐν τῇ μοῖρ’ ἐστίν σε τελευτῆσαι βιότοιο, εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐσακούσας δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον· δοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυρὰν ἠελίων δισσῶν, τὴν δ’ ἀθανάτοις ἰσόμοιρον, | |
10 | ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δ’ ἔτι πολλὸν ἀγήρως. | 202 in vol. 4 |
AG.14.67 | Λάιε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς. δώσω τοι φίλον υἱόν· ἀτὰρ πεπρωμένον ἐστὶ σοῦ παιδὸς χερσὶν λείψειν φάος· ὣς γὰρ ἔνευσα. | |
AG.14.68 | Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε, Πηλίον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι· ἔνθ’ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν. | |
AG.14.69 | Ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι· δίζω, ἤ σε θεὸν μαντεύσομαι ἠέπερ ἄνδρα· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε. | |
AG.14.70 | Μὴ μεμψιμοίρει· μὴ θεοὺς μηδέν, ξένε, | |
ὥρην δὲ μέμφου, ᾗ πατὴρ ἔσπειρέ σε. | 204 in vol. 4 | |
AG.14.71 | Ἁγνῆς εἰς τέμενος καθαρός, ξένε, δαίμονος ἔρχου ψυχὴν νυμφαίου νάματος ἁψάμενος· ὡς ἀγαθοῖς ἀρκεῖ βαιὴ λιβάς· ἄνδρα δὲ φαῦλον οὐδ’ ἂν ὁ πᾶς νίψαι νάμασιν ὠκεανός. | |
AG.14.72 | Εὖτ’ ἂν ὑπὲρ γαίης ἀνέχῃ δρόμον ὄρθρια Τιτὰν λύσας ἀκτῖσι ζοφερῆς δηλήματα νυκτός, λάμπῃ δ’ αἰγλήεσσα νέον φάος Ἠριγένεια, δὴ τότ’ ἄγων παρὰ θῖνας ἁλιρράντους τε παρ’ ἀκτὰς | |
5 | φῶτα στῆσον ἔναντα δεδορκότα πρὸς φάος αὐγῆς ἠελίου, καὶ τὸν μὲν ἔσω πόδα χεύματος ἐντὸς δεξιὸν ἐν δίναις ἐχέτω, λαιὸν δ’ ἐπὶ γαίης στηρισάτω· χείρεσσι δ’ ἐπιψαύων ἑκάτερθε, τῇ μὲν ἁλός, τραφερῆς δ’ ἑτέρῃ, πιστούμενος ὅρκον | |
10 | οὐρανὸν ὀμνυέτω χθόνα τ’ ἄσπετον ἠδ’ ἁλὸς ὅρμους αἰθερίου τε πυρὸς βιοδώτορα ἡγεμονῆα· τοῖον γὰρ θεοὶ ὅρκον ὑπὸ στομάτεσσιν ἀτίζειν οὐδ’ αὐτοὶ τολμῶσιν, ἀγήνορες Οὐρανίωνες. | |
AG.14.73 | Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θεσσαλικαὶ Λακεδαιμόνιαί τε γυναῖκες, ἄνδρες δ’, οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης· | |
ἀλλ’ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὸ μεσηγὺ | 206 in vol. 4 | |
5 | Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο· ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὐδὲ τρίτοι οὐδὲ τέταρτοι οὐδὲ δυωδέκατοι, οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ. | |
AG.14.74 | Ἱρὰ θεῶν ἀγαθοῖς ἀναπέπταται, οὐδὲ καθαρμῶν χρειώ· τῆς ἀρετῆς ἥψατο οὐδὲν ἄγος. ὅστις δ’ οὐλοὸν ἦτορ, ἀπόστιχε· οὔποτε γὰρ σὴν ψυχὴν ἐκνίψει σῶμα διαινόμενον. | |
AG.14.75 | Εἰπὲ Ποσειδάωνι· „Κασιγνήτοις πεπιθέσθαι πρεσβυτέροις ἐπέοικεν· ἐμῆς ἐρικυδέος αὐλῆς κίοσιν οὐ κατὰ κόσμον ἀγάλλεαι.“ εἰπὲ τινάξας τρὶς ἅλα μαρμαρέην, καὶ πείσεται· ἢν δ’ ἀπιθήσῃ, | |
5 | φραζέσθω, μὴ πᾶσαν ἐνιπρήσαιμι θάλασσαν· | |
οὐδὲ γὰρ οὐδὲ θάλασσα Διὸς σβέννυσι κεραυνόν. | 208 in vol. 4 | |
AG.14.76 | Ἀρκαδίην μ’ αἰτεῖς; μέγα μ’ αἰτεῖς· οὔ τοι δώσω· πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ ς’ ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔτι μεγαίρω· δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι | |
5 | καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι. | |
AG.14.77 | Ὄλβιος οὗτος ἀνήρ, ὃς νῦν κατὰ λάινον οὐδὸν Φοίβου Ἀπόλλωνος χρηστήριον εἰσαναβαίνει, ἤλυθεν εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω, ἣν οὐκ ἄλλη ἐπιχθονίων πόλις ἕξει. | |
AG.14.78 | Ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ, ἔνθ’ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ’ ἀνάγκης, καὶ τύπος ἀντίτυπος καὶ πῆμ’ ἐπὶ πήματι κεῖται· ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα· | |
5 | τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ. | |
AG.14.79 | Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε, μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματ’ ἀκούειν παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς | |
ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ. | 210 in vol. 4 | |
AG.14.80 | Τὴν πεπρωμένην μοίρην ἀδύνατά ἐστιν ἀποφυγέειν καὶ θεῷ. | |
AG.14.81 | Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδ’ ὀρύσσετε· Ζεὺς γάρ κ’ ἔθηκε νῆσον, εἴ κ’ ἐβούλετο. | |
AG.14.82 | Ἀλλ’ ὅταν ἐν Σίφνῳ πρυτανήια λευκὰ γένηται λεύκοφρύς τ’ ἀγορή, τότε δὴ δεῖ φράδμονος ἀνδρὸς φράσσασθαι ξύλινόν τε λόχον κήρυκά τ’ ἐρυθρόν. | |
AG.14.83 | Βάττ’, ἐπὶ φωνὴν ἦλθες, ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. | |
AG.14.84 | Αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σεῦ. | |
AG.14.85 | Ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ | |
γᾶς ἀναδαιομένας, μετά οἵ ποκά φημι μελήσειν. | 212 in vol. 4 | |
AG.14.86 | Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα. Λάβδα κύει, τέξει δὲ ὀλοίτροχον· ἐν δὲ πεσεῖται ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον. | |
AG.14.87 | Αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα καρτερόν, ὠμηστήν· πολλῶν δ’ ὑπὸ γούνατα λύσει. | |
AG.14.88 | Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου, αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες. | |
AG.14.89 | Καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων, πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ· σαὶ δ’ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις, νηοῦ δ’ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει. | |
AG.14.90 | Ἀλλ’ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται, πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει. ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων· | |
5 | „Δεινὸς ὄφις ἀέλικτος ἀπώλετο δουρὶ δαμασθείς.“ | 214 in vol. 4 |
AG.14.91 | Γλαῦκ’ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω, ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι. ὄμνυ’, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα. ἀλλ’ Ὅρκου πάις ἐστὶν ἀνώνυμος, οὐδ’ ἔπι χεῖρες | |
5 | οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα· ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. | |
AG.14.92 | Ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ’ ἔσχατα γαίης δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα. οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον οὔτε τὸ σῶμα οὔτε πόδες νέατοι οὔτ’ ὦν χέρες, οὔτε τι μέσσης | |
5 | λείπεται, ἀλλ’ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει πῦρ τε καὶ ὀξὺς Ἄρης Συριηγενὲς ἅρμα διώκων· πολλὰ δὲ κἆλλ’ ἀπολεῖ πυργώματα κοὐ τὸ σὸν οἶον· πολλοὺς δ’ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι | |
10 | δείματι παλλόμενοι· κατὰ δ’ ἀκροτάτοις ὀρόφοισιν αἷμα μέλαν κέχυται προϊδὸν κακότητος ἀνάγκην. ἀλλ’ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δ’ ἐπικίδνατε θυμόν. | |
AG.14.93 | Οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ· σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας· τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖρος | |
5 | ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο, | |
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ’ ὀνήσει. μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπ’ ἠπείρου στρατὸν ἥσυχος, ἀλλ’ ὑποχωρεῖν | 216 in vol. 4 | |
10 | νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσσῃ. ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. | |
AG.14.94 | Ἐχθρὲ περικτιόνεσσι, φίλ’ ἀθανάτοισι θεοῖσι, εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο καὶ κεφαλὴν πεφύλαξο· κάρα δὲ τὸ σῶμα σαώσει. | |
AG.14.95 | Ὦ νήπιοι, ἐπιμέμφεσθε, ὅσα ὑμῖν ἐκ τῶν Μενελάου τιμωρημάτων Μίνως ἔπεμψε μηνίων δακρύματα, ὅτι οἱ μὲν οὐ συνεξεπρήξαντο αὐτῷ τὸν ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης ἁρπαχθεῖσαν ὑπ’ ἀνδρὸς βαρβάρου γυναῖκα. | |
AG.14.96 | Ὑμῖν δ’, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσεΐδῃσι πέρθεται, ἢ τὸ μὲν οὐχί· ἀφ’ Ἡρακλέους δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος. | |
5 | οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων ἀντιβίην· Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἕ φημι | |
σχήσεσθαι, πρὶν τῶνδ’ ἕτερον διὰ πάντα δάσηται. | 218 in vol. 4 | |
AG.14.97(p1) | 〈ΒΑΚΙΔΟΣ〉 | |
1 | Φράζεο, βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ βύβλινον, Εὐβοΐης ἀπέχειν πολυμηκάδας αἶγας. | |
AG.14.98(p1) | ΒΑΚΙΔΟΣ | |
1 | Ἀλλ’ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν ἐλπίδι μαινομένῃ λιπαρὰς πέρσαντες Ἀθήνας, δῖα Δίκη σβέσσει κρατερὸν Κόρον, Ὕβριος υἱόν, | |
5 | δεινὸν μαιμώωντα δοκεῦντ’ ἀνὰ πάντα πιθέσθαι. χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δ’ Ἄρης πόντον φοινίξει· τότ’ ἐλεύθερον Ἑλλάδος ἦμαρ εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη. | |
AG.14.99(p1) | 〈ΒΑΚΙΔΟΣ〉 | |
1 | Τήνδ’ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν, τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ. | |
AG.14.100 | Τίπτε, δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δ’ Ἀχαιῶν, οὐ ταὐτὰ φρονέοντες ἐμὸν δόμον εἰσανέβητε, ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν, | |
αὐτὰρ ὁ πῶλον ἄγειν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ; | 220 in vol. 4 | |
AG.14.101(p1) | ΚΛΕΟΒΟΥΛΟΥ | |
1 | Εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳ παῖδες 〈δὶσ〉 τριάκοντα διάνδιχα εἶδος ἔχουσαι· αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ’ αὖτε μέλαιναι· ἀθάνατοι δέ τ’ ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι. | |
AG.14.102 | Ἄγνωστόν μ’ ἐρέεις γενεῆς καὶ πατρίδος αἴης ἀμβροσίου Σειρῆνος· ἕδος δ’ Ἰθάκη τις Ὁμήρου· Τηλέμαχος δὲ πατὴρ καὶ Νεστορέη Πολυκάστη μήτηρ, ἥ μιν ἔτικτε, βροτῶν πολυπάνσοφον ἄλλων. | |
AG.14.103(p1) | ΑΔΗΛΟΝ | |
1 | Εἴ με νέην ἔλαβες, τάχα μου πίες ἐκχυθὲν αἷμα· νῦν δ’ ὅτε γηραλέην μ’ ἐξετέλεσσε χρόνος, ἔσθιε τὴν ῥυσαινομένην, ὑγρὸν οὐδὲν ἔχουσαν, ὀστέα συνθραύων σαρκὶ σὺν ἡμετέρῃ. | |
AG.14.104(p1) | ΑΛΛΟ | |
1 | Πήρην σὴν ὀπίσω, κάλαθον χερί, τὸν τράγον ὤμοις, | |
αἰπόλε, σῶν ἀγρῶν σύμβολα πάντα φέρεις. | 222 in vol. 4 | |
AG.14.105(p1) | ΑΛΛΟ | |
1 | Εἰμὶ χαμαίζηλον ζῴων μέλος· ἢν δ’ ἀφέλῃς μου γράμμα μόνον, κεφαλῆς γίνομαι ἄλλο μέρος· ἢν δ’ ἕτερον, ζῷον πάλιν ἔσσομαι· ἢν δὲ καὶ ἄλλο, οὐ μόνον εὑρήσεις, ἀλλὰ διηκόσια. | |
AG.14.106(p1) | ΑΛΛΟ | |
1 | Τέσσαρα γράμματ’ ἔχων ἀνύω τρίβον· ἢν δὲ τὸ πρῶτον γράμμ’ ἀφέλῃς, ἀίω· καὶ τὸ μετ’ αὐτὸ πάλιν, βορβόρῳ εὑρήσεις ἐμὲ φίλτατον· ἢν δὲ τὸ λοῖσθον αἴρῃς, εὑρήσεις εἰσέτι ῥῆμα τόπου. | |
AG.14.107(p1) | ΑΛΛΟ | |
1 | Λαμπάδα μὲν προέηκεν Ἔρως καὶ τόξα καὶ ἰούς, Αἰθιόπων δὲ κόνιν ἀντὶ βελῶν προχέει. | |
AG.14.108(p1) | ΑΛΛΟ | |
1 | Οὐδὲν ἔσωθεν ἔχω, καὶ πάντα μοι ἔνδοθέν ἐστι, προῖκα δ’ ἐμῆς ἀρετῆς πᾶσι δίδωμι χάριν. | |
AG.14.109(p1) | ΑΛΛΟ | |
1 | Ἐν πυρὶ κοιμηθεῖσα κόρη θάνεν· ὁ προδότης δὲ οἶνος· ὑφ’ οὗ δὲ θάνεν, Παλλάδος ἦν στέλεχος· ὁ κτείνας ναυηγός· ἐνὶ ζώοντι δὲ τύμβῳ κεῖται μεμφομένη τὰς Βρομίου χάριτας. | |
5 | Παλλὰς καὶ Βρόμιος καὶ ὁ κλυτὸς Ἀμφιγυήεις, | |
οἱ τρεῖς τὴν μούνην παρθένον ἠφάνισαν. | 224 in vol. 4 | |
AG.14.110(p1) | ΑΛΛΟ | |
1 | Οὐδεὶς βλέπων βλέπει με, μὴ βλέπων δ’ ὁρᾷ· ὁ μὴ λαλῶν λαλεῖ, ὁ μὴ τρέχων τρέχει· ψευδὴς δ’ ὑπάρχω, πάντα δ’ ἀληθῆ λέγω. | |
AG.14.111(p1) | ΑΛΛΟ | |
1 | Ἄγονος ἐξ ἀγόνων, βελεηφόρος, ἔμβρεφος, ἄρσης. | |
AG.14.112 | Ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρ’ Ἕρμον φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακὸς εἶναι. | |
AG.14.113 | Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ἔσσετ’ ἐν ἀνθρώποισιν, ὃς ἂν πρῶτός σε προσείπῃ νηὸς σῆς ἀποβάντα φίλῃ ἐν πατρίδι γαίῃ. | |
AG.14.114 | Πέρσαι λάτριν ἐμὸν σημάντορα χειρὶ βιαίῃ ἔκτανον, οἰκεία δὲ κόνις νέκυν ἀμφικαλύπτει· τοῦ δ’ ἤν τις Φαέθοντι θοῶς λεύκ’ ὀστέα δείξῃ, οὗτός τοι Περσῶν τὸ μέγα κράτος ἔνδοθι θραύσει· | |
5 | κεῖται δ’ Ἀσίδος ἐντὸς ὁριζομένῃ ἐνὶ νήσῳ δάφνῃ καὶ ῥείθροισι παραὶ Πελίοιο γέροντος· φράζεο δ’ ἀνέρα μάντιν ὑφηγητῆρα κελεύθου | |
Φωκέα, ὃς ψαμάθοισιν Ἀπαρνίδος οἰκία ναίει. | 226 in vol. 4 | |
AG.14.115 | Οὐ θέμις ἐν Τροίης σε πάλαι τμηθέντι θεμείλῳ Ῥώμης ἱδρῦσαι νέον οὔνομα· βαῖνε δὲ χαίρων ἐς Μεγαρήιον ἄστυ Προποντίδος ἄγχι θαλάσσης, ἔνθ’ ἰχθῦς ἔλαφός τε νομὸν βόσκονται ἐς αὐτόν. | |
AG.14.116 | Τίπτε με τῶν καρύων ἕνεκεν πληγῇσι πιέζεις, ὦ μῆτερ; τάδε πάντα καλαὶ διεμοιρήσαντο παρθένοι. ἦ γὰρ ἐμεῖο Μελίσσιον ἕβδομα δοιά, ἡ δὲ δυωδέκατον Τιτάνη λάβεν· ἕκτον ἔχουσιν | |
5 | καὶ τρίτον Ἀστυόχη φιλοπαίγμονες ἠδὲ Φίλιννα· εἴκοσι δ’ ἁρπάξασα Θέτις λάβε, δώδεκα Θίσβη· ἡ δ’, ὅρα, ἡδὺ γελᾷ Γλαύκη παλάμῃσιν ἔχουσα ἕνδεκα· τοῦτο δέ μοι καρύων περιλείπεται οἶον. | |
AG.14.117(p1) | ΑΛΛΟ | |
1 | Ποῦ σοι μῆλα βέβηκεν, ἐμὸν τέκος; —„Ἕκτα μὲν Ἰνὼ δοιὰ καὶ ὀγδοάτην μοῖραν ἔχει Σεμέλη· Αὐτονόη δὲ τέταρτον ἀφήρπασεν· αὐτὰρ Ἀγαυὴ πέμπτον ἐμῶν κόλπων ᾤχετ’ ἀπαινυμένη· | |
5 | σοὶ δ’ αὐτῇ δέκα μῆλα φυλάσσεται· αὐτὰρ ἔγωγε, | |
ναὶ μὰ φίλην Κύπριν, ἓν τόδε μοῦνον ἔχω.“ | 228 in vol. 4 | |
AG.14.118(p1) | ΑΛΛΟ | |
1 | Δρεψαμένη ποτὲ μῆλα φίλαις διεδάσσατο Μυρτώ. Χρυσίδι μὲν μήλων πέμπτον πόρε, τέτρατον Ἡροῖ, ἐννεακαιδέκατον Ψαμάθῃ, δέκατον Κλεοπάτρῃ· αὐτὰρ ἐεικοστὸν δωρήσατο Παρθενοπείῃ· | |
5 | δώδεκα δ’ Εὐάδνῃ μοῦνον πόρεν· αὐτὰρ ἐς αὐτὴν ἤλυθον ἐκ πάντων ἑκατὸν καὶ εἴκοσι μῆλα. | |
AG.14.119(p1) | ΑΛΛΟ | |
1 | Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς. καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια· ταῖς δὲ περισσὰ δῶκε κασιγνήτη, μῆλα δ’ ἔχεν πλέονα. | |
5 | ἡ μὲν γὰρ τρισσῇσι τρί’ ἕβδομα δῶκεν ἑταίραις, ταῖς δὲ δύω πάντων πέμπτον ἔδωκε λάχος· ἕνδεκα δ’ Ἀστυνόμη μιν ἀφείλατο καί οἱ ἔλειπεν μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν. ἡ δ’ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων, | |
10 | πέμπτῃ δ’ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν· τέσσαρα δ’ Εὐρυχόρῃ δῶρον πόρε· τέτρασι δ’ ἄλλοις μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη. | |
AG.14.120 | Ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν· νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν. ἀλλὰ τί φησιν; „Ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια· ὀγδόατον δὲ Φίλιννα φέρει λάχος, ἡ δ’ Ἀγανίππη | |
5 | τέτρατον· ἑβδομάτῳ δ’ ἐπιτέρπεται Ὠρείθυια· ἕκτην δ’ Εὐρυνόμη καρύων ἐδρέψατο μοίρην· τρισσαὶ δ’ ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο· ἐννάκι δ’ ἐννέα Μοῦσαι ἐμεῦ λάβον· ἑπτὰ δὲ λοιπὰ | |
δήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.“ | 230 in vol. 4 | |
AG.14.121(p1) | ΑΛΛΟ | |
1 | Ἑπτάλοφον ποτὶ ἄστυ Γαδειρόθεν, ἕκτον ὁδοῖο Βαίτιος εὐμύκους ἄχρις ἐς ἠιόνας· κεῖθεν δ’ αὖ πέμπτον Πυλάδου μετὰ Φώκιον οὖδας· Ταύρη χθὼν βοέης οὔνομ’ ἀπ’ εὐετίης· | |
5 | Πυρήνην δέ τοι ἔνθεν ἐπ’ ὀρθόκραιρον ἰόντι ὄγδοον ἠδὲ μιῆς δωδέκατον δεκάτης. Πυρήνης δὲ μεσηγὺ καὶ Ἄλπιος ὑψικαρήνου τέτρατον· Αὐσονίης αἶψα δυωδέκατον ἀρχομένης ἤλεκτρα φαείνεται Ἠριδανοῖο. | |
10 | ὦ μάκαρ, ὃς δισσὰς ἤνυσα χιλιάδας, πρὸς δ’ ἔτι πέντ’ ἐπὶ ταῖς ἑκατοντάδας ἔνθεν ἐλαύνων· ἡ γὰρ Ταρπείη μέμβλετ’ ἀνακτορίη. | |
AG.14.122 | Εὐβλεφάροιο Δίκης ἱερὰ κρήδεμνα μιήνας, ὄφρα σε, πανδαμάτωρ χρυσέ, βλέποιμι τόσον, οὐδὲν ἔχω· πίσυρας γὰρ ἐπ’ οὐκ ἀγαθοῖσι ταλάντων οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας· | |
5 | ἥμισυ δ’ αὖ τρίτατόν τε καὶ ὄγδοον, ὦ πολύμορφοι ἀνθρώπων κῆρες, ἐχθρὸν ἔχοντα βλέπω. | |
AG.14.123(p1) | ΑΛΛΟ | |
1 | Πέμπτον μοι κλήρου, παῖ, λάμβανε· δωδέκατον δὲ δέξο, δάμαρ· πίσυρες δ’ υἱέος οἰχομένου παῖδες ἀδελφειοί τε δύω καὶ ἀγάστονε μῆτερ, ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε. | |
5 | αὐτὰρ ἀνεψιαδοῖ δυοκαίδεκα δέχθε τάλαντα· | |
Εὔβουλος δ’ ἐχέτω πέντε τάλαντα φίλος. πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα, μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε· ὧδε δὲ λαμβανέτωσαν· Ὀνήσιμος εἰκοσιπέντε | 232 in vol. 4 | |
10 | μνᾶς ἐχέτω, Δᾶος δ’ εἴκοσι μνᾶς ἐχέτω, πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ· ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου. ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων· ῥέζετε δ’ Οὐδαίῳ Ζανὶ θυηπολίην· | |
15 | δισσῶν ἐς δὲ πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας· εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω. | |
AG.14.124(p1) | ΑΛΛΟ | |
1 | Ἠέλιος μήνη τε καὶ ἀμφιθέοντες ἀλῆται ζῳοφόρον τοίην τοι ἐπεκλώσαντο γενέθλην· ἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναι ὀρφανόν, ὀγδοάτην δὲ μετ’ ἀντιβίοισιν ἀνάγκῃ | |
5 | θητεύειν· νόστον δὲ γυναῖκά τε παῖδά τ’ ἐπ’ αὐτῇ τηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ· δὴ τότε σοι Σκυθικοῖσιν ὑπ’ ἔγχεσι παῖς τε δάμαρ τε ὄλλυνται. σὺ δὲ τοῖσιν ἐπ’ ἄλγεσι δάκρυα χεύσας ἑπτὰ καὶ εἴκος’ ἔτεσσι βίου ποτὶ τέρμα περήσεις. | |
AG.14.125(p1) | ΑΛΛΟ | |
1 | Τύμβος ἐγώ· κεύθω δὲ πολύστονα τέκνα Φιλίννης τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνων· πέμπτον ἐν ἠιθέοις, τρίτατον δ’ ἐνὶ παρθενικῇσιν, τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας· | |
5 | λοιποὶ δ’ ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆς | |
τέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον. | 234 in vol. 4 | |
AG.14.126(p1) | ΑΛΛΟ | |
1 | Οὗτός τοι Διόφαντον ἔχει τάφος. ἆ μέγα θαῦμα· καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει. ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρην· δωδεκάτην δ’ ἐπιθεὶς μῆλα πόρεν χνοάειν· | |
5 | τῇ δ’ ἄρ’ ἐφ’ ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος, ἐκ δὲ γάμων πέμπτῳ παῖδ’ ἐπένευσεν ἔτει. αἰαῖ, τηλύγετον δειλὸν τέκος· ἥμισυ πατρὸς τοῦδ’ ἐκάη κρυερὸς μέτρον ἑλὼν βιότου· πένθος δ’ αὖ πισύρεσσι παρηγορέων ἐνιαυτοῖς | |
10 | τῇδε πόσου σοφίῃ τέρμ’ ἐπέρησε βίου. | |
AG.14.127(p1) | ΑΛΛΟ | |
1 | Παντός, ὅσου βεβίωκε, χρόνου παῖς μὲν τὸ τέταρτον Δημοχάρης βεβίωκε, νεηνίσκος δὲ τὸ πέμπτον, τὸ τρίτον εἰς ἄνδρας· πολιὸν δ’ ὅτ’ ἀφίκετο γῆρας, ἔζησεν λοιπὰ τρισκαίδεκα γήραος οὐδῷ. | |
AG.14.128(p1) | ΑΛΛΟ | |
1 | Οἷον ἀδελφειός μ’ ἐβιήσατο, πέντε τάλαντα οὐχ ὁσίῃ μοίρῃ πατρικὰ δασσάμενος. ἑπτὰ κασιγνήτοιο τόδ’ ἑνδεκάτων πολύδακρυς | |
πέμπτον ἔχω μοίρης. Ζεῦ, βαθὺν ὕπνον ἔχεις. | 236 in vol. 4 | |
AG.14.129(p1) | ΑΛΛΟ | |
1 | Εἶπε κυβερνητῆρι πλατὺν πόρον Ἀδριακοῖο τέμνων νηί· „Ἁλὸς πόσα λείπεται εἰσέτι μέτρα;“ τὸν δ’ ἀπαμείβετο· „Ναῦτα, μέσον Κριοῖο μετώπου Κρηταίου Σικελῆς τε Πελωρίδος ἑξάκι μέτρα | |
5 | χίλια· δοιῶν δ’ αὖτε παροιχομένοιο δρόμοιο πέμπτων διπλάσιον Σικελὴν ἐπὶ πορθμίδα λείπει.“ | |
AG.14.130 | Τῶν πισύρων κρουνῶν ὁ μὲν ἤματι πλῆσεν ἅπασαν δεξαμενήν, δυσὶ δ’ οὗτος, ὃ δ’ ἐν τρισὶν ἤμασιν οὗτος, τέτρατος ἐν τετόρεσσι. πόσῳ πλήσουσιν ἅπαντες; | |
AG.14.131(p1) | ΑΛΛΟ | |
1 | Οἶγέ με, καὶ πισύρεσσιν ἐνιπλήσω παρεοῦσαν δεξαμενὴν ὥραις κρουνὸς ἅλις προρέων· δεξιτερὸς δ’ ἄρ’ ἐμεῖο τόσαις ἀπολείπεται ὥραις, ὄφρα μιν ἐμπλήσει· δὶς δὲ τόσαις ὁ τρίτος. | |
5 | εἰ δ’ ἄμφω σὺν ἐμοὶ προχέειν ῥόου ἑσμὸν ἀνώγοις, εἰν ὀλίγῃ μοίρῃ πλήσομεν ἠματίῃ. | |
AG.14.132(p1) | ΑΛΛΟ | |
1 | Κύκλωψ τοι Πολύφημος ὁ χάλκεος· οἷα δ’ ἐπ’ αὐτῷ τεῦξέ τις ὀφθαλμὸν καὶ στόμα καὶ παλάμην κρουνοῖς συζεύξας· στάζοντι δὲ πάμπαν ἔοικεν ἠδ’ ἔτι καὶ βλύζων φαίνετ’ ἀπὸ στόματος. | |
5 | κρουνῶν δ’ οὔτις ἄτακτος· ὁ μὲν παλάμης τρισὶ μούνοις ἤμασιν ἐμπλήσει δεξαμενὴν προρέων· ἠμάτιος γλήνης· στόμα δ’ ἤματος ἐν δύο πέμπτοις. | |
τίς κ’ ἐνέποι τρισσοῖς ἶσα θέοντα χρόνον; | 238 in vol. 4 | |
AG.14.133(p1) | ΑΛΛΟ | |
1 | Ὡς ἀγαθὸν κρητῆρι θοοὶ κερόωσι ῥέεθρον οἵδε δύω ποταμοὶ καὶ Βρομίοιο χάρις. ἶσος δ’ οὐ πάντεσσι ῥόου δρόμος· ἀλλά μιν οἶος Νεῖλος μὲν προρέων ἠμάτιος κορέσει, | |
5 | τόσσον ὕδωρ μαζῶν ἀπερεύγεται· ἐκ δ’ ἄρα Βάκχου θύρσος ἐνὶ τρισσοῖς ἤμασιν οἶνον ἱείς· σὸν δὲ κέρας, Ἀχελῷε, δύ’ ἤμασι. νῦν δ’ ἅμα πάντες ῥεῖτε καὶ εἰν ὥραις πλήσετέ μιν ὀλίγαις. | |
AG.14.134(p1) | ΑΛΛΟ | |
1 | Ὦ γύναι, ὡς πενίης ἐπελήσαο· ἣ δ’ ἐπίκειται αἰὲν ἀναγκαίῃ κέντρα φέρουσα πόνων. μνᾶν ἐρίων νήθεσκες ἐν ἤματι· πρεσβυτέρη δὲ θυγατέρων καὶ μνᾶν καὶ τρίτον εἷλκε κρόκης· | |
5 | ὁπλοτέρη δὲ μιῆς φέρεν ἥμισυ. νῦν δ’ ἅμα πάσαις δόρπον ἐφοπλίζεις μνᾶν ἐρύσασα μόνον. | |
AG.14.135 | Οἵδε λοετροχόοι τρεῖς ἕσταμεν ἐνθάδ’ Ἔρωτες καλλιρόου πέμποντες ἐπ’ εὐρίποιο λοετρά. δεξιτερὸς μὲν ἔγωγε τανυπτερύγων ἀπὸ ταρσῶν ἤματος ἑκταίῃ μοίρῃ ἔνι τόνδε κορέσσω· | |
5 | λαιὸς δ’ αὖ πισύρεσσιν ἀπ’ ἀμφιφορῆος ἐν ὥραις· ἐκ δ’ ὁ μέσος τόξοιο κατ’ ἤματος αὐτὸ τὸ μέσσον. φράζεο δ’, ὡς ὀλίγῃ κεν ἐνιπλήσαιμεν ἐν ὥρῃ | |
ἐκ πτερύγων τόξου τε καὶ ἀμφιφορῆος ἱέντες. | 240 in vol. 4 | |
AG.14.136 | Πλινθουργοί, μάλα τοῦτον ἐπείγομαι οἶκον ἐγεῖραι, ἦμαρ δ’ ἀννέφελον τόδε σήμερον, οὐδ’ ἔτι πολλῶν χρηίζω, πᾶσαν δὲ τριηκοσίῃσι δέουσαν πλίνθον ἔχω. σὺ δὲ μοῦνος ἐν ἤματι τόσσον ἔτευχες· | |
5 | παῖς δέ τοι ἐκ καμάτοιο διηκοσίαις ἀπέληγεν· γαμβρὸς δ’ αὖ τόσσῃσι καὶ εἰσέτι πεντήκοντα. τρισσαῖς συζυγίαις πόσσαις τόδε τεύχεται ὥραις; | |
AG.14.137(p1) | ΑΛΛΟ | |
1 | Δάκρυ παρὰ στάξαντες ἀμείβετε· οἵδε γὰρ ἡμεῖς, οὓς τόδε δῶμα πεσὸν ὤλεσεν Ἀντιόχου δαιτυμόνας, οἷσίν γε θεὸς δαιτός τε τάφου τε τόνδ’ ἔπορεν χῶρον, τέσσαρες ἐκ Τεγέης | |
5 | κείμεθα, Μεσσήνης δὲ δυώδεκα, ἐκ δέ τε πέντε Ἄργεος, ἐκ Σπάρτης δ’ ἥμισυ δαιτυμόνων, αὐτός τ’ Ἀντίοχος· πέμπτου δέ τε πέμπτον ὄλοντο Κεκροπίδαι· σὺ δ’ Ὕλαν κλαῖε, Κόρινθε, μόνον. | |
AG.14.138(p1) | ΑΛΛΟ | |
1 | Νικαρέτη παίζουσα σὺν ἡλικιώτισι πέντε, ὧν εἶχεν, καρύων Κλεῖτ’ ἔπορεν τὸ τρίτον καὶ Σαπφοῖ τὸ τέταρτον, Ἀριστοδίκῃ δὲ τὸ πέμπτον, εἰκοστὸν Θεανοῖ καὶ πάλι δωδέκατον, | |
5 | εἰκοστὸν τέτρατον δὲ Φιλιννίδι· καὶ περιῆν δὲ | |
πεντήκοντ’ αὐτῇ Νικαρέτῃ κάρυα. | 242 in vol. 4 | |
AG.14.139 | Γνωμονικῶν Διόδωρε μέγα κλέος, εἰπέ μοι ὥρην, ἡνίκ’ ἀπ’ ἀντολίης πόλον ἥλατο χρύσεα κύκλα ἠελίου. —„Τοῦ δή τοι ὅσον τρία πέμπτα δρόμοιο, τετράκι τόσσον ἔπειτα μεθ’ Ἑσπερίην ἅλα λείπει.“ | |
AG.14.140(p1) | ΑΛΛΟ | |
1 | Ζεῦ μάκαρ, ἦ ῥά τοι ἔργα τάδ’ εὔαδεν, οἷα γυναῖκες Θεσσαλικαὶ παίζουσι; μαραίνεται ὄμμα Σελήνης ἐκ μερόπων· ἴδον αὐτός· ἔην δ’ ἔτι νυκτὸς ἐπ’ ἠῶ δὶς τόσον ὅσσα δύ’ ἕκτα καὶ ἕβδομον οἰχομένοιο. | |
AG.14.141(p1) | ΑΛΛΟ | |
1 | Ἀπλανέων ἄστρων παρόδους τ’ ἐπὶ τοῖσιν ἀλητῶν εἰπέ μοι, ἡνίκ’ ἐμὴ χθιζὸν ἔτικτε δάμαρ. — „Ἦμαρ ἔην, ὅσσον τε δὶς ἕβδομον ἀντολίηθεν, ἑξάκι τόσσον ἔην Ἑσπερίην ἐς ἅλα.“ | |
AG.14.142(p1) | ΑΛΛΟ | |
1 | Ἔγρεσθ’, Ἠριγένεια παρέδραμε· πέμπτον, ἔριθοι, | |
λειπομένης τρισσῶν οἴχεται ὀγδοάτων. | 244 in vol. 4 | |
AG.14.143(p1) | ΑΛΛΟ | |
1 | Σύρτιος ἐν τενάγεσσι πατὴρ θάνεν· ἐκ δ’ ἄρ’ ἐκείνης πέντε τάλαντα φέρων ἤλυθε ναυτιλίης οὗτος ἀδελφειῶν προφερέστατος. ἦ γὰρ ἔμοιγε δῶκεν ἑῆς μοίρης διπλάσιον τριτάτων | |
5 | δοιῶν, ἡμετέρης δὲ δύ’ ὄγδοα μητέρι μοίρης ὤπασεν, οὐδὲ δίκης ἤμβροτεν ἀθανάτων. | |
AG.14.144(p1) | ΑΛΛΟ | |
1 | Ἁ βάσις, ἃν πατέω, σὺν ἐμοὶ βάρος ἁλίκον ἕλκει. — „Χἀ κρηπὶς σὺν ἐμοὶ τόσσα τάλαντα φέρει.“ — Ἀλλ’ ἐγὼ οἶος ἅπαξ τὰν σὰν βάσιν ἐς δὶς ἀνέλκω. — „Κἠγὼ μοῦνος ἐὼν σὰν βάσιν ἐς τρὶς ἄγω.“ | |
AG.14.145(p1) | ΑΛΛΟ | |
1 | Δός μοι δέκα μνᾶς, καὶ τριπλοῦς σοῦ γίνομαι. — „Κἀγὼ λαβὼν σοῦ τὰς ἴσας σοῦ πενταπλοῦς.“ | |
AG.14.146(p1) | ΑΛΛΟ | |
1 | Δός μοι δύο μνᾶς, καὶ διπλοῦς σοῦ γίνομαι. — „Κἀγὼ λαβὼν σοῦ τὰς ἴσας σοῦ τετραπλοῦς.“ | |
AG.14.147(p1) | ΟΜΗΡΟΣ | |
1 | Ἕπτ’ ἔσσαν μαλεροῦ πυρὸς ἐσχάραι, ἐν δὲ ἑκάστῃ πεντήκοντ’ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα· | |
τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί. | 246 in vol. 4 | |
AG.14.148(p1) | 〈ΓΕΡΜΑΝΟΥ〉 | |
1 | Γηγενέων ποτὲ φῦλον ἐνήρατο μητίετα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ’ ἔχουσιν. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ | |
5 | ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δ’ ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα· ὅς ῥα καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας. | |
AG.14.149 | Μείζον’ ἀειράμενος κεφαλῆς ποιμνηίου εὐλὴν μηκάδος ἀγρονόμοιο δέμας περικάββαλε μήλου, ἑρπηστὰν πολύπλαγκτον ἐυρρήνου ἀπὸ κόρσης ... | |
AG.14.150 | Ἀσκοῦ τὸν προὔχοντα ποδαιόνα, φίλτατε λαῶν, | |
μὴ λῦσαι, πρὶν γουνὸν Ἀθηναίων ἀφικέσθαι. | 248 in vol. 4 | |
AG.15p | ΣΥΜΜΙΚΤΑ | |
AG.15.1 | Ζωοτύπος τόλμησεν, ἃ μὴ θέμις, εἰκόνι γράψαι, εὐεπίη δ’ ἐτέλεσσε φύσιν ψευδήμονα κόσμου ἐγγὺς ἀληθείης γε· γραφὴ δ’ ἐψεύσατο πάντα. | |
AG.15.2 | Καλλιχόρου τόδε τεῖχος ἀνηέξησε πόληος Μαρκιανὸς σκηπτοῦχος ὑπ’ ἐννεσίῃσιν ὑπάρχου Παλλαδίου θεσμοῖς τε περίφρονος Ἀρτεμεῶνος· ἡ δὲ πόλις παλίνορσον ἑὸν χρόνῳ εὕρατο μέτρον. | |
AG.15.3 | Ἑπτά με καὶ δέκα παῖδ’ ἐτέων ἀκέραιον ἄχραντον Νίκανδρον πιστὸν μάρτυρα θῆκε θεός. | |
AG.15.4 | Αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα, ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάνταν κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον. | |
5 | ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας | |
μνᾶμα τόδ’, ᾧ γείτων οὐρανός, οὐκ ἀίδας. | 258 in vol. 4 | |
AG.15.5(p1) | ΑΛΛΟ | |
1 | Οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς ἀνδρὸς ἴσον βιότῳ καὶ τάφον εὑραμένου ἄστροις γειτονέοντα· φέρει δ’ ὅσον οὔτινα τύμβος ἀνέρα, τὸν τελετᾶς οὐρανίδος ζάκορον, | |
5 | τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα, τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα· ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα Ἀτθὶς χἀ κόλποις ὀστέα δεξαμένα. | |
AG.15.6(p1) | ΑΛΛΟ | |
1 | Τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκται παμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον, ἀκτίνων ἀντωπόν· ὁ δ’ ἥσυχος ἔνδοθι δαίμων κεῖται ὁ καὶ πάτρῃ δεξιτερὴν τανύσας | |
5 | κεκλιμένῃ καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψας ἱερὸν ἐκ πατρὸς παιδὶ νεαζόμενον, ὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δ’ Ἀτθὶς πυρκαϊῇ, σέβεται δ’ Ἑλλὰς ἅπασα πόλις. | |
AG.15.7(p1) | ΑΛΛΟ | |
1 | Ἁ πάτρα Νίκαια, πατὴρ δέ μοι ὀργιοφάντας οὐρανοῦ, αὐτὰρ ἐγὼ κλαρονόμος τελετᾶς· οὗτος ὁ καὶ σεισθεῖσαν ἐμὰν πόλιν ἐξ ἀίδαο ῥυσάμενος δώροις Αὐσονίοιο Διός· | |
5 | θνᾴσκω δ’ Ἀσκανίας μὲν ἀπόπροθεν ἠδ’ ἐπὶ γαίας Ἀτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν. μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳ | |
παῖς ἐμός· ἁ δ’ Ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους. | 260 in vol. 4 | |
AG.15.8(p1) | ΑΛΛΟ | |
1 | Εἷς γάμος ἀμφοτέρων, ξυνὸς βίος, οὐδὲ θανόντων μνήμονες ἀλλήλων ἔσχον ἀποικεσίην· καὶ σεῦ μὲν τελεταί τε καὶ ἄρρενος ἔργα, Σακέρδως, κηρύξει βίοτον πάντας ἐς ἠελίους· | |
5 | αὐτὰρ ἐμὲ Σευουήραν ἀνήρ, τέκος, ἤθεα, κάλλος τῆς πρὶν Πηνελόπης θήσει ἀοιδοτέρην. | |
AG.15.9(p1) | ΚΥΡΟΥ ΠΟΙΗΤΟΥ | |
1 | Πάντα μὲν Αἰακίδαο φέρεις ἀριδείκετα ἔργα νόσφι χόλου καὶ ἔρωτος· ὀιστεύεις δ’ ἅτε Τεῦκρος, ἀλλ’ οὔ τοι νόθον ἦμαρ· ἔχεις δ’ ἐρικυδέα μορφὴν τὴν Ἀγαμεμνονέην, ἀλλ’ οὐ φρένας οἶνος ὀρίνει· | |
5 | ἐς πινυτὴν δ’ Ὀδυσῆι δαΐφρονι πᾶν σε ἐίσκω, ἀλλὰ κακῶν ἀπάνευθε δόλων· Πυλίου δὲ γέροντος ἶσον ἀποστάζεις, βασιλεῦ, μελιηδέα φωνήν, πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην. | |
AG.15.10 | Μάρτυρας ἐν πελάγει πόθεν εὕρομεν; εἴπατε, πέτραι, εἴπατε, κύματα μακρά, πόσαις ἐμάχοντο θυέλλαις. | |
ναῦς ἐάγη, πέσεν ἱστός, ἔδυ τρόπις, ὤλετο φόρτος. | 262 in vol. 4 | |
AG.15.11 | Εὐρὺ μὲν ἀρχαίης Λίνδου κλέος Ἀτρυτώνην δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης· μείζων δ’ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων· | |
5 | νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος χῶρος καρπογόνους δερκόμενος σκοπέλους· ἄνθεμα γὰρ τόδε λαρὸν Ἀθηναίῃ πόρεν ἱρεὺς Ἀγλώχαρτος ἑῶν νειμάμενος κτεάνων, κρέσσων καὶ Κελεοῖο καὶ Ἰκαρίοιο κατ’ αἶαν | |
10 | πάμπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην. | |
AG.15.12(p1) | ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μ’ Ἐπικούρου ἡδίστῃ κομέουσα καὶ ἡσυχίῃ τέρπουσα. τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν; οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον, | |
5 | οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος· ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν· μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν, Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρῶν· | |
10 | ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος, μῶλυ, κακῶν δοξῶν ἀλκτήριον· ὦτα δὲ κηρῷ ἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν. | |
ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην. | 264 in vol. 4 | |
AG.15.13(p1) | ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΣΙΚΕΛΟΥ | |
1 | Εἰ μέν τις σοφός ἐσσι, ἐφέζεο· εἰ δέ γε Μούσης δακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο 〈Καλλιοπείησ〉, πόρρω στῆθ’ ἀπ’ ἐμεῖο καὶ ἄλλοθι δίζεο ἕδρην· κλισμὸς ἐγὼ φορέων σοφίης ἐπιίστορας ἄνδρας. | |
AG.15.14(p1) | ΘΕΟΦΑΝΟΥΣ | |
1 | Καὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές, ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δ’ ἀνταπερύκεις; οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα, ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν | |
5 | Καλλιόπης τ’ ἀίδρεις καὶ ἀπευθέες Ἡραίστοιο, πᾶσι σοφοῖς τ’ ἀσόφοις τε δορήιον ἔμμεναι ἕδρην. | |
AG.15.15(p1) | ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΡΟΔΙΟΥ | |
1 | Κωνσταντῖνος Ἰωάννου ἠδ’ Εὐδοκίης με τέκνον ἔτευξεν ἀγακλυτόν, ὃν Λίνδος μεγάλαυχος ἤνεγκε προτέρης γενεῆς προφερέστερον ἄνδρα καὶ πιστὸν θεράποντα σκηπτούχοιο Λέοντος· | |
5 | οὗ Ἀλέξανδρος ἀδελφὸς ἰδ’ υἱὸς Κωνσταντῖνος [σκῆπτρα Βυζαντιάδος συμμεθέπουσι Ῥώμης] | |
σκῆπτρα θεοστήρικτα συνεξαγέτην βασιλείης. | 266 in vol. 4 | |
AG.15.16(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἅπαν μὲν ἔργον οὐ πρὸς ἀξίαν πέλει τὴν σήν, ὑπερθαύμαστε κόσμου δεσπότι· ἔργων γὰρ ἔξω καὶ φθορᾶς τὸ σὸν κλέος· τὸ δ’ ἔργον, ὃ προσῆξέ σοι Κωνσταντίνος, | |
5 | ἐπάξιον πέφυκεν, εἰ δή, Παρθένε, τοῦ σοῦ τόκου τὸ σκῆπτρον εὖ διαγράφει καὶ σαρκὸς αὐτοῦ τὸ τρισόλβιον πάθος. | |
AG.15.17(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰ ζωγραφεῖν τις ἤθελέν σε, Παρθένε, ἄστρων ἐδεῖτο μᾶλλον ἀντὶ χρωμάτων, ἵν’ ἐγράφης φωστῆρσιν ὡς φωτὸς πύλη· ἀλλ’ οὐχ ὑπείκει ταῦτα τοῖς βροτῶν λόγοις· | |
5 | ἃ δ’ οὖν φύσις παρέσχε καὶ γραφῆς νόμος, τούτοις παρ’ ἡμῶν ἱστορῇ τε καὶ γράφῃ. | |
AG.15.18 | Ὀστέα σου, Παλάμηδες, ἔδει πρισθέντα γενέσθαι ὄργανα τῆς τέχνης τῆς ἀπὸ τοῦ πολέμου· ἐν πολέμοις γὰρ ἐὼν ἕτερον πόλεμον κατέδειξας, ἐν ξυλίνῳ σταδίῳ τὸν φιλικὸν πόλεμον. | |
AG.15.19 | Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην· μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆς ἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμον ἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων· | |
5 | τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας πάντες κατηνέχθησαν εἰς Ἅιδου δόμους, νεκροὶ δ’ ἔκειντο περὶ νεκροῖς πεπτωκότες· νυμφὼν δὲ σεμνὸς ἐκ ῥόδων πεπλεγμένος | |
ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον. | 268 in vol. 4 | |
AG.15.20(p1) | 〈ΠΑΛΛΑΔΑ〉 | |
1 | Σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον αὐτὸν σιωπῇ τὸν χρόνον μιμούμενος· λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών. | |
AG.15.21(p1) | ΣΥΡΙΓΞ ΘΕΟΚΡΙΤΟΥ | |
1 | Οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ, μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν, ὅν ποτε θρέψατο ταυροπάτωρ, ἀλλ’ οὗ πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους | |
5 | οὔνομ’ Ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος, ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου, ὃς σβέσεν ἀνορέαν ἰσαυδέα | |
10 | παπποφόνου Τυρίας τ’ 〈ἐξήλασεν〉, ᾧ τόδε τυφλοφόρων ἐρατὸν πᾶμα Πάρις θέτο Σιμιχίδας. ψυχὰν ᾇ, βροτοβάμων, στήτας οἶστρε Σαέττας, | |
15 | κλωποπάτωρ, ἀπάτωρ, λαρνακόγυιε, χαρεὶς ἁδὺ μελίσδοις ἔλλοπι κούρᾳ Καλλιόπᾳ | |
20 | νηλεύστῳ. | 270 in vol. 4 |
AG.15.22(p1) | 〈ΣΙΜΙΟΥ〉 Ο ΠΕΛΕΚΥΣ | |
1 | Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ ὤπας’ Ἐπειὸς πέλεκυν, τῷ ποκα πύργων θεοτεύκτων κατέρειψεν αἶπος, τᾶμος ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν Δαρδανιδᾶν χρυσοβαφεῖς τ’ ἐστυφέλιξ’ ἐκ θεμέθλων ἄνακτας, | |
5 | οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν, ἀλλ’ ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής· νῦν δ’ ἐς Ὁμήρειον ἔβα κέλευθον σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς· τρὶς μάκαρ, ὃν σὺ θυμῷ | |
10 | ἵλαος ἀμφιδερχθῇς· ὅδ’ ὄλβος ἀεὶ πνεῖ. | |
AG.15.23 | Εἰ λύπης κρατέειν ἐθέλεις, τήνδε μάκαιραν ἀναπτύσσων βίβλον ἐπέρχεο ἐνδυκέως, ἧς ὕπο γνώμην ὀλβίστην | |
5 | ῥεῖά κεν ὄψεαι ἐσσομένων, ὄντων τ’ ἠδὲ παροιχομένων τερπωλήν τ’ ἀνίην τε 〈λέγων〉 | |
καπνοῦ μηδὲν ἀρειοτέρην. | 272 in vol. 4 | |
AG.15.24(p1) | 〈ΣΙΜΙΟΥ〉 ΠΤΕΡΥΓΕΣ ΕΡΩΤΟΣ | |
1 | Λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτ’ Ἀκμονίδαν τ’ ἄλλυδις ἑδράσαντα· μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια. τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκ’ ἔκραιν’ Ἀνάγκα, πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς | |
5 | ἑρπετά, πάνθ’, ὅς’ ἕρπει δι’ αἴθρας. Χάους δέ, οὔτι γε Κύπριδος παῖς ὠκυπέτας οὐδ’ Ἄρεος καλεῦμαι· | |
10 | οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋνόῳ δὲ πειθοῖ· εἶκε δέ μοι Γαῖα Θαλάσσας τε μυχοὶ χάλκεος Οὐρανός τε· | |
τῶν δ’ ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας. | 274 in vol. 4 | |
AG.15.25(p1) | 〈ΒΗΣΑΝΤΙΝΟΥ〉 ΒΩΜΟΣ | |
1 | Ὀλὸς οὔ με λιβρὸς ἱρῶν Λιβάδεσσιν οἷα κάλχη Ὑποφοινίῃσι τέγγει· Μαύλιες δ’ ὕπερθε πέτρης Ναξίης θοούμεναι | |
5 | Παμάτων φείδοντο Πανός· οὐ στροβίλῳ λιγνύι Ἰξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων. Ἐς γὰρ βωμὸν ὁρῇς με μήτε γλούρου Πλίνθοις μήτ’ Ἀλύβης παγέντα βώλοις, Οὐδ’ ὃν Κυνθογενὴς ἔτευξε φύτλη | |
10 | Λαβόντε μηκάδων κέρα, Λισσαῖσιν ἀμφὶ δειράσιν Ὅσσαι νέμονται Κυνθίαις, Ἰσόρροπος πέλοιτό μοι· Σὺν οὐρανοῦ γὰρ ἐκγόνοις | |
15 | Εἰνάς μ’ ἔτευξε γηγενής, Τάων ἀείζῳον τέχνην Ἔνευσε πάλμυς ἀφθίτων. Σὺ δ’, ὦ πιὼν κρήνηθεν, ἣν Ἶνις κόλαψε Γοργόνος, | |
20 | Θύοις τ’ ἐπισπένδοις τ’ ἐμοὶ Ὑμηττιάδων πολὺ λαροτέρην Σπονδὴν ἄδην. ἴθι δὴ θαρσέων Ἐς ἐμὴν τεῦξιν· καθαρὸς γὰρ ἐγὼ Ἰὸν ἱέντων τεράων, οἷα κέκευθ’ ἐκεῖνος, | |
25 | Ἀμφὶ Νέαις Θρηικίαις ὃν σχεδόθεν Μυρίνης | |
Σοί, Τριπάτωρ, πορφυρέου φὼρ ἀνέθηκε κριοῦ. | 276 in vol. 4 | |
AG.15.26(p1) | ΔΩΣΙΑΔΑ ΒΩΜΟΣ | |
1 | Εἱμάρσενός με στήτας πόσις, μέροψ δίσαβος, τεῦξ’, οὐ σποδεύνας ἶνις Ἐμπούσας, μόρος Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος, | |
5 | Χρύσας δ’ ἀίτας, ἆμος ἑψάνδρα τὸν γυιόχαλκον οὖρον ἔρραισεν, ὃν ἁπάτωρ δίσευνος μόγησε ματρόριπτος· ἐμὸν δὲ τεῦγμ’ ἀθρήσας | |
10 | Θεοκρίτοιο κτάντας τριεσπέροιο καύστας θώυξεν αἴν’ ἰύξας· χάλεψε γάρ νιν ἰῷ σύργαστρος ἐκδυγήρας· | |
15 | τὸν δ’ αἰλινεῦντ’ ἐν ἀμφικλύστῳ Πανός τε ματρὸς εὐνέτας, φὼρ δίζῳος, ἶνίς τ’ ἀνδροβρῶτος Ἰλιορραιστᾶν | |
ἦρ’ ἀρδίων ἐς Τευκρίδ’ ἄγαγον τριπόρθητον. | 278 in vol. 4 | |
AG.15.27(p1) | ΣΙΜΙΟΥ ΡΟΔΙΟΥ ΩΙΟΝ ΧΕΛΙΔΟΝΟΣ | |
1 | Κωτίλας ματέρος τῆ τόδ’ ἄτριον νέον Δωρίας ἀηδόνος· | |
5 | πρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶς λίγειά μιν κάμ’ ἶφι ματρὸς ὠδίς· τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκειξε κᾶρυξ φῦλ’ ἐς βροτῶν ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός, ἄνωγε δ’ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ’ ἀέξειν | |
10 | ἀριθμὸν εἰς ἄκραν δεκάδ’ ἰχνίων, κόσμον νέμοντα ῥυθμῶν, θοῶς δ’ ὕπερθεν ὠκυλέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν ἴχνει θενὼν 〈⏑–⏑〉ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν, θοαῖς ἴς’ αἰόλαις νεβροῖς κῶλ’ ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσι· ταὶ δ’ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ’ αἶψα μεθ’ ἱμερόεντα μαζόν, | |
15 | πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ’ ἀρθμίας ἴχνος τιθήνας· βλαχαὶ δ’ οἰῶν πολυβότων ἀν’ ὀρέων νομὸν ἔβαν τανυσφύρων τ’ ἐς ἄντρα Νυμφᾶν· καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ’ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρους’ εὐνὰν ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος· κᾆτ’ ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅ γ’ ἄφαρ λάσιον νιφοβόλων ἀν’ ὀρέων ἔσσυται ἄγκος· | |
20 | ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖσι ποσὶν δονέων ἅμα πολύπλοκα μεθίει μέτρα μολπᾶς. | 280 in vol. 4 |
AG.15.28(p1) | ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΤΡΑΥΛΟΥ | |
1 | Χριστὸς ἐπὶ σταυροῖο πεπαρμένος ἦν ποτε γυμνὸς μεσσόθι ληιστῆρας ἔχων ἑκάτερθε παγέντας· καί μιν ἀκηχεμένη λιγέως ὀλοφύρετο μήτηρ λύγδην ἱσταμένη καὶ παρθένος ἄλλος ἑταῖρος· | |
5 | καί μιν καγχαλόωντες ἐνείκεον ἄνδρες ὁδῖται κάμμορον, οὐτιδανὸν καὶ ἀνάλκιδα φῶτα καλεῦντες· καί οἱ διψαλέῳ στυγερὴν ὤρεξε ποτῆτα λαὸς Ἰουδαίων ἀθεμίστιος, αἱματοχάρμης ὄξεϊ κιρνάμενος, πικρὸν δέπας, εἶδαρ ὀλέθρου. | |
10 | ἀλλ’ ἀκέων τετάνυστο καὶ οὐκ ἀπαμύνετο Χριστός, Χριστός, ὁ καὶ Μαρίης καὶ ἀθανάτου πατρὸς υἱός. ταῦτα τίς ἀνθρώπων ἀγέρωχος νήπιος ἔσται κῆρι λογιζόμενος καὶ ὁρώμενος ἐν πινάκεσσιν; ἀνδρὸς γὰρ θεός ἐστιν, ὁ δὲ βροτὸς οὐδὲν ἀρείων. | |
AG.15.29(p1) | ΙΓΝΑΤΙΟΥ | |
1 | Ἰγνάτιος πολλῇσιν ἐν ἀμπλακίῃσι βιώσας ἔλλιπον ἡδυφαοῦς ἠελίοιο σέλας· καὶ νῦν ἐς δνοφερὸν κατακεύθομαι ἐνθάδε τύμβον, οἴμοι, ψυχῇ μου μακρὰ κολαζόμενος· | |
5 | ἀλλά, κριτά (βροτός εἰμι, σὺ δ’ ἄφθιτος ἠδ’ ἐλεήμων), ἵλαθι, ἵλαθί μοι ὄμματι εὐμενέι. | |
AG.15.30(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σῶμα μέν, οὐκ ἀρετὴν ὅδε τύμβος νέρθε κέκευθε κεδνοῦ Παύλοιο· ὥστε γὰρ ἠελίου τοῦδέ γ’ ἀπαστράπτουσιν ἀριπρεπέες λόγοι αἴγλῃ, ἠδ’ ἀρετῆς κάματοι εὖχος ἔχουσι μέγα. | |
5 | εἴκοσιν ἐς λυκάβαντας ἰδὲ τρισὶν ἤρκεσε γαίῃ, | |
ζήσας δ’ αὖ λογικῶς ἐσθλὸν ἔδεκτο τέλος. | 282 in vol. 4 | |
AG.15.31(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἱερὸς ἐν λαγόνεσσι Σαμουὴλ κεύθεται γαίης πάντα λιπὼν βιότου, ὅσσα περ εἶχε, θεῷ· καὶ νῦν εὐσεβέων εἰσέδραμε φαίδιμον αὐλὴν δόξαν ὑπὲρ μεγάλων ληψόμενος καμάτων. | |
AG.15.32(p1) | ΑΡΕΘΑ ΔΙΑΚΟΝΟΥ | |
1 | Εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος, ἀλλά γ’ ἄρ’ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτήν· | |
5 | θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ, οὐδ’ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον, ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος ἄτλητον μαλερῷ τηκεδόνος δάμασε πυρσῷ· τρεῖς πρὸς ἐείκος’ ἐποιχομένην ἐνιαυτοὺς | |
10 | ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης ἡμετέρης· ἔνθ’ ὕφηνον γενετῆρες ἅπασι γηραλέοι θρῆνον τιλλόμενοι πολιὴν καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης. | |
AG.15.33(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν, τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον —αἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας παρών—, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα | |
5 | καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν | |
κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ, ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην —ἀφ’ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν μόνανδρον ἐκλάμποντα—, τὴν παρρησίαν | 284 in vol. 4 | |
10 | Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος· πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα καλὸν φερούσης νουθέτημα τῷ βίῳ· εἰ δ’ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον αὕτη παρ’ αὐτὸν τὸν τάφον τεθειμένη. | |
AG.15.34(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν Φεβρωνία ἑῆς σύμβολα συμπαθίης, εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν· οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν | |
5 | ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης· ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν Χριστοῦ, τόν ῥα νυὸν σεμνὸν ἕλ’ ἀφθορίης λαμπάδ’ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης· | |
10 | ἧς τόδε σῆμ’ ὕπνου γνῶθι πολυχρονίου. | |
AG.15.35(p1) | ΘΕΟΦΑΝΟΥΣ | |
1 | Εἴθε κρίνον γενόμην ἀργένναον, ὄφρα με χερσὶν | |
ἀρσαμένη μᾶλλον σῆς χροτιῆς κορέσῃς. | 286 in vol. 4 | |
AG.15.36(p1) | ΚΟΜΗΤΑ | |
1 | Ἀμφοτέρας, πολύμυθε, Κομητᾶς σεῖο ἀθρήσας κύρβεις γηραλέας θῆκεν ἀειθαλέας. | |
AG.15.37(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σεῖο βίβλους μεγάθυμε Κομητὰς Ὅμηρε δύ’ ἄρδην εὑρὼν γηραλέας τεύξατο ὁπλοτέρας· γῆρας ἀποξύσας γὰρ ἀριπρεπέας γε βροτοῖσι πάμπαν ἔδειξε σοφοῖς, οἷσιν ἔνεστι νόος. | |
AG.15.38(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὑρὼν Κομητᾶς τὰς Ὁμηρείους βίβλους ἐφθαρμένας τε κοὐδαμῶς ἐστιγμένας, στίξας διεσμίλευσα ταύτας ἐντέχνως τὴν σαπρίαν ῥύψας μὲν ὡς ἀχρηστίαν, | |
5 | γράψας δ’ ἐκαινούργησα τὴν εὐχρηστίαν. ἐντεῦθεν οἱ γράφοντες οὐκ ἐσφαλμένως μαθητιῶσιν, ὡς ἔοικε μανθάνειν. | |
AG.15.39(p1) | ΙΓΝΑΤΙΟΥ | |
1 | Ἰγνάτιος τάδε τεῦξε σοφῆς πολύιδρις ἀοιδῆς· Ἰγνάτιος τάδε τεῦξεν, ὃς ἐς φάος ἤγαγε τέχνην | |
γραμματικὴν λήθης κευθομένην πελάγει. | 288 in vol. 4 | |
AG.1539b | Τὰ τοῦ Πλάτωνος ἐξερευνήσας βάθη τὰ τῶν λογισμῶν ἐξερίζωσας πάθη. | |
AG.15.40(p1) | ΚΟΜΗΤΑ | |
1 | Ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει, ἀσπαλιεῦσιν ἔειπε μαθητῇσιν πινυτοῖσι· „Λάζαρος ἄμμι φίλος φάος ἔλλιπεν ἠελίοιο | |
5 | οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.“ ἀλλ’ ἄνεω μὲν ἔκειτο μεμυκὼς χείλεα σιγῇ σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν, ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη ἄιδόσδε κατῆλθεν, ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν, | |
10 | ἐκ πάντων δὲ μάλιστα Μάρθῃ Μαρίῃ τε ὁμαίμοις αὐτοκασιγνήταις· ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτο μεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως. τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν | |
15 | σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβῳ. ὄφρα μὲν ἠέλιος τρίτον ἤνυσεν ἦμαρ ἐς αἶαν, τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους· ἀλλ’ ὅτε δὴ τετράτη ῥοδοειδὴς ἤλυθεν Ἠώς, καὶ τότε δὴ προσέειπε θεοῖο πάις μεγάλοιο | |
20 | εὐπατρίδῃσι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο, οἳ πέρι μὲν βουλῇ μερόπων, πέρι δ’ ἦον ἁπάντων, οὓς ἔκπαγλ’ ἐφίλης’ ὡσεὶ θεοῦ υἷας ἐόντας, ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν· | |
25 | „Ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι, κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε, ὄφρ’ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· δεῦτ’ ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός, σπεύσομεν ὅττι τάχιστ’, ὄφρα κλέος ἄφθιτον ἴσχω· | 290 in vol. 4 |
30 | ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.“ τὸν δ’ αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι· „Ἴομεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο.“ εἶπον· ὃ δ’ αὐτὸς ἔβαινε καὶ ἡγεμόνευε μαθηταῖς. σπερχόμενοι δ’ εἵποντο μετ’ ἴχνια Παμμεδέοντος, | |
35 | ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων· ὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί. ἀλλ’ ὅτε δή ῥ’ ἱκάνοντο πολυκλαύστῳ ἐπὶ τύμβῳ, καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶν | |
40 | Χριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε· „Γουνούμεσθά ς’, ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις, Λάζαρον, ὃν φιλέεσκες· ἐν ἔγκασιν ἤλυθεν Ἅιδου· εἰ γὰρ τῇδε ἔησθα, ἄναξ νεκάδων Ἀϊδωνεὺς οὔποτ’ ἔτλη μεῖναι, ἐπεὶ ἦ πολὺ φέρτατος ἦσθα· | |
45 | ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.“ καὶ τότε δὴ ὕψιστος ἀμείβετο· „Ποῦ ποτε κεῖται;“ αἳ δ’ ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδην· δὴ τότ’ ἐπεὶ δεῖξαν θεῷ αὐτὸν σῆμά τε λυγρόν, εἶπεν ἄρ’· „Ὁρμηθέντες ἀείρατε πῶμα τάφοιο.“ | |
AG.15.40(50) | αὐτὰρ ἐπεὶ ἀνέῳκτο τάφος λυγρὸς φθιμένοιο, καὶ τότε δὴ μέγ’ ἄυσε θεὸς μέγας ἠδὲ καὶ ἀνήρ· „Λάζαρε, δεῦρ’ ἴθι, κλῦθι ἐμεῖο καὶ ἔρχεο ἔξω.“ ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος, λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς. | |
55 | τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίῃσιν, αὐτίκα δ’ ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν, | |
καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἷος ἐῆος. | 292 in vol. 4 | |
AG.15.41 | Χάλκεος οὐκ ἔστης βιόων ἔτι, Κωνσταντῖνε· ἀντὶ γὰρ εὐκλείης ἤρκεσε βασκανίη. ὡς δὲ θάνες, τότε δή σε πόλις ξύμπασα γεραίρει, οἷς δύναται. τί δὲ σῆς ἄξιον ἱπποσύνης; | |
AG.15.42(p1) | ΑΛΛΟ | |
1 | Ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω, ᾤχετο σὺν κείνῳ πᾶν κλέος ἡνιόχων. | |
AG.15.43(p1) | ΑΛΛΟ | |
1 | Χρύσεον ἀντ’ ἀρετῆς γέρας ἔπρεπε Κωνσταντίνῳ, οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης. κουρίζων νίκησεν ἀειδομένους ἐλατῆρας, γηραλέος δὲ νέους δεῖξεν ἀφαυροτέρους. | |
5 | ὅντινα καὶ μετὰ πότμον ἀειμνήστῳ τινὶ θεσμῷ δῆμος καὶ βασιλεὺς ἵδρυσαν ἁζόμενοι. | |
AG.15.44 | Πορφύριον λήξαντα πόνων λύσαντά τε μίτρην καὶ πάρος ἀντ’ ἀρετῆς χάλκεον ἑσταότα τῇδε πάλιν χαλκοῦ τε καὶ ἀργύρου ἱδρύσαντο. πρέσβυ, σὺ δὲ ξείνων ἀντιάσας γεράων | |
5 | δήμου μὲν βοόωντος ἕλες παλίνορσον ἱμάσθλην, | |
ὡς δὲ δὶς ἡβήσας μαίνεαι ἐν σταδίοις. | 294 in vol. 4 | |
AG.15.45 | Τοῦτον Ἰουλιανόν, Τυρίης βλάστημα τιθήνης, ἡνίοχον πολλοὺς δεξάμενον στεφάνους αὐτὸς ἄναξ καὶ δῆμος ἅπας καὶ πότνια βουλὴ ἔστησαν κοινὴν ψῆφον ἐνεγκάμενοι. | |
5 | γήραϊ γὰρ σταδίων ἀπεπαύσατο· πᾶσι δὲ φίλτρον κάλλιπεν, οἷσιν ἔρως ἤνθεεν ἀντιπάλων. | |
AG.15.46 | Πορφύριος Λίβυς οὗτος· ἀεθλοφόρων δ’ ἐπὶ δίφρων μοῦνος παντοδαποὺς ἀμφέθετο στεφάνους. νίκη γὰρ βασίλεια μεριζομένη κατὰ δῆμον χρώμασι καὶ πέπλοις συμμετέβαλλε τύχας· | |
5 | ἥρμοσε δ’ αὐτὸν ἔχειν Βενέτοις πλέον, ἔνθεν ἀνέστη χρύσεος ἀντ’ ἀρετῆς, χάλκεος ἀντὶ πόνων. | |
AG.15.47 | Τοῦτον Πορφύριον Λιβύη τέκε, θρέψε δὲ Ῥώμη, Νίκη δ’ ἐστεφάνωσεν ἀμοιβαδὸν ἄλλοτ’ ἀπ’ ἄλλου χρώματος ἄκρα φέροντα καρήατι σύμβολα νίκης. πολλάκι γὰρ δήμους ἠλλάξατο, πολλάκι πώλους· | |
5 | νῦν μὲν ἐὼν πρῶτος, τοτὲ δ’ ἔσχατος, ἄλλοτε μέσσος | |
πάντας ὁμοῦ νίκησε καὶ ἀντιπάλους καὶ ἑταίρους. | 296 in vol. 4 | |
AG.15.48 | Ἶσον κυδαλίμοις Φαυστινιάδῃ τε καὶ αὐτῷ Φαυστίνῳ βασιλεὺς στῆσε παρ’ ἀμφοτέροις Οὐράνιον, τῷ δῆμος ἀμετρήτους διὰ νίκας ἠγαθέου Πέλοπος θῆκεν ἐπωνυμίην. | |
5 | „Ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον,“ τούσδε τις εἰσορόων φθέγξεται ἀτρεκέως. | |
AG.15.49 | Σοὶ καὶ ἀεθλεύοντι μόνῳ λήξαντί τ’ ἀέθλων τοῦτο γέρας Νίκη δὶς πόρεν, Οὐράνιε, δήμου ἀπ’ ἀμφοτέροιο· σὺ γὰρ πάρος ἐν Βενέτοις μὲν εἴκοσι κυδίστων στέμμα φέρεις ἐτέων. | |
5 | παύσαο δ’ ἱπποσύνης· Πρασίνων δέ σε δίζετο δῆμος τοῖσδε σὺ μὲν νίκην, οἳ δ’ ἄρα σοὶ τὸ γέρας. | |
AG.15.50 | Ὤφελες ὅπλα φέρειν, οὐ φάρεα ταῦτα κομίζειν ὡς ἐλατὴρ τελέθων καὶ πολέμων πρόμαχος. εὖτε γὰρ ἦλθεν ἄνακτος ὀλεσσιτύραννος ἀκωκή, καὶ σὺ συναιχμάζων ἥψαο ναυμαχίης· | |
5 | καὶ διπλῆς, πολύμητι, σοφῶς ἐδράξαο νίκης, | |
τῆς μὲν πωλομάχου, τῆς δὲ τυραννοφόνου. | 298 in vol. 4 | |
AG.15.51(p1) | ΑΡΧΙΟΥ | |
1 | Χάλκεος, ἀλλ’ ἄθρησον, ὅσον θράσος ἄνυσε κάπρου ὁ πλάστας ἔμπνουν θῆρα τυπωσάμενος χαίτας αὐχενίους πεφρικότα, θηκτὸν ὀδόντα βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας, | |
5 | ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι θάμβος, | |
εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιθέων. | 300 in vol. 4 | |
AG.16.1(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Οὔτ’ ἀπὸ Μεσσάνας οὔτ’ Ἀργόθεν εἰμὶ παλαιστάς· Σπάρτα μοι Σπάρτα κυδιάνειρα πατρίς. κεῖνοι τεχνάεντες· ἐγώ γε μέν, ὡς ἐπέοικε τοῖς Λακεδαιμονίων παισί, βίᾳ κρατέω. | |
AG.16.2(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Γνῶθι Θεόγνητον προσιδὼν τὸν Ὀλυμπιονίκαν παῖδα, παλαισμοσύνης δεξιὸν ἡνίοχον, κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δ’ οὐ χείρονα μορφῆς, ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν. | |
AG.16.3(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην. | |
AG.16.4 | Βάλλετε νῦν μετὰ πότμον ἐμὸν δέμας, ὅττι καὶ αὐτοὶ | |
νεκροῦ σῶμα λέοντος ἐφυβρίζουσι λαγωοί. | 306 in vol. 4 | |
AG.16.5(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Ἄγαγε καὶ Ξέρξης Πέρσαν στρατὸν Ἑλλάδος ἐς γᾶν, καὶ Τίτος εὐρείας ἄγαγ’ ἀπ’ Ἰταλίας· ἀλλ’ ὁ μὲν Εὐρώπᾳ δοῦλον ζυγὸν αὐχένι θήσων ἦλθεν, ὁ δ’ ἀμπαύσων Ἑλλάδα δουλοσύνας. | |
AG.16.6(p1) | ΑΔΗΛΟΝ | |
1 | Κοίρανος Εὐρώπας, ὁ καὶ εἰν ἁλὶ καὶ κατὰ χέρσον τόσσον ἄναξ θνατῶν, Ζεὺς ὅσον ἀθανάτων, Εἰνοδίᾳ τὰ λάφυρ’ Ἑκάτᾳ θρασέος Κιροάδα καὶ τέκνων καὶ ὅλας γᾶς ἔθετ’ Ὀδρυσίδος, | |
5 | υἱὸς ἐυμμελία Δαματρίου· ἁ δὲ Φιλίππου δόξα πάλιν θείων ἄγχι βέβακε θρόνων. | |
AG.16.7(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Σύμφωνον μαλακοῖσι κερασσάμενος θρόον αὐλοῖς Δωρόθεος γοεροὺς ἔπνεε Δαρδανίδας καὶ Σεμέλας ὠδῖνα κεραύνιον, ἔπνεε δ’ ἵππου ἔργματ’ ἀειζώων ἁψάμενος Χαρίτων· | |
5 | μοῦνος δ’ εἰν ἱεροῖσι Διωνύσοιο προφήταις Μώμου λαιψηρὰς ἐξέφυγε πτέρυγας Θηβαῖος γενεὴν Σωσικλέος· ἐν δὲ Λυαίου | |
νηῷ φορβειὰν θήκατο καὶ καλάμους. | 308 in vol. 4 | |
AG.16.8(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὐκέτ’ ἀνὰ Φρυγίην πιτυοτρόφον ὥς ποτε μέλψεις κροῦμα δι’ εὐτρήτων φθεγγόμενος δονάκων, οὐδ’ ἔτι σαῖς παλάμαις Τριτωνίδος ἔργον Ἀθάνας ὡς πρὶν ἐπανθήσει, νυμφογενὲς Σάτυρε. | |
5 | δὴ γὰρ ἀλυκτοπέδαις σφίγγῃ χέρας, οὕνεκα Φοίβῳ θνατὸς ἐὼν θείαν εἰς ἔριν ἠντίασας. λωτοὶ δ’ οἱ κλάζοντες ἴσον φόρμιγγι μελιχρὸν ὤπασαν ἐξ ἀέθλων οὐ στέφος, ἀλλ’ Ἀίδαν. | |
AG.16.9 | Ὦ γαστὴρ κυνάμυια, δι’ ἣν κόλακες παράσιτοι ζωμοῦ πωλοῦσιν θεσμὸν ἐλευθερίης. | |
AG.16.11(p1) | ΕΡΜΟΚΡΕΟΝΤΟΣ | |
1 | Ἵζευ ὑπὸ σκιερὰν πλάτανον, ξένε, τάνδε παρέρπων, ἇς ἁπαλῷ Ζέφυρος πνεύματι φύλλα δονεῖ, ἔνθα με Νικαγόρας κλυτὸν εἵσατο Μαιάδος Ἑρμᾶν ἀγροῦ καρποτόκου ῥύτορα καὶ κτεάνων. | |
AG.16.12 | Ἔρχευ καὶ κατ’ ἐμὰν ἵζευ πίτυν, ἃ τὸ μελιχρὸν πρὸς μαλακοὺς ἠχεῖ κεκλιμένα ζεφύρους. ἠνίδε καὶ κρούνισμα μελισταγές, ἔνθα μελίσδων | |
ἡδὺν ἐρημαίοις ὕπνον ἄγω καλάμοις. | 310 in vol. 4 | |
AG.16.13(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν φρίσσουσαν πυκινοῖς κῶνον ὑπὸ ζεφύροις, καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ θελγομένῳ στάξει κῶμα κατὰ βλεφάρων. | |
AG.16.14(p1) | ΖΗΝΟΔΟΤΟΥ | |
1 | Τίς γλύψας τὸν Ἔρωτα παρὰ κρήνῃσιν ἔθηκεν οἰόμενος παύσειν τοῦτο τὸ πῦρ ὕδατι; | |
AG.16.15 | Ὁ πρὶν ἀεὶ Βρομίου μεμεθυσμένος οἰνάδι πηγῇ, σύντροφος εὐασταῖς αἰγοπόδης Σάτυρος διχθάδιον κατὰ κῶλον ἀλυκτοπέδῃσι λυγωθεὶς ἔντεα παιδὶ θεᾶς χαλκοτορεῖ Θέτιδος, | |
5 | οὐ σοφὸν ἐκ τέχνας ἀσκῶν πόνον, ἀλλὰ πενιχρὰν ἐργάτιν ἐκ μόχθων ῥυόμενος βιοτάν. | |
AG.1615b | Ποῦ σοι κεῖνα κύπελλα, λαφύστιε; ποῦ καλὰ θύρσων πλέγματα καὶ κῶμοι, σκιρτοπόδη Σάτυρε; τίς σε παρὰ σμίλαισι ποδίκροτον ἅμμα καθάψας θήκατο, τὸν Βρομίῳ σπάργαν’ ἑλιξάμενον; — | |
5 | „Ἀσχήμων ἔνδεια καὶ ἁ πάντολμος ἀνάγκα, | |
ἅ με παρ’ Ἡφαίστῳ θῆκε μαριλοπόταν.“ | 312 in vol. 4 | |
AG.16.16 | Πᾶν τὸ περιττὸν ἄκαιρον, ἐπεὶ λόγος ἐστὶ παλαιός, ὡς καὶ τοῦ μέλιτος τὸ πλέον ἐστὶ χολή. | |
AG.16.17 | Ὦ Πάν, φερβομέναις ἱερὰν φάτιν ἄπυε ποίμναις κυρτὸν ὑπὲρ χρυσέων χεῖλος ἱεὶς δονάκων, ὄφρ’ αἱ μὲν λευκοῖο βεβριθότα δῶρα γάλακτος οὔθασιν ἐς Κλυμένου πυκνὰ φέρωσι δόμον, | |
5 | σοὶ δὲ καλῶς βωμοῖσι παριστάμενος πόσις αἰγῶν φοίνιον ἐκ λασίου στήθεος αἷμ’ ἐρύγῃ. | |
AG.16.18 | Τέρπε δανειζόμενος τὴν σὴν φρένα· τοῖς δὲ δανεισταῖς κάλλιπε τὴν ψήφων δακτυλοκαμψοδύνην. | |
AG.16.19 | „Εἰρήνη πάντεσσιν,“ ἐπίσκοπος εἶπεν ἐπελθών. πῶς δύναται πᾶσιν, ἣν μόνος ἔνδον ἔχει; | |
AG.16.20(p1) | 〈ΠΑΛΛΑΔΑ〉 | |
1 | Ῥήτορα Μαῦρον ἰδὼν ἀπεθαύμασα τὸν βαρύχειλον, | |
τέχνης ῥητορικῆς δαίμονα λευκοφόρον. | 314 in vol. 4 | |
AG.16.21 | Ὃς βασιλεῖς ἐδάμασσε καὶ ἠνορέην κατέπαυσεν ἀντιπάλων πατέρων εἵνεκεν εὐνομίης, οὗτος ὑπὸ σμικρῷ κατάκειται σήματι τῷδε, ἀρχιερεὺς Χριστοῦ Νικόλεως γεγαώς. | |
5 | ἀλλ’ ἀρετὴ πολύολβος ἐπέπτατο πείρατα κόσμου, καὶ ψυχὴ μακάρων ἀμφιπολεῖ θαλάμους. τοίην γὰρ βιοτὴν ποθέεσκεν ἐὼν ἐπὶ γαίης σῶμα καλὸν πιέσας κυδαλίμοις καμάτοις. | |
AG.16.22 | Στήλην εὐνομίης καὶ σωφροσύνης ἀνάθημα εἰκόνα Νικόλεω στήσατο Γρηγόριος. | |
AG.16.23(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δ’ ἐνίκης; — „Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.“ | |
AG.16.24(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μίλωνος τόδ’ ἄγαλμα καλοῦ καλόν, ὅς ποτε Πίσῃ | |
ἑπτάκι νικήσας ἐς γόνατ’ οὐκ ἔπεσεν. | 316 in vol. 4 | |
AG.16.25(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Τὸν ἐκ Σινώπης εἰ κλύεις Δαμόστρατον πίτυν λαβόντα τὴν κατ’ Ἰσθμὸν ἑξάκις, τοῦτον δέδορκας· οὗ κατ’ εὔγυρον πάλην ψάμμον πεσόντος νῶτον οὐκ ἐσφράγισεν. | |
5 | ἴδ’ ἐς πρόσωπον θηρόθυμον, ὡς ἔτι σῴζει παλαιὰν τὰν ὑπὲρ νίκας ἔριν. λέγει δ’ ὁ χαλκός· „Ἁ βάσις με λυσάτω, χὠς ἔμπνοος νῦν ἕβδομον κονίσομαι.“ | |
AG.16.26(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ’ ἐφ’ ἡμῖν ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται, [οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.] | |
AG.16.27 | Εὖ εἰδώς, ὅτι θνητὸς ἔφυς, τὸν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι Νίνου μεγάλης βασιλεύσας. τόσς’ ἔχω, ὅσς’ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτος | |
5 | τέρπν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. | |
ἥδε σοφὴ βιότοιο παραίνεσις ἀνθρώποισιν. | 318 in vol. 4 | |
AG.16.28(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἑλλὰς μὲν Θήβας προτέρας προὔκρινεν ἐν αὐλοῖς· Θῆβαι δὲ Πρόνομον, παῖδα τὸν Οἰνιάδου. | |
AG.16.29 | Εἴ τινα πώποτ’ ἄκουσας Ἐνυαλίου φίλον υἱὸν καὶ κρατερὸν δυνάμει καὶ θαρσαλέον πολεμίζειν, Ἕκτορα τὸν Πριάμοιο νόει μοῦνον γεγενῆσθαι, ὅν ποτε μαρνάμενον Διομήδης ἔκτανεν ἀνήρ, | |
5 | αἴας πρὸ Τρώων Δαναοῖσι μάχην προφέροντα· ὃν καὶ τῇδε θανόντα τάφος ὅδε ἀμφικαλύπτει. | |
AG.16.30(p1) | ΓΕΜΙΝΟΥ | |
1 | Χείρ με Πολυγνώτου Θασίου κάμεν, εἰμὶ δ’ ἐκεῖνος Σαλμωνεύς, βρονταῖς ὃς Διὸς ἀντεμάνην, ὅς με καὶ εἰν Ἀίδῃ πορθεῖ πάλι, καί με κεραυνοῖς βάλλει, μισῶν μου κοὐ λαλέοντα τύπον. | |
5 | ἴσχε, Ζεῦ, πρηστῆρα, μέθες χόλον· εἰμὶ γὰρ ἄπνους ὁ σκοπός· ἀψύχοις εἰκόσι μὴ πολέμει. | |
AG.16.31(p1) | ΣΠΕΥΣΙΠΠΟΥ | |
1 | Σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος, | |
ψυχὴ δ’ ἰσόθεος τάξιν ἔχει μακάρων. | 320 in vol. 4 | |
AG.16.32(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Καὶ Φαέθων γραφίδεσσιν ἔχει τύπον, ἀλλὰ χαράσσει ἠέλιον τέχνη κρυπτομένων φαέων. καὶ σέ, σοφὲ πτολίαρχε, γράφει, Γαβριήλιε, τέχνη ἐκτὸς σῶν ἀρετῶν, ἐκτὸς ὅλων καμάτων. | |
AG.1632b(p1) | ΘΕΑΙΤΗΤΟΥ | |
1 | Τοῦτον Ἰουλιανόν, νομικῆς φάος, εἶπον ἰδοῦσαι Ῥώμη καὶ Βερόη· „Πάντα φύσις δύναται.“ | |
AG.16.33(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Κάλλεϊ μὲν νικᾷς κραδίης τόσον, ὅσσον ὀπωπῆς, τῆς γὰρ ἐπωνυμίης ἄξια πάντα φέρεις· αἰεὶ δ’ ἐν θαλάμοισι κατευνάζων βασιλῆα πᾶσαν ὑποσπείρεις οὔασι μειλιχίην. | |
AG.16.34(p1) | ΘΕΟΔΩΡΗΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἐκ Φιλαδελφείης ξεινήια ταῦτα Φιλίππῳ. φράζεο, πῶς μνήμων ἡ πόλις εὐνομίης. | |
AG.16.35(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Μνήμονες οἱ Κᾶρες πολέων εὐεργεσιάων | |
Παλμᾶν ἰθυδίκην τόσσον ἀγασσάμενοι. | 322 in vol. 4 | |
AG.16.36(p1) | ΑΓΑΘΙΟΥ | |
1 | Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης εἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος· νῦν δ’ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνης τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡρακλάμον. | |
5 | εἰ δ’ ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα. | |
AG.16.37(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΜΙΝΩΤΑΥΡΟΥ | |
1 | Πέτρον ὁρᾷς χρυσέοισιν ἐν εἵμασιν· αἱ δὲ παρ’ αὐτὸν ἀρχαὶ ἀμοιβαίων μάρτυρές εἰσι πόνων· ἀντολίης πρώτη καὶ διχθαδίη μετὰ τήνδε κόχλου πορφυρέης καὶ πάλιν ἀντολίης. | |
AG.16.38(p1) | ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΑΡΒΟΥΚΑΛΛΟΥ | |
1 | Οὐχὶ παρ’ Εὐρώτᾳ μόνον ἀνέρες εἰσὶ μαχηταί, οὐδὲ παρ’ Ἰλισῷ μνάμονές εἰσι δίκας· ὡς ἀπὸ τᾶς Σπάρτας, ὡς αὐτᾶς ἀστὸν Ἀθάνας Συνέσιον Νίκα καὶ Θέμις ἠγάσατο. | |
AG.16.39(p1) | ΑΡΑΒΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Νεῖλος, Περσίς, Ἴβηρ, Σόλυμοι, Δύσις, Ἀρμενίς, Ἰνδοὶ καὶ Κόλχοι σκοπέλων ἐγγύθι Καυκασίων καὶ πεδία ζείοντα πολυσπερέων Ἀγαρηνῶν Λογγίνου ταχινῶν μάρτυρές εἰσι πόνων· | |
5 | ὡς δὲ ταχὺς βασιλῆι διάκτορος ἦεν ὁδεύων, | |
καὶ ταχὺς εἰρήνην ὤπασε κευθομένην. | 324 in vol. 4 | |
AG.16.40(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Γείτονες οὐ Τρισσαὶ μοῦνον Τύχαι ἔπρεπον εἶναι, Κρίσπε, βαθυπλούτου σῆς ἕνεκεν κραδίης, ἀλλὰ καὶ αἱ πάντων πᾶσαι. τί γὰρ ἀνδρὶ τοσῷδε ἀρκέσει εἰς ἑτάρων μυρίον εὐσοΐην; | |
5 | νῦν δέ σε καὶ τούτων κρέσσων ἐπὶ μείζον’ ἀέξοι Καῖσαρ. τίς κείνου χωρὶς ἄρηρε τύχη; | |
AG.16.41(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα, ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ εἰκόνι χῶρον ἔχῃ γείτονα κοιρανίης. | |
5 | αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου πλοῦτον ἀεξήσας, ἀλλὰ μετ’ εὐσεβίης. εὔγνωμον τὸ πόνημα. τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι, εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην; | |
AG.16.42 | Τὸν μέγαν ἐν βουλαῖς Θεοδόσιον, Ἀσίδος ἀρχόν, εἰκόνι μαρμαρέῃ στήσαμεν ἀνθύπατον, οὕνεκα Σμύρναν ἔγειρε καὶ ἤγαγεν ἐς φάος αὖθις | |
ἔργοις θαυμασίοις πολλὸν ἀειδομένην. | 326 in vol. 4 | |
AG.16.43 | Δαμόχαρι κλυτόμητι, δικασπόλε, σοὶ τόδε κῦδος, ὅττι γε τὴν Σμύρναν μετὰ λοίγια πήματα σεισμοῦ ἐσσυμένως πονέων αὖθις πόλιν ἐξετέλεσσας. | |
AG.16.44 | Πᾶσα φύσις, βασίλεια, τεὸν κράτος αἰὲν ἀείδει, οὕνεκα δυσμενέων στίχας ὤλεσας, οὕνεκα φέγγος ἀνδράσι σωφρονέουσι κακὴν μετὰ δῆριν ἀνῆψας, ἱππολύτης δ’ ἐκέδασσας ὁμόγνια πήματα χάρμης. | |
AG.16.45 | Ῥητῆρες Θεόδωρον ἐμέλλομεν εἰς ἓν ἰόντες χρυσείαις γραφίδεσσιν ἀειμνήστοισι γεραίρειν, εἰ μὴ χρυσὸν ἔφευγε καὶ ἐν γραφίδεσσιν ἐόντα. | |
AG.16.46 | Νικήταν δορίτολμον ἄναξ, στρατός, ἄστεα, δῆμος στῆσαν ὑπὲρ μεγάλων Μηδοφόνων καμάτων. | |
AG.16.47 | Τὸν μέγαν ἐν πολέμοισι, τὸν ἄτρομον ἡγεμονῆα, | |
Νικήταν ἀρετῶν εἵνεκεν οἱ Πράσινοι. | 328 in vol. 4 | |
AG.16.48 | Πρόκλος ἐγὼ Παύλου Βυζάντιος, ὃν περὶ δῶμα τηλεθάοντα Δίκης βασιλήιος ἥρπασεν αὐλή, ὄφρ’ εἴην στόμα πιστὸν ἐρισθενέος βασιλῆος. ἀγγέλλει δ’ ὅδε χαλκός, ὅσον γέρας ἐστὶν ἀέθλων. | |
5 | καὶ τὰ μὲν εἴκελα πάντα καὶ υἱέι καὶ γενετῆρι, ἐν δ’ ὑπάτων ῥάβδοισι πάις νίκησε τοκῆα. | |
AG.16.49(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Θαύμασε τὸν Κινύρην ὁ πάλαι χρόνος ἢ Φρύγας ἄμφω, σὸν δέ, Λέων, ἡμεῖς κάλλος ἀεισόμεθα, Κερκαφίδη περίβωτε· μακαρτάτη ἔστ’ ἄρα νήσων καὶ Ῥόδος, ἣ τοίῳ λάμπεται ἠελίῳ. | |
AG.16.50(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εἰ τοιόσδε Λέων λάχεν ἀντίος Ἡρακλῆι, οὐκ ἦν Ἀλκείδεω τοῦτο τὸ δωδέκατον. | |
AG.16.51(p1) | ΜΑΚΕΔΟΝΙΟΥ ΥΠΑΤΟΥ | |
1 | Τῷ ξοάνῳ τὸν παῖδα Θυώνιχον, οὐχ ἵνα λεύσσῃς, ὡς καλὸς ἐν τῇδε μνάματος ἀγλαΐᾳ, ἀλλ’ ἵνα σοὶ τὸν ἄεθλον, ὃν ἐξεπόνησε, μαθόντι, ὠγαθέ, τᾶς αὐτᾶς ζᾶλος ἔοι μανίας. | |
5 | οὗτος ὁ μὴ κλίνας καμάτῳ πόδα, πάντα δ’ ἀγῶνι | |
ἅλικα νικήσας, ὁπλότερον, πρότερον. | 330 in vol. 4 | |
AG.16.52(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἴσως με λεύσσων, ξεῖνε, ταυρογάστορα καὶ στερρόγυιον ὡς Ἄτλαντα δεύτερον θαμβεῖς ἀπιστῶν, εἰ βρότειος ἡ φύσις· ἀλλ’ ἴσθι μ’ Ἡρᾶν Λαδικῆα πάμμαχον, | |
5 | ὃν Σμύρνα καὶ δρῦς Περγάμου κατέστεφεν, Δελφοί, Κόρινθος, Ἦλις, Ἄργος, Ἄκτιον· λοιπῶν δ’ ἀέθλων ἢν ἐρευνήσῃς κράτος, καὶ τὴν Λίβυσσαν ἐξαριθμήσεις κόνιν. | |
AG.16.53(p1) | ΑΔΗΛΟΝ | |
1 | Λᾴδας τὸ στάδιον εἴθ’ ἥλατο, εἴτε διέπτη, οὐδὲ φράσαι δυνατόν· δαιμόνιον τὸ τάχος. | |
AG.16.54 | Οἷος ἔης φεύγων τὸν ὑπήνεμον, ἔμπνοε Λᾴδα, Θῦμον, ἐπ’ ἀκροτάτῳ νεύματι θεὶς ὄνυχα, τοῖον ἐχάλκευσέν σε Μύρων ἐπὶ παντὶ χαράξας σώματι Πισαίου προσδοκίην στεφάνου. | |
5 | πλήρης ἐλπίδος ἐστίν, ἄκροις δ’ ἐπὶ χείλεσιν ἄσθμα ἐμφαίνει κοίλων ἔνδοθεν ἐκ λαγόνων. πηδήσει τάχα χαλκὸς ἐπὶ στέφος, οὐδὲ καθέξει | |
ἁ βάσις. ὢ τέχνη πνεύματος ὠκυτέρα. | 332 in vol. 4 | |
AG.16.55(p1) | ΤΡΩΙΛΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Εἰκών, τίς ς’ ἀνέθηκε, τίνος χάριν ἢ τίνι, λέξον. — „Ἀντὶ παλαισμοσύνης θῆκε Λύρωνι πόλις.“ | |
AG.16.56 | Ταύτην Εὐσεβίῳ Βυζαντιὰς εἰκόνα Ῥώμη πρὸς δισσαῖς ἑτέραις εἵνεκεν ἱπποσύνης. οὐ γὰρ ὅ γ’ ἀμφήριστον ἑλὼν ἐστέψατο νίκην, ἀλλὰ πολὺ κρατέων ποσσὶ καὶ ἠνορέῃ. | |
5 | τοὔνεκεν ἀντιβίων ἔριν ἔσβεσεν, ἀλλὰ καὶ αὐτὴν δήμου τὴν προτέρην παῦσε διχοστασίην. | |
AG.16.57(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ἔκφρονα τὴν βάκχην οὐχ ἡ φύσις, ἀλλ’ ἡ τέχνη θήκατο καὶ μανίην ἐγκατέμιξε λίθῳ. | |
AG.16.58 | Ἴσχετε τὴν βάκχην, μὴ λαϊνέη περ ἐοῦσα οὐδὸν ὑπερθεμένη νηὸν ὑπεκπροφύγῃ. | |
AG.16.59(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαι βάκχην αἰδομένην στήσατο λαοτύπος. οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσῃ· | |
„Ἔξιτε, καὶ παταγῶ μηδενὸς ἱσταμένου.“ | 334 in vol. 4 | |
AG.16.60(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Τίς ἅδε; —„Βάκχα.“ —Τίς δέ νιν ξέσε; —„Σκόπας.“ — Τίς δ’ ἐξέμηνε, Βάκχος ἢ Σκόπας; —„Σκόπας.“ | |
AG.16.61(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Ἀντολίαι, δύσιες κόσμου μέτρα· καὶ τὰ Νέρωνος ἔργα δι’ ἀμφοτέρων ἵκετο γῆς περάτων. Ἥλιος Ἀρμενίην ἀνιὼν ὑπὸ χερσὶ δαμεῖσαν κείνου, Γερμανίην δ’ εἶδε κατερχόμενος. | |
5 | δισσὸν ἀειδέσθω πολέμου κράτος· οἶδεν Ἀράξης καὶ Ῥῆνος δούλοις ἔθνεσι πινόμενοι. | |
AG.16.62 | Ταῦτά σοι, ὦ βασιλεῦ Μηδοκτόνε, δῶρα κομίζει σῆς Ῥώμης γενέτης καὶ πάις Εὐστάθιος, πῶλον ὑπὲρ νίκης, Νίκην στεφανηφόρον ἄλλην, καὶ σὲ μετηνεμίῳ πώλῳ ἐφεζόμενον. | |
5 | ὑψός’, Ἰουστινιανέ, τεὸν κράτος· ἐν χθονὶ δ’ αἰεὶ δεσμὸς ἔχοι Μήδων καὶ Σκυθέων προμάχους. | |
AG.16.63 | Πῶλον ὁμοῦ καὶ ἄνακτα καὶ ὀλλυμένην Βαβυλῶνα χαλκὸς ἀπὸ σκύλων ἔπλασεν Ἀσσυρίων. ἔστι δ’ Ἰουστινιανός, ὃν ἀντολίης ζυγὸν ἕλκων | |
στῆσεν Ἰουλιανὸς μάρτυρα μηδοφόνον. | 336 in vol. 4 | |
AG.16.64 | Τοῦτο παρ’ αἰγιαλοῖσιν ἐγὼ Θεόδωρος ὕπαρχος στῆσα φαεινὸν ἄγαλμα Ἰουστίνῳ βασιλῆι, ὄφρα καὶ ἐν λιμένεσσιν ἑὴν πετάσειε γαλήνην. | |
AG.16.65 | Ἔκθορες ἀντολίηθε, φαεσφόρος ἥλιος ἄλλος, Θευδόσιε, θνητοῖσι, πόλου μέσον, ἠπιόθυμε, Ὠκεανὸν παρὰ ποσσὶν ἔχων μετ’ ἀπείρονα γαῖαν, πάντοθεν αἰγλήεις, κεκορυθμένος, ἀγλαὸν ἵππον | |
5 | ῥηιδίως, μεγάθυμε, καὶ ἐσσύμενον κατερύκων. | |
AG.16.66 | Τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειαν εἰν ἑνὶ κοσμήσας ἄνθετο Καλλιάδης. | |
AG.16.67 | Ἱμερτὴ Φιδάλεια δάμαρ Βύζαντος ἐτύχθην· εἰμὶ δὲ Βουπάλεως δῶρον ἀεθλοσύνης. | |
AG.16.68(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Κύπριδος ἅδ’ εἰκών· φέρ’ ἰδώμεθα, μὴ Βερενίκας· | |
διστάζω, ποτέρᾳ φῇ τις ὁμοιοτέραν. | 338 in vol. 4 | |
AG.16.69 | Ζήνωνα πτολίαρχος Ἰουλιανὸς βασιλῆα. Ζήνωνος παράκοιτιν Ἰουλιανὸς Ἀριάδνην. | |
AG.16.70 | Οἶκον Ἄναξ Ἑλικῶνος ἀνηβήσαντα νοήσας κυδαλίμοις καμάτοισιν Ἰουλιανοῦ πολιάρχου, Πιερικῶν προπάροιθε δόμων παγχρύσεος ἔστη. | |
AG.16.71 | Κῦδος Ἰουλιανοῦ παναοίδιμον, ὃς μετὰ κόσμον Πιερίδων χρυσέην στῆσεν Ἀναστασίου. | |
AG.16.72 | Ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσων ὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον· ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης· | |
5 | τὸν δ’ ὑπὲρ εὐνομίας ἐριθηλέος ἐνθάδε τοῦτον ἐξ ὑπάτου μίτρης στῆσεν ἄνασσα πόλις. ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἔμμορε Ῥώμα, | |
θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα. | 340 in vol. 4 | |
AG.16.73 | Οὗτος ὁ κοσμήσας ὑπάτων θρόνον, ὃν τρισέπαρχον καὶ πατέρα βασιλῆες ἑὸν καλέσαντο μέγιστοι, χρύσεος ἕστηκεν Αὐρηλιανός· τὸ δὲ ἔργον τῆς βουλῆς, ἧς αὐτὸς ἑκὼν κατέπαυσεν ἀνίας. | |
AG.16.74 | Μῖξον μειλιχίῃ βαιὸν φόβον, ὅττι καὶ αὐτὴ βομβήεσσα μέλισσα κορύσσεται ὀξέι κέντρῳ. οὐ γὰρ ἄτερ μάστιγος ἰθύνεται ἵππος ἀγήνωρ· οὐδὲ συῶν ἀγέλη ἐπιπείθεται ἀνδρὶ νομῆι, | |
5 | πρὶν καὶ ἐριγδούποιο καλαύροπος ἦχον ἀκούσῃ. | |
AG.16.75(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Ζηνὶ καὶ Ἀπόλλωνι καὶ Ἄρεϊ τέκνον ἀνάκτων εἴκελον, εὐκταίη μητέρος εὐτοκίη, πάντα τοι ἐκ Μοιρέων βασιλήια, πάντα τέλεια ἦλθεν· ἐποιήθης δ’ ἔργον ἀοιδοπόλων. | |
5 | Ζεὺς σκῆπτρον βασίλειον, Ἄρης δόρυ, καλλοσύνην δὲ Φοῖβος ἔχει· παρὰ σοὶ δ’ ἀθρόα πάντα, Κότυ. | |
AG.16.76(p1) | 〈ΣΥΝΕΣΙΟΥ ΦΙΛΟΣΟΦΟΥ〉 | |
1 | Οἱ τρεῖς Τυνδαρίδαι, Κάστωρ, Ἑλένη, Πολυδεύκης. | 342 in vol. 4 |
AG.16.77(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Ὄμματα μὲν κούρης μόλις ἡ γραφίς, οὔτε δὲ χαίτην οὔτε σέλας χροιῆς ἄκρον ἀπεπλάσατο. εἴ τις μαρμαρυγὴν δύναται Φαεθοντίδα γράψαι, μαρμαρυγὴν γράψει καὶ Θεοδωριάδα. | |
AG.16.78 | Βάσκανος ἡ γραφίς ἐσσι καὶ εἰσορόωσι μεγαίρεις χρύσεα κεκρυφάλοις βόστρυχα κρυψαμένη. εἰ δ’ ὑπάτης κεφαλῆς ὑπάτην χάριν εἰκόνι κεύθεις, οὐδ’ ἐπὶ τῷ λοιπῷ κάλλεϊ πίστιν ἔχεις. | |
5 | πᾶσα γραφὶς μορφῇσι χαρίζεται, ἀλλὰ σὺ μούνη τῆς Θεοδωριάδος κλέψας ἀπ’ ἀγλαΐας. | |
AG.16.79(p1) | ΣΥΝΕΣΙΟΥ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Τῆς χρυσῆς εἰκὼν ἢ Κύπριδος ἢ Στρατονίκης. | |
AG.16.80(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης ὠνητὴν φιλίην πᾶσι χαριζομένη· εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ’ ἔρωτος οἰστρηθεὶς Θωμᾶς τῇδ’ ἔθετο γραφίδι | |
5 | δεικνύς, ὅσσον ἔχει πόθον ἐν φρεσίν· ἶσα γὰρ αὐτῷ | |
κηρῷ τηκομένῳ τήκεται ἡ κραδίη. | 344 in vol. 4 | |
AG.16.81(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἢ θεὸς ἦλθ’ ἐπὶ γῆν ἐξ οὐρανοῦ εἰκόνα δείξων, Φειδία, ἢ σύ γ’ ἔβης τὸν θεὸν ὀψόμενος. | |
AG.16.82(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα Χάρης ἐποίει πήχεων ὁ Λίνδιος. | |
AG.16.83 | Αἶαν, Τιμομάχου πλέον ἢ πατρός, ἥρπασε τέχνα τὴν φύσιν. ὁ γράψας εἶδέ σε μαινόμενον, καὶ συνελυσσήθη χεὶρ ἀνέρι, καὶ τὰ κεραστὰ δάκρυα τοὺς λύπης πάντας ἔμιξε πόνους. | |
AG.16.84 | Οὐκ ἀδαὴς ἔγραψε Κίμων τάδε· παντὶ δ’ ἐπ’ ἔργῳ μῶμος, ὃν οὐδ’ ἥρως Δαίδαλος ἐξέφυγεν. | |
AG.16.85 | Ἁ τέχνα τὸν ἔλεγχον ἀπώλεσεν· οὐδὲ γὰρ αὐτὰ | |
μανῦσαι δύναται, τῷ πόρε τὰν κεφαλάν. | 346 in vol. 4 | |
AG.16.86 | Τοὐμπρασιῇ φύλακος μακρὰν ἀποτῆλε φύλαξαι. τοῖος, ὁκοῖον ὁρᾷς, ὦ παρ’ ἔμ’ ἐρχόμενε, σύκινος, οὐ ῥίνῃ πεπονημένος οὐδ’ ἀπὸ μίλτου, ἀλλ’ ἀπὸ ποιμενικῆς αὐτομαθοῦς ξοΐδος. | |
5 | ἀχρείως γέλασόν με, τὰ δ’ Εὐκλείους πεφύλαξο σίνεσθαι, μὴ καὶ σαρδάνιον γελάσῃς. | |
AG.16.87(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Τέχνης πυρσὸν ὄπασσα φερέσβιον, ἐκ δ’ ἄρα τέχνης καὶ πυρὸς ἀλλήκτου πήματος ὄψιν ἔχω. ἦ μερόπων ἀχάριστον ἀεὶ γένος, εἴ γε Προμηθεὺς ἀντ’ εὐεργεσίης ταῦθ’ ὑπὸ χαλκοτύπων. | |
AG.16.88(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Χαλκὸν μὲν καλέεσκεν ἀτειρέα βίβλος Ὁμήρου· ἀλλά μιν ὁ πλάστης δεῖξεν ἐλεγχομένην. δεῦρ’ ἴδε γὰρ στενάχοντα Προμηθέα, δεῦρ’ ἴδε χαλκοῦ τειρομένου σπλάγχνων ἐκ μυχάτων ὀδύνας. | |
5 | Ἥρακλες, νεμέσησον, ἐπεὶ μετὰ σεῖο φαρέτρην | |
Ἰαπετιονίδης ἄλγος ἄπαυστον ἔχει. | 348 in vol. 4 | |
AG.16.89(p1) | ΓΑΛΛΟΥ | |
1 | Οὗτος ὁ πρὶν μακάρεσσι συνέστιος, οὗτος ὁ νηδὺν πολλάκι νεκταρέου πλησάμενος πόματος, νῦν λιβάδος θνητῆς ἱμείρεται· ἡ φθονερὴ δὲ κρᾶσις ἀεὶ χείλευς ἐστὶ ταπεινοτέρη. | |
5 | „Πῖνε,“ λέγει τὸ τόρευμα, „καὶ ὄργια μάνθανε σιγῆς· οἱ γλώσσῃ προπετεῖς ταῦτα κολαζόμεθα.“ | |
AG.16.90 | Θλῖβε δρακοντείους περιμήκεας, ὄβριμε, δειράς, Ἥρακλες, δακέτων ἄγχε βαθεῖς φάρυγας. ἐξέτι νηπιάχοιο χόλον ζηλήμονος Ἥρης ἄμπαυσον· μοχθεῖν γνῶθι καὶ ἐκ βρέφεος. | |
5 | οὐ γάρ σοι κρητὴρ χαλκήλατος οὐδὲ λέβητες, ἀλλ’ ὁδὸς εἰς αὐλὴν Ζηνὸς ἔπαθλον ἔφυ. | |
AG.16.91 | Δέρκεο, μυριόμοχθε, τεούς, Ἥρακλες, ἀγῶνας, οὓς τλὰς ἀθανάτων οἶκον Ὄλυμπον ἔβης· Γηρυόνην, κλυτὰ μῆλα, μέγαν πόνον Αὐγείαο, πώλους, Ἱππολύτην, πουλυκάρηνον ὄφιν, | |
5 | κάπρον, θωυκτῆρα Χάους κύνα, θῆρα Νεμείης, οἰωνούς, ταῦρον, Μαιναλίην ἔλαφον. νῦν δὲ κατ’ ἄκρα πόληος ἀπορθήτοιο βεβηκὼς | |
Περγαμίης μεγάλους ῥύεο Τηλεφίδας. | 350 in vol. 4 | |
AG.16.92 | Πρῶτα μὲν ἐν Νεμέῃ βριαρὸν κατέπεφνε λέοντα· δεύτερον ἐν Λέρνῃ πολυαύχενον ὤλεσεν ὕδρην· τὸ τρίτον αὖτ’ ἐπὶ τοῖς Ἐρυμάνθιον ἔκτανε κάπρον· χρυσόκερων ἔλαφον μετὰ ταῦτ’ ἤγρευσε τέταρτον· | |
5 | πέμπτον δ’ ὄρνιθας Στυμφηλίδας ἐξεδίωξεν· ἕκτον Ἀμαζονίδος κόμισε ζωστῆρα φαεινόν· ἕβδομον Αὐγείου πολλὴν κόπρον ἐξεκάθηρεν· ὄγδοον ἐκ Κρήτηθε πυρίπνοον ἤλασε ταῦρον· εἴνατον ἐκ Θρῄκης Διομήδεος ἤγαγεν ἵππους· | |
10 | Γηρυόνου δέκατον βόας ἤγαγεν ἐξ Ἐρυθείης· Κέρβερον ἑνδέκατον κύν’ ἀνήγαγεν ἐξ Ἀίδαο· δωδέκατον δ’ ἐκόμισσεν ἐς Ἑλλάδα χρύσεα μῆλα· τὸ τρισκαιδέκατον τοῖον λυγρὸν ἔσχεν ἄεθλον· μουνονυχὶ πεντήκοντα ξυνελέξατο κούραις. | |
AG.16.93(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ὤλεσα τὸν Νεμέας θῆρ’ ἄπλετον, ὤλεσα δ’ ὕδρην καὶ ταῦρον, κάπρου δ’ ἀμφετίναξα γένυν· ζωστῆρ’ ἑλκύσσας πώλους Διομήδεος εἷλον· χρύσεα μῆλα κλάσας Γηρυόνην ἔλαβον· | |
5 | Αὐγείας μ’ ἐδάη· κεμὰς οὐ φύγεν· ἔκτανον ὄρνις· | |
Κέρβερον ἠγαγόμην· αὐτὸς Ὄλυμπον ἔχω. | 352 in vol. 4 | |
AG.16.94(p1) | ΑΡΧΙΟΥ | |
1 | Μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντος πτήσσετε. ληινόμοι γειαρόται Νεμέης· ἦ γὰρ ὑφ’ Ἡρακλῆος ἀριστάθλοιο δέδουπεν αὐχένα θηροφόνοις ἀγχόμενος παλάμαις. | |
5 | ποίμνας ἐξελάσασθε· πάλιν μυκηθμὸν ἀκούοι Ἠχώ, ἐρημαίης ἐνναέτειρα νάπης. καὶ σύ, λεοντόχλαινε, πάλιν θωρήσσεο ῥινῷ Ἥρης πρηΰνων μισονόθοιο χόλον. | |
AG.16.95(p1) | ΔΑΜΑΓΗΤΟΥ | |
1 | Ἐκ Νεμέας ὁ λέων, ἀτὰρ ὁ ξένος Ἀργόθεν αἷμα, πολλὸν ὁ μὲν θηρῶν μεῖζον, ὁ δ’ ἡμιθέων. ἔρχονται δ’ ἐς ἀγῶνα καταντίον ὄμμα βαλόντες λοξὸν ὑπὲρ ζωᾶς καὶ βιοτᾶς σφετέρας. | |
5 | Ζεῦ πάτερ, ἀλλ’ εἴη τὸν ἀπ’ Ἄργεος ἀνέρα νικᾶν, ἐμβατὸς ὡς αὖ τοι καὶ Νεμέα τελέθοι. | |
AG.16.96 | Τί πρῶτον, τί δ’ ἔπειτα φρεσίν, τί δὲ λοίσθιον ὄσσοις θαυμάσσω τέχνης ἀνέρος ἠδ’ ἐλάφου; ὧν ὁ μὲν ἰξύι θηρὸς ἐπεμβεβαὼς γόνυ βρίθει εὐπτόρθων παλάμαις δραξάμενος κεράων· | |
5 | ἡ δ’ ὑπὸ χάσματι πολλὰ καὶ ἄσθματι φυσιόωσα γλώσσῃ σημαίνει θλιβομένην κραδίην. Ἥρακλες, γήθησον, ὅλη κεμὰς ἥδε τέθηλεν | |
οὐ κέρασιν μούνοις, ἀλλὰ τέχνῃ χρυσέη. | 354 in vol. 4 | |
AG.16.97 | Χαλκὸν ἀποιμώζοντα τίς ἔπλασε; τίς δ’ ὑπὸ τέχνας καὶ πόνον ἐν μορφᾷ καὶ θράσος εἰργάσατο; ἔμψυχον τὸ πλάσμα· καὶ οἰκτείρω μογέοντα καὶ φρίττω κρατερὸν τὸν θρασὺν Ἡρακλέην. | |
5 | Ἀνταῖον γὰρ ἔχει πεπονημένον ἐκ παλαμάων· ἰδνωθεὶς δὲ δοκεῖ καὶ στοναχὰν ἱέναι. | |
AG.16.98 | Οὗτος ὁ νῦν ὕπνῳ βεβαρημένος ἠδὲ κυπέλλῳ Κενταύρους νήφων οἰνοβαρεῖς ὄλεσεν. | |
AG.16.99 | Οὗτος ὁ πανδαμάτωρ, ὁ παρ’ ἀνδράσι δωδεκάεθλος μελπόμενος κρατερῆς εἵνεκεν ἠνορέης οἰνοβαρὴς μετὰ δαῖτα μεθυσφαλὲς ἴχνος ἑλίσσει νικηθεὶς ἁπαλῷ λυσιμελεῖ Βρομίῳ. | |
AG.16.100 | Χαίτην καὶ ῥόπαλον καὶ ἐν ὀφθαλμοῖσιν ἀταρβῆ θυμὸν ὁρῶν βλοσυρόν τ’ ἀνδρὸς ἐπισκύνιον ζήτει δέρμα λέοντος ἐπ’ εἰκόνι· κἢν μὲν ἐφεύρῃς, | |
Ἡρακλέης, εἰ δ’ οὔ, Λυσιμάχοιο πίναξ. | 356 in vol. 4 | |
AG.16.101 | Οἵῳ Θειοδάμας πρὶν ὑπήντεεν Ἡρακλῆι, τοῖον ὁ τεχνίτης τὸν Διὸς εἰργάσατο βοῦν ἀρότην ἕλκοντα καὶ ἀντανύοντα κορύνην· ἀλλ’ οὐ τὴν ὀλοὴν γράψε βοοσφαγίην. | |
5 | ναὶ τάχα Θειοδάμαντι γοήμονα χείλεσι φωνὴν ἥρμοσεν, ἧς ἀίων φείδεται Ἡρακλέης. | |
AG.16.102 | Οἷον καὶ Κρονίδης ἔσπειρέ σε τῇ τρισελήνῳ νυκτὶ καὶ Εὐρυσθεὺς εἶδεν ἀεθλοφόρον κἠκ πυρὸς εἰς Οὔλυμπον ἐκώμασας, ὦ βαρύμοχθε Ἀλκείδη, τοίην εἰκόνα σου βλέπομεν. | |
5 | Ἀλκμήνης δ’ ὠδῖνας ἔχει λίθος· αἱ δὲ μεγαυχεῖς Θῆβαι νῦν μύθων εἰσὶν ἀπιστότεραι. | |
AG.16.103(p1) | ΓΕΜΙΝΟΥ | |
1 | Ἥρακλες, ποῦ σοι πτόρθος μέγας ἥ τε Νέμειος χλαῖνα καὶ ἡ τόξων ἔμπλεος ἰοδόκη; ποῦ σοβαρὸν βρίμημα; τί ς’ ἔπλασεν ὧδε κατηφῆ Λύσιππος χαλκῷ τ’ ἐγκατέμιξ’ ὀδύνην; | |
5 | ἄχθῃ γυμνωθεὶς ὅπλων σέο. τίς δέ ς’ ἔπερσεν; — | |
„Ὁ πτερόεις, ὄντως εἷς βαρὺς ἆθλος, Ἔρως.“ | 358 in vol. 4 | |
AG.16.104(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ἥρη τοῦτ’ ἄρα λοιπὸν ἐβούλετο πᾶσιν ἐπ’ ἄθλοις ὅπλων γυμνὸν ἰδεῖν τὸν θρασὺν Ἡρακλέα. ποῦ χλαίνωμα λέοντος ὅ τ’ εὐροίζητος ἐπ’ ὤμοις ἰὸς καὶ βαρύπους ὄζος ὁ θηρολέτης; | |
5 | πάντα ς’ Ἔρως ἀπέδυσε· καὶ οὐ ξένον, εἰ Δία κύκνον ποιήσας ὅπλων νοσφίσαθ’ Ἡρακλέα. | |
AG.16.105 | Θαῦμα τέχνης ταύρου τε καὶ ἀνέρος, ὧν ὁ μὲν ἀλκᾷ θῆρα βίῃ βρίθει γυῖα τιταινόμενος· ἶνας δ’ αὐχενίους γνάμπτων παλάμῃσιν ἔμαρψε, λαιῇ μυκτῆρας, δεξιτερῇ δὲ κέρας, | |
5 | ἀστραγάλους δ’ ἐλέλιξε· καὶ αὐχένα θὴρ ὑπὸ χερσὶν δαμνάμενος κρατεραῖς ὤκλασεν εἰς ὀπίσω. ἔστι δ’ ὀίσασθαι τέχνης ὕπο τῷδ’ ἐνὶ χαλκῷ θῆρα μὲν ἐμπνείειν, ἄνδρα δ’ ἱδρῶτι ῥέειν. | |
AG.16.106 | Εἰ τοῖος Θήβης Καπανεὺς ἐπεμήνατο πύργοις ἄμβασιν ἠερίην κλίμακι μησάμενος, εἷλεν ἂν ἄστυ βίῃ καὶ ὑπὲρ μόρον· αἴδετο γάρ ῥα | |
καὶ σκηπτὸς Κρονίδου τοῖον ἑλεῖν πρόμαχον. | 360 in vol. 4 | |
AG.16.107(p1) | ΙΟΥΛΙΑΝΟΥ | |
1 | Ἴκαρε, κηρὸς μέν σε διώλεσε· νῦν δέ σε κηρῷ ἤγαγεν εἰς μορφὴν αὖθις ὁ χαλκοτύπος. ἀλλά γε μὴ πτερὰ πάλλε κατ’ ἠέρα, μὴ τὸ λοετρὸν ἠερόθεν πίπτων Ἰκάριον τελέσῃς. | |
AG.16.108(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἴκαρε, χαλκὸς ἐὼν μιμνῄσκεο· μηδέ σε τέχνη μηδ’ ἀπάφῃ πτερύγων ζεῦγος ἐπωμάδιον. εἰ γὰρ ζωὸς ἐὼν πέσες ἐν πελάγεσσι θαλάσσης, πῶς ἐθέλεις πτῆναι χάλκεον εἶδος ἔχων; | |
AG.16.109(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἱππόλυτος τῆς γρηὸς ἐπ’ οὔατι νηλέα μῦθον φθέγγεται· ἀλλ’ ἡμεῖς οὐ δυνάμεσθα κλύειν· ὅσσον δ’ ἐκ βλεφάροιο μεμηνότος ἔστι νοῆσαι, ὅττι παρεγγυάᾳ μηκέτ’ ἄθεσμα λέγειν. | |
AG.16.110(p1) | ΦΙΛΟΣΤΡΑΤΟΥ | |
1 | Οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶν Τήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν, Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον· οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος, | |
5 | νῦν ὀλοὸν μηρῷ κεύθων βάρος οἷα λιπόπνους τήκεται ἐμψύχῳ σαρκὶ συνελκόμενος. οὗ καὶ τειρομένοιο περιπτώσσοντες Ἀχαιοὶ | |
φύρδην Τευθρανίας νεῦνται ἀπ’ ἠιόνος. | 362 in vol. 4 | |
AG.16.111(p1) | ΓΛΑΥΚΟΥ | |
1 | Καὶ τὸν ἀπὸ Τρηχῖνος ἰδὼν πολυώδυνον ἥρω τόνδε Φιλοκτήτην ἔγραφε Παρράσιος· ἔν τε γὰρ ὀφθαλμοῖς ἐσκληκόσι κωφὸν ὑποικεῖ δάκρυ, καὶ ὁ τρύχων ἐντὸς ἔνεστι πόνος. | |
5 | ζῳογράφων ὦ λῷστε, σὺ μὲν σοφός, ἀλλ’ ἀναπαῦσαι ἄνδρα πόνων ἤδη τὸν πολύμοχθον ἔδει. | |
AG.16.112 | Ἐχθρὸς ὑπὲρ Δαναοὺς πλάστης ἐμός, ἄλλος Ὀδυσσεύς, ὅς μ’ ἔμνησε κακῆς οὐλομένης τε νόσου. οὐκ ἤρκει πέτρη, τρῦχος, λύθρον, ἕλκος, ἀνίη, ἀλλὰ καὶ ἐν χαλκῷ τὸν πόνον εἰργάσατο. | |
AG.16.113(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Οἶδα Φιλοκτήτην ὁρόων, ὅτι πᾶσι φαείνει ἄλγος ἑὸν καὶ τοῖς τηλόθι δερκομένοις. ἄγρια μὲν κομόωσαν ἔχει τρίχα· δεῦρ’ ἴδε κόρσης χαίτην τρηχαλέοις χρώμασιν αὐαλέην· | |
5 | δέρμα κατεσκληκὸς δὲ φέρει καὶ ῥικνὸν ἰδέσθαι καὶ τάχα καρφαλέον χερσὶν ἐφαπτομέναις· δάκρυα δὲ ξηροῖσιν ὑπὸ βλεφάροισι παγέντα ἵσταται, ἀγρύπνου σῆμα δυηπαθίης. | |
AG.16.114(p1) | ΚΟΣΜΑ | |
1 | Πύρρος ἐγώ· σπεύδω δὲ πατρὸς χάριν· ἡ δὲ κυνῶπις | |
Παλλάδα κικλήσκει γνωτὸν ἔχουσα Πάριν. | 364 in vol. 4 | |
AG.16.115 | Ἀνδρόθεν ἐκκέχυθ’ ἵππος· ἀνέδραμε δ’ ἱππόθεν ἀνήρ, ἀνὴρ νόσφι ποδῶν, κεφαλῆς δ’ ἄτερ αἰόλος ἵππος· ἵππος ἐρεύγεται ἄνδρα, ἀνὴρ δ’ ἀποπέρδεται ἵππον. | |
AG.16.116(p1) | ΕΥΟΔΟΥ | |
1 | Ἵππος ἔην ἀκάρηνος, ἀνὴρ δ’ ἀτέλεστος ἔκειτο, ὅν γε Φύσις παίζουσα θοῷ ἐνεκέντρισεν ἵππῳ. | |
AG.16.117(p1) | ΚΟΡΝΗΛΙΟΥ | |
1 | Οὐ σέ, μάκαρ Κυνέγειρ’, ὡς τὸν Κυνέγειρον ἔγραψε Φᾶσις, ἐπεὶ βριαραῖς ἄνθετο σὺν παλάμαις· ἀλλὰ σοφός τις ἔην ὁ ζωγράφος, οὐδέ σε χειρῶν νόσφισε, τὸν χειρῶν οὕνεκεν ἀθάνατον. | |
AG.16.118(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Μηδοφόνους μὲν χεῖρας ὑπὲρ γαμψοῖο κορύμβου ναὸς ἀπορνυμένης ἐξέταμον κοπίδες, ἁνίκα που, Κυνέγειρε, φυγάς ποτε φορτὶς ἐκείνα ὥσπερ ἀπ’ εὐναίας εἴχετο σᾶς παλάμας. | |
5 | ἀλλὰ καὶ ὣς ἀπρὶξ δόρυ νήιον ἀμφιδακοῦσαι ἄπνοον ὡμάρτευν τάρβος Ἀχαιμενίοις· καὶ τὰς μέν τις ἀνὴρ ἕλε βάρβαρος· ἁ δέ γε χειρῶν | |
νίκα Μοψοπίοις μίμνε παρ’ ἐνναέταις. | 366 in vol. 4 | |
AG.16.119(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ, δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ, ὃν κατ’ Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶ Πέρσαι· συγγνώμη βουσὶ λέοντα φυγεῖν. | |
AG.16.120(p1) | ΑΡΧΕΛΑΟΥ, οἱ δὲ ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν Λύσιππος· τίν’ ὁδὶ χαλκὸς ἔχει δύναμιν. αὐδάσοντι δ’ ἔοικεν ὁ χάλκεος ἐς Δία λεύσσων· „Γᾶν ὑπ’ ἐμοὶ τίθεμαι, Ζεῦ, σὺ δ’ Ὄλυμπον ἔχε.“ | |
AG.16.121(p1) | ΑΔΗΛΟΝ | |
1 | Αὐτὸν Ἀλέξανδρον τεκμαίρεο· ὧδε τὰ κείνου ὄμματα καὶ ζωὸν θάρσος ὁ χαλκὸς ἔχει, ὃς μόνος, ἣν ἐφορῶσιν ἀπ’ αἰθέρος αἱ Διὸς αὐγαί, πᾶσαν Πελλαίῳ γῆν ὑπέταξε θρόνῳ. | |
AG.16.122 | Τοῦτον Ἀλέξανδρον, μεγαλήτορος υἷα Φιλίππου, δέρκεαι ἀρτιλόχευτον, Ὀλυμπιὰς ὅν ποτε μήτηρ καρτερόθυμον ἔτικτεν· ἀπ’ ὠδίνων δέ μιν Ἄρης | |
ἔργα μόθων ἐδίδασκε, Τύχη δ’ ἐκέλευσεν ἀνάσσειν. | 368 in vol. 4 | |
AG.16.123 | Οὐ τὸν βουθοίναν Ἡρακλέα, παῖδες ἀγρῶται, οὐκέτι κερδαλέοις ἐμβατὰ ταῦτα λύκοις, φῶρές τε στείχειν κλοπίην ὁδὸν ἀρνήσονται, εἰ καὶ κωμήτας ἄκριτος ὕπνος ἔχει. | |
5 | ἦ γάρ μ’ ἵδρυται Διονύσιος οὐκ ἄτερ εὐχῆς χώρῳ τῷδ’ ἀγαθὸν σύμμαχον Ἡρακλέα. | |
AG.16.124 | Μὴ τρέσσῃς, ὅτι τόξον, ὁδοιπόρε, καὶ νεοθηγεῖς ἰοὺς γυμνώσας πρόσθε ποδῶν ἐθέμην, μηδ’ ὅτι βαστάζω ῥόπαλον χερί, μηδ’ ὅτι δέρμα ἀμφ’ ὤμοις χαροποῦ τοῦτο λέοντος ἔχω· | |
5 | πημαίνειν οὐ πάντας ἐπίσταμαι, ἀλλὰ κακούργους· καὶ σῴζειν ἀγαθοὺς ἐξ ἀχέων δύναμαι. | |
AG.16.125 | Αἰεὶ Λαρτιάδῃ πόντος βαρύς· εἰκόνα χεῦμα ἔκλυσε κἀκ δέλτων τὸν τύπον ἠφάνισεν. τί πλέον; εἰν ἐπέεσσιν Ὁμηρείοις γὰρ ἐκείνου εἰκὼν ἀφθάρτοις ἐγγράφεται σελίσιν. | |
AG.16.126 | Ὁ παῖς ὁ ταῦρος ὁ κατὰ μηδὲν ἐντελής, ὁ τῆς τεκούσης τοῦ πάθους κατήγορος, ὁ μιξόθηρ ἄνθρωπος, ἡ διπλῆ φύσις· ὁ ταυρόκρανος, ἡ πλάνη τῶν σωμάτων, | |
5 | ὃς οὔτε βοῦς πέφυκεν οὔτ’ ἀνὴρ ὅλως. | 370 in vol. 4 |
AG.16.127 | Τίς τὸν Θρήικα τόνδε μονοκρήπιδα Λυκοῦργον χάλκεον, Ἠδωνῶν ταγόν, ἀνεπλάσατο; Βακχιακὸν παρὰ πρέμνον ἴδ’ ὡς ἀγέρωχα μεμηνὼς βριθὺν ὑπὲρ κεφαλᾶς ἀντέτακεν χάλυβα. | |
5 | μανύει μορφὰ τὸ πάλαι θράσος· ἁ δ’ ἀγέρωχος λύσσα καὶ ἐν χαλκῷ κεῖνο τὸ πικρὸν ἔχει. | |
AG.16.128 | Μαίνεται Ἰφιγένεια· πάλιν δέ μιν εἶδος Ὀρέστου ἐς γλυκερὴν ἀνάγει μνῆστιν ὁμαιμοσύνης· τῆς δὲ χολωομένης καὶ ἀδελφεὸν εἰσοροώσης οἴκτῳ καὶ μανίῃ βλέμμα συνεξάγεται. | |
AG.16.129 | Ἐκ ζωῆς με θεοὶ τεῦξαν λίθον, ἐκ δὲ λίθοιο ζωὴν Πραξιτέλης ἔμπαλιν εἰργάσατο. | |
AG.16.130(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Δυστήνου Νιόβης ὁράᾳς παναληθέα μορφὴν ὡς ἔτι μυρομένης πότμον ἑὼν τεκέων. εἰ δ’ ἄρα καὶ ψυχὴν οὐκ ἔλλαχε, μὴ τόδε τέχνῃ | |
μέμφεο· θηλυτέρην εἴκασε λαϊνέην. | 372 in vol. 4 | |
AG.16.131(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τανταλὶς ἅδε ποχ’ ἁ δίσς’ ἑπτάκι τέκνα τεκοῦσα γαστρὶ μιῇ Φοίβῳ θῦμα καὶ Ἀρτέμιδι· κούρα γὰρ προὔπεμψε κόραις φόνον, ἄρσεσι δ’ ἄρσην· δισσοὶ γὰρ δισσὰς ἔκτανον ἑβδομάδας. | |
5 | ἁ δὲ τόσας ἀγέλας μάτηρ πάρος, ἁ πάρος εὔπαις οὐδ’ ἐφ’ ἑνὶ τλάμων λείπετο γηροκόμῳ· μάτηρ δ’ οὐχ ὑπὸ παισίν, ὅπερ θέμις, ἀλλ’ ὑπὸ ματρὸς παῖδες ἐς ἀλγεινοὺς πάντες ἄγοντο τάφους. Τάνταλε, καὶ δὲ σὲ γλῶσσα διώλεσε καὶ σέο κούραν· | |
10 | χἀ μὲν ἐπετρώθη, σοὶ δ’ ἔπι δεῖμα λίθος. | |
AG.16.132(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας, ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείαν ἄρτι, τὰ μὲν Φοίβου τόξα, τὰ δ’ Ἀρτέμιδος. | |
5 | ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα πετροῦται· στενάχει δ’ ὑψιπαγὴς Σίπυλος. θνατοῖς ἐν γλώσσᾳ δολία νόσος, ἇς ἀχάλινος ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν. | |
AG.16.133(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τίπτε, γύναι, πρὸς Ὄλυμπον ἀναιδέα χεῖρ’ ἀνένεικας ἔνθεον ἐξ ἀθέου κρατὸς ἀφεῖσα κόμαν; Λατοῦς παπταίνουσα πολὺν χόλον, ὦ πολύτεκνε, νῦν στένε τὰν πικρὰν καὶ φιλάβουλον ἔριν. | |
5 | ἁ μὲν γὰρ παίδων σπαίρει πέλας, ἁ δὲ λιπόπνους | |
κέκλιται, ᾇ δὲ βαρὺς πότμος ἐπικρέμαται. καὶ μόχθων οὔπω τόδε σοι τέλος, ἀλλὰ καὶ ἄρσην ἔστρωται τέκνων ἑσμὸς ἀποφθιμένων. ὦ βαρὺ δακρύσασα γενέθλιον, ἄπνοος αὐτὰ | 374 in vol. 4 | |
10 | πέτρος ἔσῃ, Νιόβα, κάδεϊ τειρομένα. | |
AG.16.134(p1) | ΜΕΛΕΑΓΡΟΥ | |
1 | Τανταλὶ παῖ, Νιόβα, κλύ’ ἐμὰν φάτιν, ἄγγελον ἄτας· δέξαι σῶν ἀχέων οἰκτροτάταν λαλιάν. λῦε κόμας ἀνάδεσμον, ἰώ, βαρυπενθέσι Φοίβου γειναμένα τόξοις ἀρσενόπαιδα γόνον. | |
5 | οὔ σοι παῖδες ἔτ’ εἰσίν. ἀτὰρ τί τόδ’ ἄλλο; τί λεύσσω; αἰαῖ, πλημύρει παρθενικαῖσι φόνος. ἁ μὲν γὰρ ματρὸς περὶ γούνασιν, ἁ δ’ ἐνὶ κόλποις κέκλιται, ἁ δ’ ἐπὶ γᾶς, ἁ δ’ ἐπιμαστίδιος· ἄλλα δ’ ἀντωπὸν θαμβεῖ βέλος, ἁ δ’ ὑπ’ ὀιστοῖς | |
10 | πτώσσει, τᾶς δ’ ἔμπνουν ὄμμ’ ἔτι φῶς ὁράᾳ. ἁ δὲ λάλον στέρξασα πάλαι στόμα, νῦν ὑπὸ θάμβευς μάτηρ σαρκοπαγὴς οἷα πέπηγε λίθος. | |
AG.16.135 | Τέχνη Τιμομάχου στοργὴν καὶ ζῆλον ἔδειξε Μηδείης τέκνων εἰς μόρον ἑλκομένων. τῇ μὲν γὰρ συνένευσεν ἐπὶ ξίφος, ᾗ δ’ ἀνανεύει | |
σῴζειν καὶ κτείνειν βουλομένη τέκεα. | 376 in vol. 4 | |
AG.16.136(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Τὰν ὀλοὰν Μήδειαν ὅτ’ ἔγραφε Τιμομάχου χεὶρ ζάλῳ καὶ τέκνοις ἀντιμεθελκομέναν, μυρίον ἄρατο μόχθον, ἵν’ ἤθεα δισσὰ χαράξῃ, ὧν τὸ μὲν εἰς ὀργὰν νεῦε, τὸ δ’ εἰς ἔλεον. | |
5 | ἄμφω δ’ ἐπλήρωσεν· ὅρα τύπον· ἐν γὰρ ἀπειλᾷ δάκρυον, ἐν δ’ ἐλέῳ θυμὸς ἀναστρέφεται. ἀρκεῖ δ’ ἁ μέλλησις, ἔφα σοφός· αἷμα δὲ τέκνων ἔπρεπε Μηδείῃ, κοὐ χερὶ Τιμομάχου. | |
AG.16.137(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Τίς σοῦ, Κολχὶς ἄθεσμε, συνέγραφεν εἰκόνι θυμόν; τίς καὶ ἐν εἰδώλῳ βάρβαρον εἰργάσατο; αἰεὶ γὰρ διψᾷς βρεφέων φόνον. ἦ τις Ἰήσων δεύτερος ἢ Γλαύκη τις πάλι σοι πρόφασις; | |
5 | ἔρρε, καὶ ἐν κηρῷ παιδοκτόνε. σῶν γὰρ ἀμέτρων ζήλων ἲς ἃ θέλει, καὶ γραφὶς αἰσθάνεται. | |
AG.16.138(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Δεῦρ’ ἴδε παιδολέτειραν ἐν εἰκόνι, δεῦρ’ ἴδ’ ἄγαλμα, Κολχίδα, Τιμομάχου χειρὶ τυπωσαμένου· φάσγανον ἐν παλάμᾳ, θυμὸς μέγας, ἄγριον ὄμμα, παισὶν ἐπ’ οἰκτίστοις δάκρυ κατερχόμενον· | |
5 | πάντα δ’ ὁμοῦ συνέχευεν ἄμικτά περ εἰς ἓν ἀγείρας, | |
αἵματι μὴ χρῶσαι φεισάμενος παλάμαν. | 378 in vol. 4 | |
AG.16.139(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Τιμόμαχος Μήδειαν ὅτ’ ἔγραφεν, εἰκόνι μορφᾶς ἀψύχου ψυχὰς θήκατο διχθαδίας. ζᾶλον γὰρ λεχέων τεκέων θ’ ἅμα φίλτρα συνάψας δεῖξεν ἐν ὀφθαλμοῖς ἀντιμεθελκομέναν. | |
AG.16.140 | Δεῦρ’ ἴδε καὶ θάμβησον ὑπ’ ὀφρύσι κείμενον οἶκτον καὶ θυμόν, βλεφάρων καὶ πυρόεσσαν ἴτυν καὶ μητρὸς παλάμην ἀλόχοιό τε πικρὰ παθούσης ὁρμῇ φειδομένῃ πρὸς φόνον ἑλκομένην. | |
5 | ζωγράφος εὖ δ’ ἔκρυψε φόνου τέλος οὐκ ἐθελήσας θάμβος ἀπαμβλῦναι πένθεϊ δερκομένων. | |
AG.16.141(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Κολχίδα, τὴν ἐπὶ παισὶν ἀλάστορα, τραυλὲ χελιδών, πῶς ἔτλης τεκέων μαῖαν ἔχειν ἰδίων; ἧς ἔτι κανθὸς ὕφαιμος ἀπαστράπτει φόνιον πῦρ, καὶ πολιὸς γενύων ἀφρὸς ἄπο σταλάει· | |
5 | ἀρτιβρεχὴς δὲ σίδηρος ἐφ’ αἵματι. φεῦγε πανώλη μητέρα κἀν κηρῷ τεκνοφονοῦσαν ἔτι. | |
AG.16.142 | Μαίνῃ καὶ λίθος οὖσα, καὶ ἐκ κραδίης σέο θυμὸς ὄμματα κοιλήνας ἐς χόλον ηὐτρέπισεν· ἔμπης οὐδὲ βάσις σε καθέξεται, ἀλλ’ ἄρα θυμῷ πηδήσεις τεκέων εἵνεκα μαινομένη. | |
5 | ὤ, τίς ὁ τεχνίτης τόδε γ’ ἔπλασεν ἢ τίς ὁ γλύπτης, | |
ὃς λίθον εἰς μανίην ἤγαγεν εὐτεχνίῃ; | 380 in vol. 4 | |
AG.16.143(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ | |
1 | Μηδείης τύπος οὗτος· ἴδ’, ὡς τὸ μὲν εἰς χόλον αἴρει ὄμμα, τὸ δ’ εἰς παίδων ἕλκυσε συμπαθίην. | |
AG.16.144(p1) | ΑΡΑΒΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἕδνα γάμων ἔρριπτες ἢ ἀμβολίην ταχυτῆτος τοῦτο γέρας κούρῃ χρύσεον, Ἱππόμενες; ἄμφω μῆλον ἄνυσσεν, ἐπεὶ καὶ παρθένον ὁρμῆς εἶργεν καὶ ζυγίης σύμβολον ἦν Παφίης. | |
AG.16.145 | Οὐ βροτὸς ὁ γλύπτας· οἵαν δέ σε Βάκχος ἐραστὰς εἶδεν ὑπὲρ πέτρας ἔξεσε κεκλιμέναν. | |
AG.16.146 | Ξεῖνοι, λαϊνέας μὴ ψαύετε τᾶς Ἀριάδνας, μὴ καὶ ἀναθρῴσκῃ Θησέα διζομένη. | |
AG.16.147(p1) | ΑΝΤΙΦΙΛΟΥ | |
1 | Αἰθιόπων ἁ βῶλος· ὁ δὲ πτερόεις τὰ πέδιλα Περσεύς· ἁ δὲ λίθῳ πρόσδετος Ἀνδρομέδα· ἁ προτομὰ Γοργοῦς λιθοδερκέος· ἆθλον ἔρωτος κῆτος· Κασσιόπας ἁ λάλος εὐτεκνία. | |
5 | χἀ μὲν ἀπὸ σκοπέλοιο χαλᾷ πόδ’ ἀνηθάδι νάρκᾳ | |
νωθρόν· ὁ δὲ μναστὴρ νυμφοκομεῖ τὸ γέρας. | 382 in vol. 4 | |
AG.16.148(p1) | ΑΡΑΒΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Κηφεὺς Ἀνδρομέδην ἢ ζωγράφος ἄνθετο πέτραις; καὶ γὰρ ἀπ’ ὀφθαλμῶν ἡ κρίσις ἀμφίβολος. κῆτος δὲ σπιλάδεσσιν ἔπι γναμπτῇσι χαράχθη ἢ ἀπὸ Νηρῆος γείτονος ἐξανέδυ; | |
5 | ἔγνων ταῦτα· σοφός τις ἀνὴρ κάμε· δεινὸς ἀληθῶς τεύξατο καὶ βλεφάρων καὶ πραπίδων ἀπάτην. | |
AG.16.149(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀργείης Ἑλένης ἐρόεις τύπος, ἥν ποτε βούτης ἥρπασε τὸν Ξένιον Ζῆνα παρωσάμενος. | |
AG.16.150(p1) | ΠΩΛΛΙΑΝΟΥ | |
1 | Ἅδε Πολυκλείτοιο Πολυξένα, οὐδέ τις ἄλλα χεὶρ ἔθιγεν τούτου δαιμονίου πίνακος. Ἥρας ἔργον ἀδελφόν. ἴδ’, ὡς πέπλοιο ῥαγέντος· τὰν αἰδῶ γυμνὰν σώφρονι κρύπτε χερί. | |
5 | λίσσεται ἁ τλάμων ψυχᾶς ὕπερ· ἐν βλεφάροις δὲ παρθενικᾶς ὁ Φρυγῶν κεῖται ὅλος πόλεμος. | |
AG.16.151(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἀρχέτυπον Διδοῦς ἐρικυδέος, ὦ ξένε, λεύσσεις, εἰκόνα θεσπεσίῳ κάλλεϊ λαμπομένην. τοίη καὶ γενόμην, ἀλλ’ οὐ νόον, οἷον ἀκούεις, | |
ἔσχον ἐπ’ εὐφήμοις δόξαν ἐνεγκαμένη. | 384 in vol. 4 | |
5 | οὐδὲ γὰρ Αἰνείαν ποτ’ ἐσέδρακον, οὐδὲ χρόνοισι Τροίης περθομένης ἤλυθον ἐς Λιβύην· ἀλλὰ βίας φεύγουσα Ἰαρβαίων ὑμεναίων πῆξα κατὰ κραδίης φάσγανον ἀμφίτομον. Πιερίδες, τί μοι αἰνὸν ἐφωπλίσσασθε Μάρωνα; | |
10 | οἷα καθ’ ἡμετέρης ψεύσατο σωφροσύνης. | |
AG.16.152(p1) | ΓΑΥΡΑΔΑ | |
1 | Ἀχὼ φίλα, μοὶ συγκαταίνεσόν τι. —„Τί;“ — Ἐρῶ κορίσκας· ἁ δέ μ’ οὐ φιλεῖ. —„Φιλεῖ.“ — Πρᾶξαι δ’ ὁ καιρὸς καιρὸν οὐ φέρει. —„Φέρει.“ — Τὺ τοίνυν αὐτᾷ λέξον, ὡς ἐρῶ. —„Ἐρῶ.“ — | |
5 | Καὶ πίστιν αὐτᾷ κερμάτων τὺ δός. —„Τὺ δός.“ — Ἀχώ, τί λοιπὸν ἢ πόθου τυχεῖν; —„Τυχεῖν.“ | |
AG.16.153(p1) | ΣΑΤΥΡΟΥ | |
1 | Ποιμενίαν ἄγλωσσος ἀν’ ὀργάδα μέλπεται Ἀχὼ ἀντίθρουν πτανοῖς ὑστερόφωνον ὄπα. | |
AG.16.154(p1) | [ΛΟΥΚΙΑΝΟΥ, οἱ δὲ] ΑΡΧΙΟΥ | |
1 | Ἠχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην, ἀντίτυπον φθογγὴν ἔμπαλιν ᾀδομένην, παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ | |
παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιθι. | 386 in vol. 4 | |
AG.16.155(p1) | ΕΥΟΔΟΥ | |
1 | Ἠχὼ μιμολόγον, φωνῆς τρύγα, ῥήματος οὐρήν. | |
AG.16.156 | Ἀρκαδικὰ θεός εἰμι, παρὰ προθύροις δὲ Λυαίου ναίω φθεγγόμενον μῦθον ἀμειβομένα· οὐκέτι γὰρ στυγέω, Βακχεῦ φίλε, τὸν θιασώταν τὸν τεόν. ἔρχεο. Πάν· ξυνὰ λέγωμεν ἔπη. | |
AG.16.157(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ | |
1 | Τίπτε, Τριτογένεια, κορύσσεαι ἄστεϊ μέσσῳ; εἶξε Ποσειδάων· φείδεο Κεκροπίης. | |
AG.16.158(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Ὡς πρέπει, Ἄρτεμίς εἰμ’· εὖ δ’ Ἄρτεμιν αὐτὸς ὁ χαλκὸς μανύει Ζηνὸς κοὐχ ἑτέρου θύγατρα. τεκμαίρου τὸ θράσος τᾶς παρθένου. ἦ ῥά κεν εἴποις· πᾶσα χθὼν ὀλίγον τᾷδε κυναγέσιον. | |
AG.16.159 | Τίς λίθον ἐψύχωσε; τίς ἐν χθονὶ Κύπριν ἐσεῖδεν; ἵμερον ἐν πέτρῃ τίς τόσον εἰργάσατο; Πραξιτέλους χειρῶν ὅδε που πόνος, ἢ τάχ’ Ὄλυμπος | |
χηρεύει Παφίης εἰς Κνίδον ἐρχομένης. | 388 in vol. 4 | |
AG.16.160(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἡ Παφίη Κυθέρεια δι’ οἴδματος ἐς Κνίδον ἦλθε βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην. πάντῃ δ’ ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ φθέγξατο· „Ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;“ | |
5 | Πραξιτέλης οὐκ εἶδεν, ἃ μὴ θέμις, ἀλλ’ ὁ σίδηρος ἔξεσεν, οἷά γ’ Ἄρης ἤθελε, τὴν Παφίην. | |
AG.16.161(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Οὔτε σε Πραξιτέλης τεχνάσατο οὔθ’ ὁ σίδαρος· ἀλλ’ οὕτως ἔστης ὥς ποτε κρινομένη. | |
AG.16.162 | Ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδῳ εἶπεν ἰδοῦσα· „Φεῦ φεῦ, ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;“ | |
AG.16.163(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Τὴν Παφίην γυμνὴν οὐδεὶς ἴδεν· εἰ δέ τις εἶδεν, οὗτος ὁ τὴν γυμνὴν στησάμενος Παφίην. | |
AG.16.164(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σοὶ μορφῆς ἀνέθηκα τεῆς περικαλλὲς ἄγαλμα, | |
Κύπρι, τεῆς μορφῆς φέρτερον οὐδὲν ἔχων. | 390 in vol. 4 | |
AG.16.165(p1) | ΕΥΗΝΟΥ | |
1 | Παλλὰς καὶ Κρονίδαο συνευνέτις εἶπον ἰδοῦσαι τὴν Κνιδίην· „Ἀδίκως τὸν Φρύγα μεμφόμεθα.“ | |
AG.16.166(p1) | ΕΥΗΝΟΥ | |
1 | Πρόσθε μὲν Ἰδαίοισιν ἐν οὔρεσιν αὐτὸς ὁ βούτας δέρξατο τὰν κάλλευς πρῶτ’ ἀπενεγκαμέναν. Πραξιτέλης Κνιδίοις δὲ πανωπήεσσαν ἔθηκεν μάρτυρα τῆς τέχνης ψῆφον ἔχων Πάριδος. | |
AG.16.167(p1) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ | |
1 | Φάσεις τὰν μὲν Κύπριν ἀνὰ κραναὰν Κνίδον ἀθρῶν, ἅδε που ὡς φλέξει καὶ λίθος εὖσα λίθον· τὸν δ’ ἐνὶ Θεσπιάδαις γλυκὺν Ἵμερον, οὐχ ὅτι πέτρον, ἀλλ’ ὅτι κἠν ψυχρῷ πῦρ ἀδάμαντι βαλεῖ. | |
5 | τοίους Πραξιτέλης κάμε δαίμονας, ἄλλον ἐπ’ ἄλλας γᾶς, ἵνα μὴ δισσῷ πάντα θέροιτο πυρί. | |
AG.16.168 | Γυμνὴν εἶδε Πάρις με καὶ Ἀγχίσης καὶ Ἄδωνις· τοὺς τρεῖς οἶδα μόνους. Πραξιτέλης δὲ πόθεν; | |
AG.16.169 | Ἀφρογενοῦς Παφίης ζάθεον περιδέρκεο κάλλος, καὶ λέξεις· „Αἰνῶ τὸν Φρύγα τῆς κρίσεως.“ Ἀτθίδα δερκόμενος πάλι Παλλάδα τοῦτο βοήσεις· | |
„Ὡς βούτης ὁ Πάρις τήνδε παρετρόχασεν.“ | 392 in vol. 4 | |
AG.16.170(p1) | ΕΡΜΟΔΩΡΟΥ | |
1 | Τὰν Κνιδίαν Κυθέρειαν ἰδών, ξένε, τοῦτό κεν εἴποις· „Αὐτὰ καὶ θνατῶν ἄρχε καὶ ἀθανάτων.“ τὰν δ’ ἐνὶ Κεκροπίδαις δορυθαρσέα Παλλάδα λεύσσων αὐδάσεις· „Ὄντως βουκόλος ἦν ὁ Πάρις.“ | |
AG.16.171(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἄρεος ἔντεα ταῦτα τίνος χάριν, ὦ Κυθέρεια, ἐνδέδυσαι κενεὸν τοῦτο φέρουσα βάρος; αὐτὸν Ἄρη γυμνὴ γὰρ ἀφώπλισας· εἰ δὲ λέλειπται καὶ θεός, ἀνθρώποις ὅπλα μάτην ἐπάγεις. | |
AG.16.172(p1) | ΑΛΕΞΑΝΔΡΟΥ ΑΙΤΩΛΟΥ | |
1 | Αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο Παλλὰς τᾶς ἐπ’ Ἀλεξάνδρου λαθομένα κρίσιος. | |
AG.16.173(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ | |
1 | Αἰεὶ μὲν Κυθέρεια φέρειν δεδάηκε φαρέτρην τόξα τε καὶ δολιχῆς ἔργον ἑκηβολίης· αἰδομένη δ’ ἄρα θεσμὰ μενεπτολέμοιο Λυκούργου φίλτρα φέρει Σπάρτῃ τεύχεσιν ἀγχεμάχοις. | |
5 | ὑμεῖς δ’ ἐν θαλάμοισι, Λακωνίδες, ὅπλα Κυθήρης | |
ἁζόμεναι παῖδας τίκτετε θαρσαλέους. | 394 in vol. 4 | |
AG.16.174(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Παλλὰς τὰν Κυθέρειαν ἔνοπλον ἔειπεν ἰδοῦσα· „Κύπρι, θέλεις, οὕτως ἐς κρίσιν ἐρχόμεθα;“ ἡ δ’ ἁπαλὸν γελάσασα· „Τί μοι σάκος ἀντίον αἴρειν; εἰ γυμνὴ νικῶ, πῶς, ὅταν ὅπλα λάβω;“ | |
AG.16.175 | Ἢ λίθος ὡς Παφίη θωρήξατο, ἢ τάχα μᾶλλον εἶδε λίθον Παφίη καὶ ὤμοσεν· „Ἤθελον εἶναι.“ | |
AG.16.176(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Καὶ Κύπρις Σπάρτας· οὐκ ἄστεσιν οἷά τ’ ἐν ἄλλοις ἵδρυται μαλακὰς ἑσσαμένα στολίδας· ἀλλὰ κατὰ κρατὸς μὲν ἔχει κόρυν ἀντὶ καλύπτρας, ἀντὶ δὲ χρυσείων ἀκρεμόνων κάμακα. | |
5 | οὐ γὰρ χρὴ τευχέων εἶναι δίχα τὰν παράκοιτιν Θρᾳκὸς Ἐνυαλίου καὶ Λακεδαιμονίαν. | |
AG.16.177(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Κύπρι φιλομμειδής, θαλαμηπόλε, τίς σε μελιχρὴν δαίμονα τοῖς πολέμων ἐστεφάνωσεν ὅπλοις; σοὶ παιὰν φίλος ἦν καὶ ὁ χρυσοκόμης Ὑμέναιος καὶ λιγυρῶν αὐλῶν ἡδυμελεῖς χάριτες. | |
5 | ἐς τί δὲ ταῦτ’ ἐνέδυς ἀνδροκτόνα; μὴ θρασὺν Ἄρη | |
συλήσας’ αὐχεῖς, Κύπρις ὅσον δύναται; | 396 in vol. 4 | |
AG.16.178(p1) | 〈ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ〉 | |
1 | Τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσας Κύπριν, Ἀπελλείου μόχθον, ὅρα, γραφίδος, ὡς χερὶ συμμάρψασα διάβροχον ὕδατι χαίταν ἐκθλίβει νοτερῶν ἀφρὸν ἀπὸ πλοκάμων. | |
5 | αὐταὶ νῦν ἐρέουσιν Ἀθηναίη τε καὶ Ἥρη· „Οὐκέτι σοὶ μορφᾶς εἰς ἔριν ἐρχόμεθα.“ | |
AG.16.179(p1) | ΑΡΧΙΟΥ | |
1 | Αὐτὰν ἐκ πόντοιο τιθηνητῆρος Ἀπελλῆς τὰν Κύπριν γυμνὰν εἶδε λοχευομέναν καὶ τοίαν ἐτύπωσε διάβροχον ὕδατος ἀφρῷ θλίβουσαν θαλεραῖς χερσὶν ἔτι πλόκαμον. | |
AG.16.180(p1) | ΔΗΜΟΚΡΙΤΟΥ | |
1 | Κύπρις ὅτε σταλάουσα κόμας ἁλιμυρέος ἀφροῦ γυμνὴ πορφυρέου κύματος ἐξανέδυ, οὕτω που κατὰ λευκὰ παρήια χερσὶν ἑλοῦσα βόστρυχον Αἰγαίην ἐξεπίεζεν ἅλα | |
5 | στέρνα μόνον φαίνουσα, τὰ καὶ θέμις· εἰ δὲ τοιήδε κείνη, συγχείσθω θυμὸς Ἐνυαλίου. | |
AG.16.181(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Ἄρτι θαλασσαίης Παφίη προὔκυψε λοχείης μαῖαν Ἀπελλείην εὑραμένη παλάμην, ἀλλὰ τάχος γραφίδων ἀποχάζεο, μή σε διήνῃ ἀφρὸς ἀποστάζων θλιβομένων πλοκάμων. | |
5 | εἰ τοίη ποτὲ Κύπρις ἐγυμνώθη διὰ μῆλον, | |
τὴν Τροίην ἀδίκως Παλλὰς ἐληίσατο. | 398 in vol. 4 | |
AG.16.182(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Τὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων ἔτι ἀφρῷ τε μορμύρουσαν εὐλεχῆ Κύπριν ἴδ’, ὡς Ἀπελλῆς κάλλος ἱμερώτατον οὐ γραπτόν, ἀλλ’ ἔμψυχον ἐξεμάξατο. | |
5 | εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν, εὖ δ’ ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος, καὶ μαζός, ἀκμῆς ἄγγελος, κυδωνιᾷ· αὐτὰ δ’ Ἀθάνα καὶ Διὸς συνευνέτις φάσουσιν· „Ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.“ | |
AG.16.183 | Εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι; τῇ γὰρ ἄκοντες καὶ πόλεμοι, πέρι σοὶ δ’ εὔαδον εἰλαπίναι. — „Μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα· ἴσθι δ’ ὅσοις ἴκελος δαίμονι τῇδε πέλω. | |
5 | καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος· οἶδεν ἅπας μοι ἠῴου δμηθεὶς Ἰνδὸς ἀπ’ ὠκεανοῦ. καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ, αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος. καὶ μὴν οὐδ’ ἐπ’ ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη· | |
10 | λῦσα δ’ ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.“ | |
AG.16.184(p1) | ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ] | |
1 | Αὐσονίῳ Πείσωνι συνασπιστὴς Διόνυσος ἵδρυμαι μεγάρων φρουρὸς ἐπ’ εὐτυχίῃ. — „Ἄξιον, ὦ Διόνυς’, ἐσέβης δόμον· ἔπρεπεν ἄμφω | |
καὶ μέγαρον Βάκχῳ καὶ Βρόμιος μεγάρῳ.“ | 400 in vol. 4 | |
AG.16.185 | Ἀμφότεροι Θήβηθε καὶ ἀμφότεροι πολεμισταὶ κἠκ Διός· ὃς θύρσῳ δεινός, ὁ δὲ ῥοπάλῳ ἀμφοῖν δὲ στῆλαι συντέρμονες· εἴκελα δ’ ὅπλα, νεβρὶς λειοντῇ, κύμβαλα δὲ πλαταγῇ. | |
5 | Ἥρη δ’ ἀμφοτέροις χαλεπὴ θεός· οἱ δ’ ἀπὸ γαίης ἦλθον ἐς ἀθανάτους ἐκ πυρὸς ἀμφότεροι. | |
AG.16.186(p1) | ΞΕΝΟΚΡΙΤΟΥ | |
1 | Ἑρμῆς ὠκὺς ἐγὼ κικλήσκομαι· ἀλλὰ παλαίστρῃ μὴ κολοβὸν χειρῶν ἵστατε μηδ’ ἄποδα. ἢ πῶς ὠκὺς ἐγώ; πῶς δ’ ὄρθια χειρονομήσω ἐς βάσιν ἀμφοτέρων ὀρφανὸς ἱστάμενος; | |
AG.16.187 | Ἑρμείῃ ξυλίνῳ τις ἐπηύχετο, καὶ ξύλον ἦεν. εἶτά μιν ἀείρας χαμάδις βάλε· τοῦ δ’ ἄπο χρυσὸς ἔρρευσεν καταγέντος. ὕβρις πόρε πολλάκι κέρδος. | |
AG.16.188(p1) | ΝΙΚΙΟΥ | |
1 | Εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελοιπὼς τῇδ’ ἕστηκ’ ἐρατοῦ γυμνασίου μεδέων Ἑρμῆς· ᾧ ἔπι παῖδες ἀμάρακον ἠδ’ ὑάκινθον | |
πολλάκι καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους. | 402 in vol. 4 | |
AG.16.189 | Φρουρὸς ἐπὶ σμήνεσσι Περιστράτου εἵνεκα μίμνω ἐνθάδε Μαιναλίαν κλιτὺν ἀποπρολιπών, κλῶπα μελισσάων δεδοκημένος. ἀλλ’ ἀλέασθε χεῖρα καὶ ἀγροτέρου κοῦφον ὄρεγμα ποδός. | |
AG.16.190(p1) | ΛΕΩΝΙΔΑ | |
1 | Τᾶν αἰγῶν ὁ νομεὺς Μόρυχος τὸν ἐπίσκοπον Ἑρμᾶν ἔστας’ αἰπολίων εὐδόκιμον φύλακα. ἀλλά μοι αἵ τ’ ἀν’ ὄρη χλωρᾶς κεκορεσμέναι ὕλας, τοῦ γ’ ἁρπακτῆρος μή τι μέλεσθε λύκου. | |
AG.16.191(p1) | ΝΙΚΑΙΝΕΤΟΥ | |
1 | Αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήινον Ἑρμῆν ἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος. πηλὸς ἐφυράθην, οὐ ψεύσομαι. ἀλλ’ ἐφίλησα, ὦ ξεῖν’, ὀστρακέων δύσμορον ἐργασίην. | |
AG.16.192(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ὦ λῷστε, μὴ νόμιζε τῶν πολλῶν ἕνα | |
Ἑρμᾶν θεωρεῖν· εἰμὶ γὰρ τέχνα Σκόπα. | 404 in vol. 4 | |
AG.16.193(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Κράμβης ἅψωμαι, Κυλλήνιε; —„Μή, παροδῖτα.“ — Τίς φθόνος ἐκ λαχάνων; —„Οὐ φθόνος, ἀλλὰ νόμος ἀλλοτρίων ἀπέχειν κλοπίμους χέρας.“ —Ὢ παραδόξου· μὴ κλέπτειν Ἑρμῆς καινὸν ἔθηκε νόμον. | |
AG.16.194(p1) | 〈ΠΑΛΛΑΔΑ〉 | |
1 | Χάλκειόν τις Ἔρωτα μετήγαγεν ἐκ πυρὸς εἰς πῦρ τήγανον ἁρμόζων τῇ κολάσει κόλασιν. | |
AG.16.195(p1) | ΣΑΤΥΡΟΥ | |
1 | Τὸν πτερόεντα τίς ὧδε, τίς ἐν δεσμοῖσι θοὸν πῦρ ὤχμασεν; αἰθομένης ἥψατο τίς φαρέτρης καὶ τὰς ὠκυβόλους περιηγέας ἐσφήκωσε χεῖρας ὑπὸ στιβαρῷ κίονι δησάμενος; | |
5 | ψυχρὰ τάδ’ ἀνθρώποις παραμύθια. μή ποτ’ ἐκείνου οὗτος ὁ δεσμώτης αὐτὸς ἔδησε φρένα; | |
AG.16.196(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Τίς σε τὸν οὐχ ὁσίως ἠγρευμένον ὧδε πεδήσας θήκατο; τίς πλέγδην σὰς ἐνέδησε χέρας καὶ πιναρὰν ὄψιν τεκτήνατο; ποῦ θοὰ τόξα, νήπιε, ποῦ πικρὴ πυρφόρος ἰοδόκη; | |
5 | ἦ ῥα μάτην ἐπόνησε λιθοξόος, ὅς σε, τὸν οἴστρῳ | |
κυμήναντα θεούς, τῇδ’ ἐνέδησε πάγῃ. | 406 in vol. 4 | |
AG.16.197(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τίς δὴ σὰς παλάμας πρὸς κίονα δῆσεν ἀφύκτοις ἅμμασι; τίς πυρὶ πῦρ καὶ δόλον εἷλε δόλῳ; νήπιε, μὴ δὴ δάκρυ κατὰ γλυκεροῖο προσώπου βάλλε· σὺ γὰρ τέρπῃ δάκρυσιν ἠιθέων. | |
AG.16.198(p1) | ΜΑΙΚΙΟΥ | |
1 | Κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας, ἄκριτε δαῖμον, κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα, σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ, πτανὸν πῦρ, ψυχᾶς τραῦμ’ ἀόρατον, Ἔρως. | |
5 | θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός· ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις. ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν, ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων. | |
AG.16.199(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Καὶ κλαῖε καὶ στέναζε σὺ σφίγγων χεροῖν τένοντας, ὠπίβουλε· τοῖά τοι πρέπει. οὐκ ἔσθ’ ὁ λύσων· μὴ ’λεείν’ ὑπόβλεπε. αὐτὸς γὰρ ἄλλων ἐκ μὲν ὀμμάτων δάκρυ | |
5 | ἔθλιψας, ἐν δὲ πικρὰ καρδίᾳ βέλη πήξας ἀφύκτων ἰὸν ἔσταξας πόθων, Ἔρως· τὰ θνητῶν δ’ ἐστί σοι γέλως ἄχη. | |
πέπονθας, οἷ’ ἔρεξας. ἐσθλὸν ἡ δίκη. | 408 in vol. 4 | |
AG.16.200(p1) | ΜΟΣΧΟΥ | |
1 | Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον οὖλος Ἔρως, πήρην δ’ εἶχε κατωμαδίην· καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον. | |
5 | εἶπε δ’ ἄνω βλέψας αὐτῷ Διί· „Πλῆσον ἀρούρας, μή σε, τὸν Εὐρώπης βοῦν, ὑπ’ ἄροτρα βάλω.“ | |
AG.16.201(p1) | ΜΑΡΙΑΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ποῦ σοι τόξον ἐκεῖνο παλίντονον οἵ τ’ ἀπὸ σεῖο πηγνύμενοι μεσάτην ἐς κραδίην δόνακες; ποῦ πτερά; ποῦ λαμπὰς πολυώδυνος; ἐς τί δὲ τρισσὰ στέμματα χερσὶν ἔχεις, κρατὶ δ’ ἐπ’ ἄλλο φέρεις; — | |
5 | „Οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος οὐδ’ ἀπὸ γαίης εἰμὶ καὶ ὑλαίης ἔκγονος εὐφροσύνης· ἀλλ’ ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτω εὐμαθίης, ψυχὴν δ’ οὐρανὸν εἰσανάγω. ἐκ δ’ ἀρετῶν στεφάνους πισύρων πλέκω· ὧν ἀφ’ ἑκάστης | |
10 | τούσδε φέρων πρώτῳ τῷ σοφίης στέφομαι.“ | |
AG.16.202 | Μή με τὸν ἐκ Λιβάνοιο λέγε, ξένε, τὸν φιλοκώμων τερπόμενον νυχίοις ἠιθέων ὀάροις· βαιὸς ἐγὼ Νύμφης ἄπο γείτονος ἀγροϊώτης μοῦνον ἐποτρύνων ἔργα φυτοσκαφίης. | |
5 | ἔνθεν ἀπ’ εὐκάρπου με φίλης ἔστεψαν ἀλωῆς | |
τέσσαρες Ὡράων ἐκ πισύρων στέφανοι. | 410 in vol. 4 | |
AG.16.203(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ | |
1 | Κλίνας αὐχένα γαῦρον ὑφ’ ἡμετέροισι πεδίλοις χερσί με ληιδίαις ἔπλασε Πραξιτέλης· αὐτὸν γὰρ τὸν Ἔρωτα τὸν ἔνδοθι κευθόμενόν με χαλκεύσας Φρύνῃ δῶκε γέρας φιλίης· | |
5 | ἡ δέ μιν αὖτις Ἔρωτι προσήγαγε· καὶ γὰρ ἐρῶντας δῶρον Ἔρωτι φέρειν αὐτὸν Ἔρωτα θέμις. | |
AG.16.204(p1) | [ΣΙΜΩΝΙΔΟΥ] | |
1 | Πραξιτέλης, ὃν ἔπασχε, διηκρίβωσεν Ἔρωτα ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης, Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτω οὐκέτι τοξεύων, ἀλλ’ ἀτενιζόμενος. | |
AG.16.205(p1) | ΤΥΛΛΙΟΥ ΓΕΜΙΝΟΥ | |
1 | Ἀντί μ’ ἔρωτος Ἔρωτα βροτῷ θεὸν ὤπασε Φρύνῃ Πραξιτέλης μισθὸν καὶ θεὸν εὑρόμενος. ἡ δ’ οὐκ ἠρνήθη τὸν τέκτονα· δεῖσε γάρ οἱ φρήν, μὴ θεὸς ἀντὶ τέχνης σύμμαχα τόξα λάβῃ. | |
5 | ταρβεῖ δ’ οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ, Πραξίτελες, τέχνην μητέρ’ ἐπισταμένη. | |
AG.16.206(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Θεσπιέες τὸν Ἔρωτα μόνον θεὸν ἐν Κυθερείης ἅζοντ’, οὐχ ἑτέρου γραπτὸν ἀπ’ ἀρχετύπου, ἀλλ’ ὃν Πραξιτέλης ἔγνω θεόν, ὃν περὶ Φρύνῃ | |
δερκόμενος σφετέρων λύτρον ἔδωκε πόθων. | 412 in vol. 4 | |
AG.16.207(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Γυμνὸς Ἔρως· διὰ τοῦτο γελᾷ καὶ μείλιχός ἐστιν· οὐ γὰρ ἔχει τόξον καὶ πυρόεντα βέλη· οὐδὲ μάτην παλάμαις κατέχει δελφῖνα καὶ ἄνθος· τῇ μὲν γὰρ γαῖαν, τῇ δὲ θάλασσαν ἔχει. | |
AG.16.208(p1) | ΓΑΒΡΙΗΛΙΟΥ ΥΠΑΡΧΟΥ | |
1 | Οὐδὲ κατακνώσσων οὐδ’ ἄπνοος οὐδ’ ἐνὶ δαιτὶ νόσφι πυρισπάρτου δήγματός ἐστιν Ἔρως. | |
AG.16.209 | Οὗτος ὁ τὸν δαλὸν φυσῶν, ἵνα λύχνον ἀνάψῃς, δεῦρ’ ἀπ’ ἐμᾶς ψυχᾶς ἅψον· ὅλος φλέγομαι. | |
AG.16.210(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἄλσος δ’ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης. οὐ δ’ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα, ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ’ εὐπετάλοισι κρέμαντο· | |
5 | αὐτὸς δ’ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ εὗδεν μειδιόων· ξουθαὶ δ’ ἐφύπερθε μέλισσαι, | |
κηροχυτοῦσαι ’ντός, λαροῖς ἐπὶ χείλεσι βαῖνον. | 414 in vol. 4 | |
AG.16.211(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ | |
1 | Εὕδεις ἀγρύπνους ἐπάγων θνητοῖσι μερίμνας, εὕδεις, ἀτηρῆς ἆ τέκος Ἀφρογενοῦς, οὐ πεύκην πυρόεσσαν ἐπηρμένος οὐδ’ ἀφύλακτον ἐκ κέραος ψάλλων ἀντιτόνοιο βέλος. | |
5 | ἄλλοι θαρσείτωσαν· ἐγὼ δ’, ἀγέρωχε, δέδοικα, μή μοι καὶ κνώσσων πικρὸν ὄνειρον ἴδῃς. | |
AG.16.212(p1) | ΑΛΦΕΙΟΥ | |
1 | Ἁρπάσομαι πυρόεσσαν, Ἔρως, χερὸς ἐκ σέο πεύκην, συλήσω δ’ ὤμων ἀμφικρεμῆ φαρέτρην, εἴ γ’ ἐτύμως εὕδεις, πυρὸς ἔγγονε, καὶ σέο φῶτες πρὸς βαιὸν τόξων εὐνομίην ἄγομεν. | |
5 | ἀλλὰ καὶ ὥς σε δέδοικα, δολοπλόκε, μή τινα κεύθῃς εἰς ἐμὲ κἠν ὕπνῳ πικρὸν ὄνειρον ἴδῃς. | |
AG.16.213(p1) | ΣΤΡΑΤΩΝΟΣ, 〈οἱ δὲ〉 ΜΕΛΕΑΓΡΟΥ | |
1 | Εἰ καί σοι πτέρυγες ταχιναὶ περὶ νῶτα τέτανται καὶ Σκυθικῶν τόξων ἀκροβελεῖς ἀκίδες, φεύξομ’, Ἔρως, ὑπὸ γᾶν σε. τί δὲ πλέον; οὐδὲ γὰρ αὐτὸς | |
σὰν ἔφυγεν ῥώμαν πανδαμάτωρ Ἀίδας. | 416 in vol. 4 | |
AG.16.214(p1) | ΣΕΚΟΥΝΔΟΥ | |
1 | Σκυλοχαρεῖς ἴδ’ Ἔρωτας, ἴδ’, ὡς βριαροῖσιν ἐπ’ ὤμοις ὅπλα φέρουσι θεῶν νήπι’ ἀγαλλόμενοι, τύμπανα καὶ θύρσον Βρομίου, Ζηνὸς δὲ κεραυνόν, ἀσπίδ’ Ἐνυαλίου καὶ κόρυν ἠύκομον, | |
5 | Φοίβου δ’ εὔτοξον φαρέτρην, Ἁλίου δὲ τρίαιναν καὶ σθεναρῶν χειρῶν Ἡρακλέους ῥόπαλον. τί πλέον ἀνθρώποισιν, Ἔρως ὅτε καὶ πόλον εἷλε, τεύχεα δ’ ἀθανάτων Κύπρις ἐληίσατο; | |
AG.16.215(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Συλήσαντες Ὄλυμπον ἴδ’ ὡς ὅπλοισιν Ἔρωτες κοσμοῦντ’ ἀθανάτων σκῦλα φρυασσόμενοι. Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν, Ἄρηος ὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον | |
5 | εἰναλίου τε θεοῦ τριβελὲς δόρυ θύρσα τε Βάκχου, πτηνὰ πέδιλ’ Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος. οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν Ἐρώτων, δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν. | |
AG.16.216(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Ὡργεῖος Πολύκλειτος ὁ καὶ μόνος ὄμμασιν Ἥρην ἀθρήσας καί, ὅσην εἶδε, τυπωσάμενος θνητοῖς κάλλος ἔδειξεν, ὅσον θέμις· αἱ δ’ ὑπὸ κόλποις | |
ἄγνωστοι μορφαὶ Ζηνὶ φυλασσόμεθα. | 418 in vol. 4 | |
AG.16.217 | Καλλιόπη μὲν ἐγώ· Κύρῳ δ’ ἐμὸν ὤπασα μαζόν, ὃς τρέφε θεῖον Ὅμηρον, ὅθεν πίε νήδυμος Ὀρφεύς. | |
AG.16.218(p1) | ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΑΡΒΟΥΚΑΛΛΟΥ | |
1 | Ἤθελε Μελπομένην ὁ ζωγράφος εἰκόνι γράψαι, ἀλλ’ ἀπολειπομένης ἔγραφε Καλλιόπην. | |
AG.16.219(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σεῖο μὲν εἰκὼν ἥδε Πολύμνια, καὶ σὺ δὲ Μούσης· ἓν γὰρ ἐπ’ ἀμφοτέραις οὔνομα καὶ τύπος εἷς. | |
AG.16.220(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Τρίζυγες αἱ Μοῦσαι τᾷδ’ ἕσταμεν· ἁ μία λωτούς, ἁ δὲ φέρει παλάμαις βάρβιτον, ἁ δὲ χέλυν. ἁ μὲν Ἀριστοκλῆος ἔχει χέλυν, ἁ δ’ Ἀγελάδα βάρβιτον, ἁ Καναχᾶ δ’ ὑμνοπόλους δόνακας. | |
5 | ἀλλ’ ἁ μὲν κράντειρα τόνου πέλει· ἁ δὲ μελῳδὸς | |
χρώματος· ἁ δὲ σοφᾶς εὑρέτις ἁρμονίας. | 420 in vol. 4 | |
AG.16.221(p1) | ΘΕΑΙΤΗΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Χιονέην με λίθον παλιναυξέος ἐκ περιωπῆς λαοτύπος τμήξας πετροτόμοις ἀκίσι Μῆδος ἐποντοπόρευσεν, ὅπως ἀνδρείκελα τεύξῃ, τῆς κατ’ Ἀθηναίων σύμβολα καμμονίης. | |
5 | ὡς δὲ δαϊζομένοις Μαραθὼν ἀντέκτυπε Πέρσαις καὶ νέες ὑγροπόρουν χεύμασιν αἱμαλέοις, ἔξεσαν Ἀδρήστειαν ἀριστώδινες Ἀθῆναι, δαίμον’ ὑπερφιάλοις ἀντίπαλον μερόπων. ἀντιταλαντεύω τὰς ἐλπίδας· εἰμὶ δὲ καὶ νῦν | |
10 | Νίκη Ἐρεχθείδαις, Ἀσσυρίοις Νέμεσις. | |
AG.16.222(p1) | ΠΑΡΜΕΝΙΩΝΟΣ | |
1 | Μήδοις ἐλπισθεῖσα τροπαιοφόρος λίθος εἶναι ἠλλάχθην μορφὴν καίριον εἰς Νέμεσιν ἔνδικος ἱδρυνθεῖσα θεὰ Ῥαμνοῦντος ἐπ’ ὄχθαις, νίκης καὶ σοφίης Ἀτθίδι μαρτύριον. | |
AG.16.223 | Ἡ Νέμεσις προλέγει τῷ πήχεϊ τῷ τε χαλινῷ μήτ’ ἄμετρόν τι ποιεῖν μήτ’ ἀχάλινα λέγειν. | |
AG.16.224 | Ἡ Νέμεσις πῆχυν κατέχω. „Τίνος οὕνεκα;“ λέξεις. | |
πᾶσι παραγγέλλω· Μηδὲν ὑπὲρ τὸ μέτρον. | 422 in vol. 4 | |
AG.16.225(p1) | ΑΡΑΒΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἦν τάχα συρίζοντος ἐναργέα Πανὸς ἀκούειν· πνεῦμα γὰρ ὁ πλάστης ἐγκατέμιξε τύπῳ· ἀλλ’ ὁρόων φεύγουσαν ἀμήχανος ἄστατον Ἠχὼ πηκτίδος ἠρνήθη φθόγγον ἀνωφελέα. | |
AG.16.226(p1) | ΑΛΚΑΙΟΥ | |
1 | Ἔμπνει Πὰν λαροῖσιν ὀρειβάτα χείλεσι μοῦσαν, ἔμπνει ποιμενίῳ τερπόμενος δόνακι, εὐκελάδῳ σύριγγι χέων μέλος, ἐκ δὲ συνῳδοῦ κλάζε κατιθύνων ῥήματος ἁρμονίην· | |
5 | ἀμφὶ δὲ σοὶ ῥυθμοῖο κατὰ κρότον ἔνθεον ἴχνος ῥησσέσθω Νύμφαις ταῖσδε μεθυδριάσιν. | |
AG.16.227 | Τᾷδε κατὰ χλοεροῖο ῥιφεὶς λειμῶνος, ὁδῖτα, ἄμπαυσον μογεροῦ μαλθακὰ γυῖα κόπου, ᾗχί σε καὶ Ζεφύροιο τινασσομένη πίτυς αὔραις θέλξει τεττίγων εἰσαΐοντα μέλος | |
5 | χὠ ποιμὴν ἐν ὄρεσσι μεσαμβρινὸν ἀγχόθι παγᾶς συρίσδων λασίας θάμνῳ ὕπο πλατάνου· καῦμα δ’ ὀπωρινοῖο φυγὼν κυνὸς αἶπος ἀμείψεις | |
ὥριον. Ἑρμείῃ τοῦτ’ ἐνέποντι πιθοῦ. | 424 in vol. 4 | |
AG.16.228(p1) | ΑΝΥΤΗΣ | |
1 | Ξεῖν’, ὑπὸ τὰν πτελέαν τετρυμένα γυῖ’ ἀνάπαυσον· ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις· πίδακά τ’ ἐκ παγᾶς ψυχρὰν πίε· δὴ γὰρ ὁδίταις ἄμπαυμ’ ἐν θερινῷ καύματι τοῦτο φίλον. | |
AG.16.229 | Ἐξ αὐτοῦ Διός ἐστιν ὁ φίλτατος ἔκχυτος οὗτος· μαρτυρίην δὲ φέρει τὴν ἐπάνω νεφέλην. Ἑρμείαν γὰρ ἄνακτα τέκεν νεφεληγερέτα Ζεύς, αὐτὰρ ὅ γ’ Ἑρμείας Πᾶνα τὸν αἰγελάτην. | |
AG.16.230(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Μὴ σύ γε ποιονόμοιο περίπλεον ἰλύος ὧδε τοῦτο χαραδραίης θερμόν, ὁδῖτα, πίῃς· ἀλλὰ μολὼν μάλα τυτθὸν ὑπὲρ δαμαλήβοτον ἄκρην κεῖσέ γε πὰρ κείνᾳ ποιμενίᾳ πίτυϊ | |
5 | εὑρήσεις κελαρύζον ἐυκρήνου διὰ πέτρης νᾶμα Βορειαίης ψυχρότερον νιφάδος. | |
AG.16.231(p1) | ΑΝΥΤΗΣ | |
1 | Τίπτε κατ’ οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλαν ἥμενος ἁδυβόᾳ τῷδε κρέκεις δόνακι; — „Ὄφρα μοι ἑρσήεντα κατ’ οὔρεα ταῦτα νέμοιντο | |
πόρτιες ἠυκόμων δρεπτόμεναι σταχύων.“ | 426 in vol. 4 | |
AG.16.232(p1) | ΣΙΜΩΝΙΔΟΥ | |
1 | Τὸν τραγόπουν ἐμὲ Πᾶνα τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων, τὸν μετ’ Ἀθηναίων στήσατο Μιλτιάδης. | |
AG.16.233(p1) | ΘΕΑΙΤΗΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ὑλοβάτας, φιλόδενδρος, ὀρεσσαύλου πόσις Ἀχοῦς, Πάν, σκοπός, εὐκεράου μαλοφύλαξ ἀγέλας, Πὰν ὁ δασυκνάμων, ὁ πολύσπορος, ὃς μετανάστας ἔδραμον αἰχματᾶν ἐς δάιν Ἀσσυρίων, | |
5 | Μιλτιάδου στήσαντος ὁμάσπιδα περσοδιώκτην ἵσταμαι ἀκλήτου ξείνια συμμαχίης. ἄλλοις ἀκροπόληες· ὁ μηδοφόνος δὲ δέδασται ξυνὸς ἐμὶν Μαραθὼν καὶ μαραθωνομάχοις. | |
AG.16.234(p1) | ΦΙΛΟΔΗΜΟΥ | |
1 | Τρισσοὺς ἀθανάτους χωρεῖ λίθος· ἁ κεφαλὰ γὰρ μανύει τρανῶς Πᾶνα τὸν αἰγόκερων, στέρνα δὲ καὶ νηδὺς Ἡρακλέα· λοιπὰ δὲ μηρῶν καὶ κνήμης Ἑρμῆς ὁ πτερόπους ἔλαχεν. | |
5 | θύειν ἀρνήσῃ, ξένε, μηκέτι· τοῦ γὰρ ἑνός σοι | |
θύματος οἱ τρισσοὶ δαίμονες ἁπτόμεθα. | 428 in vol. 4 | |
AG.16.235(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ ΣΜΥΡΝΑΙΟΥ | |
1 | Ἀγροτέρων θεός εἰμι. τί μοι χρυσέοις δεπάεσσι σπένδετε, τοῦ δ’ Ἰταλοῦ χεῖτε μέθυ Βρομίου καὶ γυροὺς ταύρων πέτρῃ προσδεῖτε τένοντας; φείσασθ’· οὐ τούτοις θύμασι τερπόμεθα. | |
5 | Πὰν ὁ παρωρείτης, αὐτόξυλος, ἀρνεοθοίνης εἰμὶ καὶ ἐγχθονίου γλευκοπότης κύλικος. | |
AG.16.236(p1) | ΛΕΩΝΙΔΟΥ, οἱ δὲ ΠΕΡΙΤΟΥ | |
1 | Αὐτοῦ ἐφ’ αἱμασιαῖσι τὸν ἀγρυπνοῦντα Πρίηπον ἔστησεν λαχάνων Δεινομένης φύλακα. ἀλλ’ ὡς ἐντέταμαι, φώρ, ἔμβλεπε. „Τοῦτο,“ δ’ ἐρωτᾷς, „τῶν ὀλίγων λαχάνων εἵνεκα;“ τῶν ὀλίγων. | |
AG.16.237(p1) | ΤΥΜΝΕΩ | |
1 | Πάντα πριηπίζω, κἂν ᾖ Κρόνος· οὐ διακρίνω οὐδένα φῶρ’ οὕτω ταῖσδε παρὰ πρασιαῖς. „Ἔπρεπε μὴ λαχάνων ἕνεκεν τάδε καὶ κολοκυνθῶν,“ φήσει τις, „με λέγειν.“ ἔπρεπεν, ἀλλὰ λέγω. | |
AG.16.238(p1) | ΛΟΥΚΙΑΝΟΥ | |
1 | Εἰς τὸ κενόν με τέθεικε, νόμου χάριν, ὧδε Πρίηπον Εὐστοχίδης ξηρῶν κληματίδων φύλακα· καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃς δ’ ἂν ἐπέλθῃ, | |
οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα. | 430 in vol. 4 | |
AG.16.239(p1) | ΑΠΟΛΛΩΝΙΔΟΥ | |
1 | Ἄνθετ’ Ἀναξαγόρης με, τὸν οὐκ ἐπὶ ποσσὶ Πρίηπον, ἐν χθονὶ δ’ ἀμφοτέρῳ γούνατι κεκλιμένον. τεῦξε δὲ Φυλόμαχος. Χαριτὼ δέ μοι ἀγχόθι καλὴν ἀθρήσας δίζευ μηκέτι, πῶς ἔπεσον. | |
AG.16.240(p1) | ΦΙΛΙΠΠΟΥ | |
1 | Ὡραίας γ’ ἐσορῶ τὰς ἰσχάδας· εἴ γε λαβεῖν μοι συγχωρεῖς ὀλίγας; —„Θίγγανε μηδεμιᾶς.“ — Ὀργίλος ὡς ὁ Πρίηπος. —„Ἐρεῖς ἔτι, κεἰ κενὸς ἥξεις;“ — Ναὶ λίτομαι, δός μοι. —„Καὶ γὰρ ἐγὼ δέομαι.“ — | |
5 | Χρῄζεις γάρ, λέγε μοι, παρ’ ἐμοῦ τινος; —„Ἔστι νόμος που· δός, λάβε.“ —Καὶ θεὸς ὢν ἀργυρίου σὺ γλίχῃ; — „Ἄλλο τι χρῆμα φιλῶ.“ —Ποῖον τόδε; —„Τἀμὰ κατέσθων σῦκα δὸς εὐθύμως ἰσχάδα τὴν ὀπίσω.“ | |
AG.16.241(p1) | ΑΡΓΕΝΤΑΡΙΟΥ | |
1 | „Ὥριμος.“ —Οἶδα καὶ αὐτός, ὁδοιπόρε· μηκέτ’ ἐπαίνει ἰσχάδα μηδ’ ἐσόρα τὸν πέλας ἀκρεμόνα· καὶ λίην ὁ Πρίηπος ἐφίσταμαι ὀξὺ δεδορκὼς καὶ φυλακὴν σύκων, ἣν ἐπέοικεν, ἔχων. | |
5 | ἢν δὲ μόνον σὺ θίγῃς τῆς ἰσχάδος, ἰσχάδα δώσεις, | |
ὡς ἰσότης πάντων ἐστὶ δικαιοτάτη. | 432 in vol. 4 | |
AG.16.242(p1) | ΕΡΥΚΙΟΥ | |
1 | Ὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλον πᾶν ἀπὸ βουβώνων ἀθρόον ἐκκέχυκας εἰς γάμον οὐκ ἀνέτοιμον· ἔχει δέ σε δίψα γυναικῶν, ὠγαθέ, καὶ σπαργᾷς θυμὸν ἅπαντα πόθοις. | |
5 | ἀλλὰ καταπρήυνε τὸν ἐξῳδηκότα φαλλὸν τόνδε καὶ ἀνθηρῇ κρύψον ὑπὸ χλαμύδι· οὐ γὰρ ἐρημαῖον ναίεις ὄρος, ἀλλὰ παρ’ Ἕλλης ᾐόνα τὴν ἱερὴν Λάμψακον ἀμφιπολεῖς. | |
AG.16.243(p1) | ΑΝΤΙΣΤΙΟΥ | |
1 | Ἀγροφύλαξ ἕστηκα πολυκτεάνοις ἐν ἀρούραις Φρίκωνος καλύβην καὶ φυτὰ ῥυόμενος, τοῦτο λέγων πρὸς ἕκαστον· Ἐπὴν γελάσῃς ἐσιδών με τοῦ σκεύους, χώρει τὴν κατὰ σαυτὸν ὁδόν. | |
5 | ἢν δὲ παρεκβήῃς ἐς ἃ μὴ θέμις, οὔτι ς’ ὀνήσει ἡ λάχνη· τρυπᾶν πάντας ἐπιστάμεθα. | |
AG.16.244(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει, ἢ τί παρακλίνας οὖας ἄγεις καλάμῳ; ὃς δὲ γελῶν σίγησεν· ἴσως δ’ ἂν φθέγξατο μῦθον, ἀλλ’ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι. | |
5 | οὐ γὰρ κηρὸς ἔρυκεν· ἑκὼν δ’ ἠσπάζετο σιγὴν | |
θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ. | 434 in vol. 4 | |
AG.16.245(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Τὸν Σάτυρον Διόνυσος ἰδὼν τόσον ἄλγος ἔχοντα καί μιν ἐποικτείρας θήκατο λαΐνεον. ἀλλ’ οὐδ’ ὣς ἀπέληξε βαρυτλήτων ὀδυνάων· εἰσέτι γὰρ μογέει καὶ λίθος ὢν ὁ τάλας. | |
AG.16.246 | Ἢ Σάτυρος τὸν χαλκὸν ὑπέδραμεν, ἢ διὰ τέχνης χαλκὸς ἀναγκασθεὶς ἀμφεχύθη Σατύρῳ. | |
AG.16.247(p1) | ΝΕΙΛΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Πάντες μὲν Σάτυροι φιλοκέρτομοι· εἰπὲ δὲ καὶ σύ, τί πρὸς ἕκαστον ὁρῶν τόνδε γέλωτα χέεις; — „Θάμβος ἔχων γελόω, πῶς ἐκ λίθου ἄλλοθεν ἄλλης συμφερτὸς γενόμην ἐξαπίνης Σάτυρος.“ | |
AG.16.248(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν· ἢν νύξῃς, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει. | |
AG.16.249 | Δερκόμενος ξόανον καλὸν τόδε, τὰν Ἀφροδίταν, ὤνθρωφ’, ἱλάσκευ πλατίον ἑζόμενος· αἴνει δὲ Γλυκέραν Διονυσίου, ἅ μ’ ἀνέθηκε | |
πορφυρέας ἁπαλὸν κῦμα παρ’ ἠιόνος. | 436 in vol. 4 | |
AG.16.250 | Ὁ πτανὸς τὸν πτανὸν ἴδ’ ὡς ἄγνυσι κεραυνὸν δεικνύς, ὡς κρεῖσσον πῦρ πυρός ἐστιν Ἔρως. | |
AG.16.251 | Πτανῷ πτανὸν Ἔρωτα τὸν ἀντίον ἔπλας’ Ἔρωτι ἁ Νέμεσις τόξῳ τόξον ἀμυνομένα, ὥς κε πάθῃ, τά γ’ ἔρεξεν· ὁ δὲ θρασύς, ὁ πρὶν ἀταρβὴς δακρύει πικρῶν γευσάμενος βελέων· | |
5 | ἐς δὲ βαθὺν τρὶς κόλπον ἀπέπτυσεν. ἆ μέγα θαῦμα, φλέξει τις πυρὶ πῦρ, ἥψατ’ Ἔρωτος Ἔρως. | |
AG.16.252 | Κἀγὼ Κύπριδος αἷμα· κασιγνήτῳ δέ με μήτηρ ᾔνεσε τόξα φέρειν ἀντία καὶ πτέρυγας. | |
AG.16.253 | Ἄρτεμι, ποῦ σοι τόξα παραυχενίη τε φαρέτρη, ποῦ δὲ Λυκαστείων ἐνδρομὶς ἀρβυλίδων πόρπη τε χρυσοῖο τετυγμένη ἠδὲ πρὸς ἄκρην ἰγνύην φοῖνιξ πέπλος ἑλισσόμενος; — | |
5 | „Κεῖνα μὲν εἰς ἄγρην ὁπλίζομαι· ἐς δὲ θυηλὰς | |
εἶμ’ αὕτως ἱρῶν ἀντομένη θυέων.“ | 438 in vol. 4 | |
AG.16.254 | Ἱερὸν Ἑρμείῃ με παραστείχοντες ἔχευαν ἄνθρωποι λίθινον σωρόν· ὁ δ’ ἀντ’ ὀλίγης οὐ μεγάλην αὐτοῖς ἔγνων χάριν, ἀλλ’ ὅτι λοιπὰ Αἰγὸς ἐπὶ κρήνην ἑπτὰ λέγω στάδια. | |
AG.16.255 | Ὁδῖτα, μὴ πρόσερπε πρὸς τὰ κλήματα μηδ’ αὖ τὰ μῆλα μηδ’ ὅπῃ τὰ μέσπιλα· τηνεῖ δὲ πρὸς τὴν σχοῖνον ἐξαμείβεο, ὡς μή τι θράξῃς τῶνδε μηδ’ ἀποθρίσῃς, | |
5 | ἃ σὺν πόνῳ φυτουργὸς ἔκτηται Μέδων, ὃς κἀμὲ θῆκεν· ἢν δέ μευ παρακλύῃς, γνώσῃ τὸν Ἑρμῆν, ὡς κακοὺς ἀμείβομαι. | |
AG.16.256 | Ὀχθηρὸν τὸν χῶρον ἔχω καὶ ἔρημον, ὁδῖτα· οὐκ ἐγώ, ὁ στάσας δ’ αἴτιος Ἀρχέλοχος. οὐ γὰρ ὀρειοχαρὴς ὡρμᾶς οὐδ’ ἀκρολοφίτας, τὸ πλεῦν δ’ ἀτραπιτοῖς, ὦνερ, ἀρεσκόμενος. | |
5 | Ἀρχέλοχος δ’ ὡς αὐτὸς ἐρημοφίλας καὶ ἀγείτων, ὦ παριών, τοῖον κἀμὲ παρῳκίσατο. | |
AG.16.257 | Ἐκ πυρός, ὦ Διόνυσε, τὸ δεύτερον, ἡνίκα χαλκοῦς, | |
ἐξεφάνης· γενεὴν εὗρε Μύρων ἑτέρην. | 440 in vol. 4 | |
AG.16.258 | Δικτύννης Τίμων με καθ’ ἱερὸν ἔμπυρον ὁ Κρὴς χάλκεον ἔστησεν Πᾶνα τὸν αἰγόνυχα. δέρμα δ’ ἔχω διπλοῦν τε λαγωβόλον· ἐκ δέ γε πέτρας σπήλυγγος τείνω βλέμμα διπλοῦν πρὸς ὄρος. | |
AG.16.259 | Πέτρης ἐκ Παρίης με πόλιν κατὰ Παλλάδος ἄκρην στῆσαν Ἀθηναῖοι Πᾶνα τροπαιοφόρον. | |
AG.16.260 | Ἢν λαχάνων ς’ ὁ Πρίηπος ἴδω σχεδὸν ἴχνια θέντα, αὐτῇ γυμνώσω, φώρ, σὲ ποτὶ πρασιῇ. αἰσχρὸν ἔχειν τοῦτ’ ἔργον ἐρεῖς θεόν· οἶδα καὶ αὐτὸς αἰσχρόν· ἀφιδρύνθην δ’ ἴσθ’ ὅτι τοῦδε χάριν. | |
AG.16.261(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἀμφοτέραις παρ’ ὁδοῖσι φύλαξ ἕστηκα Πρίηπος ἰθυτενὲς μηρῶν ὀρθιάσας ῥόπαλον. εἵσατο γὰρ πιστόν με Θεόκριτος· ἀλλ’ ἀποτηλοῦ, φώρ, ἴθι, μὴ κλαύσῃς τὴν φλέβα δεξάμενος. | |
AG.16.262 | Ὁ τραγόπους ὁ τὸν ἀσκὸν ἐπηρμένος αἵ τε γελῶσαι Νύμφαι Πραξιτέλους ἥ τε καλὴ Δανάη· λύγδινα πάντα, καὶ ἄκρα σοφαὶ χέρες. αὐτὸς ὁ Μῶμος | |
φθέγξεται· „Ἄκρητος, Ζεῦ πάτερ, ἡ σοφίη.“ | 442 in vol. 4 | |
AG.16.263 | Πρίν με λίθον Πέρσαι δεῦρ’ ἤγαγον, ὄφρα τρόπαιον στήσονται νίκας· εἰμὶ δὲ νῦν Νέμεσις. ἀμφοτέροις δ’ ἕστηκα, καὶ Ἑλλήνεσσι τρόπαιον νίκας καὶ Πέρσαις τοῦ πολέμου νέμεσις. | |
AG.16.264 | Ἴσιδι καρποτόκῳ, σταχυμήτορι, μυριομόρφῳ, λαϊνέῳ ταλάρῳ μογερῶν ἀπάνευθεν ἀρότρων αὐτόματοι στείχουσιν ἑὴν πρὸς μητέρα καρποί. | |
AG.16264b | Ταῖς Νύμφαις τόδ’ ἄγαλμα· μέλοι δ’ αὐταῖσιν ὁ χῶρος, ναὶ μέλοι, ὡς κρήναις ἄφθιτα ῥεῖθρα ῥέοι. | |
AG.16.265 | Τίς τὸν ἐπ’ ἐσθλοῖσιν παμπενθέα καὶ τρισάλαστον Μῶμον ἀμωμήτοις χερσὶν ἀνεπλάσατο; ὡς ὁ γέρων ἐπὶ γᾶς βεβλημένος οἷά τις ἔμπνους ἀμπαύει λύπας γυῖα βαρυνόμενος, | |
5 | μανύει δίστοιχος ὀλέθριος ὄγμος ὀδόντων πριομένων ἐπὶ τὰς τῶν πέλας εὐτυχίας καὶ τὸ κατεσκληκὸς σκήνους βάρος· ᾇ μὲν ἐρείδει ψιλὸν γηραιᾷ χειρὶ βαλὼν κρόταφον, ᾇ δὲ σεσηρὼς βάκτρον ἀποστηρίζεται ἐς γᾶν | |
10 | κωφὰ πρὸς ἄψυχον πέτρον ἀπεχθόμενος. | 444 in vol. 4 |
AG.16.266 | Τάκεο δυστάνων ὀνύχων ἄπο, παμφάγε Μῶμε, τάκεο σὺ πρίων ἰοβόλους γένυας. νεῦρά σε μανύει τετανυσμένα καὶ φλέβες ἄρθρων καὶ κενεὰ σαρκῶν ψυχολιπὴς δύναμις | |
5 | καὶ ῥικνοῖς φρίσσουσα περὶ κροτάφοισιν ἔθειρα . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ὥστε τίς ἔμψυχόν ς’ ἀνδρὸς σίνιν ἄνυσε τέχνᾳ οὐδὲ τόπον δήκτᾳ σεῖο λιπὼν στόματι; | |
AG.16.267(p1) | ΣΥΝΕΣΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ὁππόθεν ὁ στήσας; —„Βυζάντιος.“ —Οὔνομα δὴ τίς; — „Εὐσέβιος.“ —Σὺ δὲ τίς; —„Κώιος Ἱπποκράτης.“ — Τοῦ δ’ ἕνεκεν γέγραφέν σε; —„Λόγων χάριν ἡ πόλις αὐτῷ τῶν ἐς ἐμὲ γραφίδων ἀντιδέδωκε γέρας.“ — | |
5 | Καὶ τί μὴ αὐτὸς ἑὸν τύπον ἔγραφεν; —„Ὅττι γεραίρων ἡμέας ἀνθ’ αὑτοῦ κρέσσονα δόξαν ἔχει.“ | |
AG.16.268 | Ἠὲ τεὴν φωνήν, Ἱππόκρατες, ἔγραφε Παιάν, ἠὲ σὺ τῆς κείνου μάρτυς ἀκεστορίης. | |
AG.16.269 | Οὗτος ἀκεστορίης κρυφίας ὤιξε κελεύθους, | |
Παιήων μερόπων, Κώιος Ἱπποκράτης. | 446 in vol. 4 | |
AG.16.270(p1) | ΜΑΓΝΟΥ ΙΑΤΡΟΥ | |
1 | Ἦν χρόνος, ἡνίκα γαῖα βροτοὺς διὰ σεῖο, Γαληνέ, δέχνυτο μὲν θνητούς, ἔτρεφε δ’ ἀθανάτους, χήρευεν δὲ μέλαθρα πολυκλαύτου Ἀχέροντος σῇ παιηονίῃ χειρὶ βιαζόμενα. | |
AG.16.271(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ἰητὴρ μερόπων, Ἱππόκρατες, ἀλλὰ καὶ ἵππων, Σώσανδρε, κρυφίης ἴστορ’ ἀκεστορίης, ἢ τέχνην μεταμείψατ’ ἢ οὔνομα· μηδὲ καλείσθω ἅτερος ἐκ τέχνης, ἧς ἕτερος κρατέει. | |
AG.16.272(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ὁ γλυκὺς ἐν πάντεσσιν Ἰάμβλιχος, ὃς ποτὶ γῆρας ἤλυθεν ἁγνὸς ἐὼν Κυπριδίων ὀάρων· ἔργα δ’ ἀκεστορίης ἐφέπων σοφίην τε διδάσκων κέρδεσιν οὐδ’ ὁσίοις χεῖρας ὑπεστόρεσεν. | |
AG.16.273(p1) | ΚΡΙΝΑΓΟΡΟΥ | |
1 | Αὐτός σοι Φοίβοιο πάις λαθικηδέα τέχνης ἰδμοσύνην, πανάκῃ χεῖρα λιπηνάμενος, Πρηξαγόρη, στέρνοις ἐνεμάξατο. τοιγὰρ ἀνῖαι ὄρνυνται δολιχῶν ὁππόσαι ἐκ πυρετῶν | |
5 | καὶ ὁπόσα τμηθέντος ἐπὶ χροὸς ἄρκια θεῖναι φάρμακα, πρηείης οἶσθα παρ’ Ἠπιόνης. θνητοῖσιν δ’ εἰ τοῖοι ἐπήρκεον ἰητῆρες, | |
οὐκ ἂν ἐπορθμεύθη νεκροβαρὴς ἄκατος. | 448 in vol. 4 | |
AG.16.274 | Ἰητὴρ μέγας οὗτος Ἰουλιανοῦ βασιλῆος, ἄξιος εὐσεβίης δῖος Ὀρειβάσιος. εἶχε γὰρ οἷα μέλισσα σοφὸν νόον ἄλλοθεν ἄλλα ἰητρῶν προτέρων ἄνθεα δρεψάμενος. | |
AG.16.275(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Τίς, πόθεν ὁ πλάστης; —„Σικυώνιος.“ —Οὔνομα δὴ τίς; — „Λύσιππος.“ —Σὺ δὲ τίς; —„Καιρὸς ὁ πανδαμάτωρ.“ — Τίπτε δ’ ἐπ’ ἄκρα βέβηκας; —„Ἀεὶ τροχάω.“ —Τί δὲ ταρσοὺς ποσσὶν ἔχεις διφυεῖς; —„Ἵπταμ’ ὑπηνέμιος.“ — | |
5 | Χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; —„Ἀνδράσι δεῖγμα, ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.“ — Ἡ δὲ κόμη τί κατ’ ὄψιν; —„Ὑπαντιάσαντι λαβέσθαι, νὴ Δία.“ —Τἀξόπιθεν πρὸς τί φαλακρὰ πέλει; — „Τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν | |
10 | οὔτις ἔθ’ ἱμείρων δράξεται ἐξόπιθεν.“ — Τοὔνεχ’ ὁ τεχνίτης σε διέπλασεν; —„Εἵνεκεν ὑμέων, ξεῖνε, καὶ ἐν προθύροις θῆκε διδασκαλίην.“ | |
AG.16.276(p1) | ΒΙΑΝΟΡΟΣ | |
1 | Ἔστησεν Περίανδρος Ἀρίονος εἰκόνα ταύτην καὶ τὸν ἀπολλυμένῳ σύνδρομα νηξάμενον εἰνάλιον δελφῖνα· λέγει δ’ ὁ ’π’ Ἀρίονι μῦθος· | |
κτεινόμεθ’ ἀνθρώποις, ἰχθύσι σῳζόμεθα. | 450 in vol. 4 | |
AG.16.277(p1) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ | |
1 | Σὸν μὲν κάλλος ἔδειξε μόλις γραφίς· αἴθε δὲ τεύχειν ἔσθενε καὶ λιγυρῶν ἡδὺ μέλος στομάτων, ὥς κεν ἐπ’ ὀφθαλμοῖσι καὶ οὔασιν, ἔκ τε προσώπου ἔκ τε λυροκτυπίης, ἶσον ἐθελγόμεθα. | |
AG.16.278(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πλῆκτρον ἔχει φόρμιγγος, ἔχει καὶ πλῆκτρον ἔρωτος· κρούει δ’ ἀμφοτέροις καὶ φρένα καὶ κιθάρην. τλήμονες, οἷς ἄγναμπτον ἔχει νόον· ᾧ δ’ ἐπινεύσει, ἄλλος ὅδ’ Ἀγχίσης, ἄλλος Ἄδωνις ὅδε. | |
5 | εἰ δ’ ἐθέλεις, ὦ ξεῖνε, καὶ ἀμφιβόητον ἀκοῦσαι οὔνομα καὶ πάτρην, ἐκ Φαρίης Μαρίη. | |
AG.16.279 | Τόν με λίθον μέμνησο τὸν ἠχήεντα παρέρπων Νισαίην· ὅτε γὰρ τύρσιν ἐτειχοδόμει Ἀλκάθοος, τότε Φοῖβος ἐπωμαδὸν ἦρε δομαῖον λᾶα Λυκωρείην ἐνθέμενος κιθάρην. | |
5 | ἔνθεν ἐγὼ λυραοιδός· ὑποκρούσας δέ με λεπτῇ | |
χερμάδι τοῦ κόμπου μαρτυρίην κόμισαι. | 452 in vol. 4 | |
AG.16.280 | Χρήμασι τοῖς Ἀγάθωνος ἐδείματο τῇδε λοετρὸν δῆμος ὁ τῆς Τεγέης, θαῦμα καὶ ἐσσομένοις. | |
AG.16.281 | Οὐ βαλανεῖον ἔην προπάροιθε τὸ νῦν βαλανεῖον, ἀλλὰ τόπος σκυβάλων, χῶρος ἀποκρίσιος· νῦν δὲ τὰ τερπνὰ τὰ πᾶσι βοώμενα καὶ χαρίεντα ἀγλαΐῃ προφέρει· καὶ γὰρ Ἀλέξανδρος, | |
5 | Νικαέων ἱερεύς, σοφίης ἐρικυδέος ἀστήρ, τεῦξέ μιν οἰκείοις χρήμασι καὶ δαπάναις. | |
AG.16.282(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Νῖκαι πάρεσμεν, αἱ γελῶσαι παρθένοι, νίκας φέρουσαι τῇ φιλοχρίστῳ πόλει. ἔγραψαν ἡμᾶς οἱ φιλοῦντες τὴν πόλιν πρέποντα Νίκαις ἐντυποῦντες σχήματα. | |
AG.16.283(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Μουσάων δεκάτη, Χαρίτων Ῥοδόκλεια τετάρτη, τερπωλὴ μερόπων, ἄστεος ἀγλαΐη. ὄμμα δέ οἱ καὶ ταρσὰ ποδήνεμα καὶ σοφὰ χειρῶν | |
δάκτυλα καὶ Μουσῶν κρέσσονα καὶ Χαρίτων. | 454 in vol. 4 | |
AG.16.284(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εἰμὶ μὲν Ἑλλαδίη Βυζαντιάς· ἐνθάδε δ’ ἔστην, ᾗχι χοροστασίην εἴαρι δῆμος ἄγει, ὁππόθι πορθμῷ γαῖα μερίζεται· ἀμφότεραι γὰρ ἄντυγες ὀρχηθμοὺς ᾔνεσαν ἡμετέρους. | |
AG.16.285(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὔ τις ἐπ’ Ἀνθούσῃ χρυσὸν βάλεν, ἀλλὰ καὶ αὐτῇ ἀμφεχύθη Κρονίδης ὡς τὸ πάρος Δανάῃ· σώματι δ’ οὐκ ἐπέλασσεν, ἐπεὶ νόον ἔλλαβεν αἰδώς, μή τινι Μουσάων μίσγεται οὐκ ἐθέλων. | |
AG.16.286(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θῆλυς ἐν ὀρχηθμοῖς κρατέει φύσις· εἴξατε, κοῦροι. Μοῦσα καὶ Ἑλλαδίη τοῦτον ἔθεντο νόμον, ἡ μέν, ὅτι πρώτη κινήσιος εὕρετο ῥυθμούς, ἡ δ’, ὅτι τῆς τέχνης ἦλθεν ἐς ἀκρότατον. | |
AG.16.287(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἕκτορα μέν τις ἄεισε, νέον μέλος· Ἑλλαδίη δὲ ἑσσαμένη χλαῖναν πρὸς μέλος ἠντίασεν. ἦν δὲ πόθος καὶ δεῖμα παρ’ ὀρχηθμοῖσιν Ἐνυοῦς, | |
ἄρσενι γὰρ ῥώμῃ θῆλυν ἔμιξε χάριν. | 456 in vol. 4 | |
AG.16.288(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὔνομ’ ἔχεις Λιβάνου, Χαρίτων δέμας, ἤθεα Πειθοῦς, παρθένε, καὶ Παφίης κεστὸν ὑπὲκ λαγόνων. αὐτὰρ ἐν ὀρχηθμοῖσιν, Ἔρως ἅτε κοῦφος, ἀθύρεις, κάλλεϊ καὶ τέχνῃ πάντας ἐφελκομένη. | |
AG.16.289 | Αὐτὸν ὁρᾶν Ἰόβακχον ἐδόξαμεν, ἡνίκα Λήναις ὁ πρέσβυς νεαρῆς ἦρχε χοροιμανίης, καὶ Κάδμου τὰ πάρηβα χορεύματα καὶ τὸν ἀφ’ ὕλης ἄγγελον, εὐιακῶν ἰχνελάτην θιάσων, | |
5 | καὶ τὴν εὐάζουσαν ἐν αἵματι παιδὸς Ἀγαυὴν λυσσάδα. φεῦ θείης ἀνδρὸς ὑποκρισίης. | |
AG.16.290(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Αὐτὸν βακχευτὴν ἐνέδυ θεόν, ἡνίκα βάκχας ἐκ Θηβῶν Ἰταλὴν ἤγαγε πρὸς θυμέλην, ἀνθρώποις Πυλάδης τερπνὸν δέος, οἷα χορεύων δαίμονος ἀκρήτου πᾶσαν ἔπλησε πόλιν. | |
5 | Θῆβαι γιγνώσκουσι τὸν ἐκ πυρός· οὐράνιος δὲ οὗτος ὁ παμφώνοις χερσὶ λοχευόμενος. | |
AG.16.291(p1) | ΑΝΥΤΗΣ | |
1 | Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος· οὕνεχ’ ὑπ’ ἀζαλέου θέρεος μέγα κεκμηῶτα | |
παῦσαν ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ. | 458 in vol. 4 | |
AG.16.292 | Υἱὲ Μέλητος, Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀΐδιον, καὶ τάσδ’ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας δισσὰς ἐκ στηθέων γραψάμενος σελίδας· | |
5 | ὑμνεῖ δ’ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον, ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον. | |
AG.16.293 | Τίς ποθ’ ὁ τὸν Τροίης πόλεμον σελίδεσσι χαράξας ἢ τίς ὁ τὴν δολιχὴν Λαρτιάδαο πλάνην; οὐκ ὄνομ’ εὑρίσκω σαφές, οὐ πόλιν. Οὐράνιε Ζεῦ, μήποτε σῶν ἐπέων δόξαν Ὅμηρος ἔχει; | |
AG.16.294 | Ποίας ἀστὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης κεῖνον, ἐφ’ ὃν πᾶσαι χεῖρ’ ὀρέγουσι πόλεις; ἦ τὸ μέν ἐστιν ἄγνωστον, ὁ δ’ ἀθανάτοις ἴσος ἥρως | |
ταῖς Μούσαις ἔλιπεν πατρίδα καὶ γενεήν. | 460 in vol. 4 | |
AG.16.295 | Οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον, οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ἰηονίης, οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή, οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη, | |
5 | οὐκ Ἄργος Δαναοῖο κυκλωπείη τε Μυκήνη, οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων. οὐ γὰρ ἔφυ χθονὸς ἔργον· ἀπ’ αἰθέρος ἀλλά ἑ Μοῦσαι πέμψαν, ἵν’ ἡμερίοις δῶρα ποθητὰ φέροι. | |
AG.16.296(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Οἱ μὲν σεῦ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε, οἱ δὲ καλὰν Σμύρναν, οἱ δ’ ἐνέπουσι Χίον, οἱ δ’ Ἴον, οἱ δ’ ἐβόασαν ἐύκλαρον Σαλαμῖνα, οἱ δέ νυ τῶν Λαπιθέων ματέρα Θεσσαλίαν· | |
5 | ἄλλοι δ’ ἄλλην μαῖαν ἀνίαχον. εἰ δέ με Φοίβου χρὴ λέξαι πινυτὰς ἀμφαδὰ μαντοσύνας, πάτρα σοι τελέθει μέγας οὐρανός, ἐκ δὲ τεκούσης οὐ θνατᾶς, ματρὸς δ’ ἔπλεο Καλλιόπας. | |
AG.16.297 | Ἑπτὰ ἐριδμαίνουσι πόλεις διὰ ῥίζαν Ὁμήρου, | |
Κύμη, Σμύρνα, Χίος, Κολοφών, Πύλος, Ἄργος, Ἀθῆναι. | 462 in vol. 4 | |
AG.16.298 | Ἑπτὰ πόλεις μάρναντο σοφὴν διὰ ῥίζαν Ὁμήρου, Σμύρνα, Χίος, Κολοφών, Ἰθάκη, Πύλος, Ἄργος, Ἀθῆναι. | |
AG.16.299 | Χῖος ἔφυς; —„Οὔ φημι.“ —Τί δαί, Σμυρναῖος; —„Ἀπαυδῶ.“ — Κύμη δ’ ἢ Κολοφὼν πατρίς, Ὅμηρε, σέθεν; — „Οὐδετέρη.“ —Σαλαμὶς δὲ τεὴ πόλις; —„Οὐδ’ ἀπὸ ταύτης ἐξέφυν.“ —Ἀλλ’ αὐτὸς λέξον, ὅπῃ γέγονας. — | |
5 | „Οὐκ ἐρέω.“ —Τίνος ἦρα; —„Πέπεισμ’, ὅτι τἀτρεκὲς εἰπὼν ἕξω τὰς ἄλλας ἄμμιν ἀπεχθομένας.“ | |
AG.16.300 | Εἰς αἰῶνας, Ὅμηρε, καὶ ἐξ αἰῶνος ἀείδῃ οὐρανίης Μούσης δόξαν ἀειράμενος. μῆνιν μὲν γὰρ ἄεισας Ἀχιλλέος, αὐτὰρ Ἀχαιῶν στρομβηδὸν νηῶν σύγχυσιν ἐν πελάγει | |
5 | τειρόμενόν τε πλάνῃσιν Ὀδυσσέα ποικιλόβουλον τοῦ λέχος ἀσπασίως εἴσιδε Πηνελόπη. | |
AG.16.301 | Εἰ θεός ἐστιν Ὅμηρος, ἐν ἀθανάτοισι σεβέσθω· | |
εἰ δ’ αὖ μὴ θεός ἐστι, νομιζέσθω θεὸς εἶναι. | 464 in vol. 4 | |
AG.16.302 | Εὗρε Φύσις, μόλις εὗρε· τεκοῦσα δ’ ἐπαύσατο μόχθων εἰς ἕνα μοῦνον Ὅμηρον ὅλην τρέψασα μενοινήν. | |
AG.16.303 | Τίς ποθ’ Ὁμηρείης μεγάλης ὀπός ἐστιν ἀπευθής; τίς χθών, τίς δὲ θάλασσα μάχην οὐκ οἶδεν Ἀχαιῶν; δῆμος ὁ Κιμμερίων, πανδερκέος ἄμμορος αἴγλης Ἠελίου, Τροίης ὄνομ’ ἔκλυεν, ἔκλυεν Ἄτλας | |
5 | οὐρανὸν εὐρύστερνον ἔχων ἐπικείμενον ὤμοις. | |
AG.16.304 | Διεξιών, Ὅμηρε, τὴν κεκαυμένην φθονεῖν ἐφῆκας τὰς ἀπορθήτους πόλεις. | |
AG.16.305(p1) | ΑΝΤΙΠΑΤΡΟΥ | |
1 | Νεβρείων ὁπόσον σάλπιγξ ὑπερίαχεν αὐλῶν, τόσσον ὑπὲρ πάσας ἔκραγε σεῖο χέλυς· οὐδὲ μάτην ἁπαλοῖς περὶ χείλεσιν ἑσμὸς ἐκεῖνος ἔπλασε κηρόδετον, Πίνδαρε, σεῖο μέλι. | |
5 | μάρτυς ὁ Μαινάλιος κερόεις θεὸς ὕμνον ἀείσας | |
τὸν σέο καὶ νομίων λησάμενος δονάκων. | 466 in vol. 4 | |
AG.16.306(p1) | ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Πρέσβυν Ἀνακρείοντα χύδαν σεσαλαγμένον οἴνῳ θάεο δινωτοῦ στρεπτὸν ὕπερθε λίθου, ὡς ὁ γέρων λίχνοισιν ἐπ’ ὄμμασιν ὑγρὰ δεδορκὼς ἄχρι καὶ ἀστραγάλων ἕλκεται ἀμπεχόναν· | |
5 | δισσῶν δ’ ἀρβυλίδων τὰν μὲν μίαν οἷα μεθυπλὴξ ὤλεσεν, ἐν δ’ ἑτέρᾳ ῥικνὸν ἄραρε πόδα. μέλπει δ’ ἠὲ Βάθυλλον ἐφίμερον ἠὲ Μεγιστέα, αἰωρῶν παλάμᾳ τὰν δυσέρωτα χέλυν. ἀλλά, πάτερ Διόνυσε, φύλασσέ μιν· οὐ γὰρ ἔοικεν | |
10 | ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα. | |
AG.16.307(p1) | ΛΕΩΝΙΔΟΥ | |
1 | Ἴδ’, ὡς ὁ πρέσβυς ἐκ μέθας Ἀνακρέων ὑπεσκέλισται καὶ τὸ λῶπος ἕλκεται ἐσάχρι γυίων· τῶν δὲ βλαυτίων τὸ μὲν ὅμως φυλάσσει, θάτερον δ’ ἀπώλεσεν· | |
5 | μελίσδεται δὲ τὰν χέλυν διακρέκων ἤτοι Βάθυλλον ἢ καλὸν Μεγιστέα. φύλασσε, Βάκχε, τὸν γέροντα, μὴ πέσῃ. | |
AG.16.308(p1) | ΕΥΓΕΝΟΥΣ | |
1 | Τὸν τοῖς μελιχροῖς Ἱμέροισι σύντροφον, Λυαῖ’, Ἀνακρέοντα Τήιον κύκνον, ἔσφηλας ὑγρῇ νέκταρος μεληδόνι· λοξὸν γὰρ αὐτοῦ βλέμμα καὶ περὶ σφυροῖς | |
5 | ῥιφθεῖσα λώπευς πέζα καὶ μονοζυγὲς μέθην ἐλέγχει σάνδαλον· χέλυς δ’ ὅμως τὸν εἰς Ἔρωτας ὕμνον ἀθροΐζεται. | |
ἀπτῶτα τήρει τὸν γεραιόν, Εὔιε. | 468 in vol. 4 | |
AG.16.309 | Τήιον ἀμφοτέρων με βλέπεις ἀκόρεστον ἐρώτων πρέσβυν, ἴσον κούροις, ἶσον ἁδόντα κόραις· ὄμμα δέ μευ Βρομίῳ βεβαρημένον ἠδ’ ἀπὸ κώμων τερπνὰ φιλαγρύπνων σήματα παννυχίδων. | |
AG.16.310(p1) | ΔΑΜΟΧΑΡΙΔΟΣ | |
1 | Αὐτή σοι πλάστειρα Φύσις παρέδωκε τυπῶσαι τὴν Μιτυληναίαν, ζωγράφε, Πιερίδα. πηγάζει τὸ διαυγὲς ἐν ὄμμασι· τοῦτο δ’ ἐναργῶς δηλοῖ φαντασίην ἔμπλεον εὐστοχίης. | |
5 | αὐτομάτως δ’ ὁμαλή τε καὶ οὐ περίεργα κομῶσα σὰρξ ὑποδεικνυμένην τὴν ἀφέλειαν ἔχει. ἄμμιγα δ’ ἐξ ἱλαροῖο καὶ ἐκ νοεροῖο προσώπου Μοῦσαν ἀπαγγέλλει Κύπριδι μιγνυμένην. | |
AG.16.311 | Ὀππιανὸς σελίδεσσιν ἁλίπλοα φῦλα συνάψας θήκατο πᾶσι νέοις ὄψον ἀπειρέσιον. | |
AG.16.312 | Καλλιόπη βασίλεια Γεώργιον εἶπεν ἰδοῦσα· | |
„Οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης.“ | 470 in vol. 4 | |
AG.16.313(p1) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Εἰκών, τίς ς’ ἀνέθηκε; —„Λόγοι.“ —Τίνος εἶ; —„Πτολεμαίου.“ — Ποίου; —„Τοῦ Κρητός.“ —Τεῦ χάριν; —„Ἀντ’ ἀρετῆς.“ — Τῆς ποδαπῆς; —„Πάσης.“ —Τῆς ἐς τίνας; —„Ἐς δικολέκτας.“ — Καὶ ξύλον ἀρκεῖ; —„Ναί· χρυσίον οὐ δέχεται.“ | |
AG.16.314(p1) | ΑΡΑΒΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Εἰκόνα Λογγίνῳ χρυσέην πόλις εἶχεν ὀπάσσαι, εἰ μὴ πότνα Δίκη χρυσὸν ἀπεστρέφετο. | |
AG.16.315(p1) | ΘΩΜΑ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ῥητορικῆς φιλέω τρεῖς ἀστέρας, οὕνεκα μοῦνοι πάντων ῥητήρων εἰσὶν ἀρειότεροι· σεῖο πόνους φιλέω, Δημόσθενες· εἰμὶ δὲ λίην καὶ φιλαριστείδης καὶ φιλοθουκυδίδης. | |
AG.16.316(p1) | ΜΙΧΑΗΛΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἡ πόλις Ἀγαθίαν τὸν ῥήτορα, τὸν στιχαοιδόν, δίζυγος εὐεπίης ῥυθμὸν ἀγασσαμένη, ὡς μήτηρ ἐτέλεσσεν ἐφ’ υἱέι, καὶ πόρε τήνδε εἰκόνα, καὶ στοργῆς μάρτυρα καὶ σοφίης· | |
5 | Μεμνόνιον δὲ τοκῆα κασίγνητόν τε σὺν αὐτῷ | |
ἔστησεν, γενεῆς σύμβολα σεμνοτάτης. | 472 in vol. 4 | |
AG.16.317(p1) | ΠΑΛΛΑΔΑ | |
1 | Κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί, Δήλιε, μαντεύου, τίς τίνος ἐστὶ λίθος. | |
AG.16.318 | Τίς σὲ τὸν οὐ λαλέοντα τύπῳ ῥητῆρος ἔγραψε; σιγᾷς; οὐ λαλέεις; οὐδὲν ὁμοιότερον. | |
AG.16.319 | Εἰκόνες ἀνθρώποισι φίλον γέρας, ἀλλὰ Μαρίνῳ ὕβρις ἐλεγχομένης εἴδεος ἀπρεπίης. | |
AG.16.320 | Νεῖκος Ἀριστείδης Ἰάδων κατέπαυσε πολήων, τὸ πρὶν Ὁμηρείης εἶχον ὑπὲρ γενεῆς. φασὶν γὰρ πᾶσαι· „Σμύρνη τέκε θεῖον Ὅμηρον ἡ καὶ Ἀριστείδην ῥήτορα γειναμένη.“ | |
AG.16.321 | Εἰκὼν Καλλίστου τοῦ ῥήτορος· οἱ δὲ παρ’ αὐτὴν | |
ἐρχόμενοι Ἑρμῇ σπένδετε τῷ λογίῳ. | 474 in vol. 4 | |
AG.16.322 | Φίρμος με Φίρμον, πυρφόρος τὸν πυρφόρον, ὁ παῖς ὁ ῥήτωρ τὸν πατέρα τὸν ῥήτορα. | |
AG.16.323(p1) | ΜΕΣΟΜΗΔΟΥΣ | |
1 | Τὰν ὕελον ἐκόμιζε κόψας ἐργάτας ἀνήρ· ἐς δὲ πῦρ ἔθηκε βῶλον, ὡς σίδηρον εὐσθενῆ· | |
5 | ἁ δ’ ὕελος οἷα κηρὸς ἐξεχεῖτο παμφάγοισι φλοξὶν ἐκπυρουμένα· θαῦμα δ’ ἦν ἰδεῖν βροτοῖς ὁλκὸν ἐκ πυρὸς ῥέοντα | |
10 | καὶ τὸν ἐργάτην τρέμοντα, μὴ πεσὼν διαρραγῇ· ἐς δὲ διπτύχων ἀκμὰς χηλέων ἔθηκε βῶλον ... | |
AG.16.324 | Ἡ γραφὶς ἀργυρέη μέν, ὅτ’ ἐκ πυρὸς ἦλθον, ἐτύχθην, σαῖσι δὲ καὶ χρυσέη γίνομαι ἐν παλάμαις· ὧδέ σοι, ὦ χαρίεσσα Λεόντιον, εὖ μὲν Ἀθήνη | |
τέχνης, εὖ δ’ εἴδους ἄκρα δέδωκε Κύπρις. | 476 in vol. 4 | |
AG.16.325(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ | |
1 | Οὐ τὸν ἀναπτύσσοντα φύσιν πολύμητιν ἀριθμῶν ἤθελεν ὁ πλάστης Πυθαγόρην τελέσαι, ἀλλὰ τὸν ἐν σιγῇ πινυτόφρονι· καὶ τάχα φωνὴν ἔνδον ἀποκρύπτει, καὶ τόδ’ ἔχων ὀπάσαι. | |
AG.16.326 | Αὐτὸν Πυθαγόραν ὁ ζωγράφος, ὃν μετὰ φωνῆς εἶδες ἄν, εἴ γε λαλεῖν ἤθελε Πυθαγόρας. | |
AG.16.327(p1) | ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΑΡΒΟΥΚΑΛΛΟΥ | |
1 | Ὡς σοφὸς ὁ γράψας· ζωὰν οὐκ ἔμβαλε κηρῷ Σωκράτεος ψυχᾷ τοῦτο χαριζόμενος. | |
AG.16.328 | Τὸν νοῦν διδάσκων αἰθερεμβατεῖν Πλάτων τοὺς τῶν ὑπὲρ νοῦν ἐξερεύγεται λόγους. | |
AG.16.329 | Οὗτος Ἀριστοτέλης μετρῶν χθόνα καὶ πόλον ἄστρων. | |
AG.16.330 | Νοῦς καὶ Ἀριστοτέλους ψυχή, τύπος ἀμφοτέρων εἷς. | 478 in vol. 4 |
AG.16.331(p1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Σεῖο πολυκλήεντα τύπον στήσαντο, Χερωνεῦ Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων, ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους Ῥώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις. | |
5 | ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλον οὐδὲ σύ γ’ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις. | |
AG.16.332(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα, δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου ἑπτὰ σοφῶν ἔμπροσθεν, ἐπεὶ κεῖνοι μὲν ἀνάγκην ἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις· | |
5 | ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας, παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν. φευκτὸν δ’ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ. | |
AG.16.333(p1) | ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ | |
1 | Ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσα μάζα καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη καὶ δέπας ἐκ κεράμοιο σοφῷ κυνὶ μέτρα βίοιο ἄρκια· κἠν τούτοις ἦν τι περισσότερον· | |
5 | κοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην | |
εἶπε· „Τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;“ | 480 in vol. 4 | |
AG.16.334(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου, ἀλλὰ σὸν οὔτι κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ, μοῦνος ἐπεὶ βιοτῆς αὐτάρκεα δόξαν ἔδειξας θνητοῖς καὶ ζωῆς οἶμον ἐλαφροτάτην. | |
AG.16.335 | Πορφύριον Κάλχαντος ἄναξ καὶ δῆμος ἐγείρει πολλοῖς εὐκαμάτοις βριθόμενον στεφάνοις, πᾶσι μεθ’ ἡνιόχοισι νεώτατον ὅσσον ἄριστον, ἀλλὰ τόσον νίκης κάρτος ἐνεγκάμενον. | |
5 | ἔπρεπε μὴν χρυσέῳ ἐν ἀγάλματι, μὴ δ’ ἐνὶ χαλκῷ τοῦτον τοῖς ἄλλοις εἴκελον ἑστάμεναι. | |
AG.16.336 | Τέτραχα μὲν τὸ πάροιθε διακριδὸν ἴαχε δῆμος, τὸν Καλχαντιάδην Πορφύριον ποθέων· αὐτὰρ ὃ δεξιτεροῖσιν ἀνακτορέοιο θοώκου ἡνία καὶ ζώνην ἱππότιν ἀνθέμενος, | |
5 | κεῖθεν ἐπισπέρχων ἐλάᾳ· μεσσηγὺ δ’ ἀέθλων χάλκεος ἱδρύνθη πρῶτον ἴουλον ἔχων. εἰ δ’ ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλ’ ἐπὶ νίκαις | |
ὄψιμον, ἀλλὰ μόλις πολλὰ μετὰ στέφεα. | 482 in vol. 4 | |
AG.16.337 | Ἀγχίσην Κυθέρεια καὶ Ἐνδυμίωνα Σελήνη φίλατο καὶ Νίκη νῦν τάχα Πορφύριον, ὃς καὶ ἑοὺς ἵππους καὶ ὁμόφρονος ἡνιοχῆος ἐξ ἑτέρων ἑτέρους αἰὲν ἀμειβόμενος | |
5 | πολλάκι κρᾶτα πύκασσε πανημερίοισιν ἀέθλοις οὐ μογέων, ἑτάρου μοῦνον ἐφεσπομένου. | |
AG.16.338 | Τοῦτό σοι ἠιθέῳ Νίκη γέρας, ὃ χρόνος ἄλλοις ὀψὲ μόλις πολιοῖς ὤπασε, Πορφύριε· καὶ γὰρ ἀριθμήσασα πολυστεφέας σέο μόχθους εὕρετο γηραλέων κρέσσονας ἡνιόχων. | |
5 | τί πλέον, ὅττι καὶ αὐτὸς ἐπευφήμησεν ἀύσας σὸν κλέος ἀντιπάλων δῆμος ἀγασσάμενος; ὀλβίη ἡ Βενέτων πανελεύθερός ἐστι γενέθλη, ᾗ σε μέγας βασιλεὺς δῶρον ἔνευσεν ἔχειν. | |
AG.16.339 | Ἄλκιμοι ἀλκήεντα, σοφοὶ σοφόν, υἱέα Νίκης οἱ Νίκης παῖδες Πορφύριον Βένετοι ἄνθεσαν· ἀμφοτέραις γὰρ ἀμειβομένοις ἐπὶ πώλοις | |
κυδιάει νίκαις, οἷς πόρεν, οἷς ἔλαβεν. | 484 in vol. 4 | |
AG.16.340 | Ἄλλοις παυσαμένοισιν, ἀεθλεύοντι δὲ μούνῳ Πορφυρίῳ βασιλεὺς τοῦτο δέδωκε γέρας· πολλάκι νικήσας γὰρ ἑοὺς πόρεν ὠκέας ἵππους, λάζετο δ’ ἀντιπάλων καὶ πάλιν ἐστέφετο· | |
5 | ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπετος, ἔνθεν ἀυτή· „Ὡς Βενέτους, τέρψῃ, Κοίρανε, καὶ Πρασίνους.“ | |
AG.16.341 | Αἱ πάντων ψῆφοί με καὶ εἰσέτι διφρεύοντα ἔστησαν Νίκης ἐγγύθι Πορφύριον· δῆμος μὲν γὰρ ἐμὸς γέρας ᾔτεεν, οἱ δ’ ἕτεροί με δίζοντ’ αὖθις ἔχειν νεῖκος ἀπειπάμενοι· | |
5 | μήτι δ’ ἡνιόχων περιγίγνομαι, οἷσι καὶ ἵππους κρείσσονας ἀντιπορὼν δεῖξα χερειοτέρους. | |
AG.16.342 | Αὐτὸν Πορφύριον μὲν ἀπηκριβώσατο χαλκῷ ὁ πλάστης ἔμπνουν οἷα τυπωσάμενος. τίς δὲ χάριν, τίς ἄεθλα, τίς ἔνθεα δήνεα τέχνης τεύξει καὶ νίκην οὔποτ’ ἀμειβομένην; | |
AG.16.343 | Εἰκόνι χαλκείῃ τὸν χάλκεον ἡνιοχῆα ἄνθετο νικητὴν κοίρανος Αὐσονίων ὡς σοφόν, ὡς Βενέτοις πεφιλημένον· ἀλλ’ ἐπὶ νίκαις | |
Πορφυρίου πολλὰς εἰκόνας ὀψόμεθα. | 486 in vol. 4 | |
AG.16.344 | Τίς τελέθεις, φίλε κοῦρε, γενειάδος ἄκρα χαράσσων; — „Ὦ ξένε, Πορφύριος.“ —Τίς πατρίς; —„Ἡ Λιβύη.“ — Τίς δέ σε νῦν τίμησεν; —„Ἄναξ χάριν ἱπποσυνάων.“ — Τίς μάρτυς τελέθει; —„Δῆμος ὁ τῶν Βενέτων.“ — | |
5 | Ἔπρεπέ σοι Λύσιππον ἔχειν ἐπιμάρτυρα νίκης τοσσατίης πλάστην ἴδμονα, Πορφύριε. | |
AG.16.345 | Ἐγγύθι τῆς Νίκης καὶ Ἀλεξάνδρου βασιλῆος ἔστης ἀμφοτέρων κύδεα δρεψάμενος. | |
AG.16.346 | Πάντα Τύχης ὀφθαλμὸς ἐπέρχεται, ἀλλ’ ἐπὶ μούνοις Πορφυρίου καμάτοις ἕλκεται ὄμμα Τύχης. | |
AG.16.347 | Σὴν τροχαλὴν μάστιγα καὶ ἀσπίδα δῆμος ἀγασθεὶς ἤθελέ σε στῆσαι διπλόον, ὥσπερ ἔδει, ἡνίοχον κρατερὸν καὶ ἀριστέα· διχθὰ δὲ χαλκὸς οὐκ ἐχύθη ψυχὴν σεῖο τυπωσάμενος. | |
AG.16.348 | Πορφύριον σταδίοισι τίνος χάριν ἡνιοχῆα δῆμος ὁ πρῶτα φέρων ἄνθετο τῶν Πρασίνων; αὐτὸς ἄναξ κήρυξε. τί γὰρ πλέον, ὅττι γεραίρει | |
εἵνεκεν εὐνοίης, εἵνεκεν ἱπποσύνης; | 488 in vol. 4 | |
AG.16.349 | Πορφυρίῳ μετ’ ἄεθλα γέρας πόρεν ἄξιον ἔργων κοίρανος ὁ Πρασίνοις τοῦτο χαριζόμενος· πολλάκι γὰρ δῆμος προφερέστερα ἔργα κομίζων ᾔνεσε Καλλιόπαν καὶ πάλι Πορφύριον· | |
5 | διπλόον οὔνομα τοῦτο, τόπερ λάχε χάλκεος ἥρως οὗτος ὁ τεθρίπποις κῦδος ἑλὼν ἀρετῆς. | |
AG.16.350 | Οὐ μόνον ἐν σταδίοις σε κατέστεφε πότνια Νίκη, ἀλλὰ καὶ ἐν πολέμοις δεῖξεν ἀεθλοφόρον, εὖτ’ ἄρ’ ἄναξ πολέμιζεν ἔχων Πρασίνους ὑποεργοὺς ἄγρια μαινομένῳ ἐχθρῷ ἀνακτορέῳ | |
5 | καὶ πέσεν αἰνοτύραννος ἐπιφθιμένης τότε Ῥώμης, ἦμαρ δ’ Αὐσονίοις ἦλθεν ἐλευθερίης. τοὔνεκα τοῖς μὲν ἔδωκεν ἄναξ γέρας, ὡς πάρος εἶχον, σὸν δὲ τύπον τέχνη ἔξεσε, Πορφύριε. | |
AG.16.351 | Ὑμετέρων κήρυκες ἀμεμφέες εἰσὶν ἀγώνων οἱ καὶ ἀπ’ ἀντιβίων, Πορφύριε, στέφανοι· πάντας γὰρ σταδίοισιν ἀμοιβαδὸν αἰὲν ἐλέγχεις ἀντιτέχνους, τῆς σῆς παίγνιον ἱπποσύνης. | |
5 | τοὔνεκα καὶ ξεῖνον πρεσβήιον εὕραο μοῦνος, | |
εἰκόνα χαλκείην δήμῳ ἐν ἀμφοτέρῳ. | 490 in vol. 4 | |
AG.16.352 | Πλάστης χαλκὸν ἔτευξεν ὁμοίιον ἡνιοχῆι. εἴθε δὲ καὶ τέχνης ὄγκον ἀπειργάσατο, ὄγκον ὁμοῦ καὶ κάλλος. ὅπερ Φύσις ὀψὲ τεκοῦσα ὤμοσεν· „Ὠδίνειν δεύτερον οὐ δύναμαι.“ | |
5 | ὤμοσεν εὐόρκοις ὑπὸ χείλεσι· Πορφυρίῳ γὰρ πρώτῳ καὶ μούνῳ πᾶσαν ἔδωκε χάριν. | |
AG.16.353 | Εἰ φθόνος ἠρεμέοι, κρίνειν δ’ ἐθέλοιεν ἀέθλους, πάντες Πορφυρίου μάρτυρές εἰσι πόνων. ναὶ τάχα καὶ φήσαιεν ἀριθμήσαντες ἀγῶνας· „Βαιὸν τοῦτο γέρας τοσσατίων καμάτων.“ | |
5 | ὅσσα γὰρ ἡνιοχῆας ἀεὶ μεμερισμένα κοσμεῖ, εἰς ἓν ἀολλίσσας τηλίκος ἐξεφάνη. | |
AG.16.354 | Αἰδομένη χαλκῷ σε πόλις, τριπόθητε, γεραίρει, ἤθελε γὰρ χρυσῷ, ἀλλ’ ἴδεν ἐς Νέμεσιν. εἰ δὲ τεὴν μέλπων οὐ παύεται ἠθάδα νίκην εὐγνώμων δῆμος, Πορφύριε, Πρασίνων, | |
5 | ἔμπνοά σοι ξύμπαντες ἀγάλματα· πᾶς δὲ περισσὸς καὶ χρυσὸς τούτοις εἰς ἔριν ἐρχόμενος. | |
AG.16.355 | Οὔπω σοι μογέοντι Τύχη πόρεν ἄξια νίκης· νῖκαι γὰρ τῆς σῆς μείζονες εὐτυχίης· ἀλλὰ μέρει πρώτῳ σταθερῷ καὶ ἀρείονι μίμνοις τὴν φθονερὴν τήκων δυσμενέων κραδίην, | |
5 | οἳ σέθεν εἰσορόωντες ἀεὶ νικῶσαν ἱμάσθλην | |
μέμφονται σφετέρην αἰὲν ἀτασθαλίην. | 492 in vol. 4 | |
AG.16.356 | Ἄλλοις μὲν γεράων πρόφασις χρόνος· οἱ δ’ ἐπὶ νίκαις κρινόμενοι πολιῆς οὐ χατέουσι κόμης, ἀλλ’ ἀρετῆς, ὅθεν εὖχος ἀνάπτεται. εἷς ἀπὸ τοίων Πορφύριος δώρων δὶς λάχεν ἀγλαΐην, | |
5 | οὐκ ἐτέων δεκάδας, νίκης δ’ ἑκατοντάδας αὐχῶν πολλὰς καὶ πάσας συγγενέας Χαρίτων. | |
AG.16.357(p1) | ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
1 | Ἀγχίσην Κυθέρεια καὶ Ἐνδυμίωνα Σελήνη φίλατο· μυθεῦνται τοῖα παλαιγενέες. νῦν δὲ νέος τις μῦθος ἀείσεται, ὡς τάχα Νίκη ὄμματα καὶ δίφρους φίλατο Πορφυρίου. | |
AG.16.358 | Πρεσβυτέρους κοῦρος μὲν ἐών, πρέσβυς δέ τε κούρους νικᾷς, τεθρίππων κέντορας ἀθλοφόρων. ἓξ δ’ ἐτέων ἀνύσας δεκάδας στήλην ἐπὶ νίκαις εἷλες, Καλλιόπα, νεύματι κοιρανίης, | |
5 | ὄφρα μένοι καὶ ἔπειτα τεὸν κλέος. αἴθε τοι εἴη ὡς κλέος ἀθάνατον καὶ δέμας ἀθάνατον. | |
AG.16.359 | Σῆς τόδε διφρελάτειρα τὸ χάλκεον ἄνθετο Νίκα δείκηλον μορφᾶς, Καλλιόπα, ζαθέας, πρέσβυς ὅτι σφριγόωντας ἐν ἱπποδάμῳ πλέον ἀλκᾷ νίκησας, γεραροὺς δ’ ὢν νέος ἐν σοφίῃ. | |
5 | ἔνθεν ἐλευθερόπαις Βενέτων σέο πήξατο δῆμος | |
δοιά, τὰ μὲν τέχνας ἆθλα, τὰ δὲ σθένεος. | 494 in vol. 4 | |
AG.16.360 | Σὸν γῆρας νεότητα τεὴν ὑπερέδραμε νίκαις, καὶ πάντων κρατέεις πάντοτε, Καλλιόπα. ἔνθεν ἄναξ καὶ δῆμος ἐλεύθερος αὖθις ἐγείρει τοῦτο γέρας, σοφίης μνῆμα καὶ ἠνορέης. | |
AG.16.361 | Οὗτος, ἐγερσιθέατρε, τεὸς τύπος, ὅν τοι ἐγείρει ἑσμὸς ἀριζήλων, Καλλιόπα, στεφάνων· οὔτε γὰρ ἡνίοχός σε παρήπαφεν, οὔτε χαλινοῖς δύστομος ἱππείη σοῖς ἀπίθησε γένυς· | |
5 | μοῦνος δὴ νίκης γέρας ἄρνυσαι. ἦ παρὰ πᾶσι δόξαν ἔχεις ἐθέλων ἆθλα λιπεῖν ἑτέροις. | |
AG.16.362 | Καλλιόπα κλυτόμοχθε, τί σοι πλέον, ὅττι γεραίρει εἰκόνι χαλκοτύπῳ σοὺς βασιλεὺς καμάτους, δῆμος ὁ μυριόφωνος, ὅλη πτόλις, εὖτε καὶ αὐτὴ δυσμενέων παλάμη σοῖς ἐπένευσε πόνοις; | |
AG.16.363 | Μητέρες εὐάθλων γεράων φρένες, οὐ κράτος ἥβης, οὐ τάχος ἱπποσύνης, οὐ χρόνος εὐτυχίης. ἱλήκοι, Φαυστῖνε, τεὸς νόος, ᾧ τάδε πάντα | |
ἕσπεται, ᾧ Νίκη σύντροφος ἀθάνατος. | 496 in vol. 4 | |
AG.16.364 | Πρίν σε νέον, Φαυστῖνε, νόος πεφόβητο γερόντων, νῦν δέ σε πρεσβυγενῆ κάρτος ἔφριξε νέων. δεύτερα δ’ εὕρετο πάντα τεὸς πόνος, ὅς σε γεραίρει πρέσβυν ἐν ἠιθέοις, ἐν δὲ γέρουσι νέον. | |
AG.16.365 | Ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω, πλῆτο κατηφείης ἱπποσύνης στάδιον· τερπωλὴ δ’ ἀπέλειπε θεήμονας, οὐδ’ ἐν ἀγυιαῖς κείνας τὰς φιλίας ἐστὶν ἰδεῖν ἔριδας. | |
AG.16.366 | Εἰκόνα, Κωνσταντῖνε, τεὴν ἀνέθεντο πολῖται μυρόμενοι, ψυχῆς τέρψιν ἀποιχομένης· σοὶ κλέος ὁππότε δῆμος ἐπεσφρήγιζε θανόντι, μνήσατο σῶν καμάτων καὶ μετὰ πότμον ἄναξ, | |
5 | οὕνεκεν ἱπποσύνης φιλοκέρτομος ὤλετο τέχνη ἐν σοὶ παυσαμένη πᾶσα καὶ ἀρξαμένη. | |
AG.16.367 | Εἰσέτι μὲν ζώοντι πόλις ποτὲ Κωνσταντίνῳ εἰκόνα χαλκείην βαιὸν ἔκρινε γέρας· ᾔδεε γὰρ πᾶς δῆμος, ὅσους ἐπὶ κύδεϊ νίκης αἰὲν ἀεθλεύων ἀμφέθετο στεφάνους. | |
5 | ὡς δ’ ἔθανεν, ποθέουσα φίλον τύπον ἄνθετο τοῦδε, | |
ὄφρα καὶ ἐσσομένοις μνῆστιν ἔχοι καμάτων. | 498 in vol. 4 | |
AG.16.368 | Οἱ Βένετοι Πρασίνοισιν ἐναντίοι αἰὲν ἐόντες εἰς ἕν’ ὁμοφροσύνης ἐξεβόησαν ὅρον, ὥστε σε, Κωνσταντῖνε, λαβεῖν ἐπιτύμβιον εὖχος πᾶσιν ἀειδόμενον, πᾶσιν ἀρεσκόμενον. | |
AG.16.369 | Ἀντολίης δύσιός τε μεσημβρίης τε καὶ ἄρκτου σὸς δρόμος ὑψιφαὴς ἀμφιβέβηκεν ὅρους, ἄφθιτε Κωνσταντῖνε. θανεῖν δέ σε μή τις ἐνίσπῃ· τῶν γὰρ ἀνικήτων ἅπτεται οὐδ’ Ἀίδης. | |
AG.16.370 | Ἐγγύθι τῆς σφετέρης γενεῆς λάχεν εἰκόνα τήνδε· ἔπρεπε γὰρ τρισσοῖς εἰν ἑνὶ χῶρον ἔχειν, οἳ καὶ ἐνὶ σταδίοις ἀρετῆς κλέος εἴκελον εὗρον νηρίθμων στεφάνων ἑσμὸν ἑλόντες ἴσον. | |
AG.16.371 | Τὸν Φαυστινιάδην πόλις ἄνθετο Κωνσταντῖνον, γείτονα μὲν γενεῆς, κρέσσονα δ’ ἡνιόχων. δὴν γὰρ ἀεθλεύσας οὐκ ἤμβροτεν, ἀλλ’ ἐπὶ νίκῃ παύσατο σὺν νίκῃ καὶ πάρος ἀρξάμενος, | |
5 | ὃν καὶ κοῦρον ἐόντα παλαίτεροι ἡνιοχῆες | |
στεψάμενοι σταδίοις εἷσαν ἀγωνοθέτην. | 500 in vol. 4 | |
AG.16.372 | Σοὶ τόδε, Κωνσταντῖνε, τεὴ τροφὸς ὤπασε Νίκη παιδόθεν ἑσπομένη πᾶσαν ἐφ’ ἡλικίην. πέντε γὰρ ἐν σταδίοις δεκάδας τελέσας ἐνιαυτῶν οὐδ’ ἴσον οὐδ’ ὀλίγον εὕρεο λειπόμενον· | |
5 | ἀλλ’ ἔτι κουρίζων τε καὶ ἄχνοος ἄνδρας ἐνίκας, ἥλικας ἡβήσας, γηραλέος δὲ νέους. | |
AG.16.373 | Ἤθελε Κωνσταντῖνον ἀεὶ πτόλις ἡνιοχεύειν, ἤθελεν, ἀλλὰ πόθῳ οὐκ ἐπένευσε Φύσις. ἔνθεν ἑῶν τόδ’ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων, ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιλάβοι, | |
5 | ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δ’ ἐλατῆρσι, κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις. καί τις ἰδὼν μετόπισθε χερείονας ἡνιοχῆας ὀλβίσσει προτέρην, ἥ μιν ἴδεν, γενεήν. | |
AG.16.374 | Πέντε καὶ εἴκοσι μοῦνος ἀέθλια Κωνσταντῖνος εἰς μίαν ἠριγένειαν ἑλὼν ἤμειψε μὲν ἵππους ἀντιπάλοις· κείνους δὲ λαβών, οὓς πρόσθεν ἐνίκα, τοῖς αὐτοῖς πάλιν εἷλε μίαν τε καὶ εἴκοσι νίκας. | |
5 | πολλάκι δ’ ἀμφοτέρων μερέων ἔρις ἔμπεσε δήμῳ, | |
τίς μιν ἔχοι· κείνῳ δὲ δόσαν κρίσιν ἐκ δύο πέπλων. | 502 in vol. 4 | |
AG.16.375 | Ἔγρεο, Κωνσταντῖνε. τί χάλκεον ὕπνον ἰαύεις; σεῖο δίφρους ποθέει δῆμος ἐνὶ σταδίοις, σῆς τε διδασκαλίης ἐπιδευέες ἡνιοχῆες εἵαται ὀρφανικοῖς παισὶν ὁμοιότατοι. | |
AG.16.376 | Ἀμφοτέροις εἷς μοῦνος ἀριστεύσας παρὰ δήμοις κῦδος ἀπ’ ἀμφοτέρων ἔλλαχεν Οὐράνιος εἰσέτι διφρεύων· τὸ δέ οἱ γέρας ἤλυθε πρῶτον ἐκ Πρασίνων, οἷς δὴ γείτονα χῶρον ἔχει. | |
5 | αὐτοὶ καὶ σταδίοιο πεπαυμένον ἤγαγον αὖθις ἐς δίφρους νίκης μνωόμενοι προτέρης. | |
AG.16.377 | Παυσάμενον σταδίων βασιλεὺς ἐπ’ ἀγακλέι νίκῃ αὖθις ὑπὲρ δίφρων βῆσεν ἀεθλοφόρων Οὐράνιον δήμοισι φέρων χάριν· οὐ ποθέει γὰρ ἡ πόλις Οὐρανίου νόσφιν ἀεθλοσύνας. | |
5 | τοὔνεκα διφρεύοντα τὸ δεύτερον ὑστατίης τε νίκης καὶ προτέρης στῆσεν ἀγασσαμένη. | |
AG.16.378 | Οὐράνιος Νίκαιαν ἔχει πέλας ὁπλοτέρην τε Ῥώμην, τῆς μὲν ἐών, τῇ δ’ ἔνι κῦδος ἑλών. νικᾷ δ’ ἀμφοτέρωθεν, ἐπεὶ περιδέξιος ἦεν τῇ καὶ τῇ προθέειν ἠὲ παρεξελάαν. | |
5 | τοὔνεκα καὶ χρυσέῳ μιν ἀνεγράψαντο μετάλλῳ, | |
κυδίστῳ κτεάνων κύδιμον ἡνίοχον. | 504 in vol. 4 | |
AG.16.379(p1) | ΘΩΜΑ ΠΑΤΡΙΚΙΟΥ | |
1 | Τὸν θρασὺν ἡνιοχῆα λελασμένον ἅρματος ἄθλων ἐνθάδ’ Ἀναστάσιον κείμενον οὖδας ἔχει, ὃς τόσσους ἀνέδησε τὸ πρὶν στεφάνους, ὅσα ἄλλοι ἔδρακον ἡνιόχων ἤματα ἱππασίης. | |
AG.16.380 | Ἐν γῇ κρατήσας παντὸς ἁρματηλάτου καλῶς ἐπήρθη καὶ πρὸς αἰθέρα τρέχειν Πορφύριος, τὸ θαῦμα δήμου Βενέτων· νικῶν γὰρ οὗτος πάντα γῆς διφρηλάτην | |
5 | ἄνεισιν, ὡς ἂν καὶ σὺν ἡλίῳ δράμῃ. | |
AG.16.381 | Ἴουλον ἀνθῶν πρῶτον οὗτος ἡνίας Πορφύριος Κάλχαντος εἷλκε Βενέτου. ἐκπλήττομαι δέ, πῶς γράφει χεὶρ ἐμπνόους τούτου τις ἵππους. καὶ γὰρ ἂν πλήξῃ πάλιν, | |
5 | οἶμαι, δραμεῖται νῖκος εὑρεῖν καὶ πάλιν. | |
AG.16.382 | Σκόπει τὸ δρᾶμα μηχανουργοῦ τοῦ δόμου· εἰ μὴ γὰρ ἐστέγαστο καρτερᾷ σκέπῃ, πρὸς οὐρανοὺς ἂν ὦρτο Φαυστῖνος τρέχων ὡς ζῶν σὺν ἵπποις, τὸ κλέος πρὶν Πρασίνων. | |
5 | ἆρον στέγος γάρ, καὶ φθάνει πρὸς αἰθέρα. | 506 in vol. 4 |
AG.16.383 | Φαυστῖνος οὗτος, ὁ πρὶν ἁρματηλάτης, ὃν δῆμος εὑρὼν τοῦ μέρους τῶν Πρασίνων τὴν ἧτταν ἠγνόησε παντελῶς δρόμῳ. γέρων μὲν ἦν γάρ, ὡς βλέπεις· τὸ δὲ σθένος | |
5 | ἦν τις νεάζων οὐδ’ ὅλως ἡττημένος. | |
AG.16.384 | Λευκοῦ μεθέλκων ἡνίας Κωνσταντίνος ἂν μὴ καθεῖρκτο στερρότητι τοῦ δόμου, τοὺς τρεῖς ἐνίκα πρῶτος αἰθέρα φθάνων, πνοῆς ἄνευθεν εἶδες αἰθεροδρόμον· | |
5 | τέχνη με πείθει τοῦτον ἔμπνοον βλέπειν. | |
AG.16.385 | Κωνσταντίνος γ’ ἦν, ἀλλὰ τοῖς πάλαι χρόνοις λευκῆς χρόας τέθριππον ἕλκων εὐστρόφως. ἀφ’ οὗ δὲ τοῦτον ἥρπασεν Χάρων, ἔδυ τὸ φῶς ἁμίλλης ἱππικῶν δρομημάτων | |
5 | καὶ πᾶσα τέρψις τοῦ θεάτρου καὶ τέχνη. | |
AG.16.386 | Χεὶρ οἶδε γεννᾶν τοὺς πάλαι τεθνηκότας. Ἰουλιανὸς καὶ γὰρ ὡς πάλαι σθένει ἕλκων μεθέλκων Ῥουσίου τὰς ἡνίας· καὶ νῦν γραφεὶς ἕστηκεν ὑψοῦ σὺν δίφρῳ· | |
5 | τὸ νεῦμα χεὶρ μένει δέ· τὴν νύσσαν δότε. | 508 in vol. 4 |
AG.16.387 | Ἰουλιανὸς οὗτος ἅρμα Ῥουσίου ἔχων ἐνίκα τοὺς ἐναντίους δρόμῳ. ἀλλ’ εἰ γραφεὺς παρεῖχε καὶ πνοῆς χάριν, ἕτοιμός ἐστι καὶ πάλιν διφρηλάτης | |
5 | καὶ πρόσθεν ἐλθεῖν καὶ λαβεῖν καὶ τὸ στέφος. | |
AG.16387b | Ἀθλήσας ἤδη πώλῳ πηδήσας ἦλθα. Ἀμήσας ἄρδην ὀροφηφόρον ἥδρασα σῆμα. Ἀλύξας ὥρην ἠνεμωμένην ἤρωσα ξύλα. | |
AG.16387c | Ἤδη μοι Διὸς ἄρα πηγὴ παρὰ σοί, Διομήδη. Νοσῶ· σύ, ὃς εἶ ἴαμα, Ἰησοῦ, σῶσον. Νῷ ἐλατά, μὴ ὀνητὰ σοφὸς ἄτη νοήματα, Λέων. Ἱερὰ σὰ παρὰ χείλη, Ἥλιε, χαρὰ πᾶσα ῥεῖ. | |
5 | Νίψον ἀνομήματα, μὴ μόναν ὄψιν. Νόμον, ὁ κοινός, ἔχε σὸν οἰκονόμον. | |
6 | * Σοφὸς ἔγωγε ἤδη ὢν ἄνω, χαρᾷ τῶν ἄνω γελῶ τὰ | |
κάτω λέγων· Ἄνω ταραχῶν ἂν ὦ, ἤδη ἔγωγε σοφός. | 510 in vol. 4 | |
AG.16.388(p1) | ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ | |
1 | Στέφος πλέκων ποθ’ εὗρον ἐν τοῖς ῥόδοις Ἔρωτα· καὶ τῶν πτερῶν κατασχὼν ἐβάπτις’ εἰς τὸν οἶνον· | |
5 | λαβὼν δ’ ἔπινον αὐτόν. καὶ νῦν ἔσω μελῶν μου | |
πτεροῖσι γαργαλίζει. | 512 in vol. 4 |